50ἀμφιφλασθείσης μέντοι τῆς σαρκὸς ἀμφὶ τῇσι πλευρῇσιν, ἢ ὑπὸ πληγῆς, ἢ ὑπὸ πτώματος, ἢ ὑπὸ ἀντερείσιος, ἢ ἄλλου τινὸς τοιουτοτρόπου, πολλοὶ ἤδη πουλὺ αἷμα ἔπτυσαν · οἱ γὰρ ὀχετοὶ οἱ κατὰ τὸ λαπαρὸν τῆς πλευρῆς ἑκάστης παρατεταμένοι, καὶ οἱ τόνοι ἀπὸ τῶν ἐπικαιροτάτων τῶν ἐν τῷ σώματι τὰς ἀφορμὰς ἔχουσιν · πολλοὶ οὖν ἤδη βηχώδεες, καὶ φυματίαι, καὶ ἔμπυοι ἐγένοντο, καὶ ἔμμοτοι, καὶ ἡ πλευρὴ ἐπεσφακέλισεν αὐτοῖσιν. ἀτὰρ καὶ οἷσι μηδὲν τοιοῦτον προσεγένετο, ἀμφιφλασθείσης τῆς σαρκὸς ἀμφὶ τῇσι πλευρῇσιν, ὅμως δὲ βραδύτερον ὀδυνώμενοι παύονται οὗτοι, ἢ οἷσιν ἂν πλευρὴ καταγῇ, καὶ ὑποστροφὰς μᾶλλον ἴσχει ὀδυνημάτων τὸ χωρίον ἐν τοῖσι τοιούτοισι τρώμασιν, ἢ τοῖσιν ἑτέροισιν. μάλα μὲν οὖν μετεξέτεροι καταμελέουσι τῶν τοιούτων σινέων, μᾶλλον ἢ ἢν πλευρὴ κατεαγῇ αὐτέοισιν · ἀτὰρ καὶ ἰήσιος σκεθροτέρης οἱ τοιοῦτοι δέονται, εἰ σωφρονοῖεν · τῇτε γὰρ διαίτῃ ξυμφέρει ξυνεστάλθαι, ἀτρεμέειντε τῷ σώματι ὡς μάλιστα, ἀφροδισίωντε ἀπέχεσθαι, βρωμάτωντε λιπαρῶν, καὶ κερχνωδέων, καὶ ἰσχυρῶν πάντων, φλέβατε κατ’ἀγκῶνα τέμνεσθαι, σιγᾷντε ὡς μάλιστα, ἐπιδέεσθαίτε τὸ χωρίον τὸ φλασθὲν σπλήνεσι μὴ πολυπτύχοισι, συχνοῖσι δὲ καὶ πολὺ πλατυτέροισι πάντη τοῦ φλάσματος, κηρωτῇτε ὑποχρίειν, ὀθονίοισίτε πλατέσι οὺν ταινίῃσι πλατείῃσι καὶ μαλθακῇσιν ἐπιδέειν, ἐρείδειντε μετρίως, ὥστε μὴ κάρτα πεπιέχθαι φάναι τὸν ἐπιδεδεμένον, μη δ’αὖ χαλαρόν · ἄρχεσθαι δὲ τὸν ἐπιδέοντα κατὰ τὸ φλάσμα, καὶ ἐρηρεῖσθαι ταύτῃ μάλιστα, τὴν δὲ ἐπίδεσιν ποιέεσθαι, ὡς ἀπὸ δύο ἀρχέων ἐπιδέεται, ἵνα μὴ περιρρεπὲς τὸ δέρμα τὸ περὶ τὰς πλευρὰς ἔῃ, ἀλλ’ἰσόρροπον, ἐπιδέειν δὲ ἢ καθ’ἑκάστην ἡμέρην, ἢ παρ’ἑτέρην. ἄμεινον δὲ καὶ τὴν κοιλίην μαλθάξαι κούφῳ τινὶ, ὅσον κενώσιος εἵνεκεν τοῦ σίτου, καὶ ἐπὶ μὲν δέκα ἡμέρας ἰσχναίνειν, ἔπειτα ἀναθρέψαι τὸ σῶμα, καὶ ἁπαλῦναι · τῇ δὲ ἐπιδέσει, ἔστ’ἂν μὲν ἰσχναίνῃς, ἐρηρεισμένῃ μᾶλλον χρέεσθαι, ὁκόταν δὲ ἐς τὸν ἁπαλυσμὸν ἄγῃς, ἐπιχαλαρωτέρῃ · καὶ ἢν μὲν αἷμα ἀποπτύσῃ καταρχὰς, τεσσαρακονθήμερον τὴν μελέτην καὶ τὴν ἐπίδεσιν ποιέεσθαι χρή · ἢν δὲ μὴ πτύσῃ τὸ αἷμα, ἀρκέει ἐν εἴκοσιν ἡμέρῃσιν ἡ μελέτη ὡς ἐπὶ τὸ πολύ · τῇ ἰσχύϊ δὲ τοῦ τρώματος τοὺς χρόνους προτεκμαίρεσθαι χρή. ὅσοι δ’ἂν ἀμελήσωσι τῶν τοιουτέων ἀμφιφλασμάτων, ἢν καὶ ἄλλο μηδὲν αὐτοῖσι φλαῦρον μέζον γένηται, ὅμως τό γε χωρίον ἀμφιφλασθὲν μυξωδεστέρην τὴν σάρκα ἴσχει, ἢ πρόσθεν εἶχεν. ὅκου δέ τι τοιοῦτον ἐγκαταλείπεται, καὶ μὴ εὖ ἐξιποῦται τῇ γε ἀλθέξει, φαυλότερον μὲν, ἢν παρ’αὐτὸ τὸ ὀστέον ἐγκαταλειφθῇ τὸ μυξῶδες · οὔτε γὰρ ἔτι ἡ σὰρξ ὁμοίως ἅπτεται τοῦ ὀστέου, τότε ὀστέον νοσηρότερον γίνεται, σφακελισμοίτε χρόνιοι ὀστέου πολλοῖσιν ἤδη ἀπὸ τοιουτέων προφασίων ἐγένοντο. ἀτὰρ καὶ ἢν μὴ παρὰ τὸ ὀστέον, ἀλλ’αὐτὴ ἡ σὰρξ μυξώδης ἔῃ, ὅμως ὑποστροφαὶ γίνονται καὶ ὀδύναι ἄλλοτε καὶ ἄλλοτε, ἤν τι τῷ σώματι τύχῃ πονήσας · καὶ διὰ τοῦτο τῇ ἐπιδέσει χρέεσθαι χρὴ, ἅμα μὲν ἀγαθῇ, ἅμα δὲ ἐπὶ πουλὺ προηκούσῃ, ἕως ἂν ξηρανθῇ μὲν καὶ ἀναποθῇ τὸ ἐκχύμωμα τὸ ἐν τῇ φλάσει γενόμενον, αὐξηθῇ δὲ σαρκὶ ὑγιέϊ τὸ χωρίον, ἅψηται δὲ τοῦ ὀστέου ἡ σάρξ. οἷσι δ’ἂν ἀμεληθεῖσι χρονιωθῇ, καὶ ὀδυνῶδες τὸ χωρίον γένηται, καὶ ἡ σὰρξ ὑπόμυξος ἔῃ, τούτοισι καῦσις ἴησις ἀρίστη. καὶ ἢν μὲν αὐτὴ ἡ σὰρξ μυξώδης ἔῃ, ἄχρι τοῦ ὀστέου καίειν χρὴ, μὴ μὴν διαθερμανθῆναι τὸ ὀστέον · ἢν δὲ μεσηγὺ τῶν πλευρέων ἔῃ, ἐπιπολῆς μὲν οὐ δ’οὕτω χρὴ καίειν, φυλάσσεσθαι μέντοι, μὴ διακαύσῃς πέρην. ἢν δὲ πρὸς τῷ ὀστέῳ δοκέῃ εἶναι τὸ φλάσμα, καὶ ἔτι νεαρὸν ἔῃ, καὶ μήπω σφακελίσῃ τὸ ὀστέον, ἢν μὲν κάρτα ὀλίγον ἔῃ, οὕτω καίειν χρὴ ὥσπερ εἴρηται · ἢν μέντοι παραμήκης ἔῃ ὁ μετεωρισμὸς ὁ κατὰ τὸ ὀστέον, πλείονας ἐσχάρας ἐμβάλλειν χρή · περὶ δὲ σφακελισμοῦ πλευρῆς ἅμα τῇ τῶν ἐμμότων ἰητρείῃ εἰρήσεται.