Symposium or Banquet of the Ten Virgins, Oration 9

Methodius

  1. Oration e
  2. Oration p
  3. Oration 1
  4. Oration 2
  5. Oration 3
  6. Oration 4
  7. Oration 5
  8. Oration 6
  9. Oration 7
  10. Oration 8
  11. Oration 9
  12. Oration 10
  13. Oration 11
  14. Oration 12
Γρηγοριον
Γρ.
Γρ.

Ἀρετή, παρθενίας ἐρασταῖς ἐπέραστον καύχημα, κἀγὼ συναντιληψομένην μοι παραστῆναί σε παρακαλῶ, μήπως ἀπορήσω λόγων ἅτε πολλῶν ἤδη καὶ παντοδαπῶν εἰρημένων. διὸ καὶ παραιτοῦμαι τὰ προοιμιώδη ταῦτα καὶ προκατασκευαστικὰ τῶν λόγων, ἵνα δὴ μὴ χρονίζουσα προσήκοντα τούτοις ἐφαρμόττειν αὐτῶν ἐκπέσω τῶν προκειμένων · οὕτως ἔνδοξόν ἐστιν παρθενία καὶ τίμιον καὶ μεγαλοπρεπές. θεὸς τὴν ἑορτὴν τῆς σκηνοπηγίας διδάσκων τῆς ἀληθινῆς τοὺς ἀληθινοὺς Ἰσραηλίτας, πῶς ἑορτάζειν δεῖ καὶ τιμᾶν ἐν τῷ Λευϊτικῷ παρίστησι, μᾶλλον τῶν ἄλλων, ἁγνείᾳ φάσκων δεῖν τὴν ἑαυτοῦ σκηνὴν ἕκαστον κοσμεῖν. παραθήσομαι δὲ καὶ τὰ ἀπὸ τῆς γραφῆς, ἀφ’ὧν ἀναμφισβητήτως δειχθήσεται πᾶσιν, ὅσον καὶ θεῷ πρόσφορόν ἐστι καὶ προσφιλὲς τὸ κατόρθωμα τοῦτο τῆς ἁγνείας. καὶ τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ ἑβδόμου, ὅταν συντελέσητε τὰ γενήματα τῆς γῆς, ἑορτάσετε κυρίῳ ἑπτὰ ἡμέρας · καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἀνάπαυσις ἔσται. καὶ λήψεσθε τῇ πρώτῃ ἡμέρᾳ καρπὸν ξύλου ὡραῖον καὶ κάλλυνθρα φοινίκων καὶ κλάδους ξύλου δασεῖς καὶ ἰτέας καὶ ἄγνου κλάδους ἐκ χειμάρρου εὐφρανθῆναι ἔναντι κυρίου τοῦ θεοῦ ὑμῶν ἑπτὰ ἡμέρας τοῦ ἐνιαυτοῦ · νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν · ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ ἑορτάσετε αὐτήν. ἐν σκηναῖς κατοικήσετε ἑπτὰ ἡμέρας, πᾶς αὐτόχθων ἐν Ἰσραὴλ κατοικήσει ἐν σκηναῖς, ὅπως ἴδωσιν αἱ γενεαὶ ὑμῶν, ὅτι ἐν σκηναῖς κατῴκισα τοὺς υἱοὺς Ἰσραὴλ ἐν τῷ ἐξαγαγεῖν με αὐτοὺς ἐκ γῆς Αἰγύπτου · ἐγὼ κύριος θεὸς ὑμῶν. πάντες ὑπολήψονται οἱ Ἰουδαῖοι, ψιλῷ τῆς γραφῆς τῷ γράμματι περιπετόμενοι ὥσπερ καὶ τὰ καλούμενα, ψυχία τῶν λαχάνων τοῖς φύλλοις, ἀλλὰ μὴ τοῖς ἄνθεσι καὶ καρποῖς ὡς μέλισσα, τούτους τοὺς λόγους καὶ ταύτας τὰς νομοθεσίας περὶ σκηνῆς τοιαύτης, οἵας οὗτοι τεκταίνονται, λελέχθαι, ὡς τοῦ θεοῦ χαίροντος ταῖς ἐξιτήλοις κατακοσμήσεσιν, αἷς αὐτοὶ κατακοσμοῦντες συσκευάζουσιν ἐκ τῶν ἀκροδρύων, οὐ συνῃσθημένοι τῶν μελλόντων ἀγαθῶν τὸν πλοῦτον. ὡς αὔρα ταῦτα καὶ σκιαὶ φασματώδεις προεξαγγέλλουσαι τὴν ἀνάστασιν καὶ πῆξιν τοῦ πεπτωκότος εἰς γῆν ἡμῶν σκηνώματος, τῇ ἑβδόμῃ χιλιονταετηρίδι πάλιν ἀθάνατον ἀπειληφότες ἑορτάζομεν τὴν μεγάλην ἑορτὴν τῆς ἀληθινῆς σκηνοπηγίας ἐν τῇ καινῇ καὶ ἀλύπῳ κτίσει, συντελεσθέντων τῶν τῆς γῆς καρπῶν καὶ τῶν ἀνθρώπων μηκέτι γεννώντων καὶ γεννωμένων, ἀλλὰ καταπαύσαντος ἀπὸ τῶν ἔργων τῆς κοσμοποιίας τοῦ θεοῦ. ἐπειδὴ γὰρ ἐν ἓξ ἡμέραις θεὸς κατεσκεύασε τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ συνετέλεσε πάντα τὸν κόσμον καὶ κατέπαυσε τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ τῶν ἔργων αὐτοῦ, ὧν ἐποίησε, καὶ εὐλόγησε τὴν ἡμέραν τὴν ἑβδόμην καὶ ἡγίασεν αὐτήν , ἐντεῦθεν συμβολικῶς τῷ μηνὶ τῷ ἑβδόμῳ, ὁπόταν ἤδη συντελεσθῶσιν οἱ καρποὶ τῆς γῆς, ἑορτάζειν προσταττόμεθα τῷ κυρίῳ, δή ἐστιν, ὁπόταν κόσμος οὗτος συντελεσθῇ τῇ ἑβδόμῃ χιλιονταετηρίδι, ὅτε ὡς ἀληθῶς θεὸς συντελέσας τὴν οἰκουμένην ἐφ’ἡμῖν εὐφρανθήσεται. νῦν γὰρ ἀκμὴν ἔτι πάντα δημιουργεῖται τῇ διαρκεῖ βουλήσει αὐτοῦ καὶ ἀνεννοήτῳ δυνάμει, ἀναδιδούσης ἔτι τῆς γῆς τοὺς καρπούς καὶ τῶν ὑδάτων συναγομένων εἰς τὰς συναγωγάς, καὶ τοῦ φωτὸς ἔτι διαχωριζομένου, καὶ τοῦ ἀριθμοῦ τῶν ἀνθρώπων ἔτι δημιουργουμένου, καὶ τοῦ ἡλίου εἰς ἀρχὰς ἀνατέλλοντος τῆς ἡμέρας καὶ τῆς σελήνης εἰς ἀρχὰς ἔτι τῆς νυκτός , καὶ τῶν τετραπόδων καὶ θηρίων καὶ ἑρπετῶν ἐκ τῆς γῆς ἀναδιδομένων καὶ πτηνῶν καὶ νηκτῶν ἐκ τῆς ὑγρᾶς οὐσίας. τότε δὲ, ὁπόταν συντελεσθῶσιν οἱ καιροὶ καὶ παύσηται θεὸς ἐργαζόμενος ταύτην τὴν κτίσιν, τῷ ἑβδόμῳ μηνί, τῇ μεγάλῃ τῆς ἀναστάσεως ἡμέρᾳ, ἑορτὴ συγκροτεῖται τῷ κυρίῳ τῆς σκηνοπηγίας ἡμῶν, ἧς εἰσιν ἐν τῷ Λευϊτικῷ τὰ λεγόμενα σύμβολα καὶ τύποι, ἐξιχνεύοντας χρὴ νοεῖν τὴν ἀλήθειαν γυμνήν. τῶνδε γὰρ ἀκούσας φησὶ σοφὸς σοφώτερος ἔσται, νοήσειτε παραβολὴν καὶ σκοτεινὸν λόγον, ῥήσειςτε σοφῶν καὶ αἰνίγματα . ὅθεν αἰσχυνέσθωσαν οἱ Ἰουδαῖοι τὰ βάθη τῶν γραφῶν μὴ συνῃσθημένοι καὶ πάντα σωματικὰ τὸν νόμον ἡγούμενοι καὶ τοὺς προφήτας εἰρηκέναι, ἅτε τῶν κοσμικῶν ἐφιέμενοι καὶ τὸν ἔξωθεν πλοῦτον τοῦ περὶ ψυχὴν προκρίνοντες. διαιρουμένων γὰρ τῶν γραφῶν εἰς τὸν περὶ τῶν παρῳχηκότων καὶ μελλόντων τύπον, ἀποπηδήσαντες οἱ σχέτλιοι τῶν μελλόντων ὡς παρῳχηκότων ἤδη τελοῦσι τοὺς τύπους, καθάπερ καὶ ἐπὶ τῆς τοῦ προβάτου σφαγῆς, ἀνάμνησιν τῆς κατ’Αἴγυπτον τῶν πατέρων αὐτῶν γεγενημένης σωτηρίας ἡγούμενοι μόνην εἶναι τὸ μυστήριον τοῦ προβάτου, ὁπότε πατασσομένων τῶν πρωτοτόκων τῆς Αἰγύπτου αὐτοὶ διεσώθησαν, τὰς φλιὰς τῶν σφετέρων οἴκων φοινίξαντες τῷ αἵματι. οὐκέτι δὲ καὶ τῆς σφαγῆς τύπον ἡγήσαντο τοῦτον προδηλωτικὸν γεγονέναι Χριστοῦ, οὗ αἱ κατησφαλισμέναι τῷ αἵματι καὶ σφραγισθεῖσαι ψυχαί, τῆς οἰκουμένης ἐκπυρουμένης καὶ τῶν πρωτοτόκων ὀλοθρευομένων τέκνων τοῦ Σατανᾶ, περισωθήσονται τῆς ὀργῆς, τῶν τιμωρητῶν ἀγγέλων ἐκτραπησομένων τὴν ἀπὸ τοῦ αἵματος ἐπ’αὐτοῖς ἐντετυπωμένην σφραγῖδα. καὶ ταῦτα μὲν οὖν ὡς ἐπὶ παραδείγματος εἰρήσθω δεικνυούσης, ὅτι τὰ παρόντα τύπους ἡγούμενοι τῶν ἤδη γεγονότων οἱ Ἰουδαῖοι τῆς ἐλπίδος τῶν μελλόντων ἐξώκειλαν ἀγαθῶν , μη δὲ τοὺς τύπους τῶν εἰκόνων βουληθέντες εἶναι προκαταγγελτικοὺς μη δὲ τὰς εἰκόνας τῆς ἀληθείας. μὲν γὰρ νόμος τῆς εἰκόνος ἐστὶ τύπος καὶ σκιά, τουτέστι τοῦ εὐαγγελίου, δὲ εἰκὼν τὸ εὐαγγέλιον αὐτῆς τῆς ἀληθείας. οἱ γὰρ παλαιότεροι καὶ νόμος τοὺς τῆς ἐκκλησίας προεξήγγειλαν ἡμῖν προφητεύοντες χαρακτῆρας, δὲ ἐκκλησία τοὺς τῶν καινῶν αἰώνων. ὅθεν ἡμεῖς οἱ τὸν εἰπόντα Χριστόν ἐγώ εἰμι ἀλήθεια δεξάμενοι τὰς μὲν σκιὰς καὶ τοὺς τύπους ἴσμεν πεπαυμένους, ἐπὶ δὲ τὴν ἀλήθειαν σπεύδομεν τὰς ἐναργεῖς αὐτῆς εἰκόνας προκαταγγέλλοντες. ἐκ μέρους γὰρ ἔτι καὶ ὡς δι’ἐσόπτρου γινώσκομεν , ἐπεὶ μηδέπω τὸ τέλειον ἧκεν βασιλεία τῶν οὐρανῶν καὶ ἀνάστασις εἰς ἡμᾶς, ὅτε καταργηθήσεται τὸ ἐκ μέρους . τότε γὰρ αἱ σκηναὶ πήγνυνται πάντων ἡμῶν, ὁπότε τῶν ὀστῶν συγκολλωμένων καὶ συμπηγνυμένων ταῖς σαρξὶν ἀνίσταται σῶμα. τότε τὴν ἡμέραν τῆς χαρᾶς ἑορτάζομεν κυρίῳ εἰλικρινῶς, ὁπότε τὰς σκηνὰς αἰωνίους ἀποληψόμεθα οὐκέτι θνηξομένας λυθησομένας εἰς γῆν χώματος. ἦν γὰρ ἡμῶν καὶ πρόσθεν ἄπτωτος σκηνή, ἀλλὰ διὰ τὴν παράβασιν ἐσαλεύθη καὶ ἐκλίθη τοῦ θεοῦ τὸ ἁμάρτημα λύσαντος θανάτῳ, ἵνα μὴ ἀθανάτως ἁμαρτωλὸς ἄνθρωπος ὤν, ζώσης ἐν αὐτῷ τῆς ἁμαρτίας, αἰωνίως κατάκριτος γενηθῇ. καὶ διὰ τοῦτο καὶ τέθνηκεν οὐ γενόμενος θνητὸς φθαρτὸς καὶ διεκρίθη τῆς σαρκὸς ψυχή, ἵνα νεκρωθῇ διὰ τοῦ θανάτου τὸ παράπτωμα μηκέτι δυνάμενον ζῆν ἐν τῷ τεθνηκότι. ὅθεν ἀποθανόντος τοῦ παραπτώματος καὶ διεφθαρμένου πάλιν ἀθάνατος ἀνίσταμαι καὶ ὑμνῶ τὸν θεὸν τὸν διὰ θανάτου τὰ τέκνα ἐκ θανάτου σῴζοντα, καὶ ἑορτάζω νομίμως αὐτῷ κοσμήσασα τὴν σκηνήν μου, τὴν σάρκα, τοῖς ἔργοις τοῖς καλοῖς ὥσπερ κἀκεῖ ταῖς πενταφώτοις αἱ παρθένοι λαμπάσιν. ἐξεταζομένη τῇ πρώτῃ τῆς ἀναστάσεως ἡμέρᾳ , εἰσφέρω τὰ προστεταγμένα, εἰ κεκόσμημαι τοῖς τῆς ἀρετῆς καρποῖς, εἰ τοῖς κλάδοις τῆς ἁγνείας κατασκιάζομαι. νόει γάρ μοι τὴν ἀνάστασιν εἶναι τὴν σκηνοπηγίαν, νόει μοι καὶ τὰ εἰς τὴν σύνθεσιν παραλαμβανόμενα τῆς σκηνῆς τὰς πράξεις εἶναι τῆς δικαιοσύνης. λαμβάνω οὖν τῇ ἡμέρᾳ τῇ πρώτῃ τὰ ὑποτεταγμένα, οἱονεὶ τῇ ἡμέρᾳ κρίνομαι, εἰ τὴν σκηνὴν ἐκόσμησά μου τοῖς προστεταγμένοις, εἰ εὑρίσκονται ταῦτα ἐν αὐτῇ, ἅπερ ἐνταῦθα μὲν ἐν τῷ κόσμῳ κτήσασθαι προστασσόμεθα, ἐκεῖ δὲ προσφέρειν τῷ θεῷ. ἴτε γὰρ καὶ τὰ ἑξῆς ἐπισκεψώμεθα · καὶ λήψεσθε ἑαυτοῖς τῇ πρώτῃ φησίν ἡμέρᾳ καρπὸν ξύλου ὡραῖον καὶ κλάδους ξύλου δασεῖς καὶ ἰτέας καὶ ἄγνου κλάδους ἐκ χειμάρρου, εὐφρανθῆναι ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν . καρπὸν ὡραιότατον ξύλου οἱ τὴν καρδίαν ἀπερίτμητοι Ἰουδαῖοι διὰ τὸ μέγεθος τὸ κίτριον ἡγοῦνται τυγχάνειν, οὐ δὲ ἐγκαλύπτονται κιτρίῳ τὸν θεὸν λέγοντες τιμᾶσθαι, τὰ τετράποδα πάντα τῆς γῆς οὐκ εἰσὶν εἰς ὁλοκαύτωσιν ἱκανὰ καὶ Λίβανος εἰς καῦσιν . καὶ ὅλως εἰ τὸ κίτριον, ἀτεράμονες, ὡραῖον, διὰ τί μὴ καὶ σταφυλὴ μᾶλλον ὡραία, διὰ τί μὴ καὶ ῥοιά; διὰ τί μὴ καὶ τὸ μῆλον καὶ τὰ ἄλλα ἀκρόδρυα τὰ μᾶλλον διαφέροντα τοῦ κιτρίου; ἀμέλει ἐν τῷ Ἄισματι τῶν ᾀσμάτων πάντων Σολομὼν τούτων ὡραίων μνημονεύσας τὸ κίτριον ἀπεσιώπησε μόνον. ἀλλὰ τούτων ἀπεβουκολήθησαν οἱ ἄφρονες μὴ νοήσαντες τὸ ξύλον τῆς ζωῆς , πρόσθεν μὲν παράδεισος ἔφερε, νῦν δὲ πᾶσιν ἀνεβλάστησεν ἐκκλησία, τὸν ὡραῖον καὶ εὐπρεπῆ τῆς πίστεως ποιοῦν καρπόν. τοιοῦτον ἐληλυθότας καρπὸν τῇ πρωτῇ τῆς ἑορτῆς ἡμέρᾳ εἰς τὸ δικαστήριον ἡμᾶς κομίζειν δεῖ Χριστοῦ. ἐὰν μὴ τοιοῦτον σχῶμεν καὶ ἡμεῖς καρπόν, οὐ δυνησόμεθα συνεορτάσαι τῷ θεῷ, οὐ τευξόμεθα κατὰ τὸν Ἰωάννην τῆς πρώτης ἀναστάσεως · τὸ γὰρ ξύλον ἐστὶν πρωτότοκος πάντων σοφία. ξύλον ζωῆς ἐστι τοῖς ἀντεχομένοις αὐτῆς φησὶν προφήτης καὶ τοῖς ἐπερειδομένοις ἐπ’αὐτὴν ὡς ἐπὶ κύριον ἀσφαλής · , ξύλον παρὰ τὰς διεξόδους πεφυτευμένον τῶν ὑδάτων, τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ · διδασκαλία καὶ ἀγάπη καὶ σύνεσίς ἐστιν ἐν καιρῷ προσήκοντι τοῖς ἐπὶ τὰ ὕδατα τῆς ἀπολυτρώσεως ἀφικνουμένοις διδομένη. μὴ πιστεύσας Χριστῷ μη δὲ τὴν ἀρχὴν αὐτὸν εἶναι τὸ ξύλον τῆς ζωῆς ᾐσθημένος, οὐκ ἔχων δεῖξαι τῷ θεῷ τῷ ὡραιοτέρῳ τῶν ὡραίων καρπῶν τὴν σκηνὴν αὐτοῦ κεκοσμημένην, πῶς ἑορτάσει; πῶς εὐφρανθήσεται; θέλεις γνῶναι τὸν ὡραῖον καρπὸν τοῦ ξύλου; ἐπίσκεψαι τοὺς λόγους τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, πῶς εἰσιν ὡραῖοι κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων . ὡραῖος καρπὸς ἐβλάστησε διὰ Μωυσέως νόμος, ἀλλ’οὐχ οὕτως ἦν ὡραῖος ὡς τὸ εὐαγγέλιον. ἐκεῖνος μὲν γὰρ τύπος τις ἦν καὶ σκιὰ τῶν μελλόντων πραγμάτων, τοῦτο δ’ἀλήθεια καὶ ζωῆς χάρις. ὡραῖος ἦν τῶν προφητῶν καρπός, ἀλλ’οὐχ οὕτως ὡραῖος ὡς ἐξ αὐτοῦ γεωργούμενος τῆς ἀφθαρσίας. καὶ λήψεσθε ἑαυτοῖς τῇ πρώτῃ ἡμέρᾳ καρπὸν ξύλου ὡραῖον καὶ κάλλυνθρα φοινίκων λέγων τὴν ἄσκησιν τῶν θείων μαθημάτων, οἷς ἐκκαθαίρεται καὶ κοσμεῖται ψυχὴ νικῶσα τὰ πάθη ἀποσαρκουμένων ἀπ’αὐτῆς καὶ ἐκβαλλομένων τῶν ἁμαρτημάτων. δεῖ γὰρ καθαροὺς καὶ κεκοσμημένους ἥκειν εἰς τὴν ἑορτὴν ὥσπερ κοσμήτρῳ ταῖς ἀσκήσεσι καὶ μελέταις τῆς ἀρετῆς πεφιλοπονημένους · ὅτι μελέταις ἐπιπόνοις καὶ ἀσκήσεσι καθαιρόμενος νοῦς τῶν ἐπικαλυπτόντων αὐτὸν ἀλλοίων διανοημάτων ὀξυδορκεῖ πρὸς τὴν ἀλήθειαν, καθάπερ καὶ χήρα τὸν κοδράντην ἐν τοῖς εὐαγγελίοις ἀνεύρατο μετὰ τὸ σαρῶσαι τὸν οἶκον καὶ ῥῖψαι τὰ κόπρια, τὰ ἐπισκοτοῦντα καὶ καλύπτοντα πάθη τὴν ψυχὴν τὰ ἀπὸ τῆς θρύψεως ἡμῶν καὶ τῆς ἀμελείας πληθύνοντα. καὶ τοίνυν σπουδάζων εἰς τὴν ἑορτὴν τῶν σκηνῶν ἐκείνων φθάσαι καὶ τοῖς ἁγίοις συγκαταλεχθῆναι, πρῶτον τὸν ὡραῖον τὴν πίστιν κτησάσθω καρπόν, εἶτα τὰ κάλλυνθρα τὴν ἄσκησιν καὶ μελέτην τῶν γραφῶν, εἶτα τοὺς ἐριθηλέας ἐφεξῆς κλάδους τῆς ἀγάπης καὶ δασεῖς, οὓς καὶ μετὰ τὰ κάλλυνθρα παρεγγυᾷ λαμβάνεσθαι, κλάδους δασεῖς εὐθυβολώτατα τὴν ἀγάπην φράσας · τὸ γὰρ δασὺ κατάκαρπον ὅλον ἐστὶ καὶ πυκνὸν μηδὲν ψιλὸν διάκενον ἔχον, ἀλλὰ πάντα πεπληρωμένα καὶ τοὺς ὅρπηκας καὶ τὰ στελέχη. τοιοῦτον γάρ ἐστιν ἀγάπη μηδαμόθεν ὑπόκενος ἄκαρπος οὖσα. γάρ, ἐὰν πωλήσω τὰ ὑπάρχοντά μου καὶ δώσω πτωχοῖς, καὶ ἐὰν τὸ σῶμά μου πυρὶ παραδώσω, καὶ ἐὰν τοσαύτην πίστιν, ὥστε ὄρη μεθιστᾶν, κτήσωμαι ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι. ἀγάπη ἄρα τὸ κατάκαρπόν ἐστι καὶ δασύτατον ξύλον πάντων γέμουσα καὶ πεπληρωμένη τῶν χαρισμάτων. εἶτα τί παραλαμβάνεσθαι βούλεται καὶ ἕτερον; κλάδους ἰτεΐνους φησί, τὴν δικαιοσύνην ἰτεΐνους κικλήσκων κλάδους, ἀνθ’ὧν οἱ δίκαιοι κατὰ τὸν προφήτην ὡς ἀνάμεσον ὕδατος ἀνατέλλουσι χόρτος καὶ ὡς ἰτέα ἐπὶ παραρρέον ὕδωρ θάλλοντες τῷ λόγῳ. καὶ ἐπὶ πᾶσι τοὺς ἀγνίνους ἐπικοσμοῦντας τὴν σκηνὴν παρακελεύεται προσφέρεσθαι κλάδους διὰ τὸ φερώνυμον εἶναι τὸ δένδρον τῆς ἁγνείας, κατακοσμεῖται τὰ προειρημένα. ἐρρέτωσαν οἱ ἀκολασταίνοντες νῦν καὶ διὰ τὰς ἑαυτῶν ἡδυπαθείας ἁγνείαν ἀποδιωθούμενοι. πῶς γὰρ εἰς τὴν ἑορτὴν συνεισελεύσονται Χριστῷ μὴ κοσμήσαντες ἑαυτῶν τὴν σκηνὴν κλάδοις ἁγνείας τῷ θεοποιῷ καὶ μακαρίῳ φυτῷ; τοὺς εἰς τὴν ἄγυριν σπεύδοντας ἐκείνην καὶ τὸν γάμον ἀναδήσασθαι δεῖ καὶ κατασκιάζεσθαι τὰς ὀσφύας. ἴτε γάρ, καλλιπάρθενοι, τὴν γραφὴν αὐτὴν ἐπισκέψασθε καὶ τὰς ἐντολάς, πῶς ὡς ἐπὶ συμπληρώματος τῶν προειρημένων κατορθωμάτων παρέλαβεν λόγος τὴν ἁγνείαν, διδάσκων ὅσον διαπρεπὴς καὶ τριπόθητος ἔσται τῇ ἀναστάσει καὶ ὅτι χωρὶς αὐτῆς οὐδεὶς τεύξεται τῶν ἐπαγγελμάτων. ἣν ἐξαιρέτως γεωργοῦμεν ἡμεῖς αἱ παρθενεύουσαι καὶ προσφέρομεν κυρίῳ. χρῶνται δὲ καὶ οἱ πρὸς τὰς ἑαυτῶν ἁγνεύοντες γαμετάς, καὶ ὥσπερ ἀμφὶ τὸ στέλεχος κλῶνας αὐτῆς φέρουσι βλαστήσαντας σωφροσύνην, τῶν ἄνω μὴ ἐφικνούμενοι καὶ μεγάλων αὐτῆς ἐπιψαῦσαι κλάδων καθάπερ ἡμεῖς. ὅμως εἰ καὶ μικροὺς, οὐδὲν ἧσσον προσφέρουσι δὴ καὶ αὐτοὶ κλῶνας ἁγνείας. οἱ δὲ οἰστρηλατούμενοι, κἂν μὴ πορνεύσωσιν, ἀλλὰ καὶ εἰς μόνην τὴν ἔννομον ἀδιαστόλως ἐπιμίγνυσθαι θέλγωνται γαμετήν, πῶς ἑορτάσουσιν; πῶς εὐφρανθήσονται μὴ κοσμήσαντες τὴν σκηνὴν ἑαυτῶν τὴν σάρκα τοῖς κλάδοις τῆς ἄγνου μη δὲ εἰσακούσαντες τοῦ εἰρημένου ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς οἱ μὴ ἔχοντες ὦσιν ; διὰ τοῦτο πάντων μάλιστα τοὺς τῶν ἀγώνων ἐφιεμένους καὶ μεγάλῃ φρονήσει χρωμένους τὴν ἁγνείαν ἀμελλητὶ φημὶ δεῖν καὶ τιμᾶν ὡς ὠφελιμωτάτην καὶ ἐπίδοξον. ἐν γὰρ τῇ καινῇ καὶ ἀλύπῳ κτίσει, ὃς ἂν ἁγνείας μὴ εὑρεθῇ κλάδοις, κεκοσμημένος, οὐ τεύξεται τῆς ἀναπαύσεως μὴ πληρώσας τὴν ἐντολὴν τοῦ θεοῦ κατὰ τὸν νόμον, οὐ δὲ εἰς τὴν γῆν ἐπιδημήσει τῆς ἐπαγγελίας μὴ ἑορτάσας πρῶτον τὰς σκηνάς. οἱ γὰρ ἑορτάσαντες μόνοι τὴν σκηνοπηγίαν εἰς τὴν ἁγίαν καταίρουσι γῆν, ἀπάραντες ἀπὸ τῶν καλουμένων σκηνῶν, ἔστ’ἂν εἰς τὸν νεὼν φθάσωσιν ἐλθεῖν καὶ τὴν πόλιν τοῦ θεοῦ εἰς τὴν μείζονα καὶ ἐνδοξοτέραν προκόψαντες χαρὰν καθὼς καὶ οἱ τύποι συνιστᾶσιν οἱ γεγονότες ἐπὶ Ἰουδαίων. ὥσπερ γὰρ ἐξελθόντες τῶν ὅρων ἐκείνων τῆς Αἰγύπτου ὥδευσαν πρῶτον καὶ ἦλθον εἰς τὰς σκηνὰς κἀκεῖθεν ἀπάραντες πάλιν ἦλθον εἰς τὴν γῆν τῆς ἐπαγγελίας, οὕτω δὴ καὶ ἡμεῖς. ὁδεύσασα γὰρ ἐντεῦθεν καὶ ἐξελθοῦσα κἀγὼ τῆς Αἰγύπτου τούτου τοῦ βίου ἔρχομαι πρῶτον εἰς τὴν ἀνάστασιν, τὴν ἀληθινὴν σκηνοπηγίαν, κἀκεῖ τοῖς καρποῖς τῆς ἀρετῆς πήξασα τὴν σκηνήν μου κεκοσμημένην τῇ πρώτῃ τῆς ἑορτῆς ἀναστάσεως ἡμέρᾳ, τῇ κρίσει, συνεορτάζω τῷ Χριστῷ τὴν χιλιονταετηρίδα τῆς ἀναπαύσεως, τὰς ἑπτὰ καλουμένας ἡμέρας, τὰ σάββατα τὰ ἀληθινά. εἶτα αὖθις ἑπομένη τῷ διεληλυθότι τοὺς οὐρανοὺς Ἰησοῦ ἔρχομαι πάλιν καθάπερ κἀκεῖνοι μετὰ τὴν ἀνάπαυσιν τῆς σκηνοπηγίας εἰς τὴν γῆν τῆς ἐπαγγελίας, τοὺς οὐρανούς, ἐν σκηναῖς μὴ ἀπομείνασα, τουτέστι τοῦ σκηνώματός μου μὴ ἀπομείναντος τοιούτου, ἀλλὰ μετὰ τὴν χιλιονταετηρίδα μεταβληθέντος ἀπὸ τοῦ σχήματος τοῦ ἀνθρωπίνου καὶ τῆς φθορᾶς εἰς ἀγγελικὸν μέγεθος καὶ κάλλος · ἔνθα λοιπὸν ἀπὸ τοῦ θαυμαστοῦ τῆς σκηνῆς αἱ παρθένοι τόπου μετὰ τὸ συμπερασθῆναι τὴν ἑορτὴν τῆς ἀναστάσεως εἰς τὰ μείζω καὶ κρείττω διερχόμεθα, εἰς τὸν οἶκον αὐτὸν ἀναβαίνουσαι τὸν ὑπὲρ τοὺς οὐρανοὺς τοῦ θεοῦ, ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως ἤχους ἑορτάζοντος , καθώς φησιν ψαλμῳδός. τούτῳ κἀγώ, Ἀρετή, κατὰ τὴν ἐμαυτῆς, δέσποινα, δύναμιν δωροῦμαί σε τῷ πέπλῳ.

Ευβουλιον
Ευ.
Ευ.

λίαν ἀγωνιῶ, Γρηγόριον, κατ’ἐμαυτὸν ἐννοούμενος ἐν ὁποίῳ θορύβῳ νῦν ἄρα Δομνίνα ἦν ταρασσομένης αὐτῇ τῆς καρδίας καὶ φοβουμένης μὴ ἀπορήσῃ λόγων καὶ ἐνδεέστερόν τι τῶν ἄλλων παρθένων ἀποφθέγξηται τοσούτων ἤδη ῥηθέντων εἰς τὸ προκείμενον καὶ ποικίλων. εἰ οὖν ἔνδηλος ἐγένετο κεκινημένη, φέρε καὶ τοῦτο περαίωσαι. θαυμάζω γάρ, εἴ τι ἔσχεν εἰπεῖν τελευταία κεκληρωμένη.

Γρηγοριον
Γρ.
Γρ.

τεταράχθαι μὲν αὐτήν, Εὐβούλιον, καὶ σφόδρα, ἔφη μοι Θεοπάτρα, οὐ μὴν ἠπορηκέναι λόγων. μετὰ τὸ παύσασθαι τὴν Τυσιανὴν Ἀρετὴ τὸν ὀφθαλμὸν εἰς αὐτὴν ἐπιβαλοῦσα, δεῦρο δὴ καὶ σὺ θύγατερ, ἔφη, τὸν λόγον ἀπόδος, ἵνα πληρώσωμεν ἐντελῆ τὴν εὐωχίαν. τὴν οὖν Δομνίναν ἐρυθριάσασαν ἐπιπολὺ μόλις ἀναπνεῦσαι καὶ εἰς εὐχὴν ἐξαναστᾶσαν τραπῆναι καὶ καλεῖν τὴν σοφίαν παραστῆναί οἱ βοηθόν. εὐξαμένῃ δὲ αὐτῇ θάρσος, φησίν, εὐθέως ἐγγίγνεται καί τις αὐτὴν θεία ἀνακωχὴ κατέλαβε καὶ ἔφη.