Γρηγοριον
Γρ.
Γρ.
ἀλλὰ δέχομαι, τὴν Ἀρετὴν ἡ Θεοπάτρα ἔφη φάναι, καὶ πάσας ἐπαινῶ. κράτιστα γὰρ δή, κα- κἂν οὕτω μὴ φανερῶς, ἀλλὰ μετὰ σπουδῆς τὰ λεχθέντα δεχομένη διεξελήλυθας οὐ γλυκυμυθίαν πρὸς τέρψιν τῶν ἀκουόντων συσκευασαμένη, ἀλλὰ πρὸς ἐπανόρθωσιν ὑπόμνημα καὶ νῆψιν. προτάττειν γὰρ τῶν ἐμῶν ἐπιτηδευμάτων ἁγνείαν ὁ λέγων δεῖν καὶ ἀσπάζεσθαι πρώτην τῶν ἄλλων, ὀρθῶς παρακελεύεται · ἣν τιμᾶν μὲν νομίζουσι καὶ θεραπεύειν πολλοί, τιμῶσι δ’αὐτὴν ὡς ἔπος εἰπεῖν ὀλίγοι. οὐ γὰρ, ὁπόταν τὴν ἑαυτοῦ σάρκα τῆς κατὰ συνουσίαν ἄγευστον ἡδονῆς φιλοτιμῆται τηρεῖν ἄνθρωπος, τῶν ἄλλων μὴ κρατῶν, ἁγνείαν τιμᾷ. ἀτιμάζει μὲν οὖν αὐτὴν μᾶλλον οὐχ ἥκιστα βαναύσοις ἐπιθυμίαις ἡδονὰς ἀντικαταλλασσόμενος ἡδοναῖς. οὐ δέ γε, ὁπόταν πρὸς τὰς ἔξω μὲν ἐπιθυμίας διαπονῇ καρτερῶν, ὑπεραίρηται δὲ φυσιούμενος αὐτῷ δὴ τούτῳ τῷ δύνασθαι τῶν τῆς σαρκὸς ὑπεκκαυμάτων κρατεῖν καὶ πάντας ὡς οὐδὲν ἐξουδενῶν, ἡγεῖται ἁγνείαν τιμᾶν. ἀτιμάζει γὰρ αὐτὴν ὑβρίζων ὑψηλοφροσύνῃ, τῷ τὸ μὲν ἔξωθεν τοῦ πίνακος καθαίρειν καὶ τῆς παροψίδος, τὴν σάρκα, τὸ σῶμα, τὴν δὲ καρδίαν τύφῳ σίνεσθαι καὶ φιλοκρατίᾳ. οὐ δέ γε, ὁπότε ἐναβρύνεταί τις χρήμασι, τιμᾶν αὐτὴν σπουδάζει. ἀτιμάζει μὲν οὖν παντὸς μᾶλλον δὲ καὶ οὗτος, προκρίνων αὐτῆς ὀλίγον κέρδος, ἧς οὐδὲν ἀντάξιον τῶν ἐν τῷ βίῳ τιμίων · “πᾶς” γὰρ πλοῦτος ἐνώπιον αὐτῆς καὶ “χρυσὸς” ὡς “ψάμμος ὀλίγη”. οὐ δέ γε ὁ ἑαυτὸν ὑπερφυῶς ἡγούμενος φιλεῖν καὶ τὸ ἑαυτῷ μόνῳ συμφέρον σπουδάζων σκοπεῖν, ἄφροντις δὲ τῶν πλησίων, ἁγνείαν τιμᾷ. ἀτιμάζει μὲν οὖν αὐτὴν καὶ οὗτος. πολὺ γὰρ λείπεται τῶν κατ’ἀξίαν ὁμιλούντων αὐτῇ τῷ τὴν ἀγάπην αὐτῆς καὶ τὸ συμπαθητικὸν καὶ τὸ φιλάνθρωπον λωβήσασθαι. οὐ γὰρ τῇδε μὲν ἁγνεύοντας παρθενεύειν δεῖ, τῇδε δὲ κακοπραγοῦντας χραίνεσθαι καὶ ἀκολασταίνειν, οὐ δὲ τῇδε μὲν ἐπαγγέλλεσθαι καθαρεύειν καὶ σωφρονεῖν, τῇδε δὲ μολύνεσθαι καὶ ἁμαρτάνειν, οὐ δ’αὖ τῇ μὲν ὁμολογεῖν μὴ πεφροντικέναι τῶν κοσμικῶν, τῇδε δὲ κτᾶσθαι καὶ ἐν αὐτοῖς ἐξετάζεσθαι, ἀλλὰ πάντα τὰ μέλη φθορᾶς ἀκοινώνητα καὶ ἀμιγῆ τηρεῖν, οὐ μόνον τὰ κνησμώδη καὶ συνουσιαστικά, ἀλλ’ἤδη καὶ τὰ τούτων ἐνεργέστερα. χλεύη γὰρ τὰ μὲν τῆς παιδοποιήσεως ὄργανα τηρεῖν παρθένια, τὴν δὲ γλῶτταν μὴ τηρεῖν, ἢ τὴν γλῶτταν μὲν τηρεῖν παρθένον, τὴν δὲ ὅρασιν ἢ τὴν ἀκοὴν ἢ τὰς χεῖρας μὴ τηρεῖν, ἢ ταῦτα μὲν ἔχειν καὶ τηρεῖν παρθένια, τὴν δὲ καρδίαν δὲ μὴ τηρεῖν, ἀλλ’ἑταιρίζεσθαι τύφῳ καὶ θυμῷ. δεῖ γὰρ πάντως τὸν μέλλοντα μὴ ἁμαρτήσεσθαι περὶ τὴν ἄσκησιν τῆς ἁγνείας τὰ μέλη πάντα καὶ τὰ αἰσθητήρια τηρεῖν ἑαυτοῦ καθαρὰ καὶ συνεσφιγμένα, καθάπερ δὴ καὶ πλοίων, ὧν οἱ κυβερνῆται τὰς ἁρμογὰς σφίγγουσι, πρὸς τὸ μὴ σχεῖν ἔσω δίοδον τὴν ἁμαρτίαν ἐπεισχεομένην. τοῖς γὰρ μεγάλοις ἐξ ἀνάγκης ἐπιτηδεύμασι μεγάλα καὶ τὰ πταίσματα συμβαίνει καὶ τῷ ὄντι τῷ ἀγαθῷ μᾶλλον ἐναντιώτερον τὸ κακὸν ἢ τῷ μὴ ἀγαθῷ. πολλοὶ οὖν δοξάζοντες τὸ περὶ τὰς οἰστρώδεις μᾶλλον καρτερεῖν ἐπιθυμίας εἶναι τὴν ἁγνείαν, τῶν δ’ἄλλων ἀμελήσαντες αὐτῆς ἔπταισαν καὶ τοῖς ὀρθῶς πρὸς αὐτὴν ὡρμημένοις προσῆψαν ψόγους ὡς ὑμεῖς ἠλέγξατε, νόμος διὰ πάντων, αὐταὶ γὰρ παρθενεύσασαι καὶ ἔργῳ καὶ λόγῳ. καὶ τὰ μὲν δὴ τῆς παρθένου, ποταπὴν εἶναι προσῆκε διεγράφη. ὑμᾶς δὲ διαρκῶς ἀγωνισαμένας τῷ λόγῳ αὐτήκοος γενομένη πάσας ἀποφαίνομαι νικᾶν καὶ στέφω, Θέκλαν δὲ τῷ μείζονι στεφάνῳ καὶ δασυτέρῳ ὡς πρώτην ὑμῶν καὶ μεγαλοπρεπέστερον ἐκλάμψασαν. ταῦτα οὖν εἰποῦσαν, ἔφη, κελεῦσαι πάσας ἀναστῆναι τὴν Ἀρετὴν, ἡ Θεοπάτρα, καὶ στάσας ὑπὸ τὴν ἄγνον εὐχαριστήριον πρεπόντως ὕμνον ἀναπέμψαι τῷ κυρίῳ, ἐξάρχειν δὲ τὴν Θέκλαν καὶ προϋφηγεῖσθαι. ὡς οὖν ἀνέστησαν τὴν Θέκλαν · μέσην μὲν τῶν παρθένων, ἔφη, ἐκ δεξιῶν δὲ τῆς Ἀρετῆς στᾶσαν κοσμίως ψάλλειν, τὰς δὲ λοιπὰς ἐν κύκλῳ καθάπερ ἐν χοροῦ σχήματι συστάσας ὑπακούειν αὐτῇ ·