Γρηγοριον
Γρ.
Γρ.
ὦ Ἀρετή, κα- κἀγὼ παραλείψασα τὰς μακρολογίας τῶν προεξηγημάτων εἰς αὐτὰ τὰ προκείμενα κατὰ δύναμιν εἰπεῖν πειράσομαι, ἵνα δὴ μὴ τῷ μηκύνεσθαι τὰ πάρεργα, πλείονα χρόνον, ὧν ἕνεκα λέγονται, παράσχω. ἡγοῦμαι γὰρ μέγιστον μέρος φρονήσεως εἶναι τὸ μὴ μακροὺς ἐκ περιόδων πρὸ τῶν ἐπερωτηθέντων ἀποτείνεσθαι τοὺς λόγους κηλοῦντας τὰ ὦτα, ἀλλ’αὐτόθεν εὐθέως περὶ ὅτου τὸ ἐπερώτημά ἐστιν ἄρχεσθαι. διὸ ἐνθένδε κα- κἀγὼ κατάρξομαι · καιρὸς γάρ. οὐδὲν οὕτως ὀνῆσαι δυνήσεται πρὸς τὸ καλὸν τὸν ἄνθρωπον, ὦ καλλιπάρθενοι, ὡς ἁγνεία · τὸ γὰρ κάλλιστα καὶ ἄριστα διακυβερνηθῆναι τὴν ψυχὴν καὶ κηλίδων καὶ μιασμάτων καθαρὰν ἀπολυθῆναι τοῦ κόσμου, μόνη ποιεῖ τοῦτο καὶ ἐργάζεται ἁγνεία. ἀφ’οὗ γὰρ ὁ Χριστὸς ἐδίδασκεν αὐτὴν ἀσκεῖν ἡμᾶς καὶ ἐμήνυσεν ἡμῖν τὸ ἀνυπέρβλητον κάλλος αὐτῆς, ἡ βασιλεία τοῦ πονηροῦ καθῃρέθη, πρότερον ἀεὶ πάντας αἰχμαλωτίζοντος καὶ δουλουμένου, ὡς μὴ τῶν παλαιοτέρων εὐάρεστον γεγονέναι κυρίῳ τινά, ἀλλὰ πάντας ἐπικρατηθῆναι πταίσμασιν, οὐ σφόδρα τοῦ νόμου τῆς φθορᾶς ἀρκέσαντος ἐλευθερῶσαι τὴν ἀνθρωπότητα, μέχρις ἡ παρθενία διαδεξαμένη τὸν νόμον Χριστοῦ ταγαῖς τῶν ἀνθρώπων ἐβασίλευσεν. οὐ γὰρ ἂν οὕτως οἱ πρόσθεν εἰς μάχας καὶ φόνους καὶ ἔρωτας καὶ εἰδωλολατρείας συνηλαύνοντο πολλάκις, εἰ ἦν αὐτοῖς ἡ ἐκ τῶν νόμων αὐτάρκης πρὸς σωτηρίαν δικαιοσύνη. νυνὶ δὲ τότε μὲν μεγάλαις καὶ πολλαῖς πολλάκις ἐνεφύροντο συμφοραῖς · ἀφ’οὗ δὲ Χριστὸς ἐνηνθρώπησε καὶ παρθενίᾳ τὴν σάρκα κοσμήσας ὥπλισεν, ὁ ὠμοτύραννος ἄρχων τῆς ἀκρασίας ᾑρέθη καὶ εἰρήνη καὶ πίστις κρατεῖ οὐκέτι τῶν ἀνθρώπων ὡσαύτως τρεπομένων εἰς εἰδωλολατρείαν ὥσπερ καὶ πάλαι. ἀλλ’ἵνα μὴ δόξω τισὶ σοφίζεσθαι καὶ ἀπὸ τῶν εἰκότων τεκμαίρεσθαι ταῦτα καὶ φληναφᾶν, ἐκ τῆς παλαιᾶς ὑμῖν, ὦ παρθένοι, κα- κἀγὼ παρέξομαι διαθήκης ἔγγραφον προφητείαν, ὡς ἀληθῆ λέγω, τοὺς Κριτάς, ἔνθα φανερῶς ἡ βασιλεία τῆς ἁγνείας ἤδη προκατηγγέλλετο. φησὶ γάρ · “πορευόμενα ἐπορεύθησαν τὰ ξύλα τοῦ χρῖσαι ἐφ’ἑαυτῶν βασιλέα, καὶ εἶπαν τῇ ἐλαίᾳ · βασίλευσον ἐφ’ἡμᾶς. καὶ εἶπεν αὐτοῖς ἡ ἐλαία · ἀφεῖσα τὴν πιότητά μου, ἣν ἐδόξασεν ὁ θεὸς καὶ οἱ ἄνθρωποι, πορευθῶ ἄρχειν τῶν ξύλων; καὶ εἶπαν τὰ ξύλα πάντα τῇ συκῇ · δεῦρο βασίλευσον ἐφ’ἡμᾶς. καὶ εἶπεν αὐτοῖς ἡ συκῆ · ἀφεῖσα τὴν γλυκύτητά μου καὶ τὸ γένημά μου τὸ ἀγαθὸν πορευθῶ ἄρχειν τῶν ξύλων; καὶ εἶπαν τὰ ξύλα τῇ ἀμπέλῳ · βασίλευσον ἐφ’ἡμᾶς. καὶ εἶπεν αὐτοῖς ἡ ἄμπελος · ἀφεῖσα τὸν οἶνόν μου, τὴν εὐφροσύνην τῶν ἀνθρώπων, πορευθῶ ἄρχειν τῶν ξύλων; καὶ εἶπαν τὰ ξύλα πρὸς τὴν ῥάμνον · δεῦρο βασίλευσον ἐφ’ἡμᾶς. καὶ εἶπεν ἡ ῥάμνος πρὸς τὰ ξύλα · εἰ ἐν ἀληθείᾳ χρίετέ με ὑμεῖς εἰς βασιλέα ἐφ’ὑμᾶς, δεῦτε πεποίθατε ἐν τῇ σκέπῃ μου · εἰ μή, ἐξέλθῃ πῦρ ἐκ τῆς ῥάμνου καὶ καταφάγῃ τὰς κέδρους τοῦ Λιβάνου”. ταῦτα δὲ ὅτι μὴ περὶ ξύλων τῶν ἐκ γῆς φυομένων ἐλέχθη σαφές · οὐ γὰρ ἂν ἑαυτοῖς τὰ δένδρα τὰ ἄψυχα χειροτονήσοντα βασιλέα συνήρχοντο ταῖς ῥίζαις εἰς τὴν γῆν κατεστηλωμένα. ἀλλὰ πάντως περὶ ψυχῶν ἱστορεῖται ταῦτα, αἳ πρὸ τῆς ἐνανθρωπήσεως τοῦ Χριστοῦ καθυλομανήσασαι τοῖς παραπτώμασιν προσίασιν, οἶκτον αὐτῶν ἀξιοῦσαι λαβεῖν τὸν θεὸν καὶ βασιλεῦσαι τὸν ἔλεον ἐπ’αὐτὰς ἤδη καὶ τὴν εὐσπλαγχνίαν, ἣν ἐλαίας τύπῳ παρέλαβεν ἡ γραφὴ διὰ τὸ ἀρωγὸν τὸ ἔλαιον σωμάτων εἶναι καὶ λυτήριον καμάτων καὶ πόνων, φωτόςτε παρεκτικόν. ἐλαίῳ γὰρ καταρδόμενον πᾶν τὸ λυχνιαῖον αὔξεται σέλας · λυτήριοι δὲ καὶ οἱ τοῦ θεοῦ πάντες οἰκτιρμοὶ θανάτου καὶ ἁμαρτημάτων καὶ ἀρωγοὶ τῆς ἀνθρωπότητος καὶ τοῦ τῆς καρδίας φωτὸς θρεπτικοί. καὶ ἐπισκέψασθε εἰ μήποτε τὰς ἀπὸ τοῦ πρωτοπλάστου μέχρι τοῦ Χριστοῦ καθεξῆς ἡ γραφὴ νομοθεσίας δηλοῖ, ὧν ὁ διάβολος ἀντιμίμοις ἐξηπάτησε πλάσμασι τὸ τῶν ἀνθρώπων γένος. τὴν μὲν οὖν συκῆν ἀπεικάζουσα τῇ κατὰ τὸν παράδεισον δοθείσῃ τῷ ἀνθρώπῳ ἐντολῇ, ἐπειδὴ τὴν γύμνωσιν ἀπατηθεὶς οὗτος πετάλοις ἐπεκάλυψε συκῆς, τὴν δὲ ἄμπελον τῇ ἐπὶ τοῦ κατακλυσμοῦ τῷ Νῶε διὰ τὸ οἴνῳ κοιμηθέντα χλευασθῆναι, τὴν δὲ ἐλαίαν τῇ κατὰ τὴν ἔρημον τῷ Μωυσεῖ, ἐπειδὴ τὸ χάρισμα τὸ προφητικόν, τὸ ἔλαιον τὸ ἅγιον, ἀνομησάντων αὐτῶν ἐκλελοίπει τῆς κληρονομίας, τὴν δὲ ῥάμνον τῇ ἐπὶ τῇ σωτηρίᾳ τοῦ κόσμου τοῖς ἀποστόλοις, ἐπειδήπερ δι’αὐτῶν ἐδιδάχθημεν ἁγνείαν, ἧς ἀπατηλὸν μόνης εἴδωλον οὐκ ἴσχυσεν ὁ διάβολος σκευάσαι. καὶ διὰ τοῦτο καὶ εὐαγγέλια τέσσαρα παραδέδοται τετράκις εὐαγγελισαμένου τοῦ θεοῦ τὴν ἀνθρωπότητα καὶ παιδαγωγήσαντος τέσσαρσι νόμοις, ὧν οἱ καιροὶ σαφῶς ἀπὸ τῆς διαφορότητος δηλοῦνται τῶν καρπῶν. ἡ μὲν γὰρ συκῆ διὰ τὴν γλυκασίαν καὶ τὸν ὡραϊσμὸν τὴν τρυφὴν τὴν πρὸ τῆς παραβάσεως ἐν παραδείσῳ τοῦ ἀνθρώπου παρίστησι γεγενημένην · ἔστι γὰρ ὅτε δὴ καὶ σφόδρα πολλαχῶς τῆς συκῆς τὸν καρπὸν τὸ πνεῦμα τὸ ἅγιον ἐπὶ τοῦ κρείττονος ἐκλαμβάνεται, καθὼς ἀποδείξομεν ὕστερον. ἡ δὲ ἄμπελος διὰ τὴν ἱλαρότητα τὴν ἐκ τοῦ οἴνου καὶ τὴν εὐφροσύνην τῶν περισωθέντων τῆς ὀργῆς καὶ τοῦ κατακλυσμοῦ, τὴν ἀπὸ τοῦ φόβου καὶ τῆς φροντίδος τὴν εἰς τὴν χαρὰν αὐτῶν μεταβολὴν αἰνίσσεται. ἡ δὲ ἐλαία διὰ τὸν καρπὸν τοῦ ἐλαίου τὴν εὐσπλαγχνίαν τοῦ θεοῦ μηνύει, πάλιν ἀνεξικακήσαντος μετὰ τὸν κατακλυσμόν, τῶν ἀνθρώπων ἐκτραπέντων εἰς ἀθεότητα, δοῦναι νόμον καὶ ἐμφανισθῆναί τισιν καὶ ὥσπερ ἀποσβεννυμένην ἤδη τὴν αὐγὴν τῆς ἀρετῆς ἐλαίῳ λιπᾶναι. ἡ δὲ ῥάμνος τὴν ἁγνείαν συνίστησι · τὸ γὰρ αὐτὸ δένδρον ῥάμνος καὶ ἄγνος ἐστίν, ὑφ’ὧν μὲν ῥάμνος καλούμενον, ὑφ’ὧν δὲ ἄγνος · καὶ τάχα διὰ τὸ συγγενὲς τὸ φυτὸν τοῦτο τῇ παρθενίᾳ πεφυκέναι, ταύτῃ ῥάμνος καὶ ἄγνος προσηγορεύθη, ῥάμνος μὲν παρὰ τὸ στερέμνιον καὶ καρτερὸν πρὸς τὰς ἡδονάς, ἄγνος δὲ παρὰ τὸ διὰ παντὸς ἁγνεύειν. ὅθεν καὶ τὸν Ἠλίαν ἐκ προσώπου τῆς Ἰεζάβελ γυναικὸς φεύγοντα λόγος ὑπὸ ῥάμνον ἐλθεῖν πρῶτον καὶ εἰσακουσθέντα ἐνισχῦσαι καὶ λαβεῖν τροφήν, ὅτι τῶν φευγόντων τὸν οἶστρον καὶ τὴν γυναῖκα καὶ τὴν ἡδονὴν τὸ καταγώγιον καὶ ἡ σκέπη τὸ τῆς ἁγνείας ἐβλάστησε ξύλον, ἀπὸ τῆς παρουσίας τοῦ ἀρχιπαρθένου Χριστοῦ βασιλεῦσαν τῶν ἀνθρώπων. τῶν γὰρ πρώτων ἀθετησάντων σῶσαι νομοθετημάτων τὸν ἄνθρωπον τῶν ἐπὶ τοῦ Ἀδὰμ καὶ τοῦ Νῶε καὶ τῶν ἐπὶ τοῦ Μωυσέως, ἡ κατὰ τὸ εὐαγγέλιον ἔσωσε μόνη νομοθεσία πάντας. ἡ γὰρ συκῆ ταύτῃ λέγεται μὴ βασιλεῦσαι, τῶν ξύλων τῶν ἀνθρώπων νοουμένων, συκῆς δὲ τῆς ἐντολῆς, ἀνθ’ὧν ὁ ἄνθρωπος μετὰ τὸ πεσεῖν ἤθελε πάλιν ὑπὸ τῆς ἀρετῆς βασιλεύεσθαι καὶ τῆς ἀφθαρσίας τοῦ παραδείσου τῆς τρυφῆς μὴ ἀποβληθῆναι, ἀλλ’ἀπεκρούσθη παραβὰς καὶ ἀπεβλήθη μακράν, ὡς μὴ δυνάμενος ὑπὸ τῆς ἀφθαρσίας ἔτι μη δὲ χωρῶν βασιλεύεσθαι. καὶ πρῶτον αὐτῷ τὸ κήρυγμα μετὰ τὴν παράβασιν πέμπεται τὸ διὰ Νῶε, ἵν’ἐὰν πρόσσχῃ κα- κἀν τούτῳ σωθῆναι τῆς ἁμαρτίας ἰσχύσῃ, ἀνάπαυσιν ἐπαγγελλόμενον τὴν ἀπὸ τῶν κακῶν καὶ εὐφροσύνην, εἰ ἀσκήσαιεν αὐτὸ κατὰ κράτος, ὡσπερ καὶ τὸν οἶνον ἡ ἄμπελος ἐπαγγέλλεται γεννᾶν τοῖς ἀσκοῦσιν αὐτὴν καὶ ἐργαζομένοις. ἀλλὰ καὶ τοῦτο οὐκ ἐβασίλευσε τὸ νομοθέτημα τῆς ἀνθρωπότητος, ὅτι μὴ ἐπείσθησαν αὐτῷ κηρυσσομένῳ σπουδαίως πρὸς τοῦ Νῶε. ἀλλὰ καὶ μετὰ τὸ συνέχεσθαι ἤδη καὶ πνίγεσθαι τοῖς ὕδασιν ἤρξαντο μετανοεῖν καὶ ἐπαγγέλλεσθαι παρέχειν ἑαυτοὺς πεισθησομένους ταῖς ἐντολαῖς. ὅθεν καὶ ὑπερηφανοῦνται βασιλεύεσθαι, τουτέστιν ὑπὸ τοῦ κηρύγματος ὑπερηφανοῦνται βοηθεῖσθαι τῆς ἐντολῆς, ἀνταποκρινομένου τοῦ πνεύματος αὐτοῖς καὶ ὀνειδίζοντος ὥσπερ κατέλειψαν οἷς ἐκέλευσεν ὁ θεὸς ἀνθρώποις, ὦ ἀτεράμονες βοηθεῖν μὲν καὶ σῴζειν τούτους καὶ εὐφραίνειν, οἷον τὸν Νῶε καὶ τοὺς σὺν αὐτῷ. ἔλθω βοηθῆσαι τοῖς φρονήσεως ὑμῖν ἀκάρποις, ὦ ἀτεράμονες, καὶ ξύλων ξηρῶν οὐδὲν ἀπεοικόσι, πρότερον μὴ πιστεύσασί μοι κηρύσσοντι φύξιν τῶν παρόντων; καὶ δὴ καὶ τούτων οὕτως ἀπαξιωθέντων τῆς θείας κηδεμονίας καὶ πάλιν τῆς ἀνθρωπότητος εἰς πλάνην κεχυμένης αὖθις ὁ θεὸς ἀπέστειλε βασιλεύσοντα νόμον καὶ ὑπομνήσοντα δικαιοσύνην ἐπὶ Μωυσέως. οἱ δὲ μακρὸν καὶ τούτῳ χαίρειν φράσαντες εἰς εἰδωλολατρείαν μετέστησαν. ὅθεν ὁ θεὸς εἰς ἀλληλοφονίας καὶ δρασμοὺς καὶ αἰχμαλωσίας παρέδωκε καὶ τούτους ἀποδοξήσαντος αὐτοὺς σῴζειν τοῦ νόμου, οἳ μετὰ τὸ συνελαθῆναι τοῖς κακοῖς ποτνιώμενοι πάλιν ἐπηγγέλλοντο πειθαρχεῖν ταῖς ἐντολαῖς · μέχρις ὁ θεὸς τέταρτον κατελεήσας τὸν ἄνθρωπον τὴν ἁγνείαν ἀπέστειλε βασιλεῦσαι, ἣν ῥάμνον ἀκολούθως ἐκάλεσεν ἡ γραφή · ἥτις καταναλώσασα τὰς ἡδονὰς καὶ ἀπειλήσασα λοιπόν, εἰ μὴ αὐτῇ πείθοιντο πάντες ἀνενδοιάστως καὶ ἐν ἀληθείᾳ προσέρχοιντο, πυρὶ καταδαπανῆσαι πάντας. οὐκέτι γὰρ μετὰ ταύτην ἔσεσθαι νόμον ἢ διδασκαλίαν ἑτέραν, ἀλλὰ κρίσιν καὶ πῦρ. καὶ διὰ τοῦτο λοιπὸν ἀπεντεῦθεν δικαιοπραγεῖν ὁ ἄνθρωπος ἤρξατο καὶ πιστεύειν βεβαίως τῷ θεῷ καὶ ἀποσχίζεσθαι τοῦ διαβόλου. οὕτως ὠφελιμώτατον καὶ ἀρωγὸν κατεπέμφθη τοῖς ἀνθρώποις ἁγνεία. μόνης γὰρ αὐτῆς ἀντίμιμον οὐκ ἴσχυσεν ἐργάσασθαι πρὸς ἀπάτην ὁ διάβολος ὥσπερ καὶ τῶν ἄλλων νομοθετημάτων. τῆς γὰρ συκῆς, ὡς ἔφην, διὰ τὴν γλυκασίαν τοῦ καρποῦ καὶ τὸν ὡραϊσμὸν ἐν τύπῳ τῆς ἐν παραδείσῳ τρυφῆς παραληφθείσης, τοῖς ἀντιμίμοις αὐτῆς ἀποβουκολήσας τὸν ἄνθρωπον ὁ διάβολος ἤγρευσε τὴν γύμνωσιν καλύψαι πείσας τοῦ σώματος πετάλοις συκῆς, ὅ ἐστι διὰ τὸ κνησμῶδες τρυφῇ φιληδόνῳ. τοὺς δὲ περισωθέντας αὖθις ἐκ τοῦ κατακλυσμοῦ διὰ τὴν τῆς πνευματικῆς εὐφροσύνης ἄμπελον ἀντιμίμῳ πόματι μεθύσας κατεχλεύασε πάλιν ἀπογυμνώσας τὸν ἄνθρωπον ἀρετῆς. ἔσται δὲ σαφέστερον μᾶλλον ἐντεῦθεν, ὃ λέγω. ἡ ἀντικειμένη δύναμις ἀεὶ μιμεῖται τῆς ἀρετῆς καὶ τῆς δικαιοσύνης τὰ σχήματα, οὐ πρὸς ἄσκησιν κατὰ ἀλήθειαν, ἀλλὰ πρὸς ἀπάτην καὶ ὑπόκρισιν. ἵνα γὰρ δελεάσῃ πρὸς θάνατον τοὺς φεύγοντας τὸν θάνατον, ἀθανασίας ἔξωθεν καλλωπίζεται σχηματισμοῖς, καὶ ταύτῃ συκῆ βούλεται νομίζεσθαι καὶ ἄμπελος καὶ γλυκύτητα καὶ εὐφροσύνην γεννᾶν, “εἰς ἄγγελον μετασχηματιζομένη φωτὸς” καὶ προσχήματι θεοσεβείας δελεάζουσα πολλούς. δύο γὰρ εἶναι διαφορὰς συκέων καὶ ἀμπέλων εὑρίσκομεν ἐν ταῖς γραφαῖς, “σῦκα τὰ χρηστά, χρηστὰ λίαν, καὶ σῦκα τὰ πικρά, πικρὰ λίαν”, οἶνον εὐφραίνοντα καρδίαν ἀνθρώπων καὶ οἶνον θυμὸν δρακόντων καὶ θυμὸν ἀσπίδων ἀνίατον. ἀλλ’ἀφ’οὗ λοιπὸν ἐβασίλευσεν ἁγνεία τῶν ἀνθρώπων, ἠλέγχθη ἡ πλάνη καὶ νενίκηται τοῦ ἀρχιπαρθένου Χριστοῦ καταστρέψαντος αὐτήν, καὶ ἡ ἀληθινὴ δὲ ἐλαία καὶ ἡ ἀληθινὴ συκῆ καὶ ἡ ἀληθινὴ ἄμπελος καρποφοροῦσι μετὰ τὸ κρατῆσαι πάντων ἁγνείαν καθάπερ καὶ Ἰωὴλ ὁ προφήτης εὐαγγελίζεται, “θάρσει, γῆ”, λέγων “καὶ χαῖρε καὶ εὐφραίνου, ὅτι ἐμεγάλυνε κύριος τοῦ ποιῆσαι. θαρσεῖτε, κτήνη τοῦ πεδίου, ὅτι βεβλάστηκε τὰ πεδία τῆς ἐρήμου, ὅτι ξύλον ἤνεγκε τὸν καρπὸν αὐτοῦ · ἄμπελος καὶ συκῆ ἔδωκαν τὴν ἰσχὺν αὐτῶν. καὶ τὰ τέκνα Σιὼν χαίρετε καὶ εὐφραίνεσθε ἐπὶ τῷ κυρίῳ θεῷ ὑμῶν, διότι ἔδωκεν ὑμῖν βρῶσιν εἰς δικαιοσύνην”, ἄμπελον καὶ συκῆν, δένδρα καρποὺς εἰς δικαιοσύνην βλαστήσαντα, τοῖς τέκνοις τῆς νοητῆς Σιὼν τὰς ἔμπροσθεν νομοθεσίας καλῶν · ἃ μετὰ τὴν ἐνανθρώπησιν ἐκαρποφόρησαν τοῦ λόγου, ὁπότε ἐβασίλευσεν ἡμῶν ἡ ἁγνεία, πρόσθεν ἀποκρατήσαντα καὶ ἀπομύσαντα τὰς βλάστας διὰ τὴν ἁμαρτίαν καὶ τὴν πολλὴν πλάνην. οὐ δὲ γὰρ ἠδύνατο τὴν εἰς ζωὴν ἀναδιδομένην ἡμῖν παρασχεῖν τροφὴν ἡ ἄμπελος ἡ ἀληθινὴ καὶ ἡ συκῆ ἡ ἀληθινὴ ἔτι τῆς συκῆς τῆς μὴ ἀληθινῆς καὶ πρὸς ἀπάτην πεποικιλμένης ἀνθούσης. ἀλλ’ὅτε κατεξήρανεν ὁ κύριος τὰ νόθα καὶ ἀντίμιμα τῶν ἀληθινῶν ἀποφηνάμενος τῇ πικροφόρῳ συκῇ, τὸ “μηκέτι γένηται καρπὸς ἐκ σοῦ εἰς τὸν αἰῶνα”, τότε τὰ ὄντως ἀνέθαλε καρποφόρα καὶ ἐβλάστησε “βρῶσιν εἰς δικαιοσύνην”. ἔστι δὲ καὶ ὅτε εἰς αὐτὸν ἀναφέρεται τὸν κύριον ἡ ἄμπελος πολλαχῶς, εἰς δὲ τὸ πνεῦμα τὸ ἅγιον ἡ συκῆ, ὡς τοῦ μὲν κυρίου τὰς καρδίας ἱλαρύνοντος τῶν ἀνθρώπων, τοῦ δὲ πνεύματος ἰωμένου. καὶ διὰ τοῦτο προστάσσεται πρῶτον Ἐζεκίας παλάθῃ καταπλασθῆναι σύκων, ὃ δή ἐστι τῷ καρπῷ τοῦ πνεύματος, ἵνα θεραπευθῇ οἱονεὶ κατὰ τὸν ἀπόστολον τῇ ἀγάπῃ. “ὁ” γὰρ “καρπὸς” φησί “τοῦ πνεύματος ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, πίστις, πραότης, ἐγκράτεια”, ὧν διὰ τὴν πολλὴν γλυκύτητα σῦκα ὁ προφήτης ἐκάλεσε. καὶ ὁ Μιχαίας δὲ “καὶ ἀναπαύσεται ἕκαστος” φησίν “ὑπὸ τὴν ἄμπελον αὐτοῦ καὶ ἕκαστος ὑποκάτω τῆς συκῆς αὐτοῦ, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν”. δῆλον γὰρ, ὅτι οἱ ὑπὸ τὴν τοῦ πνεύματος προσφυγόντες καὶ ἐπαναπαυσάμενοι καὶ τὴν τοῦ λόγου σκέπην οὐ δειλιάσουσιν οὐ δὲ πτυρήσονται τὸν ταράσσοντα τὰς καρδίας. ὅτι δὲ καὶ ἡ ἐλαία τὴν ἐπὶ Μωυσέως αἰνίσσεται νομοθεσίαν ὁ Ζαχαρίας παρίστησιν οὕτως λέγων · “καὶ ἐπέστρεψεν ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί, καὶ ἐξήγειρέν με, ὃν τρόπον ὅταν ἐξεγερθῇ ἄνθρωπος ἐξ ὕπνου αὐτοῦ, καὶ εἶπεν πρός με · τί σὺ βλέπεις; καὶ εἶπα · ἑώρακα καὶ ἰδοὺ λυχνία χρυσῆ ὅλη, καὶ τὸ λαμπάδιον ἐπάνω αὐτῆς, καὶ δύο ἐλαῖαι, μία ἐκ δεξιῶν τοῦ λαμπαδίου αὐτῆς καὶ μία ἐξ εὐωνύμων”. καὶ μετ’ὀλίγα · καὶ τίνες εἰσίν ἐρομένου αἱ ἐλαῖαι τοῦ προφήτου “αἱ ἐκ δεξιῶν τῆς λυχνίας καὶ αἱ ἐξ εὐωνύμων” καὶ “οἱ δύο κλάδοι τῶν ἐλαιῶν οἱ ἐν ταῖς χερσὶ τῶν δύο μυξωτήρων”; ἀπεκρίθη καὶ εἶπεν ὁ ἄγγελος “οὗτοι οἱ δύο υἱοὶ τῆς πιότητος, οἳ παρεστήκασι τῷ κυρίῳ πάσης τῆς γῆς”, τὰς δύο λέγων ἀρχεγόνους δυνάμεις εἶναι τὰς δορυφορούσας τὸν θεόν, αἳ ἐν τῷ οἴκῳ περὶ τὸ σχοίνισμα διὰ τῶν κλάδων ἐπιχορηγοῦσαι τὸ πνευματικὸν ἔλαιον τοῦ θεοῦ, ἵνα φῶς ἔχῃ θείας γνώσεως. οἱ γὰρ δύο κλάδοι τῶν δύο ἐλαιῶν ὁ νόμος εἰσὶ καὶ οἱ προφῆται οἱ περὶ τὸ σχοίνισμα τῆς κληρονομίας ἐπικληθέντες, οὓς ἐβλάστησεν ὁ Χριστὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον, οὔπω δυναμένων ἡμῶν χωρῆσαι τὸν καρπὸν ὅλον καὶ τὸ μέγεθος τῶν φυτῶν τούτων, πρὶν ἄρξαι τοῦ κόσμου καὶ βασιλεῦσαι τὴν ἁγνείαν · ἀλλὰ τοὺς κλάδους αὐτῶν μόνους τὸ νόμον οἱονεὶ καὶ τὴν προφητείαν πρόσθεν ἐγεωργήσαμεν, καὶ ταῦτα μετρίως πολλάκις διολισθήσαντες. τίς γὰρ Χριστὸν ἢ τὸ πνεῦμα τέλειον ἴσχυσε χωρῆσαί ποτε, μὴ καθαρεύσας πρῶτον; ἡ γὰρ πρὸς εὐδοξίαν ἐπιθυμητήντε καὶ ἐραστὴν ἐκ παίδων ἐργαζομένη τὴν ψυχὴν ἄσκησις καὶ τὸν κόσμον αὐτῇ τοῦτον μετὰ ῥᾳστώνης ἀβασάνιστον ἐκεῖ διακομίζουσα καὶ μικρῶν αἱρουμένη πόνων μεγάλας ἐλπίδας ἐστὶν ἡ ἀθανατοποιὸς τῶν σωμάτων ἡμῶν ἁγνεία, ἣν δεῖ πάντας ἀσμένως ἀνθρώπους προτιμᾶν καὶ αἰνεῖν, τοὺς μὲν ὅτι δι’αὐτὴν ἐνυμφαγωγήθησαν τῷ λόγῳ παρθενίαν ἀσκήσαντες, τοὺς δὲ, ὅτι πρὸς αὐτῆς ἠλευθερώθησαν τῆς “γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ” κατακρίσεως. οὗτος, ὦ Ἀρετή, καὶ ὁ παρ’ἐμοῦ σοι καθ’ὅσον ἐγὼ δύναμαι λόγος ὑπὲρ ἁγνείας, ὃν ἀξιῶ κα- κἂν μέτριος ᾖ, δέσποινα, καὶ ὀλίγος, προθυμότατά σε δέξασθαι παρ’ἐμοῦ τελευταίας εἰπεῖν ᾑρημένης.