Ευβουλιον
Ευ.
Ευ.
εὐκαιρότατα ἐπέστης, ὦ Γρηγόριον. καὶ γὰρ ἔναγχός σε ἐζήτουν βουλόμενος μαθεῖν τὴν Μαρκέλλης συνουσίαν καὶ Θεοπάτρας καὶ τῶν λοιπῶν παρθένων τῶν τότε ἐν τῷ συνδείπνῳ παραγενομένων περὶ τῶν τῆς ἁγνείας λόγων, τίνες ἦσαν. φασὶ γὰρ σφόδρα μεγαλοπρεπῶς οὕτως αὐτὰς καὶ ἰσχυρῶς ἠγωνίσθαι, ὡς μηδενὸς εἶναι τῶν εἰς τὸ προκείμενον ἀναγκαίων ἐνδεεῖς. εἰ οὖν ἑτέρου τινὸς ἕνεκα ἦλθες, τοῦτο εἰσαῦθις ἀναβαλομένη μὴ ὀκνήσῃς νῦν, περὶ ὧν πυνθανόμεθά σου ἀκολούθως ἡμῖν ἅπαντα διελθεῖν.
Γρηγοριον
Γρ.
Γρ.
ἤμβροτον, ὡς ἔοικε, τῆς ἐλπίδος ἑτέρου προαγγείλαντος ἤδη περὶ ὧν ἐρωτᾷς. ἐγὼ γὰρ μηδέπω μηδὲν ἀκηκοέναι νομίσασά σε τῶν γεγονότων σφόδρα μέγα ἐφρόνουν ἐπὶ τούτῳ καὶ ἐκαλλωπιζόμην ὡς πρώτη σοι μέλλουσα ἐξαγγέλλειν. διὸ δὴ καὶ ἐσπούδαζον τάχιον δεῦρο ἐλθεῖν πρὸς ὑμᾶς, αὐτὸ δὴ τοῦτο εὐλαβηθεῖσα τὸ μὴ προληφθῆναι ὑπὸ ἄλλου.
Ευβουλιον
Ευ.
Ευ.
θάρσει · καὶ γὰρ οὐδὲν ἀκριβῶς, ὦ μακαρία, πεπύσμεθα τῶν γεγονότων. οὐ γὰρ ἔσχεν ὁ ἀναγγείλας ἀφηγήσασθαι πλέον ἢ ὅτι διάλογοι γεγένηντο · τίνες δὲ καὶ ὅπως, ἐπανερωτώμενος ἠγνόει.
Γρηγοριον
Γρ.
Γρ.
οὐκοῦν βούλεσθε, ἐπειδὴ δι’αὐτὸ ἐνταῦθα παρεγενόμην, ἁπάντων ἐξ ἀρχῆς ἐπακοῦσαι τῶν εἰρημένων; ἢ τὰ μὲν παραλείψω, τούτων δὲ ἐπιμνησθῶ, ἃ καὶ ἀξιομνημόνευτα ἡγοῦμαι τυγχάνειν;
Ευβουλιον
Ευ.
Ευ.
οὔπω πάντως, ἀλλ’ἐξ ἀρχῆς ἡμῖν, ὦ Γρηγόριον, πρῶτον εἰσήγησαι, τήντε συνέλευσιν ἔνθα ἐγενήθη καὶ τῶν ἐδεσμάτων τὰς παρασκευὰς σεαυτήντε πῶς ᾠνοχόησας · “αἱ δὲ χρυσέοις δεπάεσσιν δειδέχατ’ἀλλήλας μέγαν οὐρανὸν εἰσορόωσαι”.
Γρηγοριον
Γρ.
Γρ.
αἰεὶ δεινὸς ἐν ταῖς ὁμιλίαις καὶ φιλοπευστῶν, ὦ Εὐβούλιον, σφόδρα τυγχάνεις ἅπαντας ἀτεχνῶς ἐξελέγχων.
Ευβουλιον
Ευ.
Ευ.
οὐκ ἄξιον περὶ τούτων, ὦ Γρηγόριον, νῦν σε φιλονεικεῖν, ἀλλ’ὅπερ ἐδεόμεθά σου · διήγησαι ἡμῖν τὰ γεγονότα ἐξ ἀρχῆς καὶ μὴ ἄλλως ποίει.
Γρηγοριον
Γρ.
Γρ.
ἐγὼ δὴ πειράσομαι. πρῶτον δέ μοι αὐτὸς ἀπόκριναι · γινώσκεις δήπου τὴν θυγατέρα Φιλοσοφίας Ἀρετήν;
Ευβουλιον
Ευ.
Ευ.
τί οὖν;
Γρηγοριον
Γρ.
Γρ.
αὐτῆς εἰς τὸν κῆπον κληθεῖσαι τὸν κατ’ἀνατολὰς ἀποκαρπεύσασθαι τῶν ὡραίων ἐπορευόμεθα ἐγώτε, ἔφη μοι ἡ Θεοπάτρα, ταύτης γὰρ ἐπυνθανόμην, καὶ ἡ Πρόκιλλα καὶ ἡ Τυσιανή. ὡς τραχεῖαν καὶ δύσβατον ὡδεύσαμεν, ὦ Γρηγόριον, καὶ ἀνάντη τρίβον. ἐπειδὴ οὖν ἠγγίζομεν, ἡ Θεοπάτρα ἤδη ἔφη, τῷ χωρίῳ μεγάλη τις καὶ εὐειδὴς ἡσυχῇ βαίνουσα καὶ εὐσχημόνως ὑπήντησεν ἡμῖν γυνὴ στολὴν πάνυ ἔκλαμπρον ὥσπερ ἀπὸ χιόνος ἠμφιεσμένη · θεῖον δέ τι καὶ ἀμήχανον ἀληθῶς ἅπασα κάλλος ἦν, αἰδὼς γὰρ αὐτῇ τῷ προσώπῳ πολλὴ μετὰ σεμνότητος ἐπήνθει, τότε βλέμμα βλοσυρὸν μετὰ πραότητος ἱλαρῶς οὕτω κεκερασμένον οὐκ οἶδα, ἔφη, ποτὲ θεασαμένη. πάντα γὰρ ἀκαλλώπιστος ἦν καὶ νόθον ἔφερεν οὐδέν. αὕτη οὖν προσελθοῦσα μετὰ πολλῆς χαρᾶς ἑκάστην ἡμῶν μήτηρ ὥσπερ διὰ πολλοῦ θεασαμένη περιεπτύσσετο καὶ κατεφίλει, “ὦ θυγατέρες, σφόδρα μοι ποθούσῃ, λέγουσα, εἰς τὸν λειμῶνα τῆς ἀφθαρσίας ὑμᾶς εἰσαγαγεῖν, μόλις ἐληλύθατε κατὰ τὴν ὁδὸν ἴσως ποικίλων ὑμᾶς ἐκφοβησάντων ἑρπετῶν. ἑώρων γὰρ ἀποσκοπεύουσα πολλάκις ἐκτρεπομένας καὶ ἐδεδίειν μήπως ἀναποδίσασαι κατολισθήσητε διὰ κρημνῶν. ἀλλὰ χάρις ᾧ” ἡρμοσάμην ὑμᾶς “, ὦ τέκνα, νυμφίῳ ἐπινεύσαντι πάντα τελεσιουργὰ ταῖς εὐχαῖς”. καὶ ἅμα ταῦτα λεγούσης εἰς τὸν περίβολον, ἔφη, φθάνομεν ἀνεῳγμένων ἔτι τῶν θυρῶν, εἰσελθοῦσαίτε καταλαμβάνομεν ἤδη τὴν Θέκλαν καὶ τὴν Ἀγάθην καὶ τὴν Μάρκελλαν μελλούσας δειπνεῖν. εὐθέως οὖν τὴν Ἀρετὴν ἔφη φάναι · δεῦτε δὴ καὶ ὑμεῖς παρὰ τὰς ὁμοτρόπους ὑμῖν ταυτασὶ ἐφεξῆς ἐνθάδε κατακλιθῆναι. ἦμεν γάρ, ὡς οἶμαι, πᾶσαι τὸν ἀριθμὸν ἐκεῖ δαιτυμόνες, ἔφη μοι, δέκα. ἦν δὲ τὸ χωρίον περικαλλὲς ὑπερφυῶς καὶ πολλῆς ἀναπαύσεως πεπληρωμένον. ἀὴρ μὲν γὰρ ἐκέχυτο καθαραῖς φωτὸς βολαῖς ἀνακεκερασμένος, κοῦφος μετὰ πολλῆς εὐταξίας, καὶ πηγὴ κατὰ τὸ μεσαίτατον ἡσύχως ἐλαίου δίκην ἀνέβρυε γλυκύτατον πόμα, ἀφ’ἧς ὕδωρ διειδὲς καὶ καθαρὸν ῥέον ἐποίει κρήνας. αἱ δὲ ποταμηδὸν ὑπερχεόμεναι ἐπότιζον ἅπαντα τὸν χῶρον πλούσια παρέχουσαι νάματα. δένδρα γὰρ ἦν διάφορα νεαραῖς ὀπώραις πληθύνοντα ἐκεῖ, εἰς ἓν κάλλος τῶν καρπῶν ἀπαιωρουμένων ἱλαρῶς, καὶ λειμῶνες ἀειθαλεῖς ἐμπνόοις ἄνθεσι καὶ ποικίλοις κατεστεμμένοι, ἀφ’ὧν προσέβαλεν ἠπίως πνεῦμα πολλὴν εὐωδίαν φέρον. ἦν γὰρ ἐγγὺς ἄγνος δένδρον ὑψηλόν, ὑφ’ᾧ ἀνεπαυόμεθα διὰ τὸ λίαν ἀμφιλαφὲς αὐτὸ καὶ εὐσύσκιον τυγχάνειν.
Ευβουλιον
Ευ.
Ευ.
δεύτερον δοκεῖς μοι καταγώγιον, ὦ μακαρία, τοῦ παραδείσου χρησμῳδεῖν.
Γρηγοριον
Γρ.
Γρ.
ἀληθῶς προμηθεῖς. ὡς οὖν δαιτόςτε παντοδαπῆς ἤδη καὶ εὐφροσύνης ποικίλης ἐτυγχάνομεν, ὡς μηδενὸς εἶναι τῶν τερπνῶν ἐπιδεεῖς, ἔφη τὸ μετὰ ταῦτα εἰσελθοῦσαν εἰσηγήσασθαι τὴν Ἀρετὴν τάδε · ὦ νεάνιδες, ἐμῆς αὐχήματα μεγαλοφροσύνης, ὦ καλλιπάρθενοι, τοὺς ἀκηράτους Χριστοῦ γεωργοῦσαι λειμῶνας ἀνυμφεύτοις χερσί, τροφῆς μὲν ἅλις ἤδη καὶ εὐωχίας · πάντα γὰρ πλήρη καὶ ἄφθονα τὰ παρ’ἡμῶν. τί οὖν ἐστιν, ὃ θέλω λοιπὸν ἤδη, καὶ τί προσδοκῶ; λόγον ἑκάστην ὑμῶν ἐγκωμιαστικὸν περὶ παρθενίας εἰπεῖν. καταρχέτω δὲ Μαρκέλλα, ἐπειδὴ καὶ πρώτη ἀνάκειται καὶ ἔστιν ἅμα πρεσβυτέρα. τὴν μέντοι καλῶς ἀγωνισαμένην, αἰσχυνοίμην ἂν ἐμαυτήν, ἐὰν μὴ ποιήσαιμι ζηλωτήν, τοῖς ἀμιάντοις τῆς σοφίας ἀναδήσασα πετάλοις. τὴν μὲν οὖν Μαρκέλλαν ἐντεῦθεν, ὡς οἶμαι, ἀρξαμένην εὐθέως ἔλεγεν εἰπεῖν ·