51ἢν δὲ μηροῦ ἄρθρον ἐξ ἰσχίου ἐκπέσῃ, ἐκπίπτει δὲ κατὰ τέσσαρας τρόπους, ἐς μὲν τὸ ἔσω πλειστάκις, ἐς δὲ τὸ ἔξω τῶν ἄλλων πλειστάκις · ἐς δὲ τὸ ὄπισθεν καὶ τὸ ἔμπροσθεν ἐκπίπτει μὲν, ὀλιγάκις δέ · οἷσι μὲν οὖν ἂν ἐκβῇ ἐς τὸ ἔσω, μακρότερον τὸ σκέλος φαίνεται, παραβαλλόμενον πρὸς τὸ ἕτερον, διὰ δισσὰς προφάσιας εἰκότως · ἐπίτε γὰρ τὸ ἀπὸ τοῦ ἰσχίου πεφυκὸς ὀστέον, τὸ ἄνω φερόμενον πρὸς τὸν κτένα, ἐπὶ τοῦτο ἡ ἐπίβασις τῆς κεφαλῆς τοῦ μηροῦ γίνεται, καὶ ὁ αὐχὴν τοῦ ἄρθρου ἐπὶ τῆς κοτύλης ὀχέεται. ἔξωθέντε αὖ ὁ γλουτὸς κοῖλος φαίνεται, ἅτε ἔσω ῥεψάσης τῆς κεφαλῆς τοῦ μηροῦ, τότε αὖ κατὰ τὸ γόνυ τοῦ μηροῦ ἄκρον ἀναγκάζεται ἔξω ῥέπειν, καὶ ἡ κνήμη καὶ ὁ ποὺς ὡσαύτως. ἅτε οὖν ἔξω ῥέποντος τοῦ ποδὸς, οἱ ἰητροὶ δι’ἀπειρίην τὸν ὑγιέα πόδα πρὸς τοῦτον προσίσχουσιν, ἀλλ’οὐ τοῦτον πρὸς τὸν ὑγιέα · διὰ τοῦτο πουλὺ μακρότερον φαίνεται τὸ σιναρὸν τοῦ ὑγιέος · πολλαχῆ δὲ καὶ ἄλλῃ τὰ τοιαῦτα παραξύνεσιν ἔχει. οὐ μὴν οὐ δὲ ξυγκάμπτειν δύνανται κατὰ τὸν βουβῶνα ὁμοίως τῷ ὑγιέϊ · ἀτὰρ καὶ ψαυομένη ἡ κεφαλὴ τοῦ μηροῦ κατὰ τὸν περίνεον ὑπερογκέουσα εὔδηλός ἐστιν. τὰ μὲν οὖν σημήϊα ταῦτά ἐστιν, οἷσιν ἂν ἔσω ἐκπεπτώκῃ ὁ μηρός.