Γρηγοριον
Γρ.
Γρ.
εἰπούσης δὲ ταῦτα τῆς Θαλλούσης, ἡ Θεοπάτρα ἔφη, τῷ σκήπτρῳ τὴν Ἀρετὴν ψαῦσαι τῆς Ἀγάθης · τὴν δ’αἰσθομένην εὐθέως ἀναστῆναι καὶ ἀποκρίνασθαι ἔτι · ὅτι μετὰ πολλῆς εὐτολμίας καὶ πειθοῦς καὶ τῆς τοῦ καλῶς εἰπεῖν ὑπολήψεως, ὦ Ἀρετή, σοῦ παρομαρτούσης πειράσομαι δὴ κατὰ δύναμιν κα- κἀγὼ εἰς τὸ προκείμενον εἰσενέγκασθαί τι, κατ’ἐμαυτὴν μέντοι καὶ οὐ πρὸς τὰ εἰρημένα. οὐ γὰρ ἂν δυναίμην ἐφάμιλλα τούτοις οὕτω ποικίλως καὶ λαμπρῶς ἀπειργασμένοις φιλοσοφεῖν. δόξω γὰρ ἀποφέρεσθαι ψόγον ἀβελτηρίας, εἰ τοῖς κατὰ σοφίαν ἐξισάζεσθαι κρείττοσι προπηδῴην. εἰ οὖν ἀνέξεσθε καὶ τῶν, ὅπως ἂν ἐπιτευχθῇ, ῥητορευόντων, ἐπιχειρῶ λέγειν οὐδὲν προθυμίας καθυφειμένη. ἀρκτέον δ’ἐντεῦθεν. ἀμήχανον, ὦ παρθένοι, κάλλος καὶ συγγενὲς τῇ σοφίᾳ καὶ πρόσφορον ἅπαντι εἰς τὸν κόσμον κεκτημένοι τοῦτον ἀφικνούμεθα. ἀπηκρίβωνται γὰρ αἱ ψυχαὶ τῷ γεννήσαντι τότε μάλιστα καὶ πλασαμένῳ, ὁπότε τὴν “καθ’ὁμοίωσιν” ἰδέαν ἄχραντον ἐκλάμπουσαι καὶ τοὺς χαρακτῆρας τῆς ὄψεως ἐκείνης, πρὸς ἣν ἀφορῶν ὁ θεὸς ἀθάνατον μορφὴν καὶ ἀνώλεθρον ἐχούσας αὐτὰς ἀπειργάζετο, τοιαῦται διαμένουσι. τὸ γὰρ ἀγέννητον κάλλος καὶ ἀσώματον καὶ μήτε ἀρχόμενον μήτε φθῖνον, ἀλλ’ἄτρεπτον καὶ ἀγήρω καὶ ἀπροσδεὲς αὐτός, ἐν ἑαυτῷ καὶ εἰς αὐτὸ φῶς ἐν ἀφράστοις καὶ ἀπροσίτοις ἀναπαυόμενον ἐξουσίας, περιουσίᾳ πάντα περιέχων καὶ κτίζων καὶ μετασκευάζων, ἐτεκτήνατο “κατ’εἰκόνα” τῆς εἰκόνος ἑαυτοῦ, τὴν ψυχήν. διὸ καὶ λογικὴ καὶ ἀθάνατός ἐστι. “κατ’εἰκόνα” γὰρ δημιουργηθεῖσα τοῦ μονογενοῦς, ὡς ἔφην, ἀνυπέρβλητον ἔχει τὸ κάλλος. διὸ δὴ καὶ “τὰ πνευματικὰ τῆς πονηρίας” ἐρῶσιν αὐτῆς καὶ ἐφεδρεύουσι, χρᾶναι βιαζόμενα τὴν θεοείκελον αὐτῆς ἐκείνην καὶ ἐπέραστον ἰδέαν, ὥσπερ δὴ καὶ ὁ προφήτης Ἱερεμίας παρίστησιν ὀνειδίζων τὴν Ἱερουσαλήμ · “ὄψις πόρνης ἐγένετό σοι · ἀπηναισχύντησας” ἀπέναντι τῶν ἐραστῶν σου, τὴν παρασχοῦσαν ἑαυτὴν ταῖς ἀντικειμέναις δυνάμεσιν εἰς βεβήλωσιν λέγων. ἐρασταὶ γάρ εἰσιν ὁ διάβολος καὶ οἱ περὶ αὐτὸν ἄγγελοι οἱ τὸ λογικὸν ἡμῶν καὶ διορατικὸν τῆς φρονήσεως κάλλος μιαίνειν καὶ μολύνειν τῇ ἑαυτῶν ἐπιμιξίᾳ τεχναζόμενοι καὶ μοιχοὶ γενέσθαι πάσης τῆς τῷ κυρίῳ νενυμφευμένης ἐπιθυμοῦντες ψυχῆς. ἐὰν οὖν ἀμόλυντον τοῦτο τηρήσῃ τις τὸ κάλλος καὶ ἀσινὲς καὶ τοιοῦτον, ὁποῖον αὐτὸς ὁ συστησάμενος αὐτὸ καὶ ζωγραφήσας ἀπετύπωσε τὴν αἰώνιον ἀπομιμησάμενος φύσιν καὶ νοητήν, ἧς καὶ χαρακτήρ ἐστιν ὁ ἄνθρωπος καὶ ἀπεικόνισμα γεγονὼς, οἷον ἄγαλμά τι περικαλλέστατον καὶ ἱερόν ἐντεῦθεν μετενεχθεὶς εἰς τὴν μακάρων πόλιν τοὺς οὐρανούς ὥσπερ ἐν ναῷ κατοικισθήσεται. ἄχραντον γὰρ τὸ κάλλος ἡμῶν ἄριστα τηρεῖται τότε καὶ ἀσφαλῶς, ὁπόταν δὴ παρθενίᾳ σκεπόμενον ὑπὸ τοῦ καύσωνος ἔξωθεν μὴ μελαίνηται τῆς φθορᾶς, ἀλλ’αὐτὸ ἐφ’ἑαυτοῦ μένον δικαιοσύνῃ κοσμῆται νυμφαγωγούμενον τῷ υἱῷ τοῦ θεοῦ, ὃν τρόπον δὴ καὶ αὐτὸς εἰσηγεῖται χρῆναι παραινῶν ὥσπερ ἐν λαμπάσιν ταῖς σφετέραις σαρξὶ τὸ φῶς ἄσβεστον ἀνακαίεσθαι τῆς ἁγνείας · ἐπειδήπερ ὁ τῶν δέκα παρθένων ἀριθμὸς τὰς εἰς τὸν Ἰησοῦν πεπιστευκυίας ἀναμετρεῖσθαι βούλεται ψυχὰς τῷ ἰῶτα τὴν ἀπευθύνουσαν μόνην ὁδὸν εἰς τοὺς οὐρανοὺς ἀποτυπούμενος. ἀλλ’αἱ μὲν “πέντε” ἔμφρονες ἐτύγχανον ἄρα καὶ σοφαί, αἱ δὲ “πέντε” “μωραὶ” καὶ ἄσοφοί τινες. οὐ γὰρ ἐπρομηθεύσαντο ἐλαίου σφῶν τὰ ἀγγεῖα πλήρη παρασκευάσαι, δικαιοσύνης ἀπομείνασαι κεναί. αἰνίσσεταί τοι διὰ τούτων τὰς ἐπὶ πέρατα παρθενίας ἐπισπερχομένας ἐλθεῖν καὶ πάντα εἰς τὸ συμπληρωθῆναι τὸν ἔρωτα τοῦτον κοσμίως δρώσας καὶ σωφρόνως, καὶ τὰς ἐπαγγελλομένας μὲν καὶ σεμνυνομένας τοῦτο σκοπεῖν, ὀλιγωρούσας δὲ καὶ ἡττωμένας τοῦ κόσμου ταῖς ἐξαλλαγαῖς καὶ ὥσπερ σκιαγραφούσας μᾶλλον εἴδωλον ἀρετῆς ἢ αὐτὴν ἐργαζομένας ἔμπνουν τὴν ἀλήθειαν. τὸ γὰρ λεγόμενον ὡμοιῶσθαι τὴν βασιλείαν “τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες” ἔλαβον “τὰς λαμπάδας ἑαυτῶν καὶ ἐξῆλθον” ὑπαντήσουσαι τῷ νυμφίῳ, σημαίνειν βούλεται τὴν αὐτὴν ὁδὸν τοῦ ἐπιτηδεύματος πάσας ἐπανῃρημένας διὰ τὴν ἔμφασιν τοῦ ἰῶτα στοιχείου. ἐστείλαντο μὲν γὰρ αἱ παραπλησίως ἑαυτὰς εἰς τοῦτο καθομολογήσασαι καὶ ταύτῃ κικλήσκονται δέκα, ἐπειδὴ τὴν αὐτήν, ὡς ἔφην, εἵλοντο πρόθεσιν · οὐκέτι δὲ ὁμοίως ἐξῆλθον ὑπαντήσουσαι τῷ νυμφίῳ. αἱ μὲν γὰρ τροφὴν ἄφθονον καὶ εἰσαῦθις ἐπορίσαντο ταῖς ἐλαιοθρέπτοις λαμπάσιν, αἱ δὲ κατερρᾳθύμησαν τοῦ παρόντος μόνον ἐπιμεληθεῖσαι. διὸ δὴ καὶ ἰσάριθμοι πρὸς πέντε διαιροῦνται, ἐπειδήπερ τὰς πέντε αἰσθήσεις αἱ μὲν αὐτῶν ἐφυλάξαντο καθαρὰς καὶ παρθένους ἁμαρτημάτων, ἃς οἱ πλεῖστοι σοφίας προσηγόρευσαν πύλας, αἱ δὲ το- τοὐναντίον πλήθεσιν ἀδικημάτων ἐλωβήσαντο φυράσασαι κακίᾳ. ἐγκρατευσάμεναι γὰρ καὶ ἁγνεύσασαι δικαιοσύνης εὐφόρησαν μᾶλλον παραπτώμασιν · ἐξ οὗ δὴ καὶ συνέβη τῶν θείων ἔξω περιβόλων ἀποκλεισθείσας ἀπαγορευθῆναι. εἴτε γὰρ κατορθοῦμεν, εἴτε πλημμελοῦμεν, διὰ τούτων ἑκάτερα καὶ τὰ ἀνδραγαθήματα κρατύνεται καὶ τὰ κακοπραγήματα. καὶ ὥσπερ ἡ Θάλλουσα καὶ ὀφθαλμῶν ἁγνείαν ἔφη καὶ ὤτων εἶναι καὶ γλώσσης καὶ τῶν λοιπῶν καθεξῆς αἰσθητηρίων, οὕτω δὴ καὶ ἐνταῦθα τὴν πίστιν ἄσυλον ἡ φυλαξαμένη τῶν πέντε διόδων τῆς ἀρετῆς, ὁράσεως, γεύσεως, ὀσφρήσεως, ἁφῆςτε καὶ ἀκοῆς, πέντε προσαγορεύεται παρθένοι διὰ τὸ τὰς πέντε τῆς αἰσθήσεως ἁγνὰς ἀποκαταστῆσαι τῷ Χριστῷ φαντασίας ἀφ’ἑκάστης αὐτῶν οἷα λαμπάδα τὴν ὁσιότητα λάμπουσα τρανῶς. ἡ γὰρ πεντάφωτος ἡμῶν ὡς ἀληθῶς λαμπὰς ἡ σάρξ ἐστιν, ἣν ἡ ψυχὴ βαστάζουσα δᾳδὸς δίκην τῷ νυμφίῳ παρίσταται Χριστῷ τῇ ἡμέρᾳ τῆς ἀναστάσεως, παραφαίνουσα διὰ πασῶν τῶν αἰσθήσεων διεκθρώσκουσαν λαμπρὰν τὴν πίστιν, καθὼς αὐτὸς ἐδίδαξεν εἰπών · “πῦρ ἦλθον βαλεῖν εἰς τὴν γῆν, καὶ τί ἤθελον, εἰ ἤδη ἀνήφθη”; γῆν ἡμῶν τὰ σκηνώματα φράσας, εἰς ἃ ἐβούλετο ταχέως ἀναφθῆναι τὴν ὀξυκίνητον τῆς διδασκαλίας αὐτοῦ καὶ διάπυρον πρᾶξιν. τὸ γὰρ ἔλαιον τῇ σοφίᾳ καὶ τῇ δικαιοσύνῃ παραβλητέον · ἀνομβρούσης γὰρ ταῦτα τῆς ψυχῆς ἀφθόνως καὶ ἐπιχεούσης τῷ σώματι εἰς ὕψος ἀναφλέγεται τῆς ἀρετῆς ἄσβεστον “τὸ φῶς” “ἔμπροσθεν τῶν ἀνθρώπων”, ἐκλάμπον τὰς πράξεις τὰς καλὰς ὥστε δοξασθῆναι “τὸν πατέρα τὸν ἐν τοῖς οὐρανοῖς”. τοιοῦτον ἔλαιον ἄρα κα- κἀκεῖνοι προσέφερον ἐν τῷ Λευϊτικῷ, ἄτρυγον “ἔλαιον καθαρὸν κεκομμένον καῦσαι λύχνον ἔξω τοῦ καταπετάσματος” ἔναντι κυρίου. ἀλλ’ἐκείνοις μὲν βραχύτατον φῶς προσετέτακτο θεραπεύειν, ἀφ’ἑσπέρας εἰς ἕω. ὁ γάρ τοι λύχνος αὐτῶν ἔοικεν εἰκάζεσθαι τῷ λόγῳ τῷ προφητικῷ τὴν ἐπὶ σωφροσύνῃ φαίνοντι παρρησίαν, τρεφόμενος ἀπὸ τῶν πράξεων καὶ τῆς πίστεως τοῦ λαοῦ · ὁ δὲ ναὸς τῷ σχοινίσματι τῆς κληρονομίας, ἐπειδήπερ λύχνος περὶ οἶκον ἕνα μόνον δύναται φαίνειν. πρὸ τῆς ἡμέρας οὖν ἐχρῆν τοῦτον καίεσθαι τὸν λύχνον · “καύσουσι” γάρ φησιν “αὐτὸν” “ἕως πρωΐ”, τουτέστιν ἕως τῆς παρουσίας τοῦ Χριστοῦ, ὅτι τοῦ ἡλίου τῆς ἁγνείας ἀνατείλαντος καὶ τῆς δικαιοσύνης οὐ χρεία λύχνου. ὅσον μὲν οὖν ὁ λεὼς ἐκεῖνος χρόνον ἀπεθησαύριζε τὰ τρέφοντα τὸν λύχνον, ἐπιχορηγῶν τὸ ἔλαιον διὰ τῶν ἔργων, ὁ λύχνος αὐτοῖς οὐκ ἔσβεστο τῆς σωφροσύνης, ἀλλ’ἦν φαινόμενος ἀεὶ καὶ λάμπων ἐν τῷ σχοινίσματι τῆς κληρονομίας · ὅτε δὲ ἐπέλιπε τὸ ἔλαιον ἀπὸ τῆς πίστεως εἰς ἀκολασίαν αὐτῶν ἐκτροπαλισθέντων, ὁ λύχνος ἄρδην ἀπεσβέσθη, ἵνα δὴ πάλιν ἐξαστράψωσι τὰς λαμπάδας ἐπαλλήλοις διαδοχαῖς ἄνωθεν αἱ παρθένοι τῷ κόσμῳ πυρσεύουσαι τὴν ἀφθαρσίαν. χορηγητέον οὖν δὴ τὸ ἄτρυγον ἔλαιον καὶ νῦν τῶν καλῶν ἔργων ἀδεῶς, καὶ τῆς συνέσεως πάσης κάτω βριθούσης ἀφυλισμένον φθορᾶς, ἵνα μὴ – χρονίσαντος τοῦ νυμφίου – σβεσθῶσιν ὁμοίως καὶ ἡμῶν αἱ λαμπάδες. ὁ γάρ τοι χρονισμός ἐστι τὸ πρὸ τῆς παρουσίας διάστημα τοῦ Χριστοῦ, ὁ δὲ νυσταγμὸς καὶ ἡ κοίμησις τῶν δέκα παρθένων ἡ ἔξοδος ἀπὸ τοῦ βίου, τὸ δὲ μεσονύκτιον ἡ βασιλεία τοῦ ἀντιχρίστου, καθ’ἣν ὁ ὀλοθρευτὴς ἄγγελος ἐπιπορεύεται τὰς οἰκίας. ἡ δὲ κραυγὴ ἡ γεγενημένη καὶ λέγουσα “ἰδοὺ ὁ νυμφίος ἔρχεται · ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ” ἡ φωνή ἐστιν ἡ ἀπὸ τῶν οὐρανῶν καὶ ἡ σάλπιγξ, ὁπότε πάντων ἐξαναστάντων αὐτοῖς οἱ ἅγιοι τῶν σωμάτων ἐπὶ νεφελῶν ὀχήσονται, εἰς τὴν ἀπάντησιν ἁρπασθέντες τοῦ κυρίου. προσεκτέον γάρ, ὅτι μετὰ τὴν κραυγὴν ἐγηγέρθαι πάσας ἔφη τὰς παρθένους ὁ λόγος, τουτέστι μετὰ τὴν ἐκ τῶν οὐρανῶν ἐνεχθεῖσαν βοὴν ἀναστήσεσθαι τοὺς νεκρούς · ὥς που καὶ Παῦλος παρεγγυᾷ, ὅτι “αὐτὸς ὁ κύριος” λέγων “ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι θεοῦ καταβήσεται ἀπ’οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον”, τουτέστι τὰ σκηνώματα · ἐνεκρώθησαν γὰρ ἀπαμφιασθέντα τῶν ψυχῶν. “ἔπειτα ἡμεῖς οἱ ζῶντες ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα”, τὰς ψυχὰς λέγων · ἡμεῖς γὰρ κυρίως οἱ ζῶντές ἐσμεν αἱ ψυχαί, αἵτινες μετὰ τῶν σωμάτων ἀπειληφυῖαι ταῦτα ἐν νεφέλαις ὑπαντησόμεθα τὰς λαμπάδας φέρουσαι κεκοσμημένας οὐκ ἀλλοτρίῳ καὶ κοσμικῷ κόσμῳ τινί, ἀλλὰ τῷ φρονήσεως καὶ σωφροσύνης, ἄστρων δίκην ἀποστιλβόντων σέλας αὐγῆς αἰθερίου πεπληρωμένον. ταῦτα τῶν ἡμετέρων, ὦ καλλιπάρθενοι, τὰ ὄργια μυστηρίων, αὗται τῶν ἐν παρθενίᾳ μυσταγωγηθέντων αἱ τελεταί, ταῦτα τὰ ἐπίχειρα “τῶν ἀμιάντων ἄθλων” τῆς σωφροσύνης. νυμφεύομαι τῷ λόγῳ καὶ τὸν ἀΐδιον τῆς ἀφθαρσίας προῖκα λαμβάνω στέφανον καὶ πλοῦτον παρὰ τοῦ πατρός, καὶ “ἐν τοῖς αἰῶσι στεφανηφοροῦσα πομπεύω”, τὰ λαμπρὰ καὶ ἀμάραντα τῆς σοφίας ἄνθη. συγχορεύω βραβεύοντι τῷ Χριστῷ κατ’οὐρανὸν ἀμφὶ τὸν ἄναρχον καὶ ἀνώλεθρον βασιλέα. ἀδύτων γέγονα λαμπαδηφόρος φώτων καὶ ἐφυμνῶ τὸ καινότατον μετὰ τῆς ὁμηγύρεως ᾆσμα τῶν ἀρχαγγέλων, τὴν καινὴν χάριν ἐξαγγέλλουσα τῆς ἐκκλησίας. ξυνέπεσθαι γὰρ ἀεὶ τὸν ὅμιλον τῶν παρθένων τῷ κυρίῳ καὶ συνθιασωτεύειν, ἔνθα ἂν εἴη, λόγος ἔχει. καὶ τοῦτο καὶ Ἰωάννης ἐν τῇ περὶ τῶν ἑκατὸν τεσσαράκοντα χιλιάδων καὶ τεσσάρων αἰνίσσεται μνήμῃ. ἴτε οὖν, ὦ νεολαία τῶν καινῶν αἰώνων, ἴτε τὰ ἀγγεῖα πληρώσατε σφῶν δικαιοσύνης · ὥρα γὰρ λοιπὸν ἐξεγείρεσθαι καὶ ὑπαντιάζειν τῷ νυμφίῳ. ἴτε τὰς ἴϋγγας καὶ τὰ θέλγητρα κούφως παραμείψασαι τοῦ βίου τὰ περιδινοῦντα καὶ γοητεύοντα τὴν ψυχήν. τεύξεσθε γὰρ τῶν ἐπαγγελμάτων, ναὶ μὰ τὸν ἁμετέρας ζωῆς δείξαντα κέλευθον. σοὶ τόνδε πλεκτὸν στέφανον ἐκ τῶν προφητικῶν λειμώνων, ὦ Ἀρετή, κα- κἀγὼ κοσμήσασα προσφέρω.