Hippocrates and the Hippocratic Corpus

On Joints, Chapter 29

29

δακτύλου δὲ ἄρθρον, ὀλισθὸν μὲν, εὔσημον. ἐμβολὴ δὲ, κατατείναντα ἐς ἰθὺ, τὸ μὲν ἐξέχον ἀπωθέειν, τὸ δὲ ἐναντίον ἀντωθέειν · ἴησις δὲ, ὀθονίοισιν. μὴ ἐμπεσὸν δὲ, ἐπιπωροῦται ἔξωθεν Ἐκ γενεῆς δὲ ἐν αὐξήσει ἐξαρθρήσαντα, τὰ ὀστέα βραχύνεται τὰ κάτω τοῦ ὀλισθήματος, καὶ σάρκες μινύθουσι τἀναντία μάλιστα, ὡς τὸ ἔκπτωμα · ηὐξημένῳ δὲ τὰ ὀστέα μένει.