37ὁκόσοισι μὲν οὖν ῥὶς ἐς τὸ κάτω καὶ ἐς τὸ σιμὸν ῥέπουσα κατεαγῇ, ἢν μὲν ἐκ τοῦ ἔμπροσθεν μέρεος κατὰ τὸν χόνδρον ἵζηται, οἷόντέ ἐστι καὶ ἐντιθέναι τι διόρθωμα ἐς τοὺς μυκτῆρας · ἢν δὲ μὴ, ἀνορθοῦν μὲν χρὴ πάντα τὰ τοιαῦτα, τοὺς δακτύλους ἐς τοὺς μυκτῆρας ἐντιθέντα, ἢν ἐνδέχηται · ἢν δὲ μὴ, παχὺ ὑπάλειπτρον μὴ ἐς τὸ ἔμπροσθεν τῆς ῥινὸς ἀνάγοντα τοῖσι δακτύλοισιν, ἀλλ’ᾗ ἵδρυται · ἔξωθεν δὲ τῆς ῥινὸς ἔνθεν καὶ ἔνθεν ἀμφιλαμβάνοντα τοῖσι δακτύλοισι, ξυναναγκάζειντε ἅμα καὶ ἀναφέρειν ἐς τὸ ἄνω. καὶ ἢν μὲν πάνυ ἐν τῷ ἔμπροσθεν τὸ κάτηγμα ἔῃ, οἷόντέ τι καὶ ἔσω τῶν μυκτήρων ἐντιθέναι, ὥσπερ ἤδη εἴρηται, ἢ ἄχνην τὴν ἀφ’ἡμιτυβίου, ἢ ἄλλο τι τοιοῦτον ἐν ὀθονίῳ εἱλίσσοντα, μᾶλλον δὲ ἐν καρχηδονίῳ δέρματι ἐρράψαντα, σχηματίσαντα τὸ ἁρμόσσον σχῆμα τῷ χωρίῳ, ἵνα ἐγκείσεται. ἢν μέντοι πρωσωτέρω ἔῃ τὸ κάτηγμα, οὐδὲν οἷόντε ἔσω ἐντιθέναι · καὶ γὰρ εἰ ἐν τῷ ἔμπροσθεν ἀσηρὸν τὸ φόρημα, πῶς γε δὴ οὐκ ἐν τῷ ἐσωτέρω; τὸ μὲν οὖν πρῶτον, καὶ ἔσωθεν ἀναπλάσσεσθαι καὶ ἔξωθεν ἀφειδήσαντα, χρὴ ἀναγαγεῖν ἐς τὴν ἀρχαίην φύσιν, καὶ διορθώσασθαι. κάρτα γὰρ οἵητε ῥὶς καταγεῖσα ἀναπλάσσεσθαι, μάλιστα μὲν αὐθήμερος, ἢν δὲ μὴ, ὀλίγῳ ὕστερον · ἀλλὰ καταβλακεύουσιν οἱ ἰητροὶ, καὶ ἁπαλωτέρως τὸ πρῶτον ἅπτονται, ἢ ὡς χρὴ · παραβάλλοντα γὰρ τοὺς δακτύλους χρὴ ἔνθεν καὶ ἔνθεν κατὰ τὴν φύσιν τῆς ῥινὸς ὡς κατωτάτω, κάτωθεν ξυναναγκάζειν, καὶ οὕτω μάλιστα ἀνορθοῦται σὺν τῇ ἔσωθεν διορθώσει. ἔπειτα δὲ ἐς ταῦτα ἰητρὸς οὐδεὶς ἄλλος ἐστὶ τοιοῦτος, εἰ ἐθέλοι καὶ μελετᾷν καὶ τολμᾷν, ὡς οἱ δάκτυλοι αὐτοῦ οἱ λιχανοί · οὗτοι γὰρ κατὰ φύσιν μάλιστά εἰσιν. παραβάλλοντα γὰρ χρὴ τῶν δακτύλων ἑκάτερον, παρὰ πᾶσαν τὴν ῥῖνα ἐρείδοντα, ἡσύχως οὗτως ἔχειν, μάλιστα μὲν, εἰ οἷόντε εἴη, αἰεὶ, ἐστ’ἂν κρατυνθῇ, εἰ δὲ μὴ, ὡς πλεῖστον χρόνον, αὐτὸν, ὡς εἴρηται · εἰ δὲ μὴ, ἢ παῖδα ἢ γυναῖκά τινα · μαλθακὰς γὰρ τὰς χεῖρας δεῖ εἶναι. οὕτω γὰρ ἂν κάλλιστα ἰητρευθείη, ὁτέῳ ἡ ῥὶς μὴ ἐς τὸ σκολιὸν, ἀλλ’ἐς τὸ κάτω ἱδρυμένη, ἰσόρροπος εἴη. ἐγὼ μὲν οὖν οὐδεμίην που ῥῖνα εἶδον, ἥτις οὕτω κατεαγεῖσα οὐχ οἵητε διορθωθῆναι, αὐτίκα πρὶν πωρωθῆναι ξυναναγκαζομένη, ἐγένετο, εἴ τις ὀρθῶς ἐθέλοι ἰητρέυειν. ἀλλὰ γὰρ οἱ ἄνθρωποι αἰσχροὶ μὲν εἶναι πολλοῦ ἀποτιμῶνται, μελετᾷν δὲ ἅμα μὲν οὐκ ἐπίστανται, ἅμα δὲ οὐ τολμέουσιν, ἢν μὴ ὀδυνέωνται, ἢ θάνατον δεδοίκωσιν · καίτοι ὀλιγοχρόνιος ἡ πώρωσις τῆς ῥινός · ἐν γὰρ δέκα ἡμέρῃσι κρατύνεται, ἢν μὴ ἐπισφακελίσῃ.