On Joints, Chapter 22
ἀγκὼν δὲ ἢν ἔσω ἢ ἔξω ἐκβῇ, κατάτασις μὲν ἐν σχήματι ἐγγωνίῳ τῷ πήχεϊ πρὸς βραχίονα · τὴν μασχάλην ἀναλαμβάνοντα ταινίῃ ἀνακρεμάσαι, ἀγκῶνι δὲ ἄκρῳ ὑποατιθέντα τι παρὰ τὸ ἄρθρον βάρος, ἐκκρεμάσαι, ἢ χερσὶ καταναγκάζειν · ὑπεραιωρηθέντος δὲ τοῦ ἄρθρου, αἱ παραγωγαὶ τοῖσι θέναρσιν, ὡς τὰ ἐν χερσίν · ἐπίδεσις ἐν τουτέῳ τῷ σχήματι, καὶ ἀνάληψις, καὶ θέσις.