86ὁκόσοι δὲ πηδήσαντες ἄνωθεν ἐστηρίξαντο τῇ πτέρνῃ, ὥστε διαστῆναι τὰ ὀστέα, καὶ φλέβας ἐκχυμωθῆναι, καὶ νεῦρα ἀμφιφλασθῆναι, ὁκόταν γένηται οἷα τὰ δεινὰ, κίνδυνος μὲν σφακελίσαντα τὸν αἰῶνα πρήγματα παρασχεῖν · ῥοιώδη μὲν γὰρ τὰ ὀστέα, τὰ δὲ νεῦρα ἀλλήλοισι κοινωνέοντα. ἐπεὶ καὶ οἷσιν ἂν μάλιστα κατεηγεῖσιν, ἢ ὑπὸ τρώματος ἢ ἐν κνήμῃ, ἢ ἐν μηρῷ, ἢ νεύρων ἀπολυθέντων, ἃ κοινωνέει τούτων, ἢ ἐκ κατακλίσιος ἀμελέος ἐμελάνθη πτέρνη, καὶ τούτοισι τὰ παλιγκοτέοντα ἐκ τῶν τοιούτων. ἔστιν ὅτε καὶ πρὸς τῷ σφακελισμῷ γίνονται πυρετοὶ ὀξέες, λυγμώδεες, γνώμης ἁπτόμενοι, ταχυθάνατοι, καὶ ἔτι φλεβῶν αἱμορροιέων πελιώσιες. σημήϊα δὲ τῶν παλιγκοτησάντων, ἢν τὰ ἐκχυμώματα καὶ τὰ μελάσματα καὶ τὰ περὶ ταῦτα ὑπόσκληρα καὶ ὑπέρυθρα · ἤντε ξὺν σκληρύσματι πελιδνωθῇ, κίνδυνος μελανθῆναι · ἢν δὲ ὑποπέλια ᾖ, ἢ καὶ πέλια μάλα καὶ ἐκκεχυμωμένα, ἢ ὑπόχλωρα καὶ μαλακὰ, ταῦτα ἐπὶ πᾶσι τοῖσι τοιούτοισιν ἀγαθά. ἴησις, ἢν μὲν ἀπύρετος ἔῃ, ἐλλέβορον · ἢν δὲ μὴ. μή · ἀλλὰ ποτὸν ὀξύγλυκυ, εἰ δέοι. ἐπίδεσις δὲ, ἄρθρων · ἐπὶ δὲ πάντα, μᾶλλον τοῖσι φλάσμασιν, ὀθονίοισι πλείοσι καὶ μαλθακωτέροισιν · πίεξις ἧσσον · προσπεριβάλλειν δὲ τὰ πλεῖστα τῇ πτέρνῃ. τὸ σχῆμα, ὅπερ ἡ ἐπίδεσις, ὡς μὴ ἐς τὴν πτέρνην ἀποπιέζηται. νάρθηξι δὲ μὴ χρέεσθαι.