Γρηγοριον
Γρ.
Γρ.
διαπεραναμένης οὖν ἄριστα καὶ Ἀγάθης, ἔφη, τὸν λόγον καὶ εὐδοκιμησάσης ἐφ’οἷς ἰσηγόρησεν, πάλιν ἡ Ἀρετὴ τὴν Πρόκιλλαν ἐκέλευσε λέγειν. ἡ δὲ ἀναστᾶσα καὶ ἔμπροσθεν παρελθοῦσα τῆς κλισιάδος ἔλεξε τοιάδε · ἀπορρᾳθυμεῖν καὶ μετὰ τοσούτους οὐ θέμις μοι λόγους, ὦ Ἀρετή, ἀναμφισβητήτως πεπιστευκυῖαν τῇ πολυποικίλῳ τοῦ θεοῦ σοφίᾳ πλουσίως ἐχούσῃ διδόναι καὶ διαφόρως ὅτῳ βούλεται. καὶ γὰρ πελάγιοι πλωτῆρές φασι φέρεσθαι μὲν τοῖς ναυτιλλομένοις τὸ αὐτὸ πνεῦμα, ἄλλους δὲ τὰ περὶ τὸν πλοῦν ἀλλοίως αὐτῶν μεταχειριζομένους οὐκ εἰς τὴν αὐτὴν εἰσορμίσασθαι σπουδήν · οἷς μὲν γὰρ τὸ πνεῦμα κατὰ πρύμναν οὔριον ἵσταται, τοὺς δὲ καὶ ἐξ ἐγκαρσίων φέρει, καὶ ὅμως ἑκατέροις ὁ πλοῦς ἀνύεται ῥᾷστα. ἀτὰρ δὴ καὶ τὸ τῆς σοφίας νοερὸν πνεῦμα καὶ ἅγιον καὶ μονογενὲς ἀπὸ τῶν πατρῴων ἄνωθεν πράως καταπνεόμενον θησαυρῶν, πάσαις ἡμῖν λιγυρὸν οὖρον πνεῦσαν γνώσεως ἐπαρκέσει τὸν δρόμον ἀλύπως ἀπευθῦναι τῶν λόγων. ἐμοὶ γὰρ καιρὸς ἤδη λέγειν. εἷς τρόπος ἀληθὴς ἐπαίνων οὗτός ἐστιν, ὦ παρθένοι, καὶ σεμνός · ὁπόταν ὁ ἐπαινῶν τοῦ ἐπαινουμένου τῶν ἐπαίνων κρείττονα παρέχῃ μάρτυρα · πάρεστι γὰρ ἐντεῦθεν μαθεῖν ἀκριβῶς, ὅτι μὴ πρὸς χάριν μη δὲ ἐξ ἀνάγκης μη δὲ κατὰ δόξαν ἡ εὐφημία γίνεται τῶν λόγων, ἀλλὰ κατὰ ἀλήθειαν καὶ ἀθώπευτον κρίσιν. καὶ γὰρ οἱ πληρέστερον εἰσηγησάμενοι περὶ τοῦ πρὸ αἰώνων υἱοῦ τοῦ θεοῦ δὲ προφῆται καὶ ἀπόστολοι, καὶ μᾶλλον αὐτὸν τῶν ἄλλων θεολογήσαντες ἀνθρώπων οὐκ εἰς ἀγγελικὴν ἀνήγαγον αὐτῷ ῥῆσιν τοὺς ἐπαίνους, ἀλλ’εἰς αὐτὸν τὸν ἀνημμένον πάντων τὸ κῦρος καὶ τὸ κράτος · ἦν γὰρ ἐμπρεπὲς τὸν ἁπάντων μείζονα τῶν ἄλλων μετὰ τὸν πατέρα μόνῳ τῷ ἑαυτοῦ μείζονι πατρὶ χρήσασθαι μάρτυρι. καὶ δὴ καὶ τῆς ἁγνείας οὐκ εἰς ἀνθρωπίνην ἀνοίσω κα- κἀγὼ δόξαν τοὺς ἐπαίνους ἀλλ’εἰς αὐτὸν, ᾧ μέλομεν καὶ ὃς τὸ πᾶν ἀνῄρηται · γεωργὸν αὐτῆς ἀποδεικνύουσα τοῦτον καὶ ἐραστὴν τῆς ὥρας ὄντα καὶ ἀξιόχρεων μάρτυρα. καὶ τοῦτο καὶ ἐν τῷ τῶν Ἀισμάτων Ἄισματι πάρεστι διαθρῆσαι τῷ βουλομένῳ φανερῶς, ἔνθα αὐτὸς ὁ κύριος τὰς ἐν παρθενίᾳ παγίως καταγεγενημένας ἐγκωμιάζων φησίν · “ὡς κρίνον ἐν μέσῳ ἀκανθῶν, οὕτως ἡ πλησίον μου ἐν μέσῳ τῶν θυγατέρων” · κρίνῳ παρεικάζων διὰ τὸ καθαρὸν καὶ εὔπνουν καὶ ἡδὺ καὶ ἱλαρὸν τὸ χάρισμα τῆς ἁγνείας · ἐαρινὸν γὰρ ἡ ἁγνεία καὶ ἐπανθοῦν ἁβρῶς ἀεὶ λευκοῖς τοῖς κάλυξι τὴν ἀφθαρσίαν. ὅθεν δὴ καὶ ἠρᾶσθαι τοῦ κάλλους τῆς ἀκμῆς αὐτῆς ὁμολογεῖν οὐκ ἐπαισχύνεται, “ἐκαρδίωσας ἡμᾶς” ἐν τοῖς ἑξῆς “ἀδελφή μου νύμφη” λέγων “ἐκαρδίωσας ἡμᾶς ἑνὶ ἀπὸ ὀφθαλμῶν σου, ἐν μιᾷ ἐνθέματι τραχήλου σου. ὅτι ἐκαλλιώθησαν μαστοί σου ἀπὸ οἴνου, καὶ ὀσμὴ ἱματίων σου ὑπὲρ πάντα τὰ ἀρώματα. κηρίον ἀποστάζουσι χείλη σου, νύμφη, μέλι καὶ γάλα ὑπὸ τὴν γλῶσσάν σου, καὶ ὀσμὴ ἱματίων σου ὡς ὀσμὴ Λιβάνου. κῆπος κεκλεισμένος, ἀδελφή μου νύμφη, κῆπος κεκλεισμένος, πηγὴ ἐσφραγισμένη”. ταῦτα Χριστὸς ταῖς ἐπὶ πέρατα παρθενίας ἐλθούσαις τὰ ἐγκώμια ψάλλει · πάσας ἑνὶ περιγράψας τῷ νύμφης ὀνόματι, ἐπειδὴ τὴν νύμφην ἡρμόσθαι μὲν δεῖ καὶ κατωνομάσθαι τῷ μνηστευσαμένῳ, ἄχραντον δὲ ἔτι καὶ ἀμιγῆ τυγχάνειν, παράδεισον ὥσπερ ἐσφραγισμένην, ἐν ᾧ πάντα τῆς εὐωδίας τῶν οὐρανῶν φύει τὰ ἀρώματα, ἵνα μόνος ἐλθὼν αὐτὰ δρέψηται Χριστὸς ἀσωμάτοις βλαστήσαντα σποραῖς. ἐρᾷ γὰρ ὁ λόγος οὐδενὸς τῶν σαρκός, ὅτι μὴ πέφυκεν ἀποδέχεσθαί τι τῶν φθειρομένων, οἷον χεῖρας ἢ πρόσωπον ἢ πόδας, ἀλλ’εἰς αὐτὸ τὸ ἄϋλον καὶ πνευματικὸν βλέπων εὐφραίνεται κάλλος μὴ ἁπτόμενος τοῦ σώματος τῆς ὥρας. ἐπισκέψασθε γὰρ, ὅτι τὸ “ἐκαρδίωσας ἡμᾶς”, ὦ παρθένοι, τῇ νύμφῃ πρὸς αὐτοῦ λεγόμενον, “ἑνὶ ἀπὸ ὀφθαλμῶν σου” τὸν διορατικὸν τῆς φρονήσεως ὀφθαλμὸν δείκνυσιν, ὁπότε δὴ τοῦτον ὁ ἔσω σμήξας ἄνθρωπος καθαρῶς τρανότερον τὴν ἀλήθειαν ἐποπτεύει. δισσὴν γὰρ ὄψεως δύναμιν εἶναι παντί που καταφανές, μίαν μὲν ψυχῆς, θατέραν δὲ σώματος. ἀλλ’οὐχὶ τῆς τοῦ σώματος ὁ λόγος ἐρᾶν ὁμολογεῖ, ἀλλὰ τῆς κατὰ διάνοιαν μόνης, “ἐν ἑνὶ” φάσκων “ἐκαρδίωσας ἡμᾶς ἀπὸ ὀφθαλμῶν σου, καὶ ἐν μιᾷ ἐνθέματι τραχήλου σου”, ὅπερ ἐστίν · ὦ αὕτη, τῷ ἐπεράστῳ σου βλέμματι τῆς συνέσεως ἀνεπτέρωσας ἡμῶν τὴν καρδίαν εἰς πόθον, ἔσωθεν τὸν ἀρίδηλον κόσμον ἐξαστράπτουσα τῆς σωφροσύνης. ἐνθέματα γὰρ τραχήλων καλεῖται τὰ περιδέραια τὰ ἐκ τιμίων καὶ ποικίλων συντιθέμενα λίθων. ἀλλ’αἱ μὲν σωμασκοῦσαι ψυχαὶ τὸν αἰσθητὸν τουτονὶ κόσμον ἀμφὶ τὸν τράχηλον τὸν ἔξω τῆς σαρκὸς περιτιθέασι πρὸς ἀπάτην τῶν θεωμένων · αἱ δὲ ἁγνεύουσαι ἔνδοθεν ἔμπαλιν τὸν κόσμον ἐξάπτονται, τὸν ἀπὸ τῶν τιμίων καὶ ποικίλων ὡς ἀληθῶς συγκείμενον λίθων τῆς ἐλευθερίας, τῆς μεγαλοφροσύνης, τῆς σοφίας, τῆς ἀγάπης, ὀλίγα φροντίσασαι τῶν τῇδε προσκαίρων ποικιλμάτων, ἃ φύλλων δίκην πρὸς ὥραν θάλλοντα συναφαυαίνονται τοῦ σώματος ταῖς τροπαῖς. διπλοῦς γὰρ ὁ περὶ τὸν ἄνθρωπον φαίνεται κόσμος, ὧν τὸν ἔνδον ὁ κύριος ἀποδέχεται, τὸν ἀκήρατον, “ἐν μιᾷ” λέγων “τραχήλου ἐνθέματι” τῆς νύμφης κεκαρδιῶσθαι · οἱονεὶ τὸ τοῦ ἔσωθεν ἀνθρώπου τῆς καταστολῆς αἴγλην ἀποστίλβοντος ὠρέχθαι σημαίνων, ὥς που καὶ ὁ ψαλμῳδὸς μαρτυρεῖ, “πᾶσα” λέγων “ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν”. μὴ ὑπολαμβανέτω δέ τις ἀποκρούεσθαι τὸν ἕτερον ὅμιλον τῶν πεπιστευκότων, δόξας ἡμᾶς τὰς παρθένους μόνας εἰσηγεῖσθαι τευξομένας τῆς ἐπαγγελίας, οὐ συννοήσας, ὅτι καὶ φυλαὶ καὶ πατριαὶ καὶ τάγματα κατ’ἀναλογίαν ἑκάστων ἔσονται τῆς πίστεως. καὶ τοῦτο καὶ Παῦλος διαγράφει “ἄλλη δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης” λέγων “καὶ ἄλλη δόξα ἀστέρων · ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ. οὕτως καὶ ἡ ἀνάστασις τῶν νεκρῶν”. καὶ ὁ κύριος δὲ οὐ πᾶσι τὰς αὐτὰς ὁμολογεῖ διδόναι τιμάς, ἀλλ’ἑτέρους μὲν ἐπὶ τὰ βασίλεια καταριθμεῖται τῶν οὐρανῶν, ἄλλοις κληρονομίαν ἐπαγγέλλεται γῆς, ἑτέροις ὄψεσθαι τὸν πατέρα. καὶ δὴ καὶ ἐνταῦθα πρῶτον τὸ τάγμα καὶ τὸν χορὸν τὸν ἅγιον αὐτῷ τῶν παρθένων ὥσπερ εἰς νυμφῶνα τὴν ἀνάπαυσιν τῶν καινῶν αἰώνων ἐφομαρτοῦντα συνεισελεύσεσθαι χρησμῳδεῖ. ἐμαρτύρησαν γὰρ οὐ κατά τι μόριον χρόνων ἐν βραχεῖ καρτερήσασαι σωμάτων ἀχθηδόνας, ἀλλὰ διὰ παντὸς ἔτλησαν τοῦ βίου, μὴ ἀποδειλιάσασαι τὸν ἀγῶνα τὸν Ὀλυμπιακὸν ἀληθῶς διαθλῆσαι τῆς ἁγνείας · βασάνοιςτε γὰρ ἀγρίαις ἡδονῶν καὶ φόβοις καὶ λύπαις ἀντισχοῦσαι καὶ τοῖς ἄλλοις τῆς πονηρίας τῶν ἀνθρώπων κακοῖς, ἀποφέρονται τὰ γέρα πρῶται τῶν ἄλλων εἰς τὸν ἀμείνω τῆς ἐπαγγελίας ἐκτασσόμεναι χῶρον. ἀμέλει ταύτας μόνον ἐκλεκτὴν νύμφην τὰς ψυχὰς καὶ γνησίαν ὁ λόγος ἑαυτοῦ καλεῖ, τὰς δὲ λοιπὰς παλλακὰς καὶ νεάνιδας καὶ θυγατέρας, λέγων ὧδε · “ἑξήκοντά εἰσι βασίλισσαι καὶ ὀγδοήκοντα παλλακαί, καὶ νεάνιδες, ὧν οὐκ ἔστιν ἀριθμός. μία ἐστὶ περιστερά μου, τελεία μου, μία ἐστὶ τῇ μητρὶ αὐτῆς, ἐκλεκτὴ τῇ τεκούσῃ αὐτήν. εἴδοσαν αὐτὴν θυγατέρες καὶ μακαριοῦσιν αὐτήν, βασίλισσαι καί γε παλλακαὶ αἰνέσουσιν αὐτήν”. πολλῶν γὰρ οὐσῶν δηλονότι τῆς ἐκκλησίας τῶν θυγατέρων μία ἐστὶ μόνη ἐκλεκτὴ καὶ τιμιωτάτη ἐν ὀφθαλμοῖς αὐτῆς ὑπὲρ πάσας, τὸ τάγμα τῶν παρθένων. ἐὰν δὲ τῷ περὶ τούτων ἀμφισβήτησις ᾖ, ὡς οὐδέπω τῶν κεφαλαίων ἱκανῶς ἐπεξειργασμένων, καὶ ἔτι βούλοιτο κατ’ἀναγωγὴν αὐτῶν πνευματικὴν διαρθρωθῆναι πληρέστερον, τίνες εἰσὶν αἱ βασίλισσαι καὶ αἱ παλλακαὶ καὶ αἱ νεάνιδες, λέξομεν δύνασθαι ταῦτα λελαλῆσθαι καὶ ἐπὶ τῶν ἀπ’ἀρχῆς κατὰ πρόσβασιν χρόνων ἐν δικαιοσύνῃ διαπρεψάντων, οἷον τῶν πρὸ τοῦ κατακλυσμοῦ καὶ τῶν μετὰ τὸν κατακλυσμὸν καὶ τῶν ἀπὸ τοῦ Χριστοῦ καθεξῆς. εἶναι γὰρ νύμφην μὲν τὴν ἐκκλησίαν, βασιλίσσας δὲ τὰς βασιλικὰς ἐκείνας τὰς πρὸ τοῦ κατακλυσμοῦ ψυχάς, εὐαρέστους τῷ θεῷ γεγενημένας, τουτέστι τὰς ἀμφὶ τὸν Ἄβελ καὶ τὸν Σὴθ καὶ τὸν Ἐνώχ, παλλακὰς δὲ τὰς μετὰ τὸν κατακλυσμὸν τῶν προφητῶν, αἷς πρὸ τοῦ τὴν ἐκκλησίαν ἁρμοσθῆναι τῷ κυρίῳ παλλακίδων δίκην συγγινόμενος ἀληθεῖς ὑπέσπειρε λόγους ἐν ἀφθόρῳ καὶ καθαρᾷ φιλοσοφίᾳ, ἵνα γεννῶσιν αὐτῷ, συλλαβοῦσαι πίστιν, “πνεῦμα σωτηρίας”. τοιαῦτα γὰρ ἀποβλαστήματα φύουσιν αἱ ψυχαὶ ἀείμνηστον φέροντα κάλλος, ὁπόσαις ἂν ὁ Χριστὸς συνανακραθῇ. εἰ γὰρ βούλεσθε εἰς Μωσέως ἀποβλέψαι τὰς βίβλους ἢ Δαυὶδ ἢ Σολομῶνος ἢ Ἡσαΐου ἢ τῶν καθεξῆς προφητῶν, ὦ παρθένοι, εἴσεσθε, οἷα καταλελοίπασιν αὐτῶν ἔκγονα τῷ βίῳ σωτήρια διὰ τὴν πρὸς τὸν υἱὸν τοῦ θεοῦ κοινωνίαν. ὅθεν τεθεωρημένως παλλακὰς προσηγόρευσε τὰς ψυχὰς τὰς προφητικὰς ὁ λόγος, ὅτι μὴ φανερῶς αὐτὰς οὕτως ὥσπερ δὴ καὶ τὴν ἐκκλησίαν ἐπηγάγετο θύσας δι’αὐτὴν “τὸν μόσχον τὸν σιτευτόν”. ἐπαπορητέον δὲ καὶ τοῦτο πρὸς τούτοις, ἵνα μηδὲν ἡμᾶς τῶν ἀναγκαίων διαδρᾶναι δυνηθῇ, τί δήποτε τὰς μὲν βασιλίσσας ἑξήκοντα ἔφη, τὰς δὲ παλλακὰς ὀγδοήκοντα, τὰς δὲ νεάνιδας τοσαύτας, ὅσας μη δὲ ἀριθμεῖσθαι διὰ τὴν πληθύν, τὴν δὲ νύμφην μίαν. καὶ πρῶτον περὶ τῶν ἐξήκοντα λεκτέον · ἑξήκοντα βασιλίσσας ἐντεῦθεν, ὡς οἶμαι, δὴ τοὺς ἀπὸ τοῦ πρωτοπλάστου μέχρι Νῶε κατὰ διαδοχὴν εὐαρεστήσαντας ἐκάλεσε τῷ θεῷ, ἐπειδήπερ ἑτέρων οὗτοι παραγγελμάτων καὶ θεσμῶν εἰς τὸ σωθῆναι χρείαν οὐκ ἐσχήκασιν, ἔτι προσφάτου τῆς κατὰ τὴν ἑξαήμερον οὔσης αὐτοῖς τοῦ κόσμου συστάσεως. ἐμέμνηντο γὰρ, ὅπως ἐν ἓξ ἡμέραις ὁ θεὸς ἐτεκτήνατο τὴν κτίσιν, τάτε ἐν τῷ παραδείσῳ γεγονότα καὶ πῶς ὁ ἄνθρωπος ἐντολὴν ἔχων μὴ ἅψασθαι τοῦ φυτοῦ τῆς φρονήσεως ἐξώκειλεν, ἀποβουκολήσαντος αὐτὸν τοῦ τῆς κακίας σοφιστοῦ. ἐντεῦθεν οὖν δὴ τὰς ἀπὸ τῆς συστάσεως εὐθέως τοῦ κόσμου κατὰ διαδοχὴν τὸν θεὸν ποθεῖν ἑλομένας ψυχὰς καὶ σχεδόν, εἰ χρὴ φάναι, τοῦ πρώτου αἰῶνος οὔσας ἔκγονα καὶ γείτονας τῆς μεγάλης ἑξαημέρου ἑξήκοντα βασιλίσσας ἔφη συμβολικῶς διὰ τὸ μετὰ τὴν ἑξαήμερον εὐθέως, ὡς ἔφην, γεγονέναι. μεγάλην γὰρ ἐσχήκασιν οὗτοι τιμὴν ἀγγέλοις συνομιλήσαντες καὶ τὸν θεὸν ὕπαρ, οὐκ ὄναρ πολλάκις θεασάμενοι. ἐπισκέψασθε γὰρ, ὅσην ἔσχε παρρησίαν ὁ Σὴθ πρὸς τὸν θεόν, ὅσην ὁ Ἄβελ, ὅσην ὁ Ἐνῶς, ὅσην ὁ Ἐνώχ, ὅσην ὁ Μαθουσάλα, ὅσην ὁ Νῶε, πρῶτοι δικαιοσύνης γεγονότες ἐρασταὶ καὶ πρῶτοι τῶν “πρωτοτόκων” τέκνων τῶν “ἀπογεγραμμένων ἐν οὐρανοῖς” τῆς βασιλείας καταξιωθέντες, ὥσπερ ἀπαρχή τις τῶν φυτευομένων εἰς σωτηρίαν πρώϊμος τῷ θεῷ βλαστήσαντες καρπός. καὶ περὶ μὲν τούτων αὐτάρκως, περὶ δὲ τῶν παλλακῶν πάλιν λεκτέον. τοῖς μετὰ τὸν κατακλυσμὸν ἀπωτέρω λοιπὸν ἡ γνῶσις ἦν τοῦ θεοῦ, καὶ ἔχρῃζον ἑτέρας διδαχῆς ἑρπούσης ἤδη τῆς εἰδωλολατρείας, ἥτις αὐτοῖς αὖθις ἀλεξίκακος ἔσοιτο καὶ βοηθός. ὁ οὖν θεός, ἵνα μὴ πάντῃ τὸ γένος τῶν ἀνθρώπων ἀϊστωθῇ λήθῃ τῶν καλῶν, τὸν ἴδιον παῖδα τοῖς προφήταις ἐκέλευσεν ὑπηχῆσαι τὴν ἐσομένην ἑαυτοῦ παρουσίαν διὰ σαρκὸς εἰς τὸν βίον · καθ’ἣν ἡ τῆς πνευματικῆς ὀγδοάδος χαρὰ καὶ γνῶσις κηρυχθήσεται ἀφέσεως ἁμαρτημάτων οὖσα καὶ ἀναστάσεως παρεκτική · περιτμηθήσεσθαι γὰρ δι’αὐτῆς τῶν ἀνθρώπων τὰ πάθη καὶ τὴν φθοράν. καὶ διὰ τοῦτο τὸν κατάλογον τῶν ἀπὸ τοῦ Ἀβραὰμ προφητῶν διὰ τὴν τῆς περιτομῆς πρεσβείαν τὸν ὀκτὼ περιεχούσης ἀριθμόν, ἧς ἐξήρτηται καὶ ὁ νόμος, ὀγδοήκοντα παλλακὰς ἐκάλεσεν, ὅτι πρῶτοι πρίν τὴν νύμφην, τὴν ἐκκλησίαν, κατεγγυηθῆναι τῷ λόγῳ, τὰ θεῖα συλλαβόντες σπέρματα, τῆς νοητῆς προεξήγγειλαν ὀγδοάδος τὴν περιτομήν. νεάνιδας δὲ πάλιν εἰς ἀναρίθμητον συντελούσας ὅμιλον τὰ ὑπὸ τοῖς κρείττοσι δικαιοπραγήσαντα πλήθη καὶ νεανικῶς καὶ γενναίως διαθλήσαντα πρὸς τὴν ἁμαρτίαν καλεῖ. ἀλλὰ τούτων οὔθ’αἱ βασίλισσαι οὔθ’αἱ παλλακαὶ οὔθ’αἱ νεάνιδες συγκρίνονται τῇ ἐκκλησίᾳ · ἡ γὰρ τελεία καὶ ἐκλεκτὴ παρὰ πάσας νομιζομένη αὐτάς, ἡ ἐκ πάντων συνεστῶσάτε καὶ συνημμένη τῶν ἀποστόλων ἐστὶν ἡ ὑπερβάλλουσα νύμφη τῷ κάλλει τῆς ἀκμῆς καὶ τῆς παρθενίας πάσας. διὸ καὶ μακαρίζεται καὶ αἰνεῖται πρὸς τῶν ἄλλων, ὅτι αὕτη καὶ εἶδε καὶ ἤκουσεν ἀφθόνως, ἃ ἐκεῖναι ἰδεῖν ἐπεπόθησαν, κα- κἂν ἐκ βραχέος θεάσασθαι καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι καὶ οὐκ ἤκουσαν. “μακάριοι” γάρ φησιν “οἱ ὀφθαλμοὶ ὑμῶν” ὁ κύριος τοῖς μαθηταῖς “οἱ βλέποντες, ἃ βλέπετε. λέγω γὰρ ὑμῖν, ὅτι πολλοὶ προφῆται ἐπεθύμησαν ἰδεῖν, ἃ βλέπετε, καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι, ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν”. οὐκοῦν διὰ ταῦτα μακαρίζουσι ταύτην οἱ προφῆται καὶ θαυμάζουσιν, ὅτι ὧν αὐτοὶ μὴ ἐπέτυχον ἀκροαταὶ γενέσθαι καὶ θεάμονες ἡ ἐκκλησία κατηξιώθη καὶ μετείληφεν. “ἑξήκοντα εἰσι βασίλισσαι καὶ ὀγδοήκοντα παλλακαί καὶ νεάνιδες, ὧν οὐκ ἔστιν ἀριθμός. μία ἐστὶ ἡ περιστερά μου, τελεία μου”. δυνήσεται δέ τις καὶ ἑτέρως τὴν νύμφην φάναι τὴν σάρκα τὴν ἀμόλυντον εἶναι τοῦ κυρίου, ἧς χάριν καταλείψας τὸν πατέρα κατῆλθεν ἐνταῦθα καὶ προσεκολλήθη καὶ ἐγκατέσκηψεν ἐνανθρωπήσας εἰς αὐτήν. διὸ δὴ καὶ περιστερὰν αὐτὴν τροπικῶς ἔφη, ἐπειδὴ τιθασὸν τὸ ζῷον καὶ ὑπωρόφιον καὶ διαίτῃ τῇ μετὰ ἀνθρώπων ἐνασμενίζον. μόνη γὰρ ὡς ἔπος εἰπεῖν ἄσπιλος καὶ ἀμίαντος εὑρέθη καὶ πάντας ὑπερέχουσα τῷ τῆς δικαιοσύνης κόσμῳ καὶ κάλλει, ὥστε μηδένα καὶ τῶν εἰς ἄκρον εὐαρεστησάντων τῷ θεῷ ταύτης δυνηθῆναι πέλας ὡς πρὸς σύγκρισιν ἀρετῆς στῆναι · καὶ διὰ τοῦτο κατηξιῶσθαι κοινωνὸν αὐτὴν γενέσθαι τῆς βασιλείας τοῦ μονογενοῦς, αὐτῷ καθηρμοσμένηντε καὶ ἑνωθεῖσαν. καὶ ἐν τῷ τεσσαρακοστῷ δὲ καὶ τετάρτῳ ψαλμῷ ἡ ἐκ τῶν λῳόνων καὶ δεξιῶν παρισταμένη βασίλισσα τοῦ θεοῦ μερῶν ἡ τῷ διαχρύσῳ τῆς ἀρετῆς κόσμῳ κατεστολισμένη, ἧς ἐπεθύμησε τοῦ κάλλους ὁ βασιλεύς · ἡ σάρξ ἐστιν, ὡς ἔφην, ἡ ἄχραντος ἐκείνη καὶ μακαρία, ἣν αὐτὸς ἀνακομίσας ὁ λόγος εἰς οὐρανοὺς “ἐκ δεξιῶν” παρέστησε τοῦ πατρὸς “ἐν ἱματισμῷ διαχρύσῳ” κεκοσμημένην, ὃ δή ἐστι τοῖς ἐπιτηδεύμασι τῆς ἀφθαρσίας, ἃ συμβολικῶς ἔφησε χρυσᾶ κροσσωτά, ἐπειδήπερ ἐκ ποικίλων ποικίλλεται τοῦτο καὶ συγκαθυφαίνεται κατορθωμάτων τὸ ἔνδυμα, οἷον ἁγνείας, φρονήσεως, πίστεως, ἀγάπης, ὑπομονῆς καὶ τῶν λοιπῶν ἀγαθῶν, ἃ δὴ κατακαλύπτοντα τὴν ἀσχημοσύνην τῆς σαρκὸς κοσμεῖ τὸν ἄνθρωπον κόσμῳ χρυσῷ. ἔπειτα τί δὴ πάλιν καὶ ἐν τοῖς ἑξῆς τοῦ ψαλμοῦ μετὰ τὸ τὸν ἄνθρωπον ἐκ δεξιῶν ἐνθρονισθῆναι τοῦ παντοκράτορος, ὃν ἀνείληφεν ὁ λόγος, τὸ πνεῦμα παραδίδωσιν, ἐπισκεπτέον. “ἀπενεχθήσονται τῷ βασιλεῖ παρθένοι” φησίν “ὀπίσω αὐτῆς · αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι. ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει · ἀχθήσονται εἰς ναὸν βασιλέως”. πάνυ προφανῶς ἐνθάδε λοιπὸν ἔοικεν ἐγκωμιάζειν τὸ πνεῦμα τὴν ἁγνείαν, μετὰ τὴν νύμφην, ὡς ἀποδεδώκαμεν, τοῦ κυρίου δευτέρας προσιέναι τῷ παντοκράτορι “ἐν ἀγαλλιάσει καὶ εὐφροσύνῃ” τὰς παρθένους ἐπαγγελλόμενον ὑπ’ἀγγέλων δορυφορουμέναςτε καὶ παραπεμπομένας. οὕτω γὰρ ἐπέραστόν τι τὸ τῆς παρθενίας ἐστὶν ὡς ἀληθῶς καὶ τριπόθητον κλέος, ὥστε ὀπίσω τῆς βασιλίσσης, ἣν ἀνήγαγεν ὁ κύριος ἀναμάρτητον ἀποτορνεύσας τῷ πνεύματι, τὸν χορὸν τῶν παρθένων καὶ τὸ τάγμα προσκομίζεσθαι τὰ δευτερεῖα τῆς νύμφης κεκληρωμένον. ταῦτά σοι καὶ παρ’ἡμῶν, ὦ Ἀρετή, τὰ γυμνάσματα τῶν λόγων ὑπὲρ ἁγνείας ἐστηλιτεύσθω. εἰπούσης δὲ ταῦτα τῆς Προκίλλης, ἐμὸς ὁ κλῆρος, ἡ Θέκλα ἔφη, μετὰ ταύτην ἐφεξῆς ἀγωνίζεσθαι, καὶ χαίρω ξυνέμπορον ἔχουσα κα- κἀγὼ τὴν σοφίαν τῶν λόγων, αἰσθανομένη κιθάρας δίκην ἔσωθεν ἁρμοζομένην με καὶ παρασκευάζουσαν εἰς τὸ μεμελημένως εἰπεῖν καὶ εὐσχημόνως.
Αρετη
Αρ.
Αρ.
ἄριστα, ὦ Θέκλα, τὴν προθυμίαν ἀπεδεξάμην καὶ πιστεύω εἰς δύναμιν πρέποντας ἀποδοῦναί σε μοι τοὺς λόγους. φιλοσοφίαςτε γὰρ τῆς ἐγκυκλίου καὶ παιδείας οὐδενὸς ὑστερήσεις, τῆς εὐαγγελικῆςτε αὖ καὶ θείας τί χρὴ καὶ λέγειν, παρὰ Παύλῳ σεσοφισμένην;