Γρηγοριον
Γρ.
Γρ.
εἰ μὲν ἐπὶ τῶν αὐτῶν, ὦ παρθένοι, διεξόδων ἡ σοφία τῆς λογικῆς ἵστατο τέχνης καὶ τὴν αὐτὴν ἀεὶ διεπορεύετο τρίβον, οὐδεμία ἂν ὑπῆρχε μηχανὴ μὴ οὐκ ἀποκναίειν ἐπιχειροῦσαν τοῖς ἤδη προηγωνισμένοις. εἰ δὲ μυρίαι μὲν λόγων ὁρμαὶ καὶ διέξοδοι, “πολυμερῶς καὶ πολυτρόπως” ἐπεισπνέοντος ἡμᾶς τοῦ θεοῦ, τίς ἡ ἀποκλήρωσις ἐγκαλύπτεσθαι καὶ δειλιᾶν; οὐκ ἀνυπαίτιος γὰρ ὅτῳ μέτεστι χάριτος, ἐὰν τὰ καλὰ μὴ κοσμῇ λόγοις εὐχαριστηρίοις. διὸ φέρε, καὶ ἡμεῖς ὑπομνήσωμεν τῶν χαρισμάτων τὸ καλλιφεγγὲς ἄστρον καὶ τιμαλφέστατον τοῦ Χριστοῦ, τὴν ἁγνείαν. εὐρυτάτη γὰρ ἡ τοῦ πνεύματος αὕτη καὶ ἄφθορος ὁδός. πόθεν οὖν ἀπαρξάμεναι δὴ πρέποντα δόξομεν καὶ εἰκότα λέγειν τοῖς προκειμένοις, ἐντεῦθεν ἐπισκεπτέον. ἐγὼ γὰρ ἀκριβῶς ᾐσθῆσθαί μοι δοκῶ, ὅτι τῆς εἰς τὸν παράδεισον ἀποκαταστάσεως καὶ τῆς εἰς τὴν ἀφθαρσίαν μεταβολῆς καὶ τῆς πρὸς τὸν θεὸν καταλλαγῆς οὐδὲν οὕτως αἴτιον ἄλλο γέγονε καὶ σωτήριον ἀνθρώποις τὸ στρατηγῆσαν ἡμᾶς εἰς ζωὴν ὡς ἁγνεία. πειράσομαι γάρ, ᾗ διανοοῦμαι περὶ τούτων, ἐνδείξασθαι νῦν, ἵνα σαφῶς τὴν δύναμιν τοῦ προειρημένου χαρίσματος ἀκούσασαι, πόσων ἡμῖν ἀγαθῶν παρεκτικὸν ἐγενήθη, γνῶτε. τὸ γοῦν ἀρχαῖον μετὰ τὸ μετοικισθῆναι τὸν ἄνθρωπον ἐκβληθέντα διὰ τὴν παράβασιν τὸ ῥεῦμα τῆς φθορᾶς ἐπὶ πολὺ προσεχύθη καὶ φερόμενον σφοδρῶς συρμοῖς ἐξαισίοις οὐ μόνον ἔξωθεν ἀτάκτως παρεφέρετο προστυγχάνον, ἀλλ’ἤδη καὶ ἐπεισχεόμενον εἴσω κατέκλυζε τὰς ψυχάς. αἱ δὲ συνεχῶς τοῦτο πάσχουσαι κωφαὶ καὶ δυσμαθεῖς ἐφέροντο, κυβερνᾶν ἀπαλλαγήσασαι τὰ σφέτερα σκάφη παρὰ τὸ μὴ ἔχειν ἐφάψασθαι βεβαίου τινός. αἱ γὰρ αἰσθήσεις τῆς ψυχῆς, ὡς οἱ τούτων ἔφασαν ἐπιστήμονες, ἐπειδὰν τῶν ἔξωθεν προσπιπτόντων παθῶν ἡττηθεῖσαι προσδέξωνται τὰς ἐπιφορὰς τοῦ τῆς ἀνοίας ἐπικλύσαντος εἴσω κύματος, εὐθέως τῆς εὐθείας ὁρμῆς ἐμποδίζουσι σκοτωθεῖσαι τὸ πᾶν αὐτῆς εὐήνιον πορεύεσθαι κατὰ φύσιν κύτος. ὅθεν οὖν ὁ θεὸς οἰκτειρήσας ἡμᾶς ἔχοντας οὕτως καὶ οὔτε ἀνασχεῖν οὔτε ἀνασφῆλαι δυναμένους κατέπεμψεν ἐξ οὐρανῶν τὸ ἄριστον καὶ εὐκλεέστατον βοήθημα, τὴν ἁγνείαν, ὅπως ἐξ αὐτῆς ἀποδήσαντες ἡμῶν τὰ σώματα πλοίων δίκην γαληναίως ἔχωμεν ὁρμισθέντες τῆς φθορᾶς, καθὼς καὶ τὸ πνεῦμα τὸ ἅγιον μαρτυρεῖ. τοῦτο γὰρ ἐν τῷ ἑκατοστῷ τριακοστῷ ἕκτῳ φέρεται ψαλμῷ, ἔνθα ὕμνον εὐχαριστήριον ἀναπέμπουσιν ἱλαρῶς αἱ ψυχαὶ τῷ θεῷ, ὁπόσαι δὴ παραληφθεῖσαι καὶ κρατηθεῖσαι περιπολοῦσιν ἤδη μετὰ Χριστοῦ τὸν οὐρανόν, ὅτι μὴ κατεσπάσθησαν ὑπὸ τῶν ὑλικῶν καὶ σωματικῶν ῥευμάτων. ἐντεῦθεν γὰρ καὶ τὸν Φαραώ φασι τύπον ἀπενέγκασθαι κατὰ τὴν Αἴγυπτον τοῦ διαβόλου, ἐπειδὴ τὰ μὲν ἄρσενα ἀφειδῶς “εἰς τὸν ποταμὸν” ἐκέλευε ῥίπτεσθαι, τὰ δὲ θήλεα ζῳογονεῖσθαι. καὶ γὰρ καὶ ὁ διάβολος βασιλεύων “ἀπὸ Ἀδὰμ μέχρι Μωυσέως” τῆς μεγάλης Αἰγύπτου, τοῦ κόσμου, τὰ μὲν ἄρρενα καὶ νοητὰ τῆς ψυχῆς ἔκγονα ὑπὸ τῶν ῥευστῶν παραφέρεσθαι καὶ ἀναιρεῖσθαι παθῶν σπουδὴν ἔσχε, τὰ δὲ σαρκικὰ καὶ αἰσθητὰ αὐξάνεσθαίτε καὶ πληθύνεσθαι γλίχεται. ἀλλὰ γὰρ ἵνα μὴ παρεκβαίνωμεν τοῦ προκειμένου, φέρε δὴ τὸν ψαλμὸν ἐξηγησώμεθα ἐν χερσὶ λαβοῦσαι τοῦτον, ὃν αἱ καθαραὶ καὶ ἀλώβητοι ψυχαὶ προσᾴδουσι τῷ θεῷ, “ἐπὶ τῶν ποταμῶν” λέγουσαι “Βαβυλῶνος, ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν ἐν τῷ μνησθῆναι ἡμᾶς τῆς Σιών. ἐπὶ ταῖς ἰτέαις ἐν μέσῳ αὐτῆς ἐκεῖ ἐκρεμάσαμεν τὰ ὄργανα ἡμῶν”. ἔστενον γὰρ ὄργανα καλοῦσαι σαφῶς τὰ σκηνώματα ἑαυτῶν, ἃ ἀνεκρέμασαν ἀπὸ τῶν πεισμάτων τῆς ἁγνείας ἐξάψασαι τοῦ ξύλου, ἵνα μὴ δυνηθῶσιν ἐξαρπασθεῖσαι πάλιν παρασυρῆναι τῷ ῥεύματι τῆς ἀκρασίας. Βαβυλὼν γάρ, τάραχος ἢ σύγχυσις ἑρμηνευομένη, τὸν περίρρυτον βίον δείκνυσι τοῦτον, οὗ ἐν μέσῳ καθεσθέντες περικλυζόμεθα, καθ’ὃν ἐσμὲν ἐν τῷ κόσμῳ χρόνον, τῶν ποταμῶν τῆς κακίας ἐφορμώντων ἀεί. διὸ καὶ περιδεεῖς ἐσμεν καὶ κατολοφυρόμεθα καὶ βοῶμεν μετὰ κλαυθμοῦ πρὸς τὸν θεόν, ἵνα μὴ κατολισθήσωσιν ἡμῶν ἀπορρηχθέντα τοῖς κύμασι τῆς ἡδονῆς ἀπὸ τοῦ φυτοῦ τῆς ἁγνείας τὰ ὄργανα. ἐν τύπῳ γὰρ τῆς παρθενίας τὴν ἰτέαν πανταχοῦ παραλαμβάνουσιν αἱ θεῖαι γραφαί, ἐπειδήπερ τὸ ἄνθος αὐτῆς εἰς ὕδωρ ἀποτριβέν, ἐὰν ποθῇ, πᾶν, ὅσον εἰς ὀχείας ἀναζεῖ καὶ ἐρεθισμοὺς, κατασβέννυσιν, ἔστ’ἂν εἰς ἄρδην ἀποστειρώσῃ καὶ ἄγονον ἀπεργάσηται πᾶσαν τὴν ἐπὶ παιδοποιΐαν φοράν, ὥσπερ δὴ καὶ Ὅμηρος ἐμήνυσε, διὰ τοῦτο καλέσας ὠλεσικάρπους τὰς ἰτέας. καὶ ἐν Ἠσαΐᾳ δὲ οἱ δίκαιοι “ὡς ἰτέα” λέγονται φύειν “ἐπὶ παραρρέον ὕδωρ”. εἰς ὕψος τότε γὰρ τὸ τῆς παρθενίας ἔρνος μεγεθύνεται σφοδρῶςτε καὶ λαμπρῶς, ὁπόταν ὁ δίκαιος καὶ ἐγκεχειρισμένος τηρεῖν αὐτὴν καὶ ἐργάζεσθαι, τοῖς ἠπιωτάτοις τοῦ Χριστοῦ νάμασιν ἀρδεύῃ σοφίᾳ καταψεκάζων. ὃν γὰρ τρόπον τὸ δένδρον τοῦτο χλοηφορεῖν πέφυκεν ὕδατι καὶ βλαστάνειν, οὕτως ἐπανθεῖν ἀεὶ καὶ ἐπακμάζειν πιαινομένη λόγοις πέφυκεν ἡ παρθενία, ἵνα δὴ καὶ ἀνακρεμάσαι τὸ ὄργανον ἀπ’αὐτῆς ἑαυτοῦ δυνηθῇ. εἰ γὰρ οἱ ποταμοὶ τῆς Βαβυλῶνος τὰ ῥεύματα τῆς ἡδυπαθείας εἰσίν, ὡς οἱ σοφοί φασι, τὰ συγχύνοντα καὶ ταράσσοντα τὴν ψυχήν, ἀνάγκη τὰς ἰτέας εἶναι τὴν σωφροσύνην, ἀφ’ἧς ἀνακρεμῶντες ἀνέλκομεν τὰ ὄργανα τὰ παιδογόνα ταλαντούμενα κάτω καὶ βρίθοντα τὸν νοῦν, ἵνα μὴ κατενεχθέντα περὶ τοὺς ὀχετοὺς τῆς ἀκρασίας σκωλήκων δίκην εἰς τοὺς ἰχῶρας ἐγχρίμπτωνται καὶ τὰς σηπεδόνας. χρησιμωτάτην γὰρ καὶ ἐπίκουρον εἰς ἀφθαρσίας κτῆσιν τὴν παρθενίαν ὁ θεὸς ἐδωρήσατο, σύμμαχον ἀποστείλας τοῖς ὀριγνωμένοις καὶ ποθοῦσι, καθὼς ὁ ψαλμῳδὸς ὑφηγεῖται, τὴν Σιών, ὃ δή ἐστι τὴν ἔκλαμπρον ἀγάπην καὶ τὴν περὶ αὐτῆς ἐντολήν, ἐπειδήπερ ἡ Σιὼν ἐντολὴ σκοπιᾶς ἑρμηνεύεται. ὧδε γὰρ ἀναλογισώμεθα πάλιν καὶ τὰ ἑξῆς · τί δή ποτε ἐπηρωτῆσθαι πρὸς τῶν αἰχμαλωτιστῶν ὁμολογοῦσιν αἱ ψυχαὶ “τὴν ᾠδὴν” “ἐπὶ γῆς ἀλλοτρίας” ᾆσαι “κυρίου” ἢ πάντως, ὅτι τὸ εὐαγγέλιον ἱερὰν ᾠδὴν εἶναι καὶ ἀπόρρητον διδάσκουσιν, ἣν οἱ ἁμαρτάνοντες καὶ μοιχώμεναι τῷ πονηρῷ προσᾴδουσιν; ἐξέρχονται γὰρ τὰς ἐντολάς τὸ θέλημα τῶν πνευμάτων τελοῦντες “τῆς πονηρίας” καὶ ῥίπτουσι “τὰ ἅγια τοῖς κυσὶ καὶ τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων”, ὃν τρόπον κα- κἀκεῖνοι περὶ ὧν ὁ προφήτης δυσχεραίνων φησί · “καὶ ἀνέγνωσαν ἔξω νόμον”. οὐ γὰρ, ὅτι τῶν πυλῶν ἔξω τῆς Ἱερουσαλὴμ ἢ τῶν οἰκιῶν ἀνεγίνωσκον ἐξιόντες οἱ Ἰουδαῖοι τὸν νόμον, διὰ τοῦτο δὴ καὶ ὁ προφήτης ἰσχυρῶς αὐτῶν κατηγορεῖ καὶ ὑπευθύνους ἐγκλήματι βοᾷ γεγονέναι, ἀλλ’ὅτι παρερχόμενοι τὰς ἐντολὰς καὶ ἀσεβοῦντες εἰς τὸν θεὸν ἐπιμεμορφασμένως μὲν ἀνεγίνωσκον, δῆθεν, ὡς εὐσεβεῖς τὰ προστάγματα, κατὰ ψυχὴν δὲ οὐκ ἐδέχοντο μετὰ πίστεως ἴσχοντες, ἀλλ’ἀπέπτυον ἔργοις ἀρνούμενοι. ἐντεῦθεν γὰρ τὴν ᾠδὴν “ἐπὶ γῆς ἀλλοτρίας” ᾄδουσι “κυρίου” ταπεινότερον περιέλκοντες καὶ ἐξηγούμενοι τὸν νόμον, βασιλείαν αἰσθητὴν προσδοκῶντες καὶ ἐπὶ γῆς ταύτης τῆς ἀλλοτρίας, ἣν παρελεύσεσθαι λόγος, τιθέμενοι τὰς ἐλπίδας · ἔνθα οἱ αἰχμαλωτίζοντες δελεάζουσιν ἡδοναῖς λοχῶντες πρὸς ἀπάτην. ἐοίκασι δὲ καὶ οἱ προσᾴδοντες τὸ εὐαγγέλιον ἄφροσιν “ἐπὶ γῆς ἀλλοτρίας” μελῳδεῖν “τὴν ᾠδὴν κυρίου”, ἧς μή ἐστιν ὁ Χριστὸς γεωργός. ἀλλ’αἱ τὸ καθαρώτατον καὶ φαιδρὸν καὶ ἀμιγὲς καὶ εὐλαβὲς καὶ εὐπρεπὲς τῆς παρθενίας ὑποδῦσαι καὶ ἀναλάμψασαι κάλλος, καὶ στεῖραι καὶ ἄγονοι τῶν ῥευστῶν καὶ ἀλγεινῶν εὑρεθεῖσαι παθῶν, “ἐπὶ γῆς ἀλλοτρίας” οὐ μελῳδοῦσι “τὴν ᾠδήν”, ὅτι μὴ φέρονται τὰς ἐλπίδας τῇδε μη δὲ προστετήκασι θνητῶν σωμάτων τρυφαῖς, μη δὲ ταπεινῶς κατασκέπτονται τὸν νοῦν τῶν ἐντολῶν, ἀλλ’εὖ καὶ γενναίως μετὰ φρονήματος ὑψηλοῦ τὰς ἐπαγγελίας ἄνω περιαθροῦσι, τὸν οὐράνιον διψῶσαι καὶ σύμφυτον τόπον. ὅθεν ἀγάμενος αὐτῶν ὁ θεὸς τὰ φρονήματα “μεθ’ὁρκωμοσίας” ἐξαιρέτους ἐπαγγέλλεται διδόναι τιμάς, “ἐν ἀρχῇ τῆς εὐφροσύνης” προανατάσσων καὶ προκαθιδρύων. λέγει γὰρ ὧδε · “ἐὰν ἐπιλάθωμαί σου, Ἱερουσαλήμ, ἐπιλησθείη ἡ δεξιά μου. κολληθείη ἡ γλῶσσά μου τῷ λάρυγγί μου, ἐὰν μή σου μνησθῶ, ἐὰν μὴ προανατάξωμαι τὴν Ἱερουσαλὴμ ὡς ἐν ἀρχῇ τῆς εὐφροσύνης μου”, Ἱερουσαλὴμ τὰς ἀμιάντους αὐτὰς δὴ ταύτας, ὡς ἔφην, καὶ ἀπήμονας ψυχὰς εἶναι λέγων, αἵτινες ἄτρυγον τὸ τῆς παρθενίας αὐστηρῶς ἀμολύντοις χείλεσι σπασάμεναι πόμα, “ἐνὶ ἀνδρὶ παρθένον ἁγνὴν” καθαρμόζονται “παραστῆσαι Χριστῷ” κατ’οὐρανόν, “τὸν τῶν ἀμιάντων ἄθλων ἀγῶνα” νικήσασαι. ταύτῃ γὰρ καὶ Ἡσαΐας ὁ προφήτης παρεγγυᾷ “φωτίζου, φωτίζου” λέγων “Ἱερουσαλήμ · ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα κυρίου ἐπὶ σὲ ἀνατέταλκεν”. ταῦτα δὲ τὰ ἐπαγγέλματα μετὰ τὴν ἐξανάστασιν τελεσιουργηθήσεσθαι δῆλον καὶ παντί. οὐ γὰρ περὶ τῆς πολυθρυλλήτου κατὰ Ἰουδαίαν πολίχνης τὸ πνεῦμα τὸ ἅγιον χρησμῳδεῖ, ἀλλὰ περὶ τῆς οὐρανοπόλεως ὡς ἀληθῶς ἐκείνης καὶ μακαρίας Ἱερουσαλήμ, ἣν δή φασιν αὐτὴν εἶναι τὸ ἄθροισμα τῶν ψυχῶν, ἃς προανατάξασθαι πρώτας “ἐν ἀρχῇ τῆς εὐφροσύνης” τῶν καινῶν αἰώνων ἀνεπισφαλῶς ὁ θεὸς ἐπαγγέλλεται εἰς καθαρὰν οἴκησιν ἀδύτων φώτων τῷ λευκοτάτῳ τῆς παρθενίας ἐστολισμένας κόσμῳ κατοικίζων, ὅτι μὴ ἐμνημόνευσαν τὸν κόσμον ἀποδύσασθαι τὸν νυμφικόν, τουτέστι χαυνῶσαι τὸν λογισμὸν φαντασίαις ἐκτόποις. ἀμέλει τὸ μὴ ἐπιλαθέσθαι νύμφην τὸν κόσμον, μη δὲ παρθένον τὴν στηθοδεσμίδα αὐτῆς λεγόμενον ἐν Ἱερεμίᾳ τὸ μὴ ἐνδοῦναι καὶ χαλάσαι τὸν δεσμὸν τῆς σωφροσύνης ἀπάταις δηλοῖ καὶ περισπασμοῖς. στήθη γὰρ αἱ φρένες εἰκότι λόγῳ καὶ ὁ νοῦς ἡμῶν εἶναι νομίζεται · ἡ δὲ στηθοδεσμίς ἡ συνδοῦσα ζώνη καὶ συσφίγγουσα τὴν πρόθεσιν τῆς ψυχῆς εἰς ἁγνείαν ἐστὶν ἡ πρὸς Χριστὸν ἀγάπη, ἣν ἐμοίτε καὶ ὑμῖν ὁ στρατηγὸς ἡμῶν καὶ ποιμὴν Ἰησοῦς καὶ ἄρχων καὶ νυμφίος, ὦ καλλιπάρθενοι, ἄρρηκτόντε καὶ ἐσφραγισμένην μέχρι τέλους τηρῆσαι παράσχοι. τούτου γὰρ τοῦ κτήματος τοῖς ἀνθρώποις ἄμεινον βοήθημα οὐκ ἄν τις ῥᾳδίως ἕτερον λάβοι, ἀρέσκον θεῷ καὶ προσφιλές. διὸ ἐγὼ χρῆναί φημι τὴν ἁγνείαν ἅπαντας τιμᾶν καὶ διαφερόντως ἀσκεῖντε καὶ ἐγκωμιάζειν. αὗταί σοι καὶ παρ’ἡμῶν αἱ ἀπαρχαὶ τῶν λόγων ἀνακείσθωσαν, ὦ Ἀρετή, τὰ μὲν παιδιᾶς, τὰ δὲ καὶ σπουδῆς χάριν. ἀλλὰ δέχομαι τὸ δῶρον, ἔφη φάναι τὴν Ἀρετήν, καὶ κελεύω μετά σε τὴν Θάλλουσαν λέγειν. δεῖ γάρ με παρὰ μιᾶς ἑκάστης ὑμῶν ἀποδέξασθαι τὸν λόγον.