75ἢν δὲ ἐς το- τοὔπισθεν μέρος ἐκπεπτώκῃ ὁ μηρὸς, τὰς μὲν κατατάσιας καὶ ἀντιτάσιας οὕτω δεῖ ποιέεσθαι, καθάπερ εἴρηται · ἐπιστορέσαντα δὲ ἐπὶ τὸ ξύλον ἱμάτιον πολύπτυχον, ὡς μαλακώτατον ἔῃ, πρηνέα κατακλίναντα τὸν ἄνθρωπον, οὕτω κατανείνειν · ἅμα δὲ τῇ κατατάσει χρὴ τῇ σανίδι καταναγκάζειν τὸν αὐτὸν τρόπον ὡς τὰ ὑβώματα, κατ’ἴξιν τοῦ πυγαίου ποιησάμενον τὴν σανίδα, καὶ μᾶλλον ἐς τὸ κάτω μέρος, ἢ ἐς τὸ ἄνω τῶν ἰσχίων · καὶ ἡ ἐντομὴ, ἡ ἐν τῷ τοίχῳ τῇ σανίδι, μὴ εὐθεῖα ἔστω, ἀλλ’ὀλίγον καταφερὴς πρὸς τὸ τῶν ποδῶν μέρος. αὕτη ἡ ἐμβολὴ κατὰ φύσιντε μάλιστα τῷ τρόπῳ τούτῳ τοῦ ὀλισθήματός ἐστι, καὶ ἅμα ἰσχυροτάτη. ἀρκέσειε δ’ἂν ἴσως ἀντὶ τῆς σανίδος καὶ ἐφεζόμενόν τινα, ἢ τῇσι χερσὶν ἐρεισάμενον, ἢ ἐπιβάντα, ἐξαπίνης ἐπαιωρηθῆναι ἅμα τῇ κατατάσει. ἄλλη δὲ οὐδεμίη ἐμβολὴ τῶν προειρημένων κατὰ φύσιν ἐστὶ τῷ τρόπῳ τούτῳ τοῦ ὀλισθήματος.