Symposium or Banquet of the Ten Virgins, Oration e
ἀξίως ἀπηνέγκατο τὰ πρῶτα τῶν ἄθλων ἡ Θέκλα, ὦ Γρηγόριον.
ἀξίως μὲν οὖν.
τί δαὶ ἡ Τελμησιακὴ ξένη, εἰπέ μοι, κα- κἂν ἔξωθεν οὐκ ἐπηκροᾶτο; θαυμάζω γάρ, εἰ ἡσυχίαν εἶχεν ἐκείνη μαθοῦσα τὸ συσσίτιον τοῦτο καὶ οὐκ εὐθέως ὥσπερ ὄρνεον ἐπὶ τροφὴν ἐφίπτατο τῶν λεγομένων ἀκουσομένη.
οὔ · λόγος γὰρ αὐτὴν Μεθοδίῳ συμπαραγεγονέναι αὐτὰ δὴ ταῦτα τῆς Ἀρετῆς πυνθανομένῳ. ἀλλὰ καλὸν καὶ μακάριον τοιαύτῃ διδασκάλῳ χρήσασθαι καὶ ὁδηγῷ τῇ Ἀρετῇ.
ἀτάρ, ὦ Γρηγόριον, ποτέρους ἀμείνους λέγομεν, τοὺς μὴ ἐπιθυμοῦντας μέν, κρατοῦντας δὲ τῆς ἐπιθυμίας ἢ τοὺς μὴ ἐπιθυμοῦντας καὶ παρθενεύοντας;
ἐπειδὴ καὶ τὴν διάνοιαν οὗτοι καὶ τὴν αἴσθησιν ἀμόλυντον κέκτηνται καὶ εἰσὶν ὁλοτελῶς ἀδιάφθοροι κατὰ μηδὲν ἐξημαρτηκότες.
εὖγε νὴ τὴν σωφροσύνην, ὦ Γρηγόριον, καὶ συνετῶς. ἀτὰρ μή τι κωλύω, ἐὰν ἀντιλαμβάνωμαι τῶν λόγων, ἵνα ἐρρωμενέστερον μάθω καὶ μηδεὶς ἐξελέγξῃ με ἔτι;
ἀλλ’ἀντιλαμβάνου, ὅπῃ καὶ θέλεις · ἐγὼ γὰρ ἱκανῶς, ὦ Εὐβούλιον, διδάξαι σε ἔχω, ὅτι τοῦ ἐπιθυμοῦντος ὁ μὴ ἐπιθυμῶν κρείσσων ἐστί, καὶ οὐδεὶς οὐ μή σε ἐλέγξῃ.
βαβαί · χαίρω γάρ, ὅτι μοι μεγαλοφρόνως ἀποκρίνῃ καὶ δεικνύεις ὅσον πεπλούτηκας ἐπὶ σοφίᾳ.
σκωπτηλός τις ὡς ἔοικεν ἄνθρωπος εἶναι δοκεῖς, ὦ Εὐβούλιον.
τίνος δὴ χάριν;
ὅτι τωθαζόμενος με ταῦτα λέγεις μᾶλλον ἢ ἀληθεύων.
εὐφήμησον, ὦ μακαρία · θαυμάζω γὰρ σφόδρα σου τὸ συνετὸν καὶ μεγαλόδοξον. ἐγὼ τοῦτο ἔφην, ὅτι περὶ ὧν πολλοὶ πρὸς ἑαυτοὺς πολλάκις ἀμφισβητοῦσι σοφοί, ταῦτα οὐ μόνον ἐπίστασθαι σὺ λέγεις, ἀλλὰ καὶ διδάσκειν ἑτέρους σεμνύνῃ.
σὺ γὰρ ἐξ ἀληθείας εἰπέ μοι · δυσχεραίνεις, εἰ διαφέρουσιν ὅλως οἱ μὴ ἐπιθυμοῦντες τῶν ἐπιθυμούντωντε καὶ ἐγκρατευομένων ἢ πάντως ἐμοῦ ταῦτα προσπαίζεις;
καὶ πῶς ἀποπειρώμενος, ὃς ὁμολογῶ μὴ εἰδέναι; ἀλλ’ἴθι, φράσον ἐμοί, ὦ σοφωτάτη · τίνι διαφέρουσιν οἱ μὴ ἐπιθυμοῦντες καὶ ἁγνεύοντες τῶν ἐπιθυμούντωντε καὶ παρθενευόντων;
ὅτι πρῶτον μὲν καθαρὰν ἔχουσιν αὐτὴν τὴν ψυχὴν καὶ ἀεὶ τὸ πνεῦμα τὸ ἅγιον ἐν αὐτῇ κατοικεῖ μὴ περιελκομένης αὐτῆς καὶ ἐπιθολουμένης φαντασίαις καὶ λογισμοῖς ἀκρασίας, ὥστε καὶ διὰ τῆς ἐνθυμήσεως ἐπιλωβηθῆναί μήποτε · ἀλλ’εἰσὶν ἀνεπίδεκτοι πάντῃ καὶ κατὰ τὴν σάρκα καὶ κατὰ τὴν καρδίαν οὗτοι τῆς ἐπιθυμίας γαλήνην ἄγοντες τῶν παθημάτων. οἱ δὲ διὰ τῆς ὄψεως ἔξωθεν δελεαζόμενοι ταῖς φαντασίαις καὶ ἐπεισρέουσαν δεχόμενοι τὴν ἐπιθυμίαν δίκην ῥεύματος εἰς τὴν καρδίαν οὐδὲν ἧττον μολύνονται πολλάκις, κα- κἂν νομίζωσιν ἀντιφιλονεικεῖν καὶ μάχεσθαι πρὸς τὰς ἡδονὰς ἡττώμενοι τὸν λογισμόν.
οὐκοῦν γαλήνην τοὺς ἄγοντας καὶ μὴ διοχλουμένους ὑπὸ τῆς ἐπιθυμίας λέξομεν καθαρούς;
καὶ σφόδρα. τούτους γὰρ τοιούτους ὁ καὶ θεοὺς καὶ διὰ τῶν μακαρισμῶν ἀπεργαζόμενος τοὺς ἀνενδοιάστως αὐτῷ πιστεύοντας θεὸς ὄψεσθαι μετὰ παρρησίας ἀποφθέγγεται τὸν θεόν, ὅτι μηδὲν ἐπισκοτοῦν ἢ συνταράσσον τὸν ὀφθαλμὸν τῆς ψυχῆς πρὸς τὴν θείαν ἐπιφέρονται θεωρίαν, ἀλλ’ἐκτὸς γεγονότες τῶν ὀρέξεων πάντῃ τῶν κοσμικῶν τὴν σάρκα καθαρὰν οὐ μόνον, ὡς ἔφην, μίξεως τηροῦσιν, ἀλλ’ἤδη καὶ τὴν καρδίαν ἀνεπίδεκτον λογισμῶν ἀκρασίας, ἐν ᾗ μάλιστα καὶ τὸ ἅγιον ὡς ἐν ναῷ κατοικοῦν ἀναπαύεται πνεῦμα.
ἔχε δή · οἶμαι γὰρ ἐπὶ τὴν εὕρεσιν τῶν ὄντως κρειττόνων ὀρθότερον ἡμᾶς ἐντεῦθεν διελθεῖν. καί μοι φράσον · καλεῖς τινα κυβερνήτην ἀγαθόν;
ἔγωγε.
πότερον τὸν ἐν μεγάλαις καὶ ἀμηχάνοις περισώσαντα ζάλαις τὸ σκάφος ἢ τὸν ἐν γαλήνῃ καὶ νηνεμίᾳ;
τὸν ἐν μεγάλαις καὶ ἀμηχάνοις.
οὐκοῦν καὶ ψυχὴν τὴν περιαντλουμένην ταῖς τρικυμίαις “τῶν παθημάτων” καὶ μὴ ἀποκάμνουσαν ἢ ἐκλυομένην, ἀλλὰ τὸ σκάφος, τὴν σάρκα, γενναίως εἰς λιμένα τὸν τῆς σωφροσύνης ἀπευθύνουσαν λέξομεν τῆς ἐν εὐδίᾳ πλοϊζομένης κρείττονα καὶ δοκιμωτέραν;
λέξομεν.
τὸ γὰρ ἁρμόζεσθαι πρὸς τὰς ἐμβολὰς τῶν καταφυσημάτων τοῦ πονηροῦ πνεύματος καὶ μὴ ἀπορρίπτεσθαι ἢ νικᾶσθαι, ἀλλὰ πάντα πρὸς Χριστὸν ἀνανεύοντα καρτερῶς μάχεσθαι ταῖς ἡδοναῖς μείζονα τὸν ἔπαινον φέρει τοῦ μετὰ ῥᾳστώνης ἀχειμαστὶ παρθενεύοντος.
ἔοικεν.
τί δαὶ καὶ ὁ κύριος; οὐ δοκεῖ δεικνύναι διαφέρειν τὸν ἐπιθυμοῦντα μᾶλλον καὶ ἐγκρατευόμενον τοῦ μὴ ἐπιθυμοῦντόςτε καὶ παρθενεύοντος;
ποῦ δή;
ἔνθα τὸν φρόνιμον παραβάλλων οἰκίᾳ τεθεμελιωμένῃ καλῶς ἄπτωτον αὐτὸν ἀποφαίνεται μὴ δυνάμενον ὑπὸ τῆς βροχῆς καὶ τῶν ποταμῶν καὶ τῶν ἀνέμων καταβληθῆναι, ταῖς μὲν ἐπιθυμίαις ὡς ἔοικεν ἀπεικάζων τοὺς χειμῶνας, τῇ δὲ πέτρᾳ τὴν ἀκίνητον ἔνστασιν καὶ ἀδιάπτωτον τῆς ψυχῆς περὶ τὴν ἁγνείαν.
ἀληθῆ λέγειν ἂν δόξαις.
τί δαὶ καὶ ἰατρόν; οὐ τὸν ἐπὶ μεγάλαις ἤδη δεδοκιμασμένον νόσοις καὶ πολλοὺς ἰασάμενον ἄριστον καλεῖς;
ἔγωγε.
τὸν δὲ μηδὲν μηδέπω διαπραξάμενον μη δὲ νοσοῦντας ὅλως ἐν χερσὶν ἐσχηκότα οὐ πάντως ἀδοκιμώτερον ἔτι;
ναί.
οὐκοῦν καὶ ψυχὴν τὴν ἀνεχομένην ὑγροτέρου σώματος καὶ τὰς περὶ τὰς ἡδονὰς αὐτοῦ νόσους καταπραΰνουσαν σωφροσύνης φαρμάκοις ἰατρικωτέραν λεκτέον τῆς ὑγιεινὸν διοικεῖν κεκληρωμένης σῶμα καὶ ἀπαθές;
λεκτέον γάρ.
τί δαὶ καὶ ἐν πάλῃ; πότερον παλαιστὴς ἀμείνων ὁ ἀνταγωνιστὰς ἔχων μεγάλους καὶ ἰσχυροὺς καὶ προσπαλαίων ἀεὶ καὶ μὴ καθαιρούμενος, ἢ ὁ μὴ ἔχων ἀνταγωνιστάς;
δῆλον ὡς ὁ ἔχων.
καὶ ἐν πάλῃ ἄρα δοκιμώτερος ἀθλητὴς ὁ τοὺς ἀνταγωνιστὰς ἔχων;
ἀνάγκη.
οὐκοῦν καὶ ψυχὴν ἀνάγκη πᾶσαν τὴν μηχανωμένην πρὸς τὰς ἐφόδους τῆς ἐπιθυμίας καὶ μὴ κατασπωμένην, ἀλλ’ἀνθέλκουσαν καὶ ἀντιτασσομένην ἰσχυροτέραν φαίνεσθαι τῆς μὴ ἐπιθυμούσης;
ἀληθῆ.
τί δαὶ τὸ καρτερῶς ἔχειν πρὸς τὰς ὁρμάς, Γρηγόριον, τῶν φαύλων ὀρέξεων; δοκεῖ σοι μᾶλλον ἀνδρείας εἶναι;
καὶ σφόδρα.
ἡ δὲ ἀνδρεία αὐτὴ ἡ δύναμις ἀρετῆς;
δῆλον.
οὐκοῦν εἰ δύναμις ἀρετῆς ἐστιν ἡ ὑπομονή, ἡ διοχλουμένη ἄρα ψυχὴ καὶ καρτεροῦσα πρὸς τὰς ἐπιθυμίας δυνατωτέρα φαίνεται τῆς μὴ ὀχλουμένης;
ναί.
εἰ δὲ δυνατωτέρα, καὶ κρείσσων;
ναί.
κρείττων ἄρα ἡ ἐπιθυμοῦσα καὶ ἐγκρατευομένη τῆς μὴ ἐπιθυμούσης ἐστὶν ἐκ τῶν προωμολογημένων καὶ ἐγκρατευομένης.
ἀληθῆ λέγεις, καὶ ἐπιθυμήσω πληρέστερον ἔτι περὶ τούτων διαλεχθῆναί σοι. εἰ οὖν σοι φίλον, αὔριον ἀφίξομαι πάλιν ἀκουσομένη τούτων. νῦν γάρ, ὡς ὁρᾷς, ὥρα λοιπὸν τραπέσθαι καὶ περὶ τὴν τοῦ ἔξωθεν ἀσχολίαν ἡμᾶς ἀνθρώπου.