Αρετη
Αρ.
Αρ.
οὐκοῦν λέγωμεν δὴ πρῶτον, αὐτόθεν ἀπ’ἀρχῆς ἀπαρξάμεναι τῆς ἐπωνυμίας, δι’ἣν αἰτίαν ἐκλήθη παρθενία τοῦτο τὸ κορυφαιότατον καὶ μακάριον ἐπιτήδευμα, οἷόντε ὂν τυγχάνει καὶ δύναμιν ἣν ἔχει καὶ εἰσύστερον ὁποίους καρποὺς ἀποτελεῖ. κινδυνεύουσι γὰρ ὀλίγου ξύμπαντες αὐτὴν ἠγνοηκέναι, καὶ μυρίων διαφέρουσαν τῶν ἄλλων τῆς ἀρετῆς πλεονεκτημάτων, ὁπόσα εἰς κάθαρσιν καὶ κόσμον διαπονούμεθα τῆς ψυχῆς. παρθεΐα γὰρ ἡ παρθενία κατὰ μίαν ὑπαλλαγὴν καλεῖται στοιχείου, ὡς δὴ μόνη τὸν ἔχοντα καὶ τετελεσμένον αὐτῆς τὰς ἀφθόρους τελετὰς θεῷ παρεικάζουσα, οὗ μεῖζον ἀγαθὸν ἀδύνατον εὑρεῖν ἡδονῆς καὶ λύπης ἀπῳκισμένον · καὶ τὸ τῆς ψυχῆς καταρδόμενον ἀληθῶς αὔξεταίτε καὶ κουφίζεται πτέρωμα, τῶν ἀνθρωπίνων ἐξίπτασθαι καθ’ἡμέραν ἐθιζόμενον σπουδασμάτων. ἐπειδὴ γὰρ πανήγυριν τὸν βίον ἡμῶν εἶναι σοφῶν παῖδες εἰρήκεσαν, ἡμᾶς δὲ τὸ δρᾶμα τῆς ἀληθείας τὴν δικαιοσύνην ἥκειν ὡς εἰς θέατρον ἐπιδειξομένους, ἀντιτεχνούντων ἡμῖν καὶ ἀνταγωνιζομένων τοῦ διαβόλου καὶ τῶν δαιμόνων, ἀνανεύοντας ἄνω δεῖ καὶ ἀνιπταμένους μετεωρίζεσθαι καὶ φεύγειν τὰ θέλγητρα τῆς καλλιφωνίας αὐτῶν καὶ τὰ σχήματα ἔξωθεν φαντασίᾳ σωφροσύνης ἐπικεχρωσμένα, μᾶλλον ἢ τὰς Σειρῆνας μᾶλλον τὰς Ὁμηρικάς. κηλούμενοι γὰρ ταῖς ἡδοναῖς τῆς πλάνης πτερορρυοῦσι πολλοὶ καὶ βαρύνονται εἰς τὸν καθ’ἡμᾶς βίον ἥκοντες, χαυνωθέντων αὐτοῖς καὶ χαλασθέντων τῶν τόνων, καθ’οὓς ἡ τῶν πτερῶν τῆς σωφροσύνης συγκρατεῖται φύσις, κουφίζουσα τὰ κάτω νεύοντα περὶ τὴν φθορὰν τῶν σωμάτων. ὅθεν, ὦ Ἀρετή, εἴτε δι’ἑαυτὴν, εἴτε διὰ τὸ αἴρειν καὶ μετεωρίζειν πρὸς οὐρανὸν τὰς ψυχὰς ταύτην ἔσχηκας τὴν ἐπωνυμίαν ἐπὶ λευκοτάτων ἀεὶ βαίνουσα φρενῶν, ἴθι μοι συναντιληψομένη τοῦ λόγου, ὃν αὐτὴ προσέταξας εἰπεῖν. οἱ γὰρ πτερορρυήσαντες καὶ πεσόντες εἰς τὰς ἡδονὰς οὐ πρότερον λήγουσι λύπης καὶ πόνων, ἔστ’ἂν τῇ τοῦ πάθους ἐπιθυμίᾳ τὴν ἀνάγκην ἐκπληροῦντες τῆς ἀκρασίας ἀμύητοι καὶ ἀτελεῖς τοῦ τῆς ἀληθείας ἀπομείνωσι δράματος ἀντὶ τῆς μετ’αἰδοῦς καὶ σωφροσύνης παιδοποιήσεως ἀγρίαις ἐρώτων λυττήσαντες ἡδοναῖς. αἱ δὲ εὔπτεροι καὶ κοῦφαι εἰς τὸν ὑπερκόσμιον τόπον ὑπερκύψασαι τοῦ βίου καὶ ἰδοῦσαι μακρόθεν, ἃ μὴ ἕτερος ἀνθρώπων ἐθεάσατο, τοὺς λειμῶνας αὐτοὺς τῆς ἀφθαρσίας, ἀμήχανα κάλλη καὶ ἄνθη φέροντας καὶ πεπληρωμένους, ἀεὶ πρὸς αὐτούς εἰσιν ἀναπολοῦσαι τὰ ἐκεῖ θεάματα καὶ διὰ τοῦτο μικρὰ ἡγοῦνται τὰ ἐνταῦθα νομιζόμενα καλά, πλούτους καὶ δόξας καὶ γένη καὶ γάμους, καὶ οὐ δέ τι ἐκείνων περὶ πλείονος ποιοῦνται. ἀλλὰ καὶ εἴ τις αὖ τοῖς θηρίοις ἢ πυρὶ τὰ σώματα βούλοιτο παραδιδόναι καὶ τιμωρεῖσθαι, ἑτοίμως ἔχουσι τῶν ἀλγηδόνων ἀφροντιστεῖν διὰ τὸν ἐκείνων πόθον καὶ τὴν ἐκείνων ἔκπληξιν, ὥστε δοκεῖν αὐτὰς καὶ ἐν κόσμῳ οὔσας μὴ εἶναι ἐν κόσμῳ, ἀλλὰ τῷ φρονήματι καὶ τῇ ὁρμῇ τῆς ἐπιθυμίας εἰς τὴν ἄγυριν ἤδη τῶν ἐν τοῖς οὐρανοῖς τυγχάνειν. οὐ γὰρ θέμις ἐπὶ γῆς βρίθειν κατὰ τὴν ἑαυτοῦ φύσιν τῷ τῆς παρθενίας πτερῷ, ἀλλ’ἄνω φέρειν εἰς καθαρὸν αἰθέρα καὶ τὸν τῶν ἀγγέλων γείτονα βίον. ὅθεν καὶ πρῶται τῶν ἄλλων μετὰ τὴν ἀνάκλησιν καὶ τὴν ἐντεῦθεν ἐκδημίαν αἱ ὀρθῶς καὶ πιστῶς παρθενεύσασαι τῷ Χριστῷ τὰ νικητήρια φέρονται τῶν ἄθλων τοῖς τῆς ἀφθαρσίας ἄνθεσι στεφθεῖσαι πρὸς αὐτοῦ. ἅμα γὰρ τῷ καταλεῖψαι τὸν κόσμον τὰς ψυχὰς λόγος ἔχει ταῖς παρθένοις ὑπαντῶντας ἀγγέλους μετὰ πολλῆς εὐφημίας εἰς τοὺς προειρημένους παραπέμπειν λειμῶνας αὐτάς, εἰς οὓς καὶ πρόσθεν ἐλθεῖν ἐγλίχοντο, μακρόθεν αὐτοὺς φαντασιωθεῖσαι τότε, ὁπότε ἔτι ἐπενδημοῦσαι τοῖς σώμασιν ἰνδάλλοντο τὰ θεῖα. ἐνταῦθα οὖν δὴ ἐλθούσας θαυμαστά τινα θεάσασθαι καὶ ἐκλάμποντα καὶ μακάρια κάλλη καὶ ὁποῖα ἐξειπεῖν εἰς ἀνθρώπους δυσχερές. εἶναι γὰρ αὐτὴν δικαιοσύνην καὶ αὐτὴν σωφροσύνην, ἀγάπην αὐτὴν ἐκεῖ καὶ ἀλήθειαν καὶ φρόνησιν καὶ τὰ ἄλλα ὡσαύτως ἐπιφανῆ τῆς σοφίας ἄνθη καὶ φυτά, ὧν ἡμεῖς ἐνθάδε σκιὰς μόνας φασματώδεις ὀνειρώσσοντες, ἀπὸ τῶν πράξεων ἡγούμεθα τῶν ἀνθρωπίνων συνίστασθαι, ὅτι μὴ ἔστιν αὐτῶν δεῦρο μηδὲν εἴδωλον καταφανὲς, ἀλλ’ἀπεικονίσματα μόνον ἀειδῆ, ἃ δὴ καὶ αὐτὰ σκοτεινῶς πολλάκις ἀπεικάζοντες αἰσθανόμεθα. οὐ γὰρ ἂν πώποτε δικαιοσύνης αὐτῆς ἢ συνέσεως ἢ εἰρήνης ὀφθαλμοῖς ἐθεάσατό τις μέγεθος ἢ σχῆμα ἢ κάλλος · ἐκεῖ δὲ ἐν τῷ ὄντι, ὡς εἰσίν ὁλοτελῆ βλέπονται καὶ σαφῆ. εἶναι γὰρ δένδρον τι σωφροσύνης αὐτῆς, εἶναι ἀγάπης, εἶναι συνέσεως, ὥσπερ καὶ τῶν ἐνθάδε τὰ φυτὰ καρπῶν, οἷον σταφυλῆς ἢ ῥόας ἢ μήλων. οὕτω δὴ κα- κἀκείνων βλέπεσθαι μὲν καὶ ἔδεσθαι τοὺς καρπούς, οὐ μὴν ἀπόλλυσθαι καὶ φθίνειν, ἀλλ’εἰς ἀθανασίαν αὔξειν καὶ θειότητα καὶ τοὺς δρεπομένους · καθὼς κα- κἀκεῖνος, ἐξ οὗ πάντες ἐσμέν, πρὸ τοῦ παραπεσεῖν καὶ πηρωθῆναι τὰς ὄψεις ἐν τῷ παραδείσῳ τυγχάνων ἀπεκαρπεύετο, τοῦ θεοῦ θεμιστεύοντος τὸν ἄνθρωπον τῶν τῆς σοφίας ἐργάτην τεθῆναι καὶ φύλακα φυτῶν. τοιούτους γὰρ ἦν καρποὺς πεπιστευμένος γεωργεῖν καὶ ὁ πρῶτος Ἀδάμ. καὶ ὁ Ἱερεμίας δὲ ταῦτα τυγχάνειν ἰδικῶς ἔν τινι τόπῳ καὶ ἀφεστῶτι μεγάλην ἀπόστασιν τῆς καθ’ἡμᾶς οἰκουμένης οἶδεν, ἔνθα τοὺς ἐξολισθήσαντες τῶν αἰωνίων ἀγαθῶν κατοικτίζων λέγει. μάθετε “ποῦ ἐστιν φρόνησις, ποῦ ἐστιν ἰσχύς, ποῦ ἐστιν ἡ σύνεσις τοῦ γνῶναι ἅμα, ποῦ ἐστιν μακροβίωσις καὶ ζωή, ποῦ ἐστιν φῶς ὀφθαλμῶν καὶ εἰρήνη. τίς εὗρεν τὸν τόπον αὐτῆς, ἢ τίς εἰσῆλθεν εἰς τοὺς θησαυροὺς αὐτῆς”; . τούτων οὖν διελθούσας εἰς τοὺς θησαυροὺς ἀποκαρπεύεσθαι λόγος τῶν ἀρετῶν τὰς παρθένους εὐτάκτοις φωσὶ καὶ πολλοῖς καταρδομένας, ἃ δίκην πηγῆς αὐταῖς ὁ θεὸς ἀνερεύγεται, καταλάμπων ἐκεῖνον τὸν αἰῶνα φωσὶν ἀδύτοις. ἀεὶ δὲ χορεύουσιν ἐμμελῶς γεραίρουσαι τὸν θεόν · περικέχυται γὰρ αὐταῖς ἀὴρ καθαρὸς καὶ μὴ καθιππευόμενος ἡλίῳ. νῦν οὖν, ὦ παρθένοι, σωφροσύνης ἀχράντου θυγατέρες, ὑπὲρ ζωῆς ἡμῖν ἀφθόρου καὶ βασιλείας οὐρανῶν ἡ σπουδή. εἰς τὴν αὐτὴν δόξαν τῆς ἁγνείας καὶ ὑμεῖς προθύμως ταῖς πρὸ ὑμῶν συμφρονήσατε, ὀλίγα φροντίσασαι τοῦ βίου · οὐ γὰρ μικρὸν εἰς ῥᾳστώνην ἀφθαρσίας ἁγνεία, ἀνωφερῆ τὴν σάρκα πρὸς ὕψος αἴρουσα καὶ τὸ κάθυγρον αὐτῇ ἀναξηραίνουσα καὶ πηλῶδες βάρος ὁλκῇ μείζονι. μη δὲ βριθέτω τῆς ἀκοῆς ὁ ῥύπος ῥέπων εἰς τὴν γῆν, μη δὲ μετακοσμείτω λύπη τὴν χαράν ἐκτήκουσα τὰς ἐπὶ τοῖς κρείττοσιν ἐλπίδας · ἀλλὰ ἀτρύχως ἀποσείεσθε τὰς ἐπισυμβαινούσας ὑμῖν συμφοράς, μὴ θολοῦσαι γόοις τὸν λογισμόν. νικάτω γὰρ ἡ πίστις πάντῃ, καὶ ἀπωθείσθω τὸ φῶς αὐτῆς τὰ φαινόμενα τοῦ πονηροῦ περὶ τὴν καρδίαν φάσματα. ὥσπερ γὰρ ὁπόταν ἡ σελήνη τὸν οὐρανὸν αἴγλης ἐκλάμψασα πληρώσῃ καὶ πᾶς ὁ ἀὴρ αἴθριος γενηθῇ, ἄφνω δὲ νεφέλαι ποθὲν ἐκ δυσμῶν ὑποδραμοῦσαι βάσκανοι πρὸς ὀλίγον τὸ φῶς αὐτῆς ἐπισκιάζουσιν, οὐ μὴν ἀφαιροῦνται, ἅτε εὐθέως τῇ ῥύμῃ τοῦ πνεύματος ἐξωθούμεναι · οὕτω δὴ καὶ ὑμεῖς ἐν τῷ κόσμῳ λάμπουσαι τὴν ἁγνείαν, ὑπὸ θλίψεων ὀχληθεῖσαι καὶ πόνων, ὦ παρθένοι, μὴ ὀκλάσητε πρὸς τὰς ἐλπίδας. ἐξωθοῦνται γὰρ τῷ πνεύματι τὰ ἐκ τοῦ πονηροῦ νέφη, ἐὰν ὥσπερ ἡ μήτηρ ὑμῶν καὶ ὑμεῖς, ἡ γεννῶσα τὸν ἄρσενα παρθένος ἐν τῷ οὐρανῷ, μὴ δειλιάσητε λοχῶντα καὶ ἐφεδρεύοντα τὸν ὄφιν · περὶ ἧς ἐγὼ πρὸς ὑμᾶς ἀμηγέπη διεξελεύσομαι δηλοῦσα · καιρὸς γὰρ τὰ νῦν. “καὶ ὤφθη μέγα σημεῖον ἐν τῷ οὐρανῷ” τὴν Ἀποκάλυψιν ὁ Ἰωάννης ἐξηγούμενος λέγει, “γυνὴ περιβεβλημένη τὸν ἥλιον, καὶ ἡ σελήνη ὑποκάτω τῶν ποδῶν αὐτῆς, καὶ ἐπὶ τῆς κεφαλῆς αὐτῆς στέφανος ἀστέρων δώδεκα, καὶ ἐν γαστρὶ ἔχουσα κράζει ὠδίνουσα καὶ βασανιζομένη τεκεῖν. καὶ ὤφθη ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ · καὶ ἰδοὺ δράκων πυρρὸς μέγας, ἔχων κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ ἑπτὰ διαδήματα, καὶ ἡ οὐρὰ αὐτοῦ σύρει τὸ τρίτον μέρος τῶν ἀστέρων τοῦ οὐρανοῦ, καὶ ἔβαλεν αὐτοὺς εἰς τὴν γῆν · καὶ ὁ δράκων ἕστηκεν ἐνώπιον τῆς γυναικὸς τῆς μελλούσης τεκεῖν, ἵνα, ὅταν τέκῃ, τὸ τέκνον αὐτῆς καταφάγῃ. καὶ ἔτεκεν υἱὸν ἄρσενα, ὃς μέλλει ποιμαίνειν πάντα τὰ ἔθνη ἐν ῥάβδῳ σιδηρᾷ · καὶ ἡρπάσθη τὸ τέκνον αὐτῆς πρὸς τὸν θεὸν καὶ πρὸς τὸν θρόνον αὐτοῦ · καὶ ἡ γυνὴ ἔφυγεν εἰς τὴν ἔρημον, ὅπου ἔχει ἐκεῖ τόπον ἡτοιμασμένον ὑπὸ τοῦ θεοῦ, ἵνα ἐκεῖ τρέφωσιν αὐτὴν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα”. καὶ τὰ μὲν οὖν περὶ τῆς γυναικὸς ἱστορούμενα καὶ τοῦ δράκοντος ὡς ἐν ἐπιτομῇ τέλος ἔχει · περὶ δὲ τοῦ τὴν ἐπίλυσιν αὐτῶν ἀνεύρασθαι καὶ εἰπεῖν, μεῖζον ἢ καθ’ἡμᾶς. ὅμως τολμητέον, πιστεύσασαν τῷ κελεύσαντι τὰς γραφὰς ἐρευνᾶν. εἰ οὖν καὶ σφῷν τὰ λεγόμενα συνδοκεῖ, χαλεπὸν οὐδὲν ἤδη στείλασθαι. πάντως γὰρ συγγνώσεσθε, πρὸς τὴν ἀκρίβειαν τῆς γραφῆς ἐὰν μὴ δυνηθῶ διαρκέσαι. ἡ ὀφθεῖσα περιβεβλημένη τὸν ἥλιον ἐν τῷ οὐρανῷ γυνὴ καὶ στέφανον ἐξ ἀστέρων περικειμένη δώδεκα, ἧς τὴν ἕδραν εἶχεν ἡ σελήνη πρὸς τοῖς ποσί, καὶ ὠδίνουσα καὶ βασανιζομένη τεκεῖν αὕτη κυρίως ἐστὶ κατὰ τὸν ἀκριβῆ λόγον ἡ μήτηρ ἡμῶν, ὦ παρθένοι, δύναμίς τις οὖσα καθ’ἑαυτὴν, ἑτέρα τῶν τέκνων, ἣν ὁτὲ μὲν Ἱερουσαλὴμ οἱ προφῆται κατὰ τὴν σύνοψιν τῶν ἐπιφερομένων, ὁτὲ δὲ νύμφην, ὁτὲ δὲ Σιὼν ὄρος, ὁτὲ δὲ ναὸν καὶ σκηνὴν τοῦ θεοῦ κεκλήκασιν. ἡ γὰρ παρορμωμένη φωτίζεσθαι δύναμις ἐν τῷ προφήτῃ, “φωτίζου, φωτίζου” – κεκραγότος αὐτῇ τοῦ πνεύματος – “Ἰερουσαλήμ · ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα κυρίου ἐπὶ σὲ ἀνατέταλκεν. ἰδοὺ καλύψει σκότος καὶ γνόφος γῆν, καλύψει ἐπ’ἔθνη · ἐπὶ δὲ σὲ φανήσεται κύριος, καὶ ἡ δόξα κυρίου ἐπὶ σὲ ὀφθήσεται. καὶ πορεύσονται βασιλεῖς ἐν τῷ φωτί σου καὶ ἔθνη ἐν τῇ λαμπρότητί σου. ἀνάβλεψον κύκλῳ τοὺς ὀφθαλμοὺς σου καὶ ἴδε συνηγμένα τὰ τέκνα σου. ἥκασι πάντες οἱ υἱοί σου μακρόθεν, καὶ αἱ θυγατέρες σου ἐπ’ὤμων ἀρθήσονται” ἔστιν ἡ ἐκκλησία · ἧς τὰ τέκνα πασσυδὶ μετὰ τὴν ἀνάστασιν πάντοθεν πρὸς αὐτὴν ἥξει καταθέοντα ἐν αὐτῇ, δεχομένητε τὸ φῶς τὸ ἀνέσπερον, τὴν λαμπρότητα στολῆς σχήματι περιβεβλημένη τοῦ λόγου, ἥδεται. ποίῳ γὰρ ἄλλῳ τιμαλφεστέρῳ κόσμῳ ἢ τιμιωτέρῳ τὴν βασίλισσαν ἔπρεπε κοσμηθεῖσαν νυμφαγωγηθῆναι τῷ κυρίῳ, “φῶς ὡς ἱμάτιον” λαβοῦσαν, διὸ καὶ αὐτὴν ὑπὸ τοῦ πατρὸς ἀνακληθῆναι; ἴτε γὰρ ἀναβᾶσαι τῷ λόγῳ θεάσασθε ὥσπερ τὰς πρὸς γάμον παρθένους γυναῖκα μεγάλην, καθαρὸν καὶ ἄχραντον ὅλον καὶ μόνιμον κάλλος καὶ οὐδὲν ἐλαττούμενον τῆς λαμπρότητος τῶν φώτων ἀποστίλβουσαν, καὶ ἀντὶ μὲν στολῆς αὐτὸ φῶς ἠμφιεσμένην, ἀντὶ δὲ τιμίων λίθων ἀστράσι φαιδροῖς τὴν κεφαλὴν κεκοσμημένην. ὃ γὰρ ἡμῖν ἐσθής, τοῦτο ἐκείνῃ φῶς, ὅδε ἡμῖν χρυσὸς ἢ διαφανεῖς λίθοι, τοῦτο ἐκείνῃ τὰ ἄστρα · ἄστρα δὲ οὐχ ὁποῖα ταῦτα τὰ ἐν τῷ οὐρανίῳ κείμενα τόπῳ, ἀλλά τινα κρείττω καὶ εὐφεγγέστερα, ὥστε εἰκόνας ἐκείνων μᾶλλον νομίζεσθαι ταῦτα καὶ ἀπεικονίσματα. βεβηκέναιτε ἐπὶ τῆς σελήνης, σελήνην, ὡς ἡγοῦμαι, τροπικῶς τὴν πίστιν τῶν ἀποκαθαιρομένων τὴν φθορὰν τῷ λουτρῷ λέγων, διὰ τὸ προσεοικέναι τὸ φῶς αὐτῆς μᾶλλον ὕδατι χλιαρῷ καὶ πᾶσαν ἐξ αὐτῆς ἠρτῆσθαι τὴν ὑγρὰν οὐσίαν. ἐφέστηκεν οὖν ἐπὶ τῆς πίστεως καὶ προσλήψεως ἡμῶν ἡ ἐκκλησία κατὰ τὴν τῆς σελήνης σύνοψιν, μέχριπερ ἂν “εἰσέλθῃ τὸ πλήρωμα τῶν ἐθνῶν”, ὠδίνουσα καὶ ἀναγεννῶσα τοὺς ψυχικοὺς εἰς πνευματικούς, καθ’ὃν λόγον καὶ μήτηρ ἐστίν. ὥσπερ γὰρ σπορὰν ἀνδρὸς ἀμόρφωτον ὑποδεξαμένη γυνὴ περιόδοις χρόνων ἄνθρωπον ὁλόκληρον ἀποκύει, ταύτῃ δὴ καὶ τοὺς προσφεύγοντας τῷ λόγῳ φήσειεν ἄν τις συλλαβοῦσαν ἀεὶ τὴν ἐκκλησίαν καὶ τὴν καθ’ὁμοίωσιν ἰδέαν αὐτοὺς καὶ μόρφωσιν μορφοῦσαν τοῦ Χριστοῦ περιόδοις χρόνων πολίτας τῶν μακαρίων ἐκείνων αἰώνων ἐργάζεσθαι. ὅθεν ἐξ ἀνάγκης αὐτὴν ἐφεστάναι δεῖ τῷ λουτρῷ τοὺς λουομένους γεννῶσαν · τούτῳ γὰρ καὶ σελήνη κέκληται τῷ τρόπῳ ἡ περὶ τὸ λουτρὸν αὐτῆς ἐνέργεια, ἐπειδὴ νέον σέλας ἀνανεασθέντες οἱ ἀναγεννώμενοι λάμπουσιν, ὅ ἐστι νέον φῶς, ὅθεν καὶ νεοφώτιστοι καλοῦνται περιφραστικῶς · τὴν πνευματικὴν αὐτοῖς πανσέληνον κατὰ τὴν περίοδον τοῦ πάθους καὶ τὴν ἀνάμνησιν νέαν ἀεὶ παραφαινούσης, ἔστ’ἂν ἡ αὐγὴ καὶ τὸ φῶς τὸ τέλειον ἀνατείλῃ τῆς μεγάλης ἡμέρας. ἐὰν δέ τις, οὐδὲν γὰρ χαλεπὸν ἔτι διαρρήδην εἰπεῖν, ἀγανακτήσας φράσῃ πρὸς τὰ προειρημένα · καὶ πῶς ὑμῖν ἡ ἐξήγησις ἔτι, ὦ παρθένοι, γίνεται κατὰ νοῦν τῆς γραφῆς, ὁπότε ἡ μὲν Ἀποκάλυψις ἄρσενα τὴν ἐκκλησίαν διορίζεται γεννᾶν, ὑμεῖς δὲ ἀπὸ τῶν ἀπολουομένων παρειλήφατε τὰς τελεσφορουμένας ὠδῖνας αὐτῆς πληροῦσθαι λουομένας; λέξομεν · ἀλλ’, ὦ φιλαίτιε, ἀλλ’οὐ δέ σοι πάρεστιν ἀποδεῖξαι τὸν Χριστὸν αὐτὸν εἶναι τὸν γεννώμενον · πάλαι γὰρ πρὸ τῆς Ἀποκαλύψεως ἐπεπλήρωτο τὸ μυστήριον τῆς ἐνανθρωπήσεως τοῦ λόγου, ὁ δὲ Ἰωάννης περὶ παρόντων καὶ μελλόντων θεσμῳδεῖ. ὁ δὲ Χριστὸς πάλαι κυηθεὶς οὐχ ἡρπάσθη, ὁπότε ἐτέχθη πρὸς τὸν θρόνον τοῦ θεοῦ φόβῳ τοῦ μὴ λυμήνασθαι αὐτὸν τὸν ὄφιν · ἀλλὰ διὰ τοῦτο ἐγεννήθη καὶ κατῆλθεν αὐτὸς ἀπὸ τῶν θρόνων τοῦ πατρὸς, ἵνα τὸν δράκοντα χειρώσηται μείνας προστρέχοντα τῇ σαρκί. ὥστε ἀνάγκῃ ὁμολογεῖν δεῖ καί σε τὴν ἐκκλησίαν εἶναι τὴν ὠδίνουσαν καὶ γεννῶσαν τοὺς ἀπολυτρουμένους, ὥς που καὶ ἐν Ἡσαΐᾳ τὸ πνεῦμά φησι “πρὶν τὴν ὠδίνουσαν τεκεῖν καὶ πρὶν ἐλθεῖν τὸν πόνον τῶν ὠδίνων, ἐξέφυγεν καὶ ἔτεκεν ἄρσενα. τίς ἤκουσεν τοιοῦτο, καὶ τίς ἑώρακεν οὕτως; εἰ ὤδινεν ἡ γῆ ἐν μιᾷ ἡμέρᾳ, εἰ δὲ καὶ τέκοι ἔθνος εἰσάπαξ; ὅτι ὠδίνησε Σιὼν καὶ ἔτεκεν τὰ τέκνα αὐτῆς”. τίνα ἐξέφυγεν ἢ πάντως τὸν δράκοντα, ἵνα γεννήσῃ τὸν λαὸν ἡ νοητὴ Σιὼν τὸν ἄρσενα, τὸν τῶν γυναικείων παθῶν καὶ τῆς ἐκλύσεως εἰς τὴν ἑνότητα τοῦ κυρίου καταντήσαντα καὶ ἀπαρσενωθέντα τῇ σπουδῇ; λέγωμεν οὖν πάλιν ἐξ ἀρχῆς ἐπαναπολήσασαι, μέχριπερ ἂν καθεξῆς πρὸς τὸ τέλος ἔλθωμεν ἐξηγούμεναι τὰ προειρημένα. σκόπει οὖν, ἐάν πως καὶ σοὶ δοκῇ πρὸς εὐδοξίαν ὁ λόγος πληροῦσθαι. ἐγὼ γὰρ τὸν ἄρσενα ταύτῃ γεννᾶν εἰρῆσθαι νομίζω τὴν ἐκκλησίαν, ἐπειδὴ τοὺς χαρακτῆρας καὶ τὴν ἐκτύπωσιν καὶ τὴν ἀρρενωπίαν εἰλικρινῶς τοῦ Χριστοῦ προσλαμβάνουσιν οἱ φωτιζόμενοι, τῆς “καθ’ὁμοίωσιν” μορφῆς ἐν αὐτοῖς ἐκτυπουμένης τοῦ λόγου καὶ ἐν αὐτοῖς γεννωμένης κατὰ τὴν ἀκριβῆ γνῶσιν καὶ πίστιν, ὥστε ἐν ἑκάστῳ γεννᾶσθαι τὸν Χριστὸν νοητῶς. καὶ διὰ τοῦτο ἡ ἐκκλησία σπαργᾷ καὶ ὠδίνει, μέχριπερ ἂν ὁ “Χριστὸς” ἐν ἡμῖν “μορφωθῇ” γεννηθείς, ὅπως ἕκαστος τῶν ἁγίων τῷ μετέχειν Χριστοῦ Χριστὸς γεννηθῇ · καθ’ὃν λόγον καὶ ἔν τινι γραφῇ φέρεται τὸ “μὴ ἅψησθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε”, οἱονεὶ Χριστῶν γεγονότων τῶν κατὰ μετουσίαν τοῦ πνεύματος εἰς Χριστὸν βεβαπτισμένων, συλλαμβανούσης ἐνταῦθα τὴν ἐν τῷ λόγῳ τράνωσιν αὐτῶν καὶ μεταμόρφωσιν τῆς ἐκκλησίας. βεβαιοῖ δὲ τοῦτο καὶ Παῦλος φανερῶς διδάσκων, ἔνθα φησί “τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν θεὸν καὶ πατέρα, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται, ἵνα δῷ ὑμῖν κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ δύναμιν κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον, κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν”. εἰς γὰρ τὰς ἀναγεννωμένων ψυχὰς ἀναγκαῖον ἐξομοργνύμενον ἐκτυποῦσθαι τὸν λόγον τῆς ἀληθείας. ἔοικε δὲ τοῖς εἰρημένοις καὶ τοῦτο μάλιστα προσεοικέναι καὶ συμφωνεῖν τὸ χρησμῳδούμενον ἄνωθεν ἐξ αὐτοῦ τοῦ πατρὸς τῷ Χριστῷ ἐπὶ τὸν ἁγνισμὸν ἥκοντι τοῦ ὕδατος ἐν τῷ Ἰορδάνῃ · “υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε”. παρατηρητέον γὰρ, ὅτι τὸ μὲν υἱὸν αὐτοῦ εἶναι ἀορίστως ἀπεφήνατο καὶ ἀχρόνως · “εἶ” γάρ “υἱός” αὐτῷ ἔφη, καὶ οὐ γέγονας, ἐμφαίνων μήτε πρόσφατον αὐτὸν τετυχηκέναι τῆς υἱοθεσίας μήτε αὖ προϋπάρξαντα μετὰ ταῦτα τέλος ἐσχηκέναι, ἀλλὰ προγεννηθέντα καὶ ἔσεσθαι καὶ εἶναι τὸν αὐτόν. τὸ δέ “ἐγὼ σήμερον γεγέννηκά σε”, ὅτι προόντα ἤδη πρὸ τῶν αἰώνων ἐν τοῖς οὐρανοῖς ἐβουλήθην καὶ τῷ κόσμω γεννῆσαι, ὃ δή ἐστι πρόσθεν ἀγνοούμενον γνωρίσαι. ἀμέλει τοῖς μηδέπω τῶν ἀνθρώπων συνῃσθημένοις τὴν πολυποίκιλον σοφίαν τοῦ θεοῦ ὁ Χριστὸς οὐδέπω γεγέννηται, ὅπερ ἐστὶν οὐδέπω ἐγνώσθη, οὐδέπω πεφανέρωται, οὐδέπω ἐφάνη. εἰ δὲ αἴσθοιντο καὶ οὗτοι τῆς χάριτος τὸ μυστήριον, τότε δὴ καὶ αὐτοῖς, ὁπότε ἐπέστρεψαν καὶ ἐπίστευσαν, κατὰ τὴν γνῶσιν καὶ τὴν σύνεσιν γεννᾶται. διὸ καὶ προσηκόντως ἐντεῦθεν ἡ ἐκκλησία τὸν ἄρσενα λόγον ἐν τοῖς ἁγνιζομένοις ἀεὶ μορφοῦν λέγεται καὶ γεννᾶν. καὶ τὰ μὲν δὴ περὶ τῶν ὠδίνων αὐτῆς εἰς δύναμιν εἴρηται · τὰ δὲ περὶ τοῦ δράκοντος καὶ τῶν ἄλλων τῇδε μεταληπτέον. οὐκοῦν πειρώμεθα πάλιν ἀμωσγέπως δηλοῦν, ὦ παρθένοι, μηδὲν ἀποδειλιῶσαι πρὸς τὸ μέγεθος τῶν αἰνιγμάτων τῆς γραφῆς · εἰ δέ τι δύσκολον ἐμπίπτοι τοῖς λόγοις, ἐγὼ πάλιν ὑμᾶς ὥσπερ ποταμὸν διαβιβάσω. ὁ δράκων ὁ μέγας, ὁ πυρρός, ὁ πολύτροπος, ὁ πολυσχιδής, ὁ ἑπτακέφαλος, ὁ κερασφόρος, ὁ σύρων “τὸ τρίτον τῶν ἀστέρων”, ὃς ἕστηκεν ἐφεδρεύων, “ἵνα τὸ τέκνον τῆς ὠδινούσης γυναικὸς καταφάγῃ”, ὁ διάβολος οὗτός ἐστιν, ὁ ἐνεδρεύων, ὁ λοχῶν λυμήνασθαι τῶν φωτισθέντων τὸν χριστόληπτον νοῦν καὶ τὴν ἐκτύπωσιν καὶ τράνωσιν τὴν ἐν αὐτοῖς ἀποτεχθεῖσαν τοῦ λόγου. ἀλλ’ἀστοχεῖ καὶ σφάλλεται τῆς ἄγρας ἄνω πρὸς ὕψος ἁρπαζομένων τῶν ἀναγεννωμένων “πρὸς τὸν θρόνον” τοῦ θεοῦ · ὃ δή ἐστιν ἄνω περὶ τὴν θείαν ἕδραν καὶ τὴν ἀσκανδάλιστον ὑπόβασιν τῆς ἀληθείας αἴρεται τὸ φρόνημα τῶν ἀνακαινισθέντων, τὰ ἐκεῖ βλέπειν καὶ τὰ ἐκεῖ φαντάζεσθαι παιδαγωγούμενον, ἵνα μὴ ἀπατηθῇ πρὸς τοῦ δράκοντος βρίθοντος κάτω · οὐ γὰρ αὐτῷ θέμις τοὺς ἄνω νεύοντας καὶ τοὺς ἄνω βλέποντας ἀφανίσαι. οἱ δὲ ἀστέρες εἰσίν, οὓς τῷ τῆς οὐρᾶς ἄκρῳ κατὰ κορυφῆς ἐφαπτόμενος “εἰς τὴν γῆν” κατασπᾷ, τῶν αἱρέσεων αἱ συστροφαί · ἀστέρας γὰρ ἀμυδροὺς καὶ ταπεινοστρεφεῖς τὰς ἐπισυνόδους εἶναι τῶν ἑτεροδόξων φραστέον, ἐπειδὴ τῶν οὐρανίων ἐπιστήμονες εἶναι δὴ βούλονται καὶ αὐτοὶ καὶ εἰς Χριστὸν πεπιστευκέναι καὶ τὴν ἕδραν ἔχειν τῆς ψυχῆς ἐν τοῖς οὐρανοῖς καὶ πλησιάζειν τοῖς ἄστροις “ὡς φωτὸς τέκνα”. ἀλλὰ κατασύρονται τοῦ δράκοντος ἐκσεισθέντες ταῖς πλοκαῖς, ὅτι μὴ τῶν τριγώνων εἴσω τῆς εὐσεβείας ἔστησαν σχημάτων πταίσαντες αὐτῆς περὶ τὴν ὀρθόδοξον θρησκείαν · ὅθεν καὶ “τρίτον τῶν ἀστέρων” ἐκλήθησαν “μέρος” οἷον περὶ ἕνα τὸν ἀριθμὸν τῆς τριάδος διεσφαλμένοι, ὁτὲ μὲν τὸν τοῦ πατρός, ὡς Σαβέλλιος, αὐτὸν τὸν παντοκράτορα λέξας πεπονθέναι, ὁτὲ δὲ τὸν τοῦ υἱοῦ, ὡς Ἀρτεμᾶς καὶ οἱ δοκήσει αὐτὸν ἀποφηνάμενοι πεφηνέναι, ὁτὲ δὲ περὶ τὸν τοῦ πνεύματος, ὡς Ἐβιωναῖοι, ἐξ ἰδίας κινήσεως τοὺς προφήτας φιλονεικοῦντες λελαληκέναι · Μαρκίωνος γὰρ καὶ Οὐαλεντίνου καὶ τῶν περὶ τὸν Ἐλχασαῖον καὶ τοὺς ἄλλους καλὸν μη δὲ μνημονεῦσαι. ἡ δὲ γεννήσασα καὶ γεννῶσα τὸν ἀρσενωπὸν ἐν ταῖς καρδίαις τῶν πιστευόντων λόγον καὶ ἄχραντος καὶ ἀβλαβὴς ἀπὸ τοῦ θηρὸς τῆς ὀργῆς εἰς τὴν ἔρημον παραγενομένη ἡ μήτηρ ἡμῶν ἐστιν, ὡς ἀποδεδώκαμεν, ἡ ἐκκλησία. ἡ δὲ ἔρημος, εἰς ἣν ἐλθοῦσα τρέφεται τὰς χιλίας καὶ διακοσίας ἡμέρας καὶ ἑξήκοντα, ἡ κακῶν ἔρημος ἀληθῶς καὶ ἄγονος καὶ στείρα φθορᾶς καὶ δυσπρόσιτος καὶ δύσβατος τοῖς πολλοῖς, εὔκαρπος δὲ καὶ εὔβοτος καὶ εὐθαλὴς καὶ εὐεπίβατος ἁγίοις καὶ πληθύνουσα σοφίας καὶ βλαστάνουσα ζωήν, ἐστὶ τοῦτο αὐτὸ δὴ τῆς Ἀρετῆς τὸ κάλλιστον καὶ καλλίδενδρον καὶ καλλίπνουν χωρίον · ἐνθάδ’ἐξηγέρθη ὁ νότος καὶ διέπνευσεν ὁ βορρᾶς, καὶ ῥέουσι τὰ ἀρώματα καὶ πάντα τῶν ἀμβροσίων πεπλήρωται δρόσων, ἀθανάτου ζωῆς βλάσταις ἀμαράντοις κατεστεμμένα, εἰς ὅ ἐσμεν ἡμεῖς ἀνθολογοῦσαι νῦν καὶ πλέκουσαι τῇ βασιλίσσῃ τὸν ἁλουργῆ στέφανον καὶ ἔκλαμπρον τῆς παρθενίας ἀθίκτοις δακτύλοις · ἀρετῆς γὰρ κοσμεῖται καρποῖς ἡ νύμφη τοῦ λόγου. αἱ δὲ χίλιαι καὶ διακόσιαι ἡμέραι καὶ ἑξήκοντα, ἃς ἐνθάδε ἐσμὲν εἰς ἐπιδημίαν, ἡ περὶ τοῦ πατρός ἐστιν, ὦ παρθένοι, καὶ τοῦ υἱοῦ καὶ τοῦ πνεύματος κατ’εὐθεῖαν ἀκριβὴς καὶ ἀρίστη σύνεσις, ᾗ γέγηθεν ἡμῶν ἡ μήτηρ αὐξανομένῃ καὶ ἀγάλλεται τουτονὶ τὸν χρόνον, μέχριπερ ἂν τῆς ἀποκαταστάσεως τῶν καινῶν αἰώνων εἰς τὴν ἄγυριν ἐλθοῦσα μηκέτι δι’ἐπιστήμης κατασκέψηται τὸ ὄν, ἀλλὰ τρανῶς ἐποπτεύσῃ Χριστῷ συνεισβᾶσα. τὰ γὰρ χίλια ἐν ἑκατοντάσι δεκαπλασιασθέντα τέλειον ἀριθμὸν καὶ πλήρη περιέχει, ὃ δή ἐστι σύμβολον αὐτοῦ τοῦ πατρὸς τοῦ ἀφ’ἑαυτοῦ δημιουργήσαντος καὶ ἐν ἑαυτῷ συγκρατοῦντος τὸ πᾶν. τὰ δὲ διακόσια τὸν ἐν δύο τελείων ἀριθμῶν συνεζευγμένον, ὃ δή ἐστι σύμβολον τοῦ ἁγίου πνεύματος, καθὸ τῆς γνώσεως ἐστὶ τοῦ υἱοῦ τοῦτο καὶ τοῦ πατρὸς παρεκτικόν. τὰ δὲ ἑξήκοντα τὸν ἓξ ἀριθμὸν ἐν δεκάσιν ἔχει, ὃ δή ἐστι σύμβολον τοῦ Χριστοῦ, ἐπειδήπερ ὁ τῶν ἓξ ἀπὸ μονάδος προϊὼν ἀριθμὸς ἐκ τῶν ἰδίων συντίθεται μερῶν, ὥστε μήτε ἐλλείπειν ἐν αὐτῷ τι μήτε πλεονάζειν · εἰς τὰ ἑαυτοῦ γὰρ μέρη ἀναλυόμενος συμπληροῦται, οἷον τῶν ἓξ εἰς ἴσα μέρη ἐξ ἴσων τεμνομένων μερῶν ἀνάγκη τὴν αὐτὴν ἐκ τῶν διαμερισθέντων τμημάτων πάλιν ποσότητα πληροῦσθαι. πρῶτον γὰρ μέρος κατὰ μέσον διαιρούμενος ποιεῖ τὸν τρία, εἶτα εἰς τρία διαιρούμενος μέρη ποιεῖ τὸν δύο, εἶτα εἰς ἓξ μερισθεὶς ποιεῖ τὸν ἕνα, καὶ συμπληροῦται πάλιν εἰς ἑαυτόν · εἰς γὰρ δὶς τρία καὶ τρὶς δύο καὶ ἑξάκις ἓν διαιρούμενος, συντιθεμένων τῶν τριῶν καὶ τῶν δύο καὶ τοῦ ἑνός, πάλιν ἀναπληροῖ τὸν ἕξ. τέλειον δὲ πὰν ἐξ ἀνάγκης ἐστὶ τὸ μήτε προσδεόμενον εἰς συμπλήρωσιν ἑτέρου μήτε πλεονάζον ἑαυτοῦ πώποτε. τῶν δὲ ἄλλων ἀριθμῶν οἱ μὲν ὑπερτέλειοί εἰσιν, ὡς ὁ δώδεκα, τὸ γὰρ ἴσον αὐτοῦ μέρος τὰ ἕξ, καὶ τὸ τρίτον τὰ τέσσαρα, καὶ τὸ τέταρτον τὰ τρία, καὶ τὸ ἕκτον τὰ δύο, καὶ τὸ δωδέκατον τὸ ἕν, εἰς ἃ δύναται μερίζεσθαι, συντεθέντα ὑπερβάλλουσι τὸν δώδεκα · οὐ τηρήσαντος ἑαυτὸν ἴσον τοῖς ἑαυτοῦ μέρεσιν ὡς ὁ ἕξ. οἱ δὲ ὑποτέλειοι ὡς ὁ ὀκτώ · τὸ γὰρ ἥμισυ αὐτοῦ τὰ τέσσαρα, καὶ τὸ τέταρτον τὰ δύο, καὶ τὸ ὄγδοον τὸ ἕν, εἰς ἃ τέμνεται μέρη, συντεθέντα ποιεῖ τὸν ἑπτά, καὶ προσδεῖται μονάδος εἰς τὴν ἑαυτοῦ συμπλήρωσιν, οὐχ ὡς ὁ ἓξ παντοίως ἑαυτῷ σύμφωνος ὤν. διὸ καὶ τὴν ἀναφορὰν εἰς τὸν υἱὸν ἀνείληφε τοῦ θεοῦ ἀπὸ τοῦ πληρώματος “τῆς θεότητος” εἰς τὸν βίον ἐληλυθότος. κενωθεὶς γὰρ καὶ τὴν “μορφὴν” τοῦ “δούλου” προσλαβὼν εἰς τὴν ἑαυτοῦ τελειότητα πάλιν ἀνεπληρώθη καὶ τὴν ἀξίαν. αὐτὸς γὰρ ἐν ἑαυτῷ σμικρυνθείς καὶ ἐν τοῖς ἑαυτοῦ μέρεσιν ἀναλυθείς, ἐκ τῆς ἑαυτοῦ σμικρότητος καὶ τῶν ἑαυτοῦ μερῶν εἰς τὴν συμπλήρωσιν πάλιν τὴν ἑαυτοῦ καὶ τὸ μέγεθος κατέστη, οὐδέποτε τοῦ τέλειος εἶναι μειωθείς. ἀλλὰ καὶ ἡ τοῦ κόσμου κτίσις ἐκ τούτου φαίνεται πᾶσα συγκειμένη τοῦ ἀριθμοῦ καὶ τῆς ἁρμονίας, “ἐν ἓξ ἡμέραις” ποιήσαντος τοῦ θεοῦ “τόν”τε “οὐρανὸν καὶ τὴν γῆν καὶ τὰ ἐν αὐτοῖς”, τῆς ποιητικῆς δυνάμεως τοῦ λόγου τὸν ἓξ ἐμπεριέχοντος ἀριθμόν, καθ’ὃν ἡ τριὰς σωμάτων ἐστὶ ποιητική · μῆκος γὰρ καὶ πλάτος καὶ βάθος σῶμα ἐργάζεται. ὁ δὲ ἓξ ἐκ τῶν τριγώνων ἐστὶ συγκείμενος. καὶ περὶ μὲν τούτων οὐκ ἔστι καιρὸς πρέπων ἐν τῷ παρόντι δι’ἀκριβείας διεξελθεῖν, ἵνα μὴ τὸ προκείμενον ἐάσαντες τὸ πάρεργον σκοπῶμεν. οὐκοῦν δεῦρο εἰς τὴν ἔρημον ἐλθοῦσα ταύτην καὶ ἄγονον κακῶν, καθὼς καὶ πρόσθεν εἰρήκαμεν, ἡ ἐκκλησία τρέφεται πτερουμένη τοῖς οὐρανοπόροις τῆς παρθενίας πτεροῖς, ἃς ἀετοῦ μεγάλου πτέρυγας ὁ λόγος ἔφη, νικήσασα τὸν ὄφιν καὶ τῆς πληροσελήνου τῆς ἑαυτῆς τὰς νεφέλας τὰς δυσχειμέρους ἀπεωσαμένη. τούτων γὰρ χάριν οἱ μεταξὺ πάντες οὗτοι παρηνέχθησαν λόγοι διδάσκοντες ἡμᾶς, ὦ καλλιπάρθενοι, κατὰ κράτος μιμεῖσθαι τὴν μητέρα, μὴ ἐπιθολοῦσθαι δὲ ταῖς ἀχθηδόσι καὶ τροπαῖς καὶ θλίψεσι τοῦ βίου, ἵνα συνεισέλθητε γαῦροι μετ’αὐτῆς εἰς τὸν νυμφῶνα παραφαίνουσαι τὰς λαμπάδας. μὴ οὖν ἀποδειλιάσητε “πρὸς τὰς μεθοδείας” καὶ διαβολὰς τοῦ θηρὸς, ἀλλὰ καρτερῶς ἐνσκευάσασθε πρὸς τὴν μάχην τὴν κόρυν “τοῦ σωτηρίου” καὶ “τὸν θώρακα” καὶ τὰς κνημῖδας ἐξωπλισμέναι. μυρίαν γὰρ αὐτῷ κατάπληξιν παρέξετε μετὰ πολλοῦ λήματος καὶ εὐψυχίας προσβάλλουσαι · οὐ δὲ στήσεται πάντως ἐκ τοῦ κρείττονος ὁρῶν τὰς ἀντιπάλους παρατεταγμένας, ἀλλ’αὐτόθεν ἄρασθαι τῶν ἑπτὰ παλαισμάτων ὑμᾶς συγχωρήσει τὰ ἀριστεῖα ὁ πολυκέφαλος καὶ πολυπρόσωπος θήρ, “πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα, δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο, καὶ τὴν μὲν κατέπεφνε πατρὸς τεράεσσι πιθήσας”. Χριστὸς ἄναξ. πολλοὺς γὰρ ἀπώλεσεν οὐ δέ τις ἔτλη λοίγιον ἐκ γενύων ἀφρὸν ἐρευγομέναν, εἰ μὴ πρότερον ἐκλύσας αὐτὴν κατειργάσατο καὶ ἀσθενῆ καὶ εὐκαταφρόνητον ἡμῖν παντελῶς ἐποίησε Χριστός. διὸ θυμὸν ἄρρενα λαβοῦσαι καὶ νήφοντα ἐναντία θέσθε τῷ θηρὶ σφριγῶντι τὰ ὅπλα, μη δὲ ὑπαναχωρήσετε τὸ σύνολον, ἐφ’οἷς θρασύνεται ταραχθεῖσαι. μυρίον γὰρ ἕξετε κλέος, ἐὰν ἀφέλησθε νικήσασαι τοὺς ἐπ’αὐτῷ στεφάνους ἑπτά, δι’οὓς ὁ ἀγὼν ἡμῖν πρόκειται καὶ ἡ πάλη κατὰ τὸν διδάσκαλον Παῦλον. ἡ γὰρ καταγωνισαμένη τὸν διάβολον πρότερον καὶ νεκρώσασα τὰς ἑπτὰ κεφαλάς, τῶν ἑπτὰ στεφάνων τῆς ἀρετῆς ἐγκρατὴς γίγνεται τοὺς ἑπτὰ μεγάλους ἀγῶνας διαθλήσασα τῆς ἁγνείας. κεφαλὴ γὰρ τοῦ δράκοντός ἐστιν ἡ ἀκρασία καὶ ἡ τρυφή · ὁ ταύτην θλάσας ἀναδεῖται τὸν στέφανον τῆς σωφροσύνης. κεφαλή ἐστι ἡ δειλία καὶ ἡ θρύψις · ὁ ταύτην πατήσας τὸν στέφανον ἀναιρεῖται τοῦ μαρτυρίου. κεφαλή ἐστι καὶ ἡ ἀπιστία καὶ ἡ ἄνοια καὶ τὰ ἄλλα ὡσαύτως τῆς πονηρίας πλεονεκτήματα · ὁ ταῦτα κατεργασάμενος καὶ ἀνελὼν τὰς ἐπ’αὐτοῖς τιμὰς ἀποφέρεται, πολυτρόπως ἐκκεραϊζομένης τοῦ δράκοντος τῆς ἰσχύος. καὶ γὰρ καὶ τὰ δέκα κέρατα καὶ κέντρα, ἅπερ ἐπὶ ταῖς κεφαλαῖς ἐλέχθη φέρειν, αἱ δέκα ἀντιθέσεις εἰσίν, ὦ καλλιπάρθενοι, τῆς δεκαλόγου, αἷς ἀνακερατίζειν εἴωθε καὶ βάλλειν τὰς τῶν πλείστων ψυχάς, τῇ “ἀγαπήσεις” ἐντολῇ “κύριον τὸν θεόν σου” τὰ ἐναντία φρονῶν καὶ τεκταινόμενος καὶ τοῖς ἑξῆς νομοθετήμασιν. ἰδὲ γὰρ κέρας αὐτοῦ διάπυρον καὶ πικρὸν τὴν πορνείαν, ᾧ τοὺς ἀκράτορας βάλλει, ἰδὲ τὴν μοιχείαν, ἰδὲ τὸ ψεῦδος, ἰδὲ τὴν φιλαργυρίαν, ἰδὲ τὴν κλοπὴν καὶ τὰ ἄλλα τούτων ἀδελφὰ καὶ συγγενῆ, ὁπόσα ἐξισχύουσιν ἀμφὶ ταῖς κεφαλαῖς αὐτοῦ ταῖς ἀνθρωποκτόνοις πεφυκότα · ἃς ὑμεῖς συμμαχήσαντος Χριστοῦ ἐκκεραΐσασαι λήψεσθε τοῖς κατὰ τοῦ δράκοντος κατανθεμώσασαι στεφανώμασιν ὑμῶν τὰς θείας κεφαλάς. ἡμέτερον προκρίνειν γὰρ τὰ κρείττω καὶ προτάσσειν πρὸ τῶν γηγενῶν, αὐτοκράτορα καὶ αὐτεξούσιον τὸν λογισμὸν εἰληφότας, καὶ πάσης ἀνάγκης ἐκτὸς εἰς τὸ αὐτοδεσπότως αἱρεῖσθαι τὰ ἀρέσκοντα, οὐ δουλεύοντας εἱμαρμένῃ καὶ τύχαις. ὡς οὐκ ἄλλως ἄνθρωπος μακάριος ἔσοιτο καὶ ἀγαθός, εἰ μὴ τῷ ἀνθρωπίνῳ παραδείγματι χρώμενος τοῦ Χριστοῦ καὶ πρὸς ἐκεῖνον ἑαυτὸν ζωγραφῶν κα- κἀκεῖνον μιμούμενος βιώσει. πάντων γὰρ κακῶν μέγιστον ἔμφυτον τοῖς πολλοῖς τὸ τὰς αἰτίας τῶν ἁμαρτημάτων εἰς τὰς τῶν ἀστέρων κινήσεις ἀναφέρειν καὶ τὸν βίον ἡμῶν οἰακίζεσθαι τῆς εἱμαρμένης ταῖς ἀνάγκαις λέγειν, καθάπερ οἱ μετ’ἀλαζονείας πολλῆς ἀστεροσκοπήσαντες. ὑπονοίᾳ γὰρ μᾶλλον ἢ τῷ φρονεῖν πεπιστευκότες, ἃ μεταξὺ τῆς ἀληθείας ἐστὶ καὶ τοῦ ψεύδους, πολὺ τῆς τῶν ὄντως ὄντων θέας ἐξηπατήθησαν. ὅθεν εἰ παρείης, ὦ Ἀρετή, πληρωθέντος ἤδη μοι τοῦ λόγου ὃν αὐτὴ προσέταξας, δέσποινα, ῥηθῆναι, πειράσομαι δὴ συναγωνιζομένης σου καὶ συμπνεούσης πρὸς τοὺς χαλεπαίνοντας καὶ ἀμφισβητοῦντας, ὡς οὐκ ἀληθῆ λέγομεν αὐτεξούσιον εἶναι φάσκουσαι τὸν ἄνθρωπον, διευκρινήσασθαι, ὅτι “σφῇσιν ἀτασθαλίῃσιν ὑπέρμορον ἄλγε’ἔχουσιν”, αἱρούμενοι τὰ ἡδέα πρὸ τῶν συμφερόντων. . ἀλλὰ πάρειμι καὶ συναγωνίζομαι. τελέως γὰρ ὁ λόγος κεκοσμήσεται καὶ τούτων προσαφθέντων.
Θεκλα
Θε.
Θε.
πάλιν οὖν δὴ πρῶτον περὶ τῶν τοιούτων εἰς δύναμιν εἴπωμεν, τὴν γοητείαν αὐτῶν, ἐφ’ᾗ θρασύνονται, γυμνώσαντες, ὡς μόνων κατειληφότων ἐξ οἵων ὁ οὐρανὸς κεκόσμηται σχημάτων κατὰ τὰς Αἰγυπτιακὰς καὶ Χαλδαϊκὰς ὑποθέσεις. φάσκουσι γὰρ ὥσπερ σφαίρας ἐντόρνου στροφαῖς ἀπεικάζεσθαι τὴν περιφέρειαν τοῦ κόσμου, τῆς γῆς κέντρου καὶ σημείου τόπον ἐχούσης. περιφορᾶς γὰρ οὔσης σφαιρικῆς ἀνάγκη, φασί, κατὰ τὰς ὁμοίας διαστάσεις, τῶν αὐτῶν ὄντων διαστημάτων, μέσην τοῦ παντὸς τὴν γῆν τυγχάνειν, περὶ ἣν ὁ οὐρανὸς περιδινεῖται προγενεστέραν οὖσαν. εἰ γὰρ ἐκ σημείου καὶ κέντρου περιφέρεια συνέστηκεν, ὃ δὴ κύκλος εἶναι δοκεῖ, ἀδύνατον δὲ χωρὶς σημείου καταγραφῆναι κύκλον, κύκλον δ’ἔσεσθαι ἀδύνατον ἄνευ κέντρου, πῶς οὐ πρὸ πάντων ἡ γῆ, φασί, συνέστηκε καὶ τὸ κατ’αὐτὴν χάος καὶ βάθος; εἰς χάος γὰρ καὶ βάθος ὄντως κατωλίσθησαν οἱ σχέτλιοι πλάνης, ὅτι “γνόντες τὸν θεὸν οὐχ ὡς θεὸν ἐδόξασαν ἢ ηὐχαρίστησαν, ἀλλ’ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία”, καὶ ταῦτα καὶ τῶν παρ’αὐτοῖς εἰρηκότων σοφῶν, ὡς οὐδὲν Ὀλυμπίων ἐντιμότερον γηγενὲς καὶ πρεσβύτερον. ὅθεν οὐκ ἀεὶ παῖδες ὄντως οἱ Χριστὸν ἐγνωκότες καθάπερ Ἕλληνες οἱ μύθοις μᾶλλον καὶ πλάσμασιν ἢ τέχνῃ τῶν λόγων τὴν ἀλήθειαν χώσαντες καὶ τοῖς οὐρανίοις τὰς τῶν ἀνθρώπων προσαρμόσαντες συμφοράς · οὐδὲν αἰσχύνονται καταγράφοντες τὴν τῆς οἰκουμένης περιφορὰν γεωμετρικοῖς θεωρήμασι καὶ σχήμασι, καὶ τὸν οὐρανὸν εἰδώλοις πτηνῶν καὶ νηκτῶν καὶ χερσαίων εἰσηγούμενοι κεκοσμῆσθαι καὶ τὰς ποιότητας τῶν ἀστέρων ἐκ τῶν περὶ τοὺς ἀρχαίους ἀνθρώπους συμφορῶν κατεσκευάσθαι, ὥστε τὰς τῶν πλανητῶν αὐτοῖς κινήσεις ἐκ τῶν τοιούτων ἠρτῆσθαι σωμάτων. εἱλίσσεσθαι γὰρ περὶ τὴν τῶν δώδεκα ζωδίων φύσιν φασὶ τοὺς ἀστέρας ἑλκομένους τοῦ ζωδιακοῦ κύκλου τῇ φορᾷ, ὡς καὶ διὰ τῆς συγκράσεως αὐτῶν ὁρᾶσθαι τὰ ἀποβαίνοντα πολλοῖς κατὰ τὰς πρὸς ἀλλήλους αὐτῶν συναφείαςτε καὶ ἀπορροίας, ἀνατολάςτε αὖ καὶ δύσεις. σφαιροειδὴς γὰρ ὑπάρχων πᾶς ὁ οὐρανὸς καὶ κέντρῳ καὶ σημείῳ κατ’αὐτοὺς τῇ γῇ χρώμενος διὰ τὸ πάσας ἀπὸ τῆς περιφορᾶς τὰς προσπιπτούσας εὐθείας ἐπὶ τὴν γῆν ἴσας ἀλλήλαις εἶναι, ὑπὸ τῶν περιεχόντων αὐτὸν διακρατεῖται κύκλων · ὧν μείζων μὲν ὁ μεσημβρινὸς δοκεῖ, καὶ δεύτερος ὁ εἰς ἴσα τέμνων μέρη καλούμενος ὁρίζων, τρίτος δὲ ὁ τούτους ἐπιδιαιρῶν ἰσημερινός. παρ’ἑκάτερα δὲ τούτου τροπικοὶ δύο, θερινὸς καὶ χειμερινός · καὶ ὁ μὲν πρὸς τοῖς ἀρκτίοις, ὁ δὲ πρὸς τοῖς νοτίοις. κατὰ δὲ τούτων ὁ λεγόμενος ἄξων, περὶ ὃν αἵτε Ἄρκτοι ὅτε ἀνταρκτικὸς ἔξωθεν τῶν τροπικῶν. καὶ αἳ μὲν Ἄρκτοι περὶ αὐτὸν στρεφόμεναι καὶ βρίθουσαι τὸν διὰ τῶν πόλων ἄξονα τὴν τοῦ παντὸς ἀπεργάζονται κίνησιν κόσμου κατὰ τὰς ἀλλήλων ἰξύας ἔχουσαι τὰς κεφαλὰς καὶ ἄχραντοι τοῦ καθ’ἡμᾶς ὁρίζοντος οὖσαι τῷ τὸν ζωδιακὸν κύκλον πάντων ἐφάπτεσθαι τῶν κύκλων λοξὴν ποιούμενον τὴν κίνησιν. εἶναίτε ἐν αὐτῷ ζῳδίων ἀριθμὸν, ἃ καλεῖται δωδεκατημόρια δώδεκα, ἀπὸ Κριοῦ τὴν ἀρχὴν ἔχοντα μέχρι τῶν Ἰχθύων, ἃ κατηστερίσθαι παρίστησιν ἐχεμύθοις αἰτίαις · τὸν μὲν Κριὸν φάσκοντες τὸν τὴν Ἕλλην εἶναι τὴν Ἀθάμαντος διακομίσαντα καὶ Φρίξον εἰς Σκύθας, τὸ δὲ Βούκρανον εἰς τιμὴν Διός τοῦ τὴν Εὐρώπην ταύρου διαπεραιώσαντος εἰς τὴν Κρήτην, καὶ τὸν καλούμενον δὲ Γαλαξίαν κύκλον, ὃς τὴν ἀρχὴν ἀπὸ τοῦ συνδέσμου τῶν Ἰχθύων ἐπὶ τὸν Κριὸν ποιεῖ, ἐκ τῶν τῆς Ἥρας μαζῶν Ἡρακλεῖ προχυθῆναι λόγος Διὸς ταγαῖς. ὥστε κατ’αὐτοὺς πρὸ τῆς Εὐρώπης καὶ Φρίξου καὶ τοῖν Διοσκούροιν καὶ τῶν ἄλλων ζωδίων τῶν ἐξ ἀνθρώπων καὶ θηρίων καταστερισθέντων οὔπω γένεσις ἦν, ἀλλὰ χωρὶς γενέσεως ἐβίωσαν ἡμῶν οἱ παλαιότεροι. ἐπιχειρητέον γὰρ, μή πως τὸ ψεῦδος ἰσχύσωμεν, ὥσπερ ἰατροὶ φαρμάκοις τῶν λόγων ἀμβλύνοντες ἰατικοῖς, σβέσαι τῇδε σκοποῦντες τὴν ἀλήθειαν. εἰ κρεῖττον ἦν τὸ ὑπὸ γένεσιν εἶναι τοὺς ἀνθρώπους, ὦ σχέτλιοι, τοῦ μὴ εἶναι, δι’ἣν αἰτίαν οὐκ αὐτόθεν, ἀφ’οὗπερ τὸ γένος ἔφυ τὸ τῶν ἀνθρώπων, γένεσις ἦν; εἰ δὲ ἦν, τίς χρεία τῶν ὑπόγυιον καταστερισθέντων, Λέοντος, Καρκίνου, Διδύμων, Παρθένου, Ταύρου, Ζυγοῦ, Σκορπίου, Κριοῦ, Τοξότου, Ἰχθύων, Αἰγοκέρωτος, Ὑδρηχόου, Περσέως, Κασσιεπείας, Κηφέως, Πηγάσου, Ὕδρας, Κόρακος, Κρατῆρος, Λύρας, Δράκοντος, καὶ τῶν ἄλλων, ἐξ ὧν εἰσηγεῖσθε κατακοσμηθέντων τοὺς πολλοὺς κατειληφέναι τὴν μαθηματικὴν ταύτην μᾶλλον δὲ καταθεματικὴν πρόγνωσιν; ἤτοι οὖν καὶ ἐπὶ τῶν ἔμπροσθεν γένεσις ἦν καὶ μάταιος ἡ τούτων σύστασις, ἢ οὐκ ἦν καὶ εἰς τὴν κρείττονα κατάστασιν καὶ διαγωγὴν ὁ θεὸς τὸν βίον μετέστησε τῶν ἔμπροσθεν χείρονα βιωσάντων χρόνον. ἀλλὰ κρείττους οἱ παλαιότεροι τῶν νῦν, ὅθεν καὶ χρυσοῦν ἐκλήθησαν γένος. οὐκ ἄρα γένεσις. εἰ ὁ ἥλιος καθιππεύων τοὺς κύκλους καὶ ἐπιπορευόμενος ἐτησίοις τὰ ζώδια περιόδοις τὰς μεταβολὰς ἀποτελεῖ καὶ τὰς τροπὰς τῶν καιρῶν, οἱ πρὸ τοῦ καταστερισθῆναι τὰ ζώδια γεγονότες καὶ κοσμηθῆναι τούτοις τὸν οὐρανὸν, πῶς διήρκεσαν, μηδέπω θέρους, μετοπώρου, χειμῶνος, ἔαρος διακεκριμένων, δι’ὧν ἡ τοῦ σώματος αὔξεται καὶ συγκρατεῖται φύσις; ἀλλ’ἐξήρκεσαν καὶ πολυχρονιώτεροι γεγόνασι καὶ ῥωμαλεώτεροι παρὰ τοὺς νῦν, ὁμοίως καὶ τότε διευθύνοντος τοὺς καιροὺς τοῦ θεοῦ. οὐκ ἄρα ἐκ τῶν τοιούτων ὁ οὐρανὸς πεποίκιλται σχημάτων. εἰ “ὁ ἥλιος καὶ ἡ σελήνη καὶ τὰ ἄλλα ἄστρα”, τὰ εἰς διορισμὸν καὶ φύλαξιν ἀριθμῶν χρόνου γεγονότα καὶ κόσμον οὐρανοῦ καὶ τροπὰς καιρῶν, θεῖά ἐστι καὶ κρείττονα τῶν ἀνθρώπων, ἀνάγκη καὶ κρείττονα βίον καὶ μακάριον αὐτὰ καὶ εἰρηνικὸν καὶ πολλῷ τοῦ ἡμετέρου βίου διαλλάττοντα δικαιοσύνῃ καὶ ἀρετῇ διάγειν, κινούμενα κίνησιν εὔτακτον καὶ εὐδαίμονα. εἰ δὲ τὰς τῶν θνητῶν συμφορὰς καὶ κακοφροσύνας αὐτὰ τεκταίνεται καὶ ἐνεργεῖ, περὶ τὰς ἀσελγείας ἀσχολούμενα καὶ τὰς μεταβολὰς καὶ τὰς τροπὰς τοῦ βίου ἄρα ἀθλιώτερα τῶν ἀνθρώπων ἐστίν, εἰς τὴν γῆν βλέποντα καὶ τὰς ἐπικήρους καὶ ἀθέσμους πράξεις καὶ μηδὲν κρεῖττον τῶν ἀνθρώπων διάγοντα, εἴ γε τῆς ἐκείνων ἀπορροίας καὶ κινήσεως ὁ ἡμέτερος ἤρτηται βίος. εἰ πᾶσα πρᾶξις χωρὶς ἐπιθυμίας οὐ γίνεται, οὐ δὲ μὴν ἐπιθυμία χωρὶς ἐνδείας, ἀνενδεὲς δὲ τὸ θεῖον, ἀνεννόητον ἄρα πονηρίας. καὶ εἰ ἡ τῶν ἄστρων φύσις ἐγγυτέρω τέτακται τοῦ θεοῦ, κρείττων οὖσα τῆς τῶν κρειττόνων ἀνθρώπων ἀρετῆς, ἀνεννόητα κακίας ἄρα καὶ ἀνενδεῆ ἐστι τὰ ἄστρα. καὶ ἄλλως · πᾶς ἡμῖν ὁμολογήσει τῶν πεπεισμένων τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας εἶναι θεῖα, καὶ μακρὰν ἀπῳκίσθαι κακίας καὶ τῶν γηγενῶν πράξεων, ἀνεπίδεκτα πάθους ἡδονῆς ὄντα καὶ λύπης · οὐ γὰρ προσεῖναι τοῖς οὐρανίοις τοιαύτας ὀρέξεις βδελυκτάς. εἰ δὲ τούτων ἐκτὸς καὶ ἀνενδεῆ πεφύκασι, πῶς τοῖς ἀνθρώποις, ἃ μὴ αὐτὰ βούλονται καὶ ὧν ἐκτός εἰσι, τεκταίνονται; οἱ διοριζόμενοι μὴ εἶναι τὸν ἄνθρωπον αὐτεξούσιον, ἀλλ’ἀνάγκαις ἀφύκτοις εἱμαρμένης λέγοντες οἰακίζεσθαι καὶ ἀγράφοις προστάγμασιν, εἰς αὐτὸν ἀσεβοῦσι τὸν θεὸν παρεκτικὸν τῶν ἀνθρωπίνων αὐτὸν κακῶν καὶ ποιητὴν εἰσηγούμενοι. εἰ γὰρ τὴν τῶν ἀστέρων ἅπασαν κυκλικὴν κίνησιν ἐμμελῶς αὐτὸς ἀφράστῳ σοφίᾳ καὶ ἀνεννοήτῳ διέπει κατευθύνων τὸν οἴακα τῆς οἰκουμένης, οἱ δὲ ἀστέρες τὰς ποιότητας τῆς κακίας καὶ τῆς ἀρετῆς ἐκτελοῦσι τῷ βίῳ ἀνάγκης δεσμοῖς τοὺς ἀνθρώπους ἕλκοντες εἰς ταῦτα, αἴτιον τῶν κακῶν τὸν θεὸν ἀποφαίνονται καὶ δότην. ἀλλ’ἀναίτιος πᾶσι πάσης βλάβης ὁ θεός. οὐκ ἄρα γένεσις. πᾶς ὅστις κα- κἂν βραχὺ συνετὸς ὁμολογήσει τὸ θεῖον δίκαιον, ἀγαθόν, σοφόν, ἀληθές, ὠφέλιμον, ἀναίτιον κακῶν, ἀσύμπλοκον πάθους καὶ πᾶν ὅ τι τοιοῦτον. καὶ εἰ οἱ δίκαιοι κρείσσους εἰσὶ τῶν ἀδίκων καὶ ἔστιν αὐτοῖς ἡ ἀδικία βδελυκτή, χαίρει δὲ ὁ θεὸς τῇ δικαιοσύνῃ δίκαιος ὤν, στυγητὴ δὲ αὐτῷ ἡ ἀδικία ἐναντίον οὖσα καὶ ἐχθρὸν τῇ δικαιοσύνῃ · οὐκ ἄρα ἀδικίας αἴτιος ὁ θεός. εἰ τὸ ὠφελοῦν πάντως ἐστὶν ἀγαθόν, ὠφέλιμον δὲ σωφροσύνη καὶ οἴκῳ καὶ βίῳ καὶ φίλοις, ἀγαθὸν ἄρα ἐστὶν ἡ σωφροσύνη. καὶ εἰ ἡ σωφροσύνη φύσει ἀγαθόν, ἀκολασία δὲ ἐναντίον σωφροσύνῃ, τὸ δὲ ἐναντίον τῷ ἀγαθῷ κακόν, κακὸν ἄρα ἡ ἀκολασία. καὶ εἰ ἡ ἀκολασία φύσει κακόν, κατὰ ἀκολασίαν δὲ μοιχεῖαι γίνονται καὶ κλοπαὶ καὶ ὀργαὶ καὶ φόνοι, φύσει ἄρα κακόν ἐστιν ὁ ἀκόλαστος βίος · τὸ δὲ θεῖον παθῶν ἀσύμπλοκον. οὐκ ἄρα γένεσις. εἰ οἱ σώφρονες βελτίους εἰσὶ τῶν ἀκρατῶν καὶ ἔστιν αὐτοῖς ἡ ἀκρασία βδελυκτή, χαίρει δὲ ὁ θεὸς τῇ σωφροσύνῃ, παθῶν ἀνεννόητος ὤν, στυγητὴ ἄρα καὶ τῷ θεῷ ἡ ἀκρασία. ὅτι δὲ ἡ κατὰ σωφροσύνην πρᾶξις, ἀρετὴ οὖσα, κρείττων ἐστὶ τῆς κατὰ ἀκρασίαν, κακίας οὔσης, μαθεῖν ἔστιν καὶ ἀπὸ βασιλέων, ἀπὸ ἀρχόντων, ἀπὸ στρατηγῶν, ἀπὸ γυναικῶν, ἀπὸ τέκνων, ἀπὸ πολιτῶν, ἀπὸ δεσποτῶν, ἀπὸ οἰκετῶν, ἀπὸ παιδαγωγῶν, ἀπὸ διδασκάλων. ἕκαστος γὰρ τούτων καὶ ἑαυτῷ καὶ τῷ κοινῷ ὠφέλιμος γίνεται σωφρονῶν, ἀκολασταίνων δὲ καὶ ἑαυτῷ καὶ τῷ κοινῷ βλαβερός. καὶ εἰ ἔστι διαφορά τις κιναίδων καὶ ἀνδρείων καὶ ἀκολάστων καὶ σωφρόνων, καὶ ἔστι κρείσσων ἡ τῶν ἀνδρείων καὶ σωφρόνων, χείρων δὲ ἡ τῶν ἐναντίων, οἱ δὲ τῆς κρείσσονος ἐγγύς εἰσι καὶ φίλοι θεοῦ, οἱ δὲ τῆς χείρονος μακρὰν καὶ ἐχθροί, οἱ λέγοντες γένεσιν τὸ αὐτὸ τὴν ἀδικίαν εἶναι καὶ τὴν δικαιοσύνην διορίζονται, κιναιδίαν καὶ ἀνδρείαν, ἀκρασίαν καὶ σωφροσύνην, ὅπερ ἀδύνατον. εἰ γὰρ τῷ κακῷ τὸ ἀγαθὸν ἐναντίον, τὸ δὲ ἄδικον κακόν, τούτῳ δὲ ἐναντίον τὸ δίκαιον, τὸ δὲ δίκαιον ἀγαθόν, τὸ δὲ ἀγαθὸν ἐχθρὸν τοῦ κακοῦ, ἀνόμοιον δὲ τὸ κακὸν τῷ ἀγαθῷ, ἕτερον ἄρα τὸ δίκαιον τοῦ ἀδίκου, οὐκ ἄρα αἴτιος κακῶν ὁ θεός. εἰ ὁ θεὸς οὐ χαίρει τοῖς κακοῖς, οὐ συνίστησιν αὐτοὺς ὁ λόγος ἀγαθὸς ὤν. εἰ εἰσὶ δὲ πονηροί τινες, κατὰ ἔνδειαν φρενῶν εἰσιν οὗτοι πονηροὶ καὶ οὐ κατὰ γένεσιν, “σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγε’ἔχοντες”. εἰ τὸ ἀνελεῖν τινα καὶ φόνῳ τὰς χεῖρας αἱμάξαι γένεσις ἐργάζεται, τοῦτο δὲ νόμος κωλύει κολάζων τοὺς ἀλάστορας καὶ δι’ἀπειλῆς ἀπείργων τὰ τῆς γενέσεως δόγματα, οἷον τὸ ἀδικῆσαι, μοιχεύσασθαι, κλέψαι, φαρμακεῦσαι, ἐναντίον ἄρα νόμος γενέσει. ὅσα μὲν γὰρ γένεσις ὥρισε, ταῦτα νόμος κωλύει, ὅσα δὲ νόμος κωλύει, ταῦτα γένεσις ποιεῖν βιάζεται. πολέμιον ἄρα γενέσει νόμος. εἰ δὲ πολέμιον, οὐκ ἄρα κατὰ γένεσιν οἱ νομοθέται νομοθέται · τὰ γὰρ ἐναντία δογματίζοντες γενέσει, γένεσιν λύουσιν. ἤτοι οὖν γένεσις ἔστι καὶ οὐκ ἐχρῆν εἶναι νόμους, ἢ εἰσὶ νόμοι καὶ οὐκ εἰσὶ κατὰ γένεσιν. ἀλλ’εἰ ἀμήχανον χωρὶς γενέσεως φῦναί τινα καὶ διαπράξασθαί τι, οὐ δὲ γὰρ τὸν δάκτυλον ἐξεῖναί φασι χωρὶς εἱμαρμένης κινῆσαί τινι, κατὰ γένεσιν ἄρα καὶ Μίνως καὶ Ῥαδάμανθυς καὶ Δράκων καὶ Λυκοῦργος καὶ Σόλων καὶ Ζάλευκος νομοθέται φύντες διετάξοντο τοὺς νόμους ἀπαγορεύοντας μοιχείας, φόνους, βίας, ἁρπαγάς, κλοπάς, ὡς οὐκ ὄντων τούτων καὶ γινομένων κατὰ γένεσιν. εἰ δὲ κατὰ γένεσιν καὶ ταῦτα, οὐ κατὰ γένεσιν οἱ νόμοι. οὐ γὰρ ἂν αὐτὴ ὑφ’ἑαυτῆς ἀνῃρεῖτο γένεσις, αὐτὴ ἑαυτὴν ἀκυροῦσα καὶ αὐτὴ ἑαυτῇ μαχομένη, καὶ ἐνταῦθα μὲν ἀπαγορευτικοὺς μοιχείας καὶ φόνων νόμους τιθεμένη καὶ τιμωρουμένη καὶ ἐπεξερχομένη τοὺς κακούς, ἐνταῦθα δὲ φόνους καὶ μοιχείας ἐργαζομένη. ἀλλὰ τοῦτο ἀδύνατον · οὐδὲν γὰρ ἀλλόκοτον αὐτὸ ἑαυτοῦ καὶ αὐτὸ ἑαυτῷ ἀπεχθανόμενον καὶ αὐτὸ ἑαυτὸ καταλύον καὶ ἀσύμφωνον αὐτὸ ἑαυτῷ. οὐκ ἄρα γένεσις. εἰ κατὰ γένεσιν πᾶν, ὅ τί ποτ’οὖν γίνεται καὶ ἔστι δίχα γενέσεως οὐδέν, ἀνάγκη καὶ τὸν νόμον γενέσει γεγονέναι. ἀλλὰ νόμος γένεσιν ἀναιρεῖ διδακτὴν διδάσκων τὴν ἀρετὴν καὶ ἐξ ἐπιμελείας προσγινομένην, φευκτὴν δὲ τὴν κακίαν καὶ ἐξ ἀπαιδευσίας φυομένην. οὐκ ἄρα γένεσις. εἰ τὸ ἀλλήλους ἀδικεῖν καὶ τὸ ὑπ’ἀλλήλων ἀδικεῖσθαι γένεσις ποιεῖ, τίς χρεία νόμων; εἰ δὲ ἵνα τοὺς ἁμαρτάνοντας ἀμύνωνται, φροντίζοντος τοῦ θεοῦ τῶν ἀδικουμένων, ἄμεινον ἦν κακοὺς μὴ ποιῆσαι καθ’εἱμαρμένην ἢ μετὰ τὸ ποιῆσαι νόμοις ἐπανορθοῦσθαι. ἀλλ’ἀγαθὸς ὁ θεὸς καὶ σοφὸς καὶ τὰ κρείσσω ποιῶν. οὐκ ἄρα γένεσις. ἤτοι ἀνατροφαὶ καὶ τὰ ἔθη τῶν ἁμαρτημάτων εἰσὶν αἴτια, ἢ τὰ πάθη τῆς ψυχῆς καὶ αἱ διὰ σώματος ἐπιθυμίαι · ὁπότερον δ’ἂν τούτων ᾖ τὸ αἴτιον, ὁ θεὸς ἀναίτιος. εἰ κρεῖττόν ἐστι τὸ δίκαιον εἶναι τοῦ ἀδίκου, διὰ τί τοιοῦτος αὐτόθεν ὁ ἄνθρωπος ἀπὸ τῆς γενέσεως οὐ γίγνεται; εἰ δὲ ὕστερον, ὅπως ἀμείνων γενηθῇ, σωφρονίζεται μαθήμασι καὶ νόμοις, ὡς αὐτεξούσιος ἄρα σωφρονίζεται καὶ οὐχ ὡς ἐκ φύσεως ὢν κακός. εἰ οἱ πονηροὶ πονηροὶ φύουσι κατὰ γένεσιν προνοίας ταγαῖς, οὐκ εἰσὶ μεμπτοὶ καὶ ἄξιοι τιμωρίας τῆς ἐκ τῶν νόμων, ζῶντες κατὰ τὴν οἰκείαν φύσιν, ἐπεὶ μὴ δεδύνηνται μεταβληθῆναι. καὶ ἄλλως · εἰ οἱ ἀγαθοὶ κατὰ τὴν οἰκείαν φύσιν ζῶντές εἰσιν ἐπαινετοί, τῆς γενέσεως οὔσης αἰτίας τοῦ εἶναι τοὺς ἀγαθοὺς ἀγαθούς, οὐ δὲ οἱ πονηροὶ ἄρα κατὰ τὴν οἰκείαν φύσιν ζῶντες, αἰτιατέοι παρὰ δικαίῳ κριτῇ. καὶ εἰ χρὴ διαρρήδην εἰπεῖν · ὁ κατὰ τὴν προσοῦσαν αὐτῷ φύσιν ζῶν οὐδὲν ἁμαρτάνει. οὐ γὰρ ἑαυτὸν ἐποίησε τοιοῦτον, ἀλλ’ἡ εἱμαρμένη, καὶ ζῇ κατὰ τὴν ταύτης κίνησιν ἀγόμενος ἀφύκτοις ἀνάγκαις. οὐδεὶς οὖν κακός. ἀλλ’εἰσὶ κακοὶ καὶ ἡ μὲν κακία ψεκτὴ καὶ ἐχθρὰ τῷ θεῷ, ὡς συνέστησεν ὁ λόγος, ἡ δὲ ἀρετὴ προσφιλὴς καὶ ἐπαινετή, θεοῦ διατάξαντος νόμον τιμωρὸν τῶν κακῶν. οὐκ ἄρα εἱμαρμένη. καὶ τί τοσοῦτον ἐπιδιατρίβουσα τοῖς ἐλέγχοις εἰς μῆκος ἐξάγω τὸν λόγον, τὰ ἀναγκαιότερα καὶ χρήσιμα πρὸς πειθὼ καὶ συγκατάθεσιν τοῦ συμφέροντος ἐκθεμένη καὶ πρόδηλον πᾶσι καὶ ἐξ ὀλίγων τὴν διαφωνίαν τοῦ τεχνάσματος αὐτῶν ἐξεργασαμένη; ὥστε διορᾶν καὶ ἐπαισθάνεσθαι τὴν πλάνην ἤδη καὶ παιδίον, ὡς ἐφ’ἡμῖν ἐστι τὸ διαπράξασθαι τὸ καλὸν ἢ τὸ κακὸν καὶ οὐκ ἐν τοῖς ἀστράσι. δύο γὰρ κινήσεε ἐν ἡμῖν ἔστον · ἐπιθυμία πεφυκότε σαρκὸς καὶ ψυχῆς, διαφέρετον ἀλλήλοιν, ὅθεν καὶ δύο ἐλαβέτην ὀνόματε · ἡ μὲν γὰρ ἀρετῆς, ἡ δὲ κακίας. δεῖν δὲ τῇ καλλίστῃ καὶ χρυσῇ πείθεσθαι τῆς ἀρετῆς ἀγωγῇ τὰ βέλτιστα πρὸ τῶν φαύλων αἱρουμένους. ἀλλὰ περὶ τούτων ἅλις ἤδη, καὶ ἐφέξω τὸν λόγον. αἰδοῦμαι γὰρ μετὰ τοὺς τῆς ἁγνείας λόγους καὶ ἐγκαλύπτομαι τὰς τῶν μετεωρολόγων ἢ ματαιοσκόπων ἀνθρώπων ἀναγκαζομένη δόξας εἰσηγεῖσθαι. οἱ τὸν τῆς ζωῆς μετ’οἰήσεως καταναλίσκουσι χρόνον οὐδενὶ ἢ μυθικοῖς ἐνδιατρίβοντες πλάσμασιν. ταῦτά σοι καὶ παρ’ἡμῶν, ὦ δέσποινα Ἀρετή, ἀπὸ θεορρήτων “συγκαθυφασμένα” λόγων προσκομιζέσθω τὰ δῶρα.
Ευβουλιον
Ευ.
Ευ.
ὡς λίαν ἀγωνιστικῶς ἡ Θέκλα καὶ ἐνδόξως, ὦ Γρηγόριον.
Γρηγοριον
Γρ.
Γρ.
τί οὖν, εἰ αὐτῆς ἐκείνης ἠκηκόεις ῥύδην καὶ εὐτρόχῳ τῇ γλώττῃ μετὰ πολλῆς χάριτος καὶ ἡδονῆς διαλεγομένης, ὥστε ἀγασθῆναί τινα προσέχοντα. καὶ τῆς μορφῆς ἐπανθούσης τοῖς λόγοις, ὡς ἐνδιαθέτως καὶ τῷ ὄντι φανταζομένη, περὶ ὧν ἀφηγεῖτο, διετέλει ὑπερυθαινομένης αὐτῇ τῆς ὄψεως αἰδοῖ · ὅλη γὰρ εἶναι πέφυκε λευκὴ καὶ σῶμα καὶ ψυχήν.
Ευβουλιον
Ευ.
Ευ.
ὀρθῶς, ὦ Γρηγόριον, ταῦτα φῄς, καὶ οὐδὲν αὐτῶν ψεῦδος. ἔγνων γὰρ καὶ ἀπὸ τῶν ἄλλων ἀνδραγαθημάτων μῆκος αὐτῆς καὶ λέγειν ὅσα καὶ οἷα κατώρθωσεν, ὑπερβαλλούσης ἀγάπης ἐπίδειξιν ποιουμένη Χριστῷ. καὶ ὡς διαπρεπὴς πολλάκις ἐφάνη ἐν τοῖς μεγάλοις καὶ πρώτοις ἄθλοις ὑπαντῶσα τῶν μαρτύρων, ἴσην τῇ προθυμίᾳ τὴν σπουδὴν κεκτημένη καὶ τῇ ἀκμῇ τῶν βουλευμάτων τὴν ῥώμην τοῦ σώματος.
Γρηγοριον
Γρ.
Γρ.
ἀληθέστατα καὶ σὺ φῄς, ἀλλὰ μὴ διατρίβωμεν. τούτων γὰρ πέρι καὶ αὖθις ἔσται πολλάκις ἡμᾶς διαλέξασθαι. νῦν δὲ πρῶτον καὶ τῶν ἑξῆς παρθένων ἐξαγγεῖλαί με δεῖ σοι τοὺς λόγους, καθὼς ὑπεθέμην, μᾶλλον δὲ Τυσιανῆς καὶ Δομνίνας · αὗται γὰρ ἔτι περιλείπονται. ὡς οὖν ἀπεπαύσατο καὶ ἡ Θέκλα τοσαῦτα εἰποῦσα, ἔφη προστάξαι τὴν Ἀρετὴν ἡ Θεοπάτρα τῇ Τυσιανῇ λέγειν · τὴν δὲ μειδιάσασαν ἔμπροσθεν αὐτῆς παρελθεῖν καὶ φάναι ·