39ὅσοισι δὲ σὺν τῇ κατήξει καὶ ἕλκεα προσγίνεται, οὐδὲν δεῖ ταράσσεσθαι διὰ τοῦτο · ἀλλ’ἐπὶ μὲν τὰ ἕλκεα ἐπιτιθέναι ἢ πισσηρὴν, ἢ τῶν ἐναίμων τι · εὐαλθέα γὰρ τῶν τοιούτων τὰ πλεῖστά ἐστιν ὁμοίως, κα- κἢν ὀστέα μέλλῃ ἀπιέναι. τὴν δὲ διόρθωσιν τὴν πρώτην ἀόκνως χρὴ ποιέεσθαι, μηδὲν ἐπιλείποντα, καὶ τὰς διορθώσιας τοῖσι δακτύλοισιν ἐν τῷ ἔπειτα χρόνῳ, χαλαρωτέροισι μὲν χρεόμενον, χρεόμενον δέ · εὐπλαστότατον γάρ τι παντὸς τοῦ σώματος ἡ ῥίς ἐστιν. τῶν δὲ ἱμάντων τῇ κολλήσει καὶ τῇ ἄντιρροπίῃ παντάπασιν οὐδὲν κωλύει χρέεσθαι, οὔτ’ἢν ἕλκος ᾖ, οὔτ’ἢν ἐπιφλεγμήνῃ · ἀλυπόταται γάρ εἰσιν.