31ἢν δ’ἀμφότεραι αἱ γνάθοι ἐξαρθρήσωσιν, ἡ μὲν ἴησις ἡ αὐτή. ξυμβάλλειν δέ τι ἧσσον οὗτοι τὸ στόμα δύνανται · καὶ γὰρ προπετέστεραι αἱ γένυες τούτοισιν, ἀστραβέες δέ · τὸ δὲ ἀστραβὲς μάλιστ’ἂν γνοίης τοῖσιν ὁρίοισι τῶν ὀδόντων, τῶντε ἄνω καὶ τῶν κάτω κατ’ἴξιν. τούτοισι ξυμφέρει ἐμβάλλειν ὡς τάχιστα · ἐμβολῆς δὲ τρόπος πρόσθεν εἴρηται. ἢν δὲ μὴ ἐμπέσῃ, κίνδυνος περὶ τῆς ψυχῆς ὑπὸ πυρετῶν ξυνεχέων καὶ νωθρῆς καρώσιος (καρώδεες γὰρ οἱ μύες οὗτοι, καὶ ἀλλοιούμενοι, καὶ ἐντεινόμενοι παρὰ φύσιν · φιλέει δὲ καὶ ἡ γαστὴρ ὑποχωρέειν τούτοισι χολώδεα, ἄκρητα, ὀλίγα · καὶ ἢν ἐμέωσιν, ἄκρητα ἐμέουσιν · οὗτοι οὖν καὶ θνήσκουσι δεκαταῖοι μάλιστα.