36ἄγχιστα δὲ ἡ ἐπίδεσίς μοι δοκέῃ ἄν τι ποιέειν, εἰ κατὰ μέσην τὴν ῥῖνα, κατὰ τὸ ὀξὺ, ἀμφιφλασθείη ἡ σὰρξ κατὰ τὸ ὀστέον, ἢ εἰ κατὰ τὸ ὀστέον μικρόν τι σίνος εἴη, καὶ μὴ μέγα · τοῖσι γὰρ τοιούτοισιν ἐπιπώρωμα ἴσχει ἡ ῥὶς, καὶ ὀκριοειδεστέρη τινὶ γίνεται · ἀλλ’ὅμως οὐ δὲ τούτοισι δή που πολλοῦ ὄχλου δέεται ἡ ἐπίδεσις, εἰ δή τι καὶ δεῖ ἐπιδέειν · ἀρκέει δὲ ἐπὶ μὲν τὸ φλάσμα σπληνίον ἐπιτείναντα κεκηρωμένον, ἔπειτα ὡς ἀπὸ δύο ἀρχέων ἐπιδέεται, οὕτως ὀθονίῳ ἐς ἅπαξ περιβάλλειν. ἀρίστη μέντοι ἰητρείη, τῷ ἀλήτῳ, τῷ σιτανίῳ, τῷ πλυτῷ, γλίσχρῳ, πεφυρημένῳ, ὀλίγῳ, καταπλάσσειν τὰ τοιαῦτα · χρὴ δὲ, ἢν μὲν ἐξ ἀγαθῶν ἔῃ τῶν πυρῶν τὸ ἄλητον καὶ εὐόλκιμον, τούτῳ χρέεσθαι ἐς πάντα τὰ τοιαῦτα · ἢν δὲ μὴ πάνυ ὅλκιμον ἔῃ, ὀλίγην μάννην ὕδατι ὡς λειοτάτην διέντα, τούτῳ φυρᾷν τὸ ἄλητον, ἢ κόμμι πάνυ ὀλίγον ὡσαύτως μίσγειν.