69ἀποσφακελίσιες μέντοι σαρκῶν, καὶ ἐν τρώμασιν αἱμορρόοισι γενομένοισιν ἀποσφιγχθεῖσιν ἰσχυρῶς, καὶ ἐν ὀστέων κατήγμασι πιεχθεῖσι μᾶλλον τοῦ καιροῦ, καὶ ἐν ἄλλοισι δεσμοῖσι βιαίοισιν ἀποληφθέντα ἀποπίπτει πολλοῖσι, καὶ οἱ πολλοὶ περιγίνονται τῶν τοιούτων, καὶ οἷσι μηροῦ μέρος τι ἀποπίπτει, καὶ τῶν σαρκῶν καὶ τοῦ ὀστέου, καὶ οἷσι βραχίονος, ἧσσον δέ · πήχεόςτε καὶ κνήμης ἀποπεσούσης, καὶ ἔτι εὐφόρως περιγίνονται. οἷσι μὲν οὖν, κατεαγέντων τῶν ὀστέων, ἀποσφίγξιες αὐτίκα ἐγένοντο καὶ μελασμοὶ, τούτοισι μὲν ταχεῖαι αἱ περιρρήξιες γίνονται τοῦ σώματος, καὶ τὰ ἀποπίπτοντα ταχέως ἀποπίπτει, ἤδη τῶν ὀστέων προενδεδωκότων · οἷσι δὲ, ὑγιέων ἐόντων τῶν ὀστέων, οἱ μελασμοὶ γίνονται, αἱ μὲν σάρκες ταχέως θνήσκουσι καὶ τούτοισι, τὰ δὲ ὀστέα βραδέως ἀφίσταται, ᾗ ἂν τὰ ὅρια τοῦ μελασμοῦ γένηται καὶ ἡ ψίλωσις τοῦ ὀστέου. χρὴ δὲ, ὅσα ἂν κατωτέρω τοῦ σώματος τῶν ὁρίων τοῦ μελασμοῦ ἔῃ, ταῦτα, ὅταν ἤδη πάμπαν τεθνήκῃ καὶ ἀναλγέα ἔῃ, ἀφαιρέειν κατὰ τὸ ἄρθρον, προμηθεόμενον ὅκως μὴ τιτρώσκῃ · ἢν γὰρ ὀδυνηθῇ ἀποταμνόμενος, καὶ μήπω κυρήσῃ τὸ σῶμα τεθνεὸς ταύτῃ, ἧ ἀποτέμνεται, κάρτα κίνδυνος ὑπὸ τῆς ὀδύνης λειποθυμῆσαι · αἱ δὲ τοιαῦται λειποθυμίαι πολλοὺς παραχρῆμα ἤδη ἀπώλεσαν. μηροῦ μὲν οὖν ὀστέον, ψιλωθὲν ἐκ τοιούτου τρόπου, ὀγδοηκοσταῖον εἶδον ἐγὼ ἀποστάν · ἡ μέντοι κνήμη τούτῳ τῷ ἀνθρώπῳ κατὰ τὸ γόνυ ἀφῃρέθη εἰκοσταίη, ἐδόκεε δέ μοι καὶ ἐγγυτέρω · οὐ γὰρ ἅμα, ἀλλ’ἐπὶ τὸ προμηθέστερον ἔδοξέ μοί τι ποιέειν. κνήμης δὲ ὀστέα ἐκ τοιούτου μελασμοῦ, μάλα κατὰ μέσην τὴν κνήμην ἐόντα, ἑξηκοσταῖά μοι ἀπέπεσεν, ὅσα ἐψιλώθη αὐτέων. διενέγκοι μὲν γὰρ ἄν τι καὶ ἰητρείη ἰητρείης ἐς τὸ θᾶσσόντε καὶ βραδύτερον τὰ ὀστέα ψιλούμενα ἀποπίπτειν · διενέγκοι δ’ἄν τι καὶ πίεξις πιέξιος, καὶ ἐπὶ τὸ ἰσχυρότερόντε καὶ ἀσθενέστερον, καὶ ἐς τὸ θᾶσσόντε καὶ βραδύτερον ἀπομελανθέντα ἀποθανεῖν τὰ νεῦρα καὶ τὰς σάρκας καὶ τὰς ἀρτηρίας καὶ τὰς φλέβας · ἐπεὶ ὅσα μὴ ἰσχυρῶς ἀποληφθέντων θνήσκει, ἔνια τῶν τοιουτέων οὐκ ἀφικνέεται ἐς ὀστέων ψιλώματα, ἀλλ’ἐπιπολαιότερα ἐκπίπτει · ἔνια δὲ οὐ δὲ ἐς νεύρων ψιλώματα ἀφικνεῖται, ἀλλὰ ἐπιπολαιότερα ἐκπίπτει. διὰ οὖν ταύτας τὰς εἰρημένας προφάσιας οὐκ ἐστὶν ἓν οὔνομα ἀριθμοῦ τῷ χρόνῳ θέσθαι, ἐν ὁκόσῳ ἕκαστα τούτων κρίνεται. προσδέχεσθαι δὲ μάλα χρὴ τὰ τοιαῦτα ἰήματα · ἐσιδέειν γὰρ φοβερώτερά ἐστιν, ἢ ἰητρεύειν · καὶ ἰητρείη πραείη ἀρκέει πᾶσι τοιούτοισιν · αὐτὰ γὰρ ἑωυτὰ κρίνει μοῦνον · τῆς δὲ διαίτης ἐπιμελέεσθαι χρὴ, ὡς κατὰ δύναμιν ἀπύρετος ἔῃ, καὶ ἐν σχήμασι δικαίοισιν εὐθετίζειν τὸ σῶμα · δίκαια δὲ ταῦτα, μη δὲ μετέωρον ποιέειν, μη δὲ ἐς τὸ κάτω ῥέπον, ἀλλὰ μᾶλλον ἐς τὸ ἄνω, ποτὶ καὶ ἔστ’ἂν τελείως περιρραγῇ · αἱμορραγιέων γὰρ ἐν τούτῳ τῷ χρόνῳ κίνδυνος · διὰ τοῦτο οὖν οὐ χρὴ κατάρροπα τὰ τρώματα ποιέειν, ἀλλὰ τα- τἀναντία. ἐπεὶ ὅταν γε χρόνος ἐγγένηται πλείων, καὶ καθαρὰ τὰ ἕλκεα γένηται, οὐκ ἔτι τὰ αὐτὰ σχήματα ἐπιτήδειά ἐστιν, ἀλλ’ἡ εὐθεῖα θέσις, καὶ ἐνίοτε ἐπὶ τὸ κατάρροπον ῥέποντα · ἀνὰ χρόνον γὰρ ἐνίοισι τουτέων ἀποστάσιες πύου γίνονται, καὶ ὑποδεσμίδων δέονται. προσδέχεσθαι δὲ χρὴ τοὺς τοιούτους ἀνὰ χρόνον ὑπὸ δυσεντερίης πιέζεσθαι · καὶ γὰρ ἐπὶ τοῖσι μελαινομένοισι τοῖσι πλείστοισιν ἐπιγίνεται δυσεντερίη, καὶ ἐπὶ τῇσιν αἱμορραγίησιν ἐξ ἑλκέων · ἐπιγίνεται δὲ ὡς ἐπὶ τὸ πολὺ, κεκριμένων ἤδη τῶν μελασμῶν καὶ τῆς αἱμορραγίης, καὶ ὁρμᾶται μὲν λαύρως καὶ ἰσχυρῶς · ἀτὰρ οὔτε πολυήμερος γίνεται, οὔτε θανατώδης · οὔτε γὰρ μάλα ἀπόσιτοι γίνονται οἱ τοιοῦτοι, οὔτε ἄλλως ξυμφέρει κενεαγγέειν.