Hippocrates and the Hippocratic Corpus

On Joints, Chapter 21

21

ταῦτα δὲ ταχέως διαπωροῦται · ἐκ γενεῆς δὲ, βραχύτερα τὰ κάτω τοῦ σίνεος ὀστέα, πλεῖστον τὰ ἐγγύτατα τοῦ πήχεος, δεύτερον, χειρὸς, τρίτον, δακτύλων · βραχίων δὲ καὶ ὦμος, ἐγκρατέστερα διὰ τὴν τροφήν · δὲ ἑτέρη χεὶρ διὰ τὰ ἔργα ἔτι πλείω ἐγκρατεστέρη. μινύθησις δὲ σαρκῶν, εἰ μὲν ἔξω ἐξέπεσεν, ἔσωθεν · εἰ δὲ μὴ, ἐς τοὐναντίον, ἐξέπεσεν.