Symposium or Banquet of the Ten Virgins, Oration 12

Methodius

  1. Oration e
  2. Oration p
  3. Oration 1
  4. Oration 2
  5. Oration 3
  6. Oration 4
  7. Oration 5
  8. Oration 6
  9. Oration 7
  10. Oration 8
  11. Oration 9
  12. Oration 10
  13. Oration 11
  14. Oration 12
Γρηγοριον
Γρ.
Γρ.

ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους κρατοῦσα, νυμφίε, ὑπαντάνω σοι. ἄνωθεν, παρθένοι, βοῆς ἐγερσίνεκρος ἦχος ἦλθε, νυμφίῳ λέγων δεῖν πασσυδὶ ὑπαντάνειν λευκαῖσιν ἐν στολαῖς καὶ λαμπάσι πρὸς ἀντολάς · ἔγρεσθε πρὶν φθάσῃ μολεῖν εἴσω θυρῶν, ἄναξ · βροτῶν πολυστένακτον ὄλβον ἐκφυγοῦσα καὶ βίου τρυφῆς ἁδονᾶς ἔρωτα , σαῖς ὑπ’ἀγκάλαις ζωηφόροις ποθῶ σκέπεσθαι καὶ βλέπειν τὸ σὸν κάλλος διηνεκῶς, μάκαρ · γάμων λιποῦσα θνητὰ λέκτρα καὶ δόμον, ἄναξ, διὰ σὲ πολύχρυσον, ἦλθον ἀσπίλοις ἐν εἵμασιν, ὅπως φθάσω κἀγὼ πανολβίων θαλάμων εἴσω σὺν σοὶ μολεῖν · δόλους δράκοντος ἐκφυγοῦσα μυρίους, μάκαρ θελκτηρίους, ἔτλην δὲ καὶ πυρὸς φλόγα καὶ θηρίων ἀνημέρων ὁρμὰς βροτοφθόρους σὲ προσμένουσ’ἀπ’οὐρανῶν · ἐλαθόμην πάτρας ποθοῦσα σὴν χάριν, λόγε, ἐλαθόμηντε παρθένων ὁμηλίκων χοροὺς μητρόςτε καὶ γένους φρύαγμα · πάντα γὰρ σύ μοι αὐτὸς σύ, Χριστέ, τυγχάνεις · ζωῆς χοραγός, Χριστέ τυγχάνεις, χαῖρε, φῶς ἀνέσπερον · ταύτην δέδεξο τὴν βοήν · χορός σε παρθένων προσεννέπει, τέλειον ἄνθος, ἀγάπη, χαρά, φρόνησις, σοφία, λόγε · ἠνοιγμέναις θύραις, ἄνασσα, φαιδρόκοσμε δέδεξο θαλάμων εἴσω χ’ἡμᾶς, ἀχραντόσωμε καλλίνικε νύμφα, καλλίπνου · ὁμόστολοι παρήμεθα Χριστῷ, πανόλβιαι μέλπουσαι σὸν γάμον, θάλος · θρηνοῦσι νῦν βαρύστονοι κόραι πυλῶν πικρῶς νυμφῶνος ἔξω καὶ βοῶσι γοερῶς, ὅτι τὸ λαμπάδων ἀποσβέσασαι φῶς οὐκ ἔφθασαν χαρᾶς ταμεῖον εἰσιδεῖν · ἱερᾶς ὁδοῦ γὰρ ἐκτραπεῖσαι πρὸς βίου πόρους κτήσασθ’ἔλαιον ἠμέλησαν ἄθλιαι πλέον · νεκρὰς δὲ φλογεροῦ πυρὸς φέρουσαι λαμπάδας στένουσιν ἔνδον ἐκ φρενῶν · κρατῆρες ἁδυπληθέες πρόκεινται νέκταρος · πίνωμεν οὐράνιόν ἐστι πόμα, παρθένοι, νυμφίος ὅπερ τέθεικε τοῖς μετ’ἀξίας εἰς τὸν γάμον κεκλημένοις · λαμπρῶς σου τὸν φόνον Ἄβελ προεκτυπῶν, μάκαρ, ἔλεξεν αἱματοσταγὴς βλέπων εἰς οὐρανόν · ἀνηλεῶς με συγγόνου τετρωμένον χειρὶ δέξαι, λιτάζομαι, λόγε · μέγιστον ἆθλον ἁγνείας καρτερός σου παῖς, λόγε, Ἰωσὴφ ἀνείλατο · γυνὴ γὰρ αὐτὸν εἰς ἄθεσμα λέκτρα βιαίως εἷλκε φλογουμένη πόθοις · δ’οὐδὲν ἐντραπεὶς ἔφευγε γυμνὸς ἐκβοῶν · νεοσφαγῆ Ἰεφθάε κόρην ἀνῆγε θυσίαν θεῷ ἄπειρον ἀνδρὸς ἀμφὶ βωμὸν ἀμνάδος δίκην. δ’εὐγενῶς σου τὸν τύπον τῆς σαρκός, μάκαρ, τελοῦσ’ἔκραζε καρτερῶς · ξένον στρατηλάταν ὄχλων εὔτολμος εὐστόχοις Ἰουδὶθ δόλοις καρατομήσασα, κάλλεος τύποις θέλξασα τοῦτον, οὐ δὲ χράναντα σώματος μέλη . νικαφόροις δ’ἔφη βοαῖς · ὁρῶντες εἶδος εὐπρεπὲς ὑφῆς δύο κριταὶ Σουσάννας, ἐμμανεῖς ἔρωτι λέξαν · γύναι, κρυπτῶν σου γάμων λέχη ποθοῦντες ἥκομεν, φίλα. δ’ἐντρόμοις ἔφη βοαῖς · πολλῷ με κατθανεῖν ἄμεινόν ἐστιν λέχη προδοῦσαν, γυναιμανεῖς, ὑμῖν αἰωνίαν δίκην ὑπ’ἐμπυρίοις θεοῦ τιμωρίαις παθεῖν. σῶσόν με, Χριστέ, τῶνδε νῦν · ῥοαῖς καθαρσίοις λούων πλήθη βροτῶν σὸς πρόδρομος ἀνόμως κακοῦ πρὸς ἀνδρὸς εἰς σφαγὴν ἤχθη δι’ἁγνείαν, λύθρῳ δὲ φοινίῳ κόνιν δεύων ἔκραζέ σοι, μάκαρ · σοῦ καὶ ζωητόκος χάρις ἄθικτος ἄτεγκτος, ἀσπίλους τὰς σὰς γονὰς ἐν ἀσπόρῳ φέρουσα νηδύϊ μομφὴν ὑπέσχεν ὡς προδοῦσα λέκτρα παρθένος · ἔλεξε δ’ἔγκυος, μάκαρ · τὴν σήν, μάκαρ, γαμήλιον ποθοῦντες ἁμέραν ἰδεῖν, ὅσους ἄνωθεν αὐτὸς ἀγγέλων, ἄναξ, κέκληκας · ἥκασιν μέγιστα δῶρά σοι, λόγε, φέροντες ἀσπίλοις στολαῖς. ὕμνοις, μάκαιρα νεόνυμφε, θαλαμηπόλοι αἱ σαὶ γεραίρομεν σὲ νῦν, ἄθικτε παρθένε, ἐκκλησία χιονόσωμε, κυανοβόστρυχε, σῶφρον, ἄμωμ’ἐράσμια. φθορὰ πέφευγε καὶ νόσων πόνοι δακρυσταγεῖς, θάνατος ᾑρέθη, ὄλωλε πᾶσα’ἀφροσύνη, λύπη τέθνηκε τηξίφρων. ἔλαμψε δ’ τοῦ θεοῦ Χριστοῦ χαρὰ βροτοῖς ἄφνω πάλιν · χῆρος βροτῶν παράδεισός ἐστιν οὐκέτι · πάλιν γὰρ αὐτὸν ἐκ θείας ὥσπερ τὸ πρὶν ταγῆς οἰκεῖ τέχναις ποικίλαις δράκοντος ἐκπεσών · ἄφθαρτος, ἄφοβος, μάκαρ · ψάλλων τὸ καινὸν ᾆσμα νῦν χορός σε παρθένων καθιστάνει πρὸς οὐρανούς, ἄνασσα, σαφῶς ὅλη, ἐστεμμένος λευκοῖς κρίνων κάλυξι καὶ φλόγας χερσὶν σελασφόρους φέρων. τὰς ἀχράντους οὐρανοῦ, μάκαρ, ναίων ἕδρας, ἄναρχε, πάντα συγκροτῶν αἰωνίῳ κράτει, δέξαι σὺν παιδὶ σῷ, πάρεσμεν, ἔνδον εἰς ζωῆς πύλας, πάτερ, καὶ ἡμέας ·