Hippocrates and the Hippocratic Corpus

On Joints, Chapter 82

82

γόνυ δὲ εὐηθέστερον ἀγκῶνος διὰ τὴν εὐσταλίην καὶ τὴν εὐφυΐην, διὸ καὶ ἐκπίπτει καὶ ἐμπίπτει ῥᾷον · ἐκπίπτει δὲ πλειστάκις ἔσω, ἀτὰρ καὶ ἔξω καὶ ὄπισθεν. ἐμβολαὶ δὲ, ἐκ τοῦ ξυγκεκάμφθαι · ἐκλακτίσαι ὀξέως, ξυνελίξας ταινίης ὄγκον, ἐν τῇ ἰγνύϊ θεὶς, ἀμφὶ τοῦτον ἐξαίφνης ἐς ὄκλασιν ἀφιέναι τὸ σῶμα. δύναται δὲ καὶ κατατεινόμενον μετρίως, ὥσπερ ἀγκὼν, ἐμπίπτειν, τὰ ὄπισθεν · τὰ δὲ ἔνθα ἔνθα, ἐκ τοῦ ξυγκεκάμφθαι, ἐκλακτίσαι, ἀτὰρ καὶ ἐκ κατατάσιος μετρίης. διόρθωσις ἅπασι κοινή. ἢν δὲ μὴ ἐμπέσῃ, τοῖσι μὲν ὄπισθεν, ξυγκάμπτειν οὐ δύνανται, ἀτὰρ οὐ δὲ τοῖσιν ἄλλοισι πάνυ · μινύθει δὲ μηροῦ καὶ κνήμης τοὔμπροσθεν · ἢν δὲ ἐς τὸ ἔσω, βλαισότεροι, μινύθει δὲ τὰ ἔξω · ἢν δὲ ἐς τὸ ἔξω, γαυσότεροι, χωλοὶ δὲ ἧσσον, κατὰ γὰρ τὸ παχύτερον ὀστέον ὀχέει, μινύθει δὲ τὰ ἔσω. ἐκ γενεῆς δὲ καὶ ἐν αὐξήσει κατὰ λόγον τὸν πρόσθεν.