Symposium or Banquet of the Ten Virgins, Oration 1

Methodius

  1. Oration e
  2. Oration p
  3. Oration 1
  4. Oration 2
  5. Oration 3
  6. Oration 4
  7. Oration 5
  8. Oration 6
  9. Oration 7
  10. Oration 8
  11. Oration 9
  12. Oration 10
  13. Oration 11
  14. Oration 12
Γρηγοριον
Γρ.
Γρ.

ὅτι μεγάλη τίς ἐστιν ὑπερφυῶς καὶ θαυμαστὴ καὶ ἔνδοξος παρθενία · καὶ εἰ χρὴ φανερῶς εἰπεῖν ἑπομένην ταῖς γραφαῖς, τὸ οὖθαρ τῆς ἐκκλησίας καὶ τὸ ἄνθος καὶ ἀπαρχὴ αὐτῆς τοῦτο τὸ ἄριστον καὶ κάλλιστον ἐπιτήδευμα μόνον τυγχάνει. καὶ διὰ τοῦτο καὶ κύριος εἰς τὴν βασιλείαν εἰσελάσαι τῶν οὐρανῶν τοῦς ἀποπαρθενεύσαντας ἐκείνους σφᾶς αὐτοὺς ἐπαγγέλλεται, ἔνθα περὶ διαφορᾶς εὐνουχισμῶν ἐν εὐαγγελίοις παρεγγυᾷ. σπάνιον γὰρ πάνυ καὶ δυσεπίτευκτον ἀνθρώποις ἁγνεία, καὶ ὅσῳ κορυφαιότατον καὶ μεγαλοπρεπὲς τοσούτῳ καὶ τοὺς κινδύνους μείζονας ἔχον. δεῖται οὖν ἐρρωμένων καὶ γενναίων φύσεων, αἵτινες ἀθρόως τὸ ῥεῦμα μετοχετεύσασαι τῆς ἡδυπαθείας ἄνω μετέωρον ἀπευθύνουσι τὸ ὄχημα τῆς ψυχῆς, μὴ ἀπολήγουσαι τοῦ σκοποῦ, ἔστ’ἂν ὑπερπηδήσασαι κούφως τὸν κόσμον ὀξυτάτῳ διανοίας τάχει καὶ ἐπὶ τὴν οὐρανίαν ἀληθῶς ἁψῖδα σταθεῖσαι, αὐτὴν εἰλικρινῶς θεάσωνται τὴν ἀφθαρσίαν ἀπὸ τῶν ἀμιάντων τοῦ παντοκράτορος ἀναπιδύουσαν κόλπων. τοῦτο τὸ πόμα γεννᾶν οὐ κεχώρηκε γῆ, μόνος αὐτὸ πηγάζειν οἶδεν οὐρανός. παρθενίαν γὰρ βαίνειν μὲν ἐπὶ γῆς, ἐπιψαύειν δὲ τῶν οὐρανῶν ἡγητέον · ἧς δὴ ἐφιέμενοι καὶ πρὸς μόνον τὸ τέλος αὐτῆς ἀφορῶντές τινες, ἀνίπτοις ποσὶν ἀτελεῖς ὑπὸ βαναυσίας προσελθόντες, ἐκ μέσης ἀνέκαμψαν τῆς ὁδοῦ οὐδὲν ἄξιον φρόνημα τοῦ ἐπιτηδεύματος ἐπανῃρημένοι. οὐ γὰρ μόνον ἄφθορα τὰ σώματα τηρεῖσθαι δεῖ ὥσπερ οὐ δὲ τοὺς ναοὺς κρείττονας ἀποφαίνεσθαι τῶν ἀγαλμάτων, ἀλλὰ τὰς ψυχὰς ἀγάλματα τῶν σωμάτων οὔσας θεραπεύεσθαι χρὴ κοσμουμένας δικαιοσύνῃ. θεραπεύονται δὲ καὶ ἀποσμήχονται τότε μᾶλλον, ὁπόταν ἀόκνως κατακούειν τῶν θείων ἁμιλλώμεναι λόγων μὴ ἀπολήγωσι, πρὶν αὐτοῦ ἐφάψασθαι, ἐστιν ἀληθὲς ἐπὶ σοφῶν ἀφικνούμεναι θύρας. ὥσπερ γὰρ ἅλατι τῶν κρεῶν οἱ ἰχῶρες ἐκτήκονται καὶ αἱ σηπεδόνες καὶ πάντα τὰ φθοροποιά, τὸν αὐτὸν δὴ τρόπον καὶ τῆς παρθένου αἱ ἄλογοι πᾶσαι τοῖς μαθήμασιν ἀποστύφονται τοῦ σώματος ἐπιθυμίαι. ἀνάγκη γὰρ τὴν μὴ πασσομένην δίκην ἅλατος τοῦ Χριστοῦ ταῖς φωναῖς ψυχὴν ἐπόζειν καὶ σκώληκας γεννᾶν, ὥσπερ ἀμέλει προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου μετὰ δακρύων ἐξομολογούμενος Δαυὶδ ἐν τοῖς ὄρεσι κέκραγεν βασιλεύς, ὅτι μὴ ἀπέστυψεν ἁλίσας τοῖς σωφρονισμοῖς ἑαυτόν, ἀλλὰ ῥᾳθυμήσας εἰς οἶστρον ὑπεσύρη καὶ ἐξώζεσε μοιχείαν. ταύτῃ πᾶν δῶρον ἐν τῷ Λευϊτικῷ, ἐὰν μὴ πρῶτον ἅλατι ἁλισθῇ, ἀπαγορεύεται εἰς ὁλοκάρπωμα προσφέρεσθαι κυρίῳ τῷ θεῷ. ἅλας γὰρ ἡμῖν τὸ δηκτικὸν πρὸς ὠφέλειαν ἀποστῦφον πνευματικὴ πᾶσα τῶν γραφῶν ἐδόθη μελέτη, ἧς δὴ χωρὶς ἀδύνατον τῷ παντοκράτορι διὰ τοῦ λόγου προσενεχθῆναι ψυχήν · ὑμεῖς γάρ ἐστε τὸ ἅλας τῆς γῆς κύριος τοῖς ἀποστόλοις ἔφη. χρὴ οὖν τὴν παρθένον ἀεὶ τῶν καλῶν ἐρᾶν καὶ τοῖς πρωτεύουσιν εἰς σοφίαν ἐμπρέπειν καὶ μηδὲν ῥᾴθυμον μη δὲ μαλθακὸν ἔχειν, ἀλλὰ ἀριστεύειν καὶ ἄξια τῆς παρθενίας φρονεῖν ἀποσμήχουσαν τῷ λόγῳ τοὺς ἰχῶρας ἀεὶ τῆς ἡδυπαθείας μήπως λαθοῦσα βραχεῖα σηπεδὼν γεννήσῃ τὸν σκώληκα τῆς ἀκολασίας. γὰρ ἄγαμος μεριμνᾷ τὰ τοῦ κυρίου, πῶς ἀρέσει τῷ κυρίῳ, ἵνα ἁγία καὶ σώματι καὶ πνεύματι, φησὶν μακάριος Παῦλος. πολλαὶ δὲ πάρεργον ἡγούμεναι τὴν ἀκρόασιν νομίζουσι χαρίζεσθαι μεγάλα, ἐὰν κἂν τὸ βραχὺ παράσχωσι τὰς ἀκοάς · ἃς ἐκκριτέον. μικρολόγῳ γὰρ φύσει καὶ ταπεινῇ καὶ ἐπιμορφαζομένῃ σοφίαν οὐ χρὴ μαθημάτων θείων κοινωνεῖν. γὰρ οὐ γελοῖον ἐκείναις ἀδολεσχεῖν, αἵτινες ἐπὶ μὲν τοῖς μικροῦ ἀξίοις πάντα ποιεῖν συντείνονται, ὅπως ἀκριβέστατα ἕξουσι τὰ τελεσιουργούμενα, ἐπὶ δὲ τῶν ἀναγκαίων δι’ὧν μᾶλλον αὐταῖς τῆς σωφροσύνης ἔρως αὔξεται μὴ μεγίστας ἡγεῖσθαι τὰς ἀκριβείας; μεγάλῃ γὰρ ἀληθῶς ὑπερβολῇ τὸ τῆς παρθενίας ἀνθρώποις ἀπ’οὐρανῶν κατεπέμφθη φυτὸν, καὶ διὰ τοῦτο ταῖς πρώταις οὐκ ἀπεκαλύφθη γενεαῖς. ἔτι γὰρ ἄνθρωπος ὀλιγοστὸς ἦν καὶ ἐχρῆν εἰς πλῆθος πρῶτον αὐτὸν αὐξήσαντα τελειωθῆναι. διὸ δὴ καὶ τὰς σφετέρας ἀδελφὰς οἱ παλαιοὶ λαμβάνοντες γυναῖκας οὐδὲν ἠσχημόνουν, μέχρι νόμος ἐλθὼν διεστείλατο καὶ τὸ πρῶτον δοκοῦν εἶναι καλὸν ἀπαγορεύσας ἁμαρτίαν ἀπεφήνατο, ἐπικατάρατον καλῶν τὸν ἀποκαλύπτοντα τὴν ἀσχημοσύνην τῆς ἀδελφῆς αὐτοῦ, τοῦ θεοῦ κατὰ καιρὸν καὶ καιρὸν τὴν ἁρμόζουσαν ἡμῶν τῷ γένει σπουδαίως προσφέροντος βοήθειαν ὥσπερ δὴ καὶ οἱ πατέρες τοῖς υἱοῖς. οὐ γὰρ εὐθέως ἄνωθεν ἐπιστατοῦσι τοὺς παιδαγωγούς, ἀλλὰ τὴν παιδικὴν ἡλικίαν ἐάσαντες ἀθύρεσθαι μοσχαρίων δίκην, πρῶτον εἰς διδάσκαλον συμψελλίζοντας ἀποστέλλουσιν, ἔστ’ἂν ἀποβαλόντες τὴν μειρακιώδη τρίχα τοῦ νοῦ εἰς τὴν τῶν μειζόνων μαθημάτων ἄσκησιν παραπεμφθῶσι, κἀκεῖθεν αὖθις εἰς τὴν τῶν ἔτι μειζόνων. ταύτῃ γὰρ καὶ τὸν θεὸν καὶ πατέρα τῶν ὅλων ἡγητέον προσηνέχθαι τοῖς πρὸ ἡμῶν. ἔτι γὰρ κόσμος ἀνθρώπων ἀπλήρωτος ὢν ὡς νήπιος ἦν, καὶ ἐχρῆν αὐτὸν εἰς πλῆθος πρότερον ἐκ τούτων ἀνδρωθέντα πληθυνθῆναι. ἀλλ’ὅτε λοιπὸν ἀπὸ περάτων ἐπὶ πέρατα κατῳκίσθη, τῆς ἀνθρωπότητος εἰς ἄπειρον κεχυμένης, οὐκέτι τοῖς αὐτοῖς ἐπιμένειν τὸν ἄνθρωπον ἐπέτρεπεν θεός, σκοπῶν ὅπως ἀπὸ τῶνδε εἰς τάδε μεταβαίνοντες πλησιαίτερον προκόπτωσιν ἔρχεσθαι τῶν οὐρανῶν, μέχρις ἂν εἰς αὐτὸ τὸ μέγιστον μάθημα καὶ κορυφαιότατον τὴν παρθενίαν φθάσαντες τελειωθῶσιν, ἀπὸ τῆς ἀδελφομιξίας ὁδεύσαντες πρῶτον εἰς τὸ ὀθνείας ἐπάγεσθαι γαμετάς, κἀκεῖθεν εἰς τὸ μηκέτι πολλαῖς ἐπιβαίνειν τετραπόδων νόμῳ καθάπερ εἰς ὀχείαν γεγονότας, κἀντεῦθεν εἰς τὸ μὴ μοιχοὺς γεγονέναι καὶ αὖ πάλιν εἰς σωφροσύνην καὶ ἀπὸ σωφροσύνης εἰς παρθενίαν, ἔνθα μελετήσαντες τῆς σαρκὸς ὑπερφρονεῖν εἰς τὸν τῆς ἀφθαρσίας εὔδιον ἀφόβως ἐνορμίζονται χῶρον. εἰ δέ τις ὡς ἀμάρτυρον τῶν γραφῶν αἰτιάσασθαι τολμήσει τὸν λόγον, φέρε δὴ παραθέντες καὶ τὰ τῶν προφητῶν ἀληθέστερα μᾶλλον ἀποδείξωμεν τὰ προειρημένα. γοῦν Ἀβραὰμ πρῶτος ἐν διαθήκῃ τὴν περιτομὴν λαβὼν οὐδὲν ἕτερον αἰνίσσεσθαι δοκεῖ τὸ οἰκεῖον περιτεμνόμενος τῆς σαρκὸς ἑαυτοῦ μέλος τοῦτο, τὸ μηκέτι εἰς τὴν ἐκ τοῦ αὐτοῦ αἵματος σάρκα δημιουργηθεῖσαν παιδοσπορεῖν, ἀπὸ τῆς ἰδίας ἕκαστον διδάσκων ἀδελφῆς οἷα σαρκὸς ἀποτέμνειν τὴν κατὰ συνουσίαν ἡδονήν. ὥστε τὸ πλησιάζειν καὶ ὁμεύνοις χρῆσθαι ταῖς σφῶν ἀδελφαῖς ἀπὸ τῶν τοῦ Ἀβραὰμ πέπαυται καιρῶν, τὸ δὲ πλειόνων συναλλαγαῖς ἁρμόζεσθαι γυναικῶν ἀπὸ τῶν προφητικῶν ἀνῄρηται χρόνων. ὀπίσω γὰρ τῶν ἐπιθυμιῶν σου φησὶ μὴ πορευθῇς καὶ ἀπὸ τῶν ὀρέξεών σου κωλύου · οἶνος γὰρ καὶ γυναῖκες ἀποστήσουσιν συνετούς. καὶ ἐν ἑτέρῳ · πηγή σου τοῦ ὕδατος ἔστω σοι ἰδία, καὶ συνευφραίνου μετὰ γυναικὸς τῆς ἐκ νεότητός σου, δηλονότι παραιτούμενος ἤδη τὰς πολλάς. δὲ Ἱερεμίας ἵππους θηλυμανεῖς ἀναφανδὸν τοὺς εἰς διαφόρους μαργῶντας γυναῖκας καλεῖ · πολύγονον γάρ φησιν ἀσεβῶν πλῆθος οὐ χρησιμεύσει καὶ ἐκ νόθων μοσχευμάτων οὐ δώσει ῥίζαν εἰς βάθος. ἀλλὰ γὰρ ἵνα μὴ μακρηγορῶμεν ἐπὶ πολὺ τὰς προφητικὰς ἀναλεγόμενοι φωνάς, φέρε δὴ συστήσωμεν πάλιν, ὅπως διαδέχεται τὴν ἐπὶ μιᾷ γυναικὶ συναλλαγὴν σωφροσύνη, μέχρις ἂν ἐκλύσῃ τελείως τὴν ἐκ τοῦ ἔθους ἐπὶ τὴν συνουσίαν καταφορὰν πρὸς ὀλίγον ἀφαιρουμένη τὰς τῆς σαρκὸς ἡδυπαθείας. αὐτίκα γοῦν εἰσάγεταί τις ἐμφανῶς ἤδη λοιπὸν παραιτούμενος τουτονὶ τὸν περισπασμόν, κύριε λέγων πάτερ καὶ δέσποτα τῆς ζωῆς μου, μὴ ἐγκαταλίπῃς με ἐν βουλῇ αὐτῶν · μετεωρισμὸν ὀφθαλμῶν ἄφελε ἀπ’ἐμοῦ · καρδίας ὄρεξις καὶ συνουσιασμὸς μὴ καταλαβέτωσάν με. καὶ ἐν τῇ παναρέτῳ δὲ Σοφίᾳ γυμνῶς ἤδη τοὺς ἀκροατὰς εἰς ἐγκράτειαν ἐφελκόμενον καὶ σωφροσύνην τὸ πνεῦμα τὸ ἅγιον τοιαῦτα μελῳδεῖ, κρείσσων ἀτεκνία μετὰ ἀρετῆς κεκραγός · ἀθανασία γάρ ἐστιν ἐν μνήμῃ αὐτῆς, ὅτι καὶ παρὰ θεῷ γινώσκεται καὶ παρὰ ἀνθρώποις. παροῦσάντε τιμῶσιν αὐτὴν καὶ ποθοῦσιν ἀπελθοῦσαν. καὶ ἐν τῷ αἰῶνι στεφανηφοροῦσα πομπεύει τὸν τῶν ἀμιάντων ἄθλων ἀγῶνα νικήσασα. περὶ μὲν οὖν τῶν καιρῶν τῆς ἀνθρωπότητος ὅπως ἀρξαμένη ἀπὸ τῆς ἀδελφομιξίας ὥδευσεν ἐπὶ τὴν ἐγκράτειαν εἴρηται · περὶ δὲ τῆς παρθενίας λείπεται. ὅσον οὖν δυνατόν, πειρατέον φράσαι. καὶ πρῶτον ἐξεταστέον, δι’ἣν αἰτίαν πολλῶν προφητῶν καὶ δικαίων πολλὰ καὶ καλὰ διδαξάντων καὶ ἐργασαμένων παρθενίαν οὐδεὶς οὔτε ἐνεκωμίασεν οὔτε εἵλετο. μόνῳ γὰρ ἄρα ἐφυλάσσετο τοῦτο πρεσβεῦσαι τὸ μάθημα τῷ κυρίῳ, ἐπεὶ καὶ μόνος ἀπ’ἀνθρώπων ἐδίδαξε χωρεῖν εἰς θεόν. ἔπρεπε γὰρ τῷ ἀρχιερεῖ καὶ ἀρχιπροφήτῃ καὶ ἀρχαγγέλῳ τούτῳ καὶ ἀρχιπαρθένῳ προσαγορευθῆναι. τὸ δὲ παλαιὸν οὐδέπω τέλειος ἄνθρωπος ἦν, καὶ διὰ τοῦτο τὸ τέλειον οὐδέπω χωρῆσαι τὴν παρθενίαν ἴσχυεν. ἔτι γὰρ ἔχρῃζε, κατ’εἰκόνα θεοῦ γεγονὼς, καὶ τὸ καθ’ὁμοίωσιν ἀπολαβεῖν, ὅπερ τελεσιουργῆσαι καταπεμφθεὶς λόγος εἰς τὸν κόσμον τὴν ἡμετέραν μορφὴν πρότερον ἀνέλαβε πολλοῖς ἁμαρτήμασι κατεστιγμένην, ἵνα δὴ τὴν θείαν ἡμεῖς, δι’οὓς αὐτὸς ἐφόρεσε, πάλιν χωρῆσαι δυνηθῶμεν. καθ’ὁμοίωσιν γὰρ ἀκριβωθῆναι τότε πάρεστι θεοῦ, ὁπότε δὴ τοὺς αὐτοὺς αὐτῷ χαρακτῆρας τῆς κατὰ ἄνθρωπον πολιτείας ζωγράφων δίκην ἐπιστημόνων ἐν ἑαυτοῖς σανίσιν ἐντυπωσάμενοι, ἀσινεῖς κατέχωμεν, ἣν αὐτὸς ἐφανέρωσε μαθητεύοντες τρίβον. ταύτῃ γὰρ ᾑρετίσατο τὴν ἀνθρωπίνην ἐνδύσασθαι σάρκα θεὸς ὤν, ὅπως ὥσπερ ἐν πίνακι θεῖον ἐκτύπωμα βίου βλέποντες ἔχωμεν καὶ ἡμεῖς τὸν γράψαντα μιμεῖσθαι. οὐ γὰρ ἕτερα φρονῶν ἕτερα ἐποίει οὐ δὲ μὴν ἕτερα νομίζων εἶναι τὰ καλὰ ἐδίδασκεν ἕτερα, ἀλλ’ἅπερ ἦν ἀληθῶς ὠφέλιμα καὶ καλά, ταῦτα καὶ ἐδίδασκε καὶ ἐποίει. τί οὖν κύριος, ἀλήθεια, τὸ φῶς, εἰς τὸν κόσμον ἐπραγματεύσατο κατελθών; ἄφθορον ἐφύλαξεν ἐν παρθενίᾳ τὴν σάρκα κοσμήσας. καὶ ἡμεῖς ἄρα, εἰ μέλλοιμεν καθ’ὁμοίωσιν ἔσεσθαι θεοῦ τοῦ Χριστοῦ, φιλοτιμώμεθα τὴν παρθενίαν τιμᾶν · ὁμοίωσις γὰρ θεῷ φθορᾶς ἀποφυγή. ὅτι δὲ καὶ ἀρχιπάρθενος, ὃν τρόπον καὶ ἀρχιποίμην καὶ ἀρχιπροφήτης, γέγονεν λόγος ἐνανθρωπήσας τῆς ἐκκλησίας, καὶ χριστόληπτος ἡμῖν παρίστησιν ἐν βίβλῳ τῆς Ἀποκαλύψεως Ἰωάννης λέγων · καὶ εἶδον, καὶ ἰδοὺ τὸ ἀρνίον ἑστὼς ἐπὶ τὸ ὄρος Σιών, καὶ μετ’αὐτοῦ ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες ἔχουσαι τὸ ὄνομα αὐτοῦ καὶ τὸ ὄνομα τοῦ πατρὸς αὐτοῦ γεγραμμένον ἐπὶ τῶν μετώπων αὐτῶν. καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ ὡς φωνὴν ὑδάτων πολλῶν καὶ ὡς φωνὴν βροντῆς μεγάλης, καὶ φωνὴν ἣν ἤκουσα ὡς φωνὴν κιθαρῳδῶν κιθαριζόντων ἐν ταῖς κιθάραις αὐτῶν. καὶ ᾄδουσιν ᾠδὴν καινὴν ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τῶν τεσσάρων ζῴων καὶ τῶν πρεσβυτέρων · καὶ οὐδεὶς ἠδύνατο μαθεῖν τὴν ᾠδήν, εἰ μὴ αἱ ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες, οἱ ἠγορασμένοι ἀπὸ τῆς γῆς. οὗτοί εἰσιν, οἳ μετὰ γυναικῶν οὐκ ἐμολύνθησαν, παρθένοι γάρ εἰσιν. οὗτοι οἱ ἀκολουθήσαντες τῷ ἀρνίῳ, ὅπου ἂν ὑπάγῃ, τοῦ χοροῦ τῶν παρθένων ἐξάρχοντα δεικνύων τὸν κύριον. ἐπίστησον δὲ πρὸς τούτοις, ὅπως τὸ ἀξίωμα τῆς παρθενίας μέγιστον παρὰ τῷ θεῷ. οὗτοι ἠγοράσθησαν ἀπὸ τῶν ἀνθρώπων ἀπαρχὴ τῷ θεῷ καὶ τῷ ἀρνίῳ, καὶ ἐν τῷ στόματι αὐτῶν οὐχ εὑρέθη ψεῦδος, ἄμωμοί εἰσιν · ἀκολουθοῦσι φησὶ τῷ ἀρνίῳ ὅπου ἂν ὑπάγῃ. σαφῶς ἡμᾶς καὶ ἐντεῦθεν διδάσκειν βούλεται, ὅτι ἐν ἀριθμῷ τοσούτῳ, τουτέστιν ἑκατὸν τεσσαράκοντα καὶ τέσσαρσι χιλιάσιν, ἐπάνωθεν τὸ πλῆθος περιώριστο τῶν παρθένων, τῶν ἄλλων ἁγίων εἰς πλῆθος ἀόριστον ὀχλιζομένων. τί γὰρ παρεγγυᾷ καὶ περὶ τῶν λοιπῶν διαλεγόμενος, προσεκτέον · καὶ εἶδον ἀπὸ πάσης γλώττης καὶ φυλῆς καὶ παντὸς ἔθνους πλῆθος πολύ, ἀριθμῆσαι αὐτὸ οὐδεὶς ἠδύνατο. οὐκοῦν συνέστηκεν, ὡς ἔφην, ἐπὶ μὲν τῶν ἄλλων ἁγίων αὐτὸν πληθὺν ἄφατον εἰσάγειν, ἐπὶ δὲ τῶν ἐν παρθενίᾳ βραχύτατον ἀριθμόν, ὡς πρὸς σύγκρισιν τῶν εἰς ἀναρίθμητον πλῆθος συντελούντων. οὗτος, Ἀρετή, παρ’ἐμοῦ σοι περὶ παρθενίας, ἔφη, λόγος. εἰ δέ τι παρέλιπον, ἀποπληρούτω διαδεξαμένη με Θεοφίλα.