Hippocrates and the Hippocratic Corpus

On Joints, Chapter 15

15

εἰ μέντοι τινὶ ἐπὶ τἀναντία ἡ κληῒς κατεαγείη, ὃ οὐ μάλα γίνεται, ὥστε τὸ μὲν ἀπὸ τοῦ στήθεος ὀστέον ὑποδεδυκέναι, τὸ δὲ ἀπὸ τῆς ἀκρωμίης ὀστέον ὑπερέχειν καὶ ἐποχέεσθαι ἐπὶ τοῦ ἑτέρου, οὐδεμιῆς μεγάλης ἰητρείης ταῦτά γ’ἂν δέοιτο · αὐτὸς γὰρ ὁ ὦμος ἀφιέμενος καὶ ὁ βραχίων ἱδρύοι ἂν τὰ ὀστέα πρὸς ἄλληλα, καὶ φαύλη ἄν τις ἐπίδεσις ἀρκέοι, καὶ ὀλίγαι ἡμέραι τῆς πωρώσιος γένοιντ’ἄν.