49πολλὰ δὲ καὶ ἄλλα ἐν ἰητρικῇ ἄν τις θεάσοιτο, ὧν τὰ μὲν ἰσχυρὰ ἀσινέα ἐστὶ, καὶ καθ’ἑωυτὰ τὴν κρίσιν ὅλην λαμβάνοντα τοῦ νουσήματος, τὰ δὲ ἀσθενέστερα σινάμωρα, καὶ ἀποτόκους νοσημάτων χρονίους ποιέοντα, καὶ κοινωνέοντα τῷ ἄλλῳ σώματι ἐπὶ πλέον. ἐπεὶ καὶ πλευρέων κάτηξις τοιοῦτόν τι πέπονθεν · οἷσι μὲν γὰρ ἂν καταγῇ πλευρὴ, μία ἢ πλέονες, ὡς τοῖσι πλείστοισι κατάγνυται, μὴ διασχόντα τὰ ὀστέα ἐς τὸ ἔσω μέρος, μη δὲ ψιλωθέντα, ὀλίγοι μὲν ἤδη ἐπυρέτηναν · ἀτὰρ οὐ δὲ αἷμα πολλοὶ ἤδη ἔπτυσαν, οὐ δὲ ἔμπυοι πολλοὶ γίνονται, οὐ δὲ ἔμμοτοι, οὐ δὲ ἐπισφακελίσιες τῶν ὀστέων · δίαιτάτε φαύλη ἀρκέει · ἢν γὰρ μὴ πυρετὸς ξυνεχὴς ἐπιλαμβάνῃ αὐτοὺς, κενεαγγέειν κάκιον τοῖσι τοιούτοισιν, ἢ μὴ κενεαγγέειν, καὶ ἐπωδυνέστερον, καὶ πυρετωδέστερον, καὶ βηχωδέστερον · τὸ γὰρ πλήρωμα τὸ μέτριον τῆς κοιλίης, διόρθωμα τῶν πλευρέων γίνεται · ἡ δὲ κένωσις κρεμασμὸν τῇσι πλευρῇσι ποιέει · ὁ δὲ κρεμασμὸς, ὀδύνην. ἔξωθέντε οὖ φαύλη ἐπίδεσις τοῖσι τοιούτοισιν ἀρκέει · κηρωτῇ καὶ σπλήνεσι καὶ ὀθονίοισιν ἡσύχως ἐρείδοντα, ὁμαλὴν τὴν ἐπίδεσιν ποιέεσθαι, ἢ καὶ ἐριῶδές τι προσεπιθέντα. κρατύνεται δὲ πλευρὴ ἐν εἴκοσιν ἡμέρῃσιν · ταχεῖαι γὰρ αἱ ἐπιπωρώσιες τῶν τοιουτέων ὀστέων.