Hippocrates and the Hippocratic Corpus

On Joints, Chapter 27

27

ὅλη δὲ χεὶρ ὀλισθάνει, ἔσω, ἔξω, ἔνθα, ἔνθα, μάλιστα δὲ εἴσω · ἔστι δ’ὅτε καὶ ἐπίφυσις ἐκινήθη · ἔστι δ’ὅτε τὸ ἕτερον τῶν ὀστέων διέστη. τουτέοισι κατάτασις ἰσχυρὴ ποιητέη · καὶ τὸ μὲν ἐξέχον ἀπωθέειν, τὸ δὲ ἕτερον ἀντωθέειν, δύο εἴδεα ἅμα, ἐς τοὐπίσω καὶ ἐς τὸ πλάγιον, χερσὶν ἐπὶ τραπέζης, πτέρνῃ. παλίγκοτα δὲ καὶ ἀσχήμονα · τῷ δὲ χρόνῳ κρατύνεται ἐς χρῆσιν. ἴησις, ὀθονίοισι ξὺν τῇ χειρὶ καὶ τῷ πήχεϊ · καὶ νάρθηκας μέχρι δακτύλων τιθέναι · ἐν νάρθηξι δὲ τεθέντα ταῦτα πυκνότερον λύειν, τὰ κατήγματα, καὶ καταχύσει πλείονι χρέεσθαι.