40ἢν δὲ οὖς κατεαγῇ, ἐπιδέσιες μὲν πᾶσαι πολέμιαι · οὐ γὰρ οὕτω τις χαλαρὸν περιβάλλοι · ἢν δὲ μᾶλλον πιέζῃ, πλέον κακὸν ἐργάζεται · ἐπεὶ καὶ ὑγιὲς οὖς, ἐπιδέσει πιεχθὲν, ὀδυνηρὸν καὶ σφυγματῶδες καὶ πυρετῶδες γίνεται. ἀτὰρ καὶ τὰ ἐπιπλάσματα, κάκιστα μὲν τὰ βαρύτατα τὸ ἐπίπαν · ἀτὰρ καὶ τὰ πλεῖστα φλαῦρα καὶ ἀποστατικὰ, καὶ μύξαντε ὑποποιέει πλείω, κα- κἄπειτα ἐκπυήσιας ἀσηράς · τούτων δὲ ἥκιστα οὖς κατεαγὲν προσδέεται · ἄγχιστα μὴν, εἴπερ χρὴ, τὸ γλίσχρον ἄλητον · χρὴ δὲ μη δὲ τοῦτο βάρος ἔχειν. ψαύειν δὲ ὡς ἥκιστα ξυμφέρει · ἀγαθὸν γὰρ φάρμακόν ἐστιν ἐνίοτε καὶ τὸ μηδὲν προσφέρειν καὶ πρὸς οὖς καὶ πρὸς ἄλλα πολλά. χρὴ δὲ καὶ τὴν ἐπικοίμησιν φυλάσσεσθαι · τὸ δὲ σῶμα ἰσχναίνειν, καὶ μᾶλλον, ᾧ ἂν κίνδυνος ἔῃ ἔμπυον τὸ οὖς γενέσθαι · ἄμεινον δὲ καὶ μαλθάξαι τὴν κοιλίην · ἢν δὲ καὶ εὐήμετος ἔῃ, ἐμέειν ἀπὸ συρμαίσμοῦ. ἢν δὲ ἐς ἐμπύησιν ἔλθῃ, ταχέως μὲν οὐ χρὴ στομοῦν · πολλὰ γὰρ καὶ τῶν δοκεόντων ἐκπυέεσθαι ἀναπίνεταί ποτε, κα- κἢν μηδέν τις καταπλάσῃ. ἢν δὲ ἀναγκασθῇ στομῶσαι, τάχιστα μὲν ὑγιὲς γίνεται, ἤν τις πέρην διακαύσῃ · εἰδέναι μέντοι χρὴ σαφῶς, ὅτι κυλλὸν ἔσται τὸ οὖς καὶ μεῖον τοῦ ἑτέρου, ἦν πέρην διακαυθῇ. ἢν δὲ μὴ πέρην καίηται, τάμνειν χρὴ τὸ μετέωρον, μὴ πάνυ σμικρὴν τομήν · διὰ παχυτέρου μὴν καὶ τὸ πῦον εὑρίσκεται, ἢ ὡς ἄν τις δοκέοι · ὡς δ’ἐν κεφαλαίῳ εἰπεῖν, καὶ πάντα τα- τἄλλα τὰ μυξώδεα καὶ μυξοποιὰ, ἅτε γλίσχρα ἐόντα, ὑποθιγγανόμενα διολισθάνει ταχέως ὑπὸ τοὺς δακτύλους καὶ ἔνθα καὶ ἔνθα · διὰ τοῦτο διὰ παχυτέρου εὑρίσκουσι τὰ τοιαῦτα οἱ ἰητροὶ, ἢ ὡς οἴονται · ἐπεὶ καὶ τῶν γαγγλιωδέων ἔνια, ὅσα ἂν πλαδαρὰ ἔῃ, καὶ μυξώδεα σάρκα ἔχῃ, πολλοὶ στομοῦσιν, οἰόμενοι ῥεῦμα ἀνευρήσειν ἐς τὰ τοιαῦτα · ἡ μὲν οὖν γνώμη τοῦ ἰητροῦ ἐξαπατᾶται · τῷ δὲ πρήγματι τῷ τοιούτῳ οὐδεμία βλάβη στομωθέντι. ὅσα δὲ ὑδατώδεα χωρία ἐστὶν, ἢ μύξης πεπληρωμένα, καὶ ἐν οἵοισι χωρίοισιν ἕκαστα θάνατον φέρει στομούμενα, ἢ καὶ ἀλλοίας βλάβας, περὶ τούτων ἐν ἄλλῳ λόγῳ γεγράψεται. ὅταν οὖν τάμῃ τις τὸ οὖς, πάντων μὲν καταπλασμάτων, πάσηςτε μοτώσιος ἀπέχεσθαι χρή · ἰητρεύειν δὲ ἢ ἐναίμῳ, ἢ ἄλλῳ τῳ, ὅ τι μήτε βάρος, μήτε πόνον παρασχήσει · ἢν γὰρ ὁ χόνδρος ἄρξηται ψιλοῦσθαι, καὶ ὑποστάσιας ἴσχῃ, ὀχλῶδες · γίγνεται δὲ τοῦτο δι’ἐκείνας τὰς ἰήσιας. πάντων δὲ τῶν παλιγκοτησάντων ἡ πέρην διάκαυσις αὐταρκέστατον.