Hippocrates and the Hippocratic Corpus

On Joints, Chapter 19

19

παλιγκοτώτατον δὲ ἀγκὼν πυρετοῖσιν, ὀδύνῃ ἀσώδεϊ, ἀκρητοχόλῳ, ἀγκῶνος δὲ μάλιστα τοὐπίσω διὰ τὸ ναρκῶδες, δεύτερον δὲ τοὔμπροσθεν · ἴησις δὲ αὐτή · ἐμβολαὶ δὲ, τοῦ μὲν ὀπίσω, ἐκτείναντα κατατεῖναι · σημεῖον δέ · οὐ γὰρ δύνανται ἐκτείνειν · τοῦ δὲ ἔμπροσθεν, οὐ δύνανται ξυγκάμπτειν · τουτέῳ δὲ ἐνθέντα τι ξυνειλιγμένον σκληρὸν, περὶ τοῦτο ξυγκάμψαι ἐξ ἐκτάσιος ἐξαίφνης.