Symposium or Banquet of the Ten Virgins, Oration 3

Methodius

  1. Oration e
  2. Oration p
  3. Oration 1
  4. Oration 2
  5. Oration 3
  6. Oration 4
  7. Oration 5
  8. Oration 6
  9. Oration 7
  10. Oration 8
  11. Oration 9
  12. Oration 10
  13. Oration 11
  14. Oration 12
Γρηγοριον
Γρ.
Γρ.

σύ μοι δοκεῖς, Θεοφίλα, ἔφη, καὶ τῇ πράξει καὶ τῷ λόγῳ πασῶν κρατιστεύειν καὶ σοφίας τὰ δεύτερα φέρεσθαι οὐδενός. οὐ γὰρ ἔστιν, ὅστις αἰτιάσαιτό σου τὸν λόγον, οὐ δ’εἰ παντάπασι φιλόνεικος εἴη καὶ ἀντιλογικός. πλὴν ἐκεῖνό με μόνον τῶν ἄλλων ὀρθῶς εἰρημένων, μακαρία, δοκεῖ ταράττειντε καὶ ἀνιᾶν, ἀναλογιζομένην, ὡς οὐκ ἂν πνευματικώτατος καὶ σοφὸς ἀνήρ, τὸν Παῦλον λέγω, ματαίως ἀνέφερεν εἰς Χριστὸν καὶ τὴν ἐκκλησίαν τὴν σύζευξιν τοῦ πρωτοπλάστου καὶ τῆς γυναικός, εἰ μηδὲν ὑψηλότερον ἐφαντάζετο τῶν ῥητῶν καὶ τῆς ἱστορίας γραφή. εἰ γὰρ ὅλως εἰς τὸν περὶ συνελεύσεως ἀνδρόςτε καὶ γυναικὸς δεῖ παραλαμβάνεσθαι τόπον ψιλῶς τὴν γραφήν, τίνος δὴ χάριν ἀπόστολος τούτων ἐπιμνησθεὶς καὶ εἰς τὴν τοῦ πνεύματος ἡμᾶς, ὡς οἶμαι, χειραγωγῶν ὁδόν εἰς Χριστὸν καὶ τὴν ἐκκλησίαν ἀναφέρων ἀλληγορεῖ τὰ κατὰ τὴν Εὔαν καὶ τὸν Ἀδάμ; μὲν γὰρ λέξις τῆς Γενέσεως οὕτω φησί · καὶ εἶπεν Ἀδάμ · τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου · αὕτη κληθήσεται γυνή, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη. ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. δὲ ἀπόστολος εἰς αὐτὴν δὴ ταύτην ἐπισκεπτόμενος τὴν περικοπὴν οὐκέτι κατὰ τὸ κείμενον αὐτήν, ὡς ἔφην, αἰσθητῶς ἐπὶ συνέρξεως βούλεται παραλαμβάνεσθαι γυναικόςτε καὶ ἀνδρός, ὥσπερ δὴ καὶ σύ. σὺ γὰρ φυσικώτερον ἐπεξεργαζομένη τὸν λόγον συλλήψεων πέρι καὶ τοκετῶν ἔδωκας ἀποφαίνεσθαι μόνον τὴν γραφήν · ἵνα γὰρ τὸ ἀπὸ τῶν ὀστέων ὀστοῦν ἀνθρώπου ἕτερος ληφθὲν γεννηθῇ, ταύτῃ συνεῖναι τὰ ζῷα σπαργῶντα καὶ ὠδίνοντα δένδρων δίκην ἐν ὥρᾳ τοῦ κυεῖν. ἐκεῖνος δὲ πνευματικώτερον εἰς τὸν Χριστὸν ἀναλαμβάνεσθαι τὸν λόγον διδάσκων, οὕτως ἔφη · ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ. οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλ’ἐκτρέφει καὶ θάλπει αὐτήν, καθὼς καὶ Χριστὸς τὴν ἐκκλησίαν, ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ. ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. τὸ μυστήριον τοῦτο μέγα ἐστίν · ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ τὴν ἐκκλησίαν. μὴ κινείτω δέ σε, εἰ περὶ ἑτέρων διαλεγόμενος εἰς ἕτερα μεταπηδᾷ, ὥστε νομίζειν ἀναμιγνύναι καὶ παρεμβάλλειν αὐτὸν ἀνόμοια τοῖς προκειμένοις, παρεκβαίνοντα τοῦ σκέμματος ὥσπερ δὴ καὶ νῦν. τὸν περὶ τῆς ἁγνείας γὰρ ἐθελήσας, ὡς εἰκός, μεμελημένως αὐτῷ κρατυνθῆναι λόγον, προδιορθοῦται πρότερον τὴν ἐπιχείρησιν, τῷ λειοτέρῳ τῆς φράσεως ἀρχόμενος τύπῳ. γάρ τοι χαρακτὴρ αὐτῷ τῶν λόγων ποικιλώτατος ὢν καὶ κατὰ παραύξησιν ἐξειργασμένος ἄρχεται μὲν ἐπιπολαιότερον, προχεῖται δὲ εἰς τὸ ὑψηλότερον καὶ μεγαλοπρεπές. εἶτ’αὖθις εἰς βαθύτητα μεταβάλλων, ὁτὲ μὲν εἰς τὸ ἁπλούστερον καὶ ἀφελές, ὁτὲ δὲ εἰς τὸ δεινότερον καταλήγει καὶ λεπτόν. οὐδὲν ἀλλότριον ἐπεισάγων τῶν κεφαλαίων ταῖς ἐξαλλαγαῖς, ἀλλὰ πάντα κατά τινα θαυμαστὴν οἰκειότητα συμπεριγράφων εἰς ἓν τὸ προκείμενον αὐτῷ σκέμμα τῆς ὑποθέσεως ἀπεργάζεται. ἀνδρειότερον γὰρ ἀνακαλύψαι τὸν νοῦν τῶν κατὰ τὸν ἀπόστολον ἐπιχειρημάτων, οὐδὲν τῶν ἔμπροσθεν εἰρημένων ἀποκρουομένην. ἱκανῶς γὰρ κἀκεῖνό μοι διεξεληλυθέναι καὶ λαμπρῶς δοκεῖς, ἀκινδυνότερον, Θεοφίλα, τὰ ῥήματα τῆς γραφῆς, ὡς εἶχεν, ἐπεξεργασαμένη. σφαλερὸν γὰρ πάντῃ καταφρονεῖν τῶν κειμένων, ὡς εἴρηται, μάλιστα τῆς Γενέσεως · ἔνθα ἀποφάσεις ἀπαράλλακτοι φέρονται τοῦ θεοῦ εἰς τὴν σύστασιν τοῦ παντός, αἷς ἡρμοσμένως εἰσέτι καὶ νῦν κάλλιστα κατὰ μέρος τέλειον ἀπευθύνεται τελείως κόσμος, ἔστ’ἂν αὐτὸν πάλιν αὐτὸς διακοσμήσας νομοθέτης ἀναστοιχειῶσαι βουληθεὶς ἑτέρῳ διατάγματι τοὺς πρώτους τῆς φύσεως ἀναλύσῃ θεσμούς. ἀλλ’ἐπειδὴ οὐ χρὴ ἀνεξέλεγκτον καὶ ὥσπερ ἐξ ἡμισείας χωλὴν τὴν ἀπόδειξιν τοῦ λόγου καταλεῖψαι, φέρε δὴ καὶ τὴν κατ’ἀναγωγὴν αὐτῷ συζυγίαν ἀποδῶμεν ἡμεῖς βαθύτερον ἐπισκεψάμεναι τὴν γραφήν. οὐ γὰρ καταφρονητέον τοῦ ὑπεραναβαίνοντος τὸ ῥητὸν καὶ εἰς τὸν Χριστὸν αὐτὸ συντείνειν καὶ εἰς τὴν ἐκκλησίαν ἀποφηναμένου. καὶ πρῶτον ἐξεταστέον, εἰκὸς γὰρ ἀντιπροσθεῖναί τινας ἄλλοτε ἄλλως, πῶς Ἀδὰμ ἀπεικάζεσθαι δύναται τῷ υἱῷ τοῦ θεοῦ, ἐν τῷ παραπτώματι τῆς παραβάσεως εὑρεθεὶς καὶ ἀκούσας τὸ γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ. πῶς δὲ καὶ πρωτότοκος πάσης τῆς κτίσεως νομισθήσεται μετὰ τὴν γῆν καὶ τὸ στερέωμα πηλοπλαστούμενος; πῶς δὲ καὶ τὸ ξύλον τῆς ζωῆς αὐτὸς εἶναι συγχωρηθήσεται ἐκβαλλόμενος διὰ τὴν παράβασιν, ἵνα μὴ πάλιν ἐκτείνας τὴν χεῖρα καὶ φαγὼν ἀπ’αὐτοῦ ζήσεται εἰς τὸν αἰῶνα; τὸ γὰρ ἀπεικαζόμενον ἐκείνῳ, οὗ ἐστιν ἀπεικασία, ὡμοιῶσθαι αὐτῷ καὶ παραβάλλεσθαι κατὰ πολλὰ χρή, ἀλλὰ μὴ ἐκ τῶν ἐναντίων καὶ ἀνοικείων τὴν σύστασιν ἔχειν. οὐ γὰρ ἂν τὸ ἄνισον τῷ ἀρτίῳ τὴν ἁρμονίαν τῇ ἀναρμοστίᾳ τις ἐξισάσαι τολμῶν ὡς ἔμφρων ἀποδεχθήσεται · ἀλλὰ τὸ ἴσον τῷ φύσει ἴσῳ, κἂν ἐξ ὀλίγου ἴσον , καὶ τὸ λευκὸν τῷ φύσει λευκῷ, κἂν αὐτὸ βραχύτατον καὶ μετρίως φαντάζοιτο τὴν λευκότητα ἐκείνου, δι’ἣν δὴ καὶ αὐτὸ λέγεται λευκόν. ἴσον δὲ καὶ ἁρμόνιον καὶ λαμπρὸν τὸ ἀναμάρτητον εἶναι καὶ ἀδιάφθορον ἀνενδοιάστως παντί που σαφὲς τὴν σοφίαν, ἀνάρτιον δὲ καὶ ἀναρμόνιον τὸ θνητὸν καὶ ἁμαρτωλὸν καὶ διὰ κατάγνωσιν ἐκβληθὲν καὶ ὑπὸ καταδίκην ἐληλυθός. τὰ μὲν οὖν δὴ πρὸς τῶν πολλῶν ἀντισφαιριζόμενα σχεδὸν εἶναι τοιαῦτα δὴ νομίζω · ὅσοι δὴ μὴ θέλουσιν εἰς Χριστὸν ἀναφέρεσθαι τὸν πρῶτον ἄνθρωπον, καταφρονοῦντες τῆς συνέσεως, ὡς εἰκός, Παύλου. φέρε γὰρ ἡμεῖς ἐπισκεψώμεθα, πῶς ὀρθοδόξως ἀνήγαγε τὸν Ἀδὰμ εἰς τὸν Χριστόν, οὐ μόνον αὐτὸν τύπον ἡγούμενος εἶναι καὶ εἰκόνα, ἀλλὰ καὶ αὐτὸ τοῦτο Χριστὸν καὶ αὐτὸν γεγονέναι διὰ τὸ τὸν πρὸ αἰώνων εἰς αὐτὸν ἐγκατασκῆψαι λόγον. ἥρμοζε γὰρ τὸ πρωτόγονον τοῦ θεοῦ καὶ πρῶτον βλάστημα καὶ μονογενὲς τὴν σοφίαν τῷ πρωτοπλάστῳ καὶ πρώτῳ καὶ πρωτογόνῳ τῶν ἀνθρώπων ἀνθρώπῳ κερασθεῖσαν ἐνηνθρωπηκέναι. τοῦτο γὰρ εἶναι τὸν Χριστόν, ἄνθρωπον ἀκράτῳ θεότητι καὶ τελείᾳ πεπληρωμένον καὶ θεὸν ἐν ἀνθρώπῳ κεχωρημένον. ἦν γὰρ πρεπωδέστατον τὸν πρεσβύτατον τῶν αἰώνων καὶ πρῶτον τῶν ἀρχαγγέλων, ἀνθρώποις μέλλοντα συνομιλεῖν, εἰς τὸν πρεσβύτατον καὶ πρῶτον τῆς ἀνθρωπότητος ἄνθρωπον εἰσοικισθῆναι τὸν Ἀδάμ. ταύτῃ γὰρ ἀναζωγραφῶν τὰ ἐξ ὑπαρχῆς καὶ ἀναπλάσσων αὖθις ἐκ παρθένου καὶ πνεύματος τεκταίνεται τὸν αὐτόν, ἐπειδὴ καὶ κατ’ἀρχὰς οὔσης παρθένου τῆς γῆς ἔτι καὶ ἀνηρότου λαβὼν χοῦν τὸ λογικώτατον ἐπλάσατο ζῷον ἀπ’αὐτῆς θεὸς ἄνευ σπορᾶς. καί μοι ἐχέγγυος μάρτυς καὶ σαφὴς προφήτης Ἱερεμίας παρήτω, καὶ κατέβην εἰς τὸν οἶκον τοῦ κεραμέως λέγων καὶ ἰδοὺ αὐτὸς ἐποίει ἔργον ἐπὶ τῶν λίθων · καὶ διέπεσε τὸ ἀγγεῖον, αὐτὸς ἐποίει, ἐν ταῖς χερσὶν αὐτοῦ, καὶ πάλιν ἐποίησεν αὐτὸ ἀγγεῖον ἕτερον, καθὼς ἤρεσεν ἐνώπιον αὐτοῦ τοῦ ποιῆσαι. ἔτι γὰρ πηλουργούμενον τὸν Ἀδάμ, ὡς ἔστιν εἰπεῖν, καὶ τηκτὸν ὄντα καὶ ὑδαρῆ καὶ μηδέπω φθάσαντα, δίκην ὀστράκου τῇ ἀφθαρσίᾳ κραταιωθῆναι καὶ ἀποπετρωθῆναι · ὕδωρ ὥσπερ καταλειβομένη καὶ καταστάζουσα διέλυσεν αὐτὸν ἁμαρτία. διὸ δὴ πάλιν ἄνωθεν ἀναδεύων καὶ πηλοπλαστῶν τὸν αὐτὸν εἰς τιμήν θεός, ἐν τῇ παρθενικῇ κραταιώσας πρῶτον καὶ πήξας μήτρᾳ καὶ συνενώσας καὶ συγκεράσας τῷ λόγῳ, ἄτηκτον καὶ ἄθραυστον ἐξήγαγεν εἰς τὸν βίον, ἵνα μὴ πάλιν τοῖς τῆς φθορᾶς ἔξωθεν ἐπικλυσθεὶς ῥεύμασιν τηκεδόνα γεννήσας διαπέσῃ. καὶ ἐν τῇ περὶ τῆς ἀνευρέσεως δὲ τοῦ προβάτου φέρεται διδάσκων κύριός μου παραβολῇ. ἔνθα φησὶ πρὸς τοὺς παρεστηκότας · τίς ἐστιν ἐξ ὑμῶν ἄνθρωπος, ὃς ἔχει ἑκατὸν πρόβατα, κἂν ἀπολέσῃ ἓν ἐξ αὐτῶν, οὐκ ἀφίησι τὰ ἐνενήκοντα ἐννέα ἐπὶ τοῖς ὄρεσι, καὶ πορευθεὶς ἐπὶ τὸ ἀπολωλὸς ζητεῖ, αὐτὸ ἕως εὕρῃ; καὶ εὑρὼν ἐπιτίθησιν ἐπὶ τοὺς ὤμους αὐτοῦ, καὶ ἐλθὼν εἰς οἶκον συγκαλεῖται τοὺς φίλους καὶ τοὺς γείτονας, λέγων · συγχάρητέ μοι, ὅτι εὑρέθη τὸ πρόβατόν μου τὸ ἀπολωλός. ἐπειδὴ γὰρ αὐτὸς ὡς ἀληθῶς ἦντε καὶ ἔστιν, ἐν ἀρχῇ ὢν πρὸς τὸν θεὸν καὶ θεὸς ὤν, ἀρχιστράτηγος καὶ ποιμὴν τῶν κατ’οὐρανόν, πάντα πείθονται καὶ ὁμαρτοῦσι τὰ λογικά, καὶ ποιμαίνων εὐτάκτως καὶ ἀριθμῶν τὰ πλήθη τῶν μακαρίων ἀγγέλων. οὗτος γὰρ ἴσος καὶ τέλειος ἀριθμὸς ἀθανάτων ζῴων κατὰ γένη καὶ φῦλα διῃρημένων, συμπαραληφθέντος ἐνταῦθα τῇ ποίμνῃ καὶ τοῦ ἀνθρώπου. δεδημιούργητο γὰρ δὴ καὶ αὐτὸς ἔξω φθορᾶς, ἵνα τὸν βασιλέα γεραίρῃ πάντων καὶ ποιητὴν ἀντίφθογγα μελῳδῶν ταῖς τῶν ἀγγέλων ἐξ οὐρανοῦ φερομέναις βοαῖς. ἀλλ’ἐπεὶ συνέβη παρεληλυθότα τὴν ἐντολὴν ὀλέθριον πτῶμα καὶ δεινὸν πεσεῖν εἰς θάνατον ἀναστοιχειωθέντα, διὰ τοῦτό φησιν κύριος ἑαυτὸν εἰς τὸν βίον ἐκ τῶν οὐρανῶν ἐληλυθέναι καταλελοιπότα τὰς τάξεις καὶ τὰ στρατόπεδα τῶν ἀγγέλων. ἀπεικονιστέον γὰρ τὰ μὲν ὄρη τοῖς οὐρανοῖς, τὰ δὲ ἐνενήκοντα πρόβατα καὶ ἐννέα ταῖς δυνάμεσι καὶ ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις, ἃς καταλέλοιπεν ἀναζητῆσαι κατελθὼν τὸ ἀπολωλὸς στρατηγὸς καὶ ποιμήν. ἔλειπε γὰρ ἄνθρωπον εἰς τὴν βίβλον ἐγκαταλεχθῆναι τούτων ἔτι καὶ τὸν ἀριθμὸν, βαστάξαντος αὐτὸν τοῦ κυρίου καὶ ἀμφιασαμένου, ἵνα δὴ μὴ πάλιν ταῖς τρικυμίαις, ὡς ἔφην, καὶ ταῖς ἀπάταις τῆς ἡδονῆς περικλυσθεὶς καταποντωθῇ. ταύτῃ γὰρ τὸν ἄνθρωπον ἀνείληφεν λόγος, ὅπως δὴ δι’αὑτοῦ καταλύσῃ τὴν ἐπ’ὀλέθρῳ γεγονυῖαν καταδίκην, ἡττήσας τὸν ὄφιν. ἥρμοζε γὰρ μὴ δι’ἑτέρου νικηθῆναι τὸν πονηρὸν, ἀλλὰ δι’ἐκείνου, ὃν δὴ καὶ ἐκόμπαζεν ἀπατήσας αὐτὸν τετυραννηκέναι · ὅτι μὴ ἄλλως τὴν ἁμαρτίαν λυθῆναι καὶ τὴν κατάκρισιν δυνατὸν ἦν, εἰ μὴ πάλιν αὐτὸς ἐκεῖνος ἄνθρωπος, δι’ὃν εἴρητο τό γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ, ἀναπαλαίσας ἀνέλυσε τὴν ἀπόφασιν τὴν δί’αὐτὸν εἰς πάντας ἐξενηνεγμένην ὅπως, καθὼς ἐν τῷ Ἀδὰμ πάντες πρότερον ἀποθνῄσκουσιν, οὕτως δὴ πάλιν καὶ ἐν τῷ ἀνειληφότι Χριστῷ τὸν Ἀδὰμ πάντες ζῳοποιηθῶσιν. καὶ περὶ μὲν τοῦ τὸν ἄνθρωπον ὄργανον γεγονότα καὶ ἔνδυμα τοῦ μονογενοῦς τοῦτο ἀπειργάσθαι, ὅπερ ἦν αὐτὸς εἰς αὐτὸν εἰσοικισθείς, σχεδὸν ἤδη μοι δοκεῖ τέλος ἔχειν · τὸ δὲ ὅτι μήτε ἀνισότης ἐστὶ μήτε μὴν ἀναρμοστία, πάλιν ἐξ ἀρχῆς διὰ βραχέων ἐπισκεπτέον. τὸ γὰρ αὐτοφύσει καλὸν καὶ αὐτοφύσει δίκαιον καὶ ὅσιον, οὗ τὰ ἄλλα κατὰ μετοχὴν γίνεται καλά, τὴν σοφίαν λέγων τυγχάνειν μετὰ τὸν θεὸν, ὀρθότατα λέγει · τὸ δὲ αὖ ἀνόσιον καὶ ἄδικον καὶ πονηρὸν τὴν ἁμαρτίαν. δύο γὰρ τὰ εἰς ἄκρον ἀλλήλοις ἐναντία ζωὴ καὶ θάνατος, ἀφθαρσία καὶ φθορά. ἰσότης μὲν γάρ ἐστιν ζωή, ἀνισότης δὲ φθορά, καὶ ἁρμονία μὲν δικαιοσύνη καὶ φρόνησις, ἀναρμοστία δὲ ἀδικία καὶ ἀφροσύνη. δὲ ἄνθρωπος τούτων ὢν μεταξὺ οὔτε αὐτὸ τοῦτο δικαιοσύνη οὔτε μήν ἐστιν ἀδικία, ἀλλὰ τῆς ἀφθαρσίας ἐν μέσῳ βεβηκὼς καὶ τῆς φθορᾶς, εἰς ὁποτέραν ἂν αὐτῶν νεύσας προσκλιθῇ, εἰς τὴν τοῦ κρατήσαντος μεταβάλλεσθαι λέγεται φύσιν. ἐκκλίνας μὲν γὰρ εἰς τὴν φθορὰν φθαρτὸς γίνεται καὶ θνητός, εἰς δὲ τὴν ἀφθαρσίαν ἄφθαρτος καὶ ἀθάνατος. μεθόριος γὰρ τοῦ τῆς ζωῆς ξύλου καὶ τοῦ γνωστοῦ καλοῦτε καὶ πονηροῦ τεθείς, οὗπερ ἀπεγεύσατο τῶν καρπῶν, εἰς τὴν τούτου καὶ μετεβλήθη μορφήν · οὔτε τὸ τῆς ζωῆς ξύλον αὐτὸς ὢν οὔτε τὸ τῆς φθορᾶς, ἀλλὰ μετοχῇ μὲν καὶ παρουσίᾳ φθορᾶς θνητὸς φανείς, προσοικειώσει δὲ καὶ ἀλοιφῇ ζωῆς ἄφθαρτος πάλιν καὶ ἀθάνατος. ὥς που καὶ Παῦλος ἐδίδαξεν εἰπών · οὐ γὰρ φθορὰ κληρονομήσει τὴν ἀφθαρσίαν, οὐ δ’ θάνατος τὴν ζωήν · φθορὰν μὲν καὶ θάνατον αὐτὸ τὸ φθεῖρον ὁρισάμενος εἰκότι λόγῳ καὶ τὸ ἀποκτεῖνον, ἀλλ’οὐ τὸ φθειρόμενον καὶ τὸ θνῇσκον, ἀφθαρσίαν δὲ καὶ ζωὴν αὐτὸ τὸ ἀπαθανατίζον καὶ ζῳοποιοῦν, ἀλλ’οὐ τὸ ἀπαθανατιζόμενον καὶ ζῳοποιούμενον. ὥστε οὔτε ἀναρμοστία καὶ ἀνισότης ἄνθρωπός ἐστιν οὔτε μὴν ἰσότης καὶ εὐαρμοστία · ἀλλ’ὅτε μὲν ἐδέξατο τὴν ἀναρμοστίαν, ὅπερ ἐστὶ τὴν παράβασιν καὶ τὴν ἁμαρτίαν, γέγονεν ἀνάρμοστος καὶ ἀπρεπής · ὅτε δὲ τὴν ἁρμονίαν, τουτέστι τὴν δικαιοσύνην, γέγονεν εὐάρμοστον ὄργανον καὶ εὐπρεπές, ὅπως κύριος, ἀφθαρσία νικήσασα τὸν θάνατον, εὐήχως τὴν ἀνάστασιν μελῳδήσῃ τῇ σαρκί, μὴ ἐάσας αὐτὴν κληρονομηθῆναι πάλιν ὑπὸ τῆς φθορᾶς. καὶ μὲν δὴ καὶ περὶ τούτων αὐτάρκως ἤδη λελέχθω. προγεγύμνασται γὰρ μετὰ συστάσεων οὐκ εὐκαταφρονήτων ἐκ τῆς γραφῆς, ὡς ἄρα πρωτόπλαστος δικαίως εἰς αὐτὸν ἀναφέρεσθαι δύναται τὸν Χριστόν · οὐκέτι τύπος ὢν καὶ ἀπεικασία μόνον καὶ εἰκὼν τοῦ μονογενοῦς υἱοῦ, ἀλλὰ καὶ αὐτὸ τοῦτο σοφία γεγονὼς καὶ λόγος. δίκην γὰρ ὕδατος ἄνθρωπος συγκερασθεὶς τῇ σοφίᾳ καὶ τῇ ζωῇ τοῦτο γέγονεν, ὅπερ ἦν αὐτὸ τὸ εἰς αὐτὸν ἐγκατασκῆψαν ἄκρατον φῶς. ὅθεν ἀπόστολος εὐθυβόλως εἰς Χριστὸν ἀνηκόντισε τὰ κατὰ τὸν Ἀδάμ. οὕτως γὰρ ἂν μάλιστα ἐκ τῶν ὀστῶν αὐτοῦ καὶ τῆς σαρκὸς τὴν ἐκκλησίαν συμφωνήσῃ γεγονέναι, ἧς δὴ χάριν καταλείψας τὸν πατέρα τὸν ἐν τοῖς οὐρανοῖς κατῆλθεν λόγος προσκολληθησόμενος τῇ γυναικὶ, καὶ ὕπνωσε τὴν ἔκστασιν τοῦ πάθους ἑκουσίως ὑπὲρ αὐτῆς ἀποθανών, ὅπως αὐτὸς ἑαυτῷ παραστήσῃ τὴν ἐκκλησίαν ἔνδοξον καὶ ἄμωμον, καθαρίσας τῷ λουτρῷ πρὸς ὑποδοχὴν τοῦ νοητοῦ καὶ μακαρίου σπέρματος, σπείρει μὲν αὐτὸς ὑπηχῶν καὶ καταφυτεύων ἐν τῷ βάθει τοῦ νοός · ὑποδέχεται δὲ καὶ μορφοῖ δίκην γυναικὸς ἐκκλησία εἰς τὸ γεννᾶν τὴν ἀρετὴν καὶ ἐκτρέφειν. ταύτῃ γὰρ καὶ τὸ αὐξάνεσθε καὶ πληθύνεσθε πληροῦται προσηκόντως, εἰς μέγεθος καὶ κάλλος καὶ πλῆθος αὐξανομένης καθ’ἡμέραν αὐτῆς διὰ τὴν σύνερξιν καὶ τὴν κοινωνίαν τοῦ λόγου συγκαταβαίνοντος ἡμῖν καὶ νῦν ἔτι καὶ ἐξισταμένου κατὰ τὴν ἀνάμνησιν τοῦ πάθους. οὐ γὰρ ἂν ἄλλως ἐκκλησία συλλαβεῖν τοὺς πιστεύοντας καὶ ἀναγεννῆσαι διὰ τοῦ λουτροῦ δύναιτο τῆς παλιγγενεσίας, ἐὰν μὴ καὶ δι’αὐτοὺς Χριστὸς κενώσας ἑαυτὸν, ἵνα χωρηθῇ κατὰ τὴν ἀνακεφαλαίωσιν, ὡς ἔφην, τοῦ πάθους, πάλιν ἀποθάνῃ καταβὰς ἐξ οὐρανῶν καὶ προσκολληθεὶς τῇ ἑαυτοῦ γυναικὶ τῇ ἐκκλησίᾳ παράσχοι τῆς πλευρᾶς ἀφαιρεῖσθαι τῆς ἑαυτοῦ δύναμίν τινα, ὅπως αὐξηθῶσιν οἱ ἐν αὐτῷ οἰκοδομηθέντες ἅπαντες οἱ γεγεννημένοι διὰ τοῦ λουτροῦ ἐκ τῶν ὀστῶν καὶ ἐκ τῆς σαρκός, τουτέστιν ἐκ τῆς ἁγιωσύνης αὐτοῦ καὶ ἐκ τῆς δόξης προσειληφότες. ὀστᾶ γὰρ καὶ σάρκα σοφίας λέγων εἶναι σύνεσιν καὶ ἀρετὴν ὀρθότατα λέγει, πλευρὰν δὲ τὸ πνεῦμα τῆς ἀληθείας τὸ παράκλητον, ἀφ’οὗ λαμβάνοντες εἰς ἀφθαρσίαν ἀναγεννῶνται προσηκόντως οἱ πεφωτισμένοι. ἀδύνατον δὲ τοῦ πνεύματος τοῦ ἁγίου μετασχεῖν τινα καὶ μέλος καταλεχθῆναι Χριστοῦ, ἐὰν μὴ πρότερον καὶ ἐπὶ τούτου συγκατελθὼν λόγος ἐκστῇ κοιμηθείς, ἵνα τὴν ἀνανέωσιν καὶ τὸν ἀνακαινισμὸν συνεξαναστὰς τοῦ ὕπνου τοῦ κεκοιμημένου καὶ αὐτὸς μεταλαβεῖν δυνηθῇ, πνεύματος ἀναπλησθείς. τοῦτο γὰρ κυρίως ἂν πλευρὰ λέγοιτο τοῦ λόγου, τὸ πνεῦμα τῆς ἀληθείας τὸ ἑπτάμορφον κατὰ τὸν προφήτην, ἀφ’οὗ λαμβάνων θεὸς μετὰ τὴν ἔκστασιν τοῦ Χριστοῦ, δή ἐστι μετὰ τὴν ἐνανθρώπησιν καὶ τὸ πάθος, τὴν βοηθὸν αὐτῷ κατασκευάζει, λέγω δὴ τὰς ἡρμοσμένας αὐτῷ καὶ νενυμφευμένας ψυχάς. ἔστι γὰρ ὅτε πολλαχῶς αὐτὸ τὸ ἄθροισμα καὶ τὸ στῖφος ἀγεληδὸν τῶν πεπιστευκότων ἐκκλησίαν οὕτως ὀνομάζουσιν αἱ γραφαί, τῶν τελειοτέρων κατὰ προκοπὴν εἰς ἓν πρόσωπον καὶ σῶμα τὸ τῆς ἐκκλησίας ἀναγομένων. οἱ μὲν γὰρ κρείττονες καὶ τρανότερον σπάσαντες ἤδη τὴν ἀλήθειαν, οὗτοι διὰ τὴν τελείαν κάθαρσιν καὶ πίστιν ἀποστειρωθέντες τῶν τῆς σαρκὸς ἀτοπημάτων ἐκκλησία γίνονται καὶ βοηθὸς τοῦ Χριστοῦ παρθένος ὥσπερ κατὰ τὸν ἀπόστολον αὐτῷ καθηρμοσμένοιτε καὶ νενυμφευμένοι, ἵνα τὴν καθαρὰν τῆς διδασκαλίας ὑποδεξάμενοι καὶ γόνιμον σπορὰν συνεργήσωσι βοηθοῦντες τῷ κηρύγματι πρὸς τὴν τῶν λοιπῶν σωτηρίαν. οἱ δὲ ἀτελεῖς ἔτι καὶ ἀπαρχόμενοι εἰς σωτηρίαν τῶν μαθημάτων ὠδίνονται καὶ μορφοῦνται ὥσπερ ὑπὸ μητράσι πρὸς τῶν τελειοτέρων, ἔστ’ἂν ἀποκυηθέντες ἀναγεννηθῶσιν εἰς μέγεθος καὶ κάλλος ἀρετῆς, καὶ πάλιν αὖ κατὰ προκοπὴν ἐκκλησία καὶ οὗτοι γεγονότες εἰς ἑτέρων τόκον ὑπουργήσωσι τέκνων καὶ ἀνατροφὴν μήτρας δίκην ἐν τῷ δοχείῳ τῆς ψυχῆς τὸ θέλημα τελεσφορήσαντες ἀλώβητον τοῦ λόγου. ἐπισκέψασθαι γὰρ χρὴ καὶ τὰ περὶ τὸν ἀοίδιμον Παῦλον, ὅτι, ὁπότε οὐδέπω τέλειος οὗτος ἦν ἐν Χριστῷ, γεννᾶται πρότερον καὶ γαλουχεῖται εὐαγγελιζομένου καὶ ἀνακαινίζοντος αὐτὸν Ἀνανίου τῷ βαπτίσματι, καθὼς ἐν ταῖς Πράξεσιν ἱστορία περιέχει. ὅτε δὲ ἠνδρώθη καὶ ᾠκοδομήθη ἤδη εἰς τελειότητα πνευματικὴν ἀναπλασθεὶς καὶ βοηθὸς ἀπειργάσθη καὶ νύμφη τοῦ λόγου, τὰ σπέρματα τῆς ζωῆς ὑποδεξάμενος καὶ συλλαβών · τὸ τηνικαῦτα πρότερον χρηματίσας παιδίον ἐκκλησία γίγνεται καὶ μήτηρ ὠδίνων καὶ αὐτὸς τοὺς δι’αὐτοῦ τῷ κυρίῳ πεπιστευκότας, ἔστ’ἂν καὶ ἐν τούτοις Χριστὸς μορφωθεὶς ἀποτεχθῇ. τεκνία γάρ μου φησίν οὗς πάλιν ὠδίνω, ἕως οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν, καὶ πάλιν ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. οὐκοῦν ταύτῃ συνέστηκεν εἰς τὴν ἐκκλησίαν ἀναφέρεσθαι καὶ τὸν Χριστὸν τὸ κατὰ τὴν Εὔαν θεώρημα καὶ τὸν Ἀδάμ. τοῦτο γὰρ τὸ μέγα μυστήριον ὡς ἀληθῶς καὶ ὑπερκόσμιον, ἐγὼ δι’ἀσθένειαν καὶ ἀμβλύτητα νοὸς κατ’ἀξίαντε καὶ μέγεθος εἰπεῖν ἀδυνατῶ. ὅμως δ’οὖν ἐπιχειρητέον · λέγειν γὰρ ἑπόμενον ἂν εἴη λοιπὸν δὴ καὶ τὰ καθεξῆς πρὸς ὑμᾶς. γάρ τοι Παῦλος εἰς ἁγιασμὸν ἐκκαλούμενος πάντας καὶ σωφροσύνην, ταύτῃ τὸ κατὰ τὸν πρωτόπλαστον καὶ τὴν Εὔαν κατὰ δευτέραν ἐπαπόρησιν εἰς Χριστὸν ἀνηκόντισε καὶ τὴν ἐκκλησίαν πρὸς τὸ τοὺς ἀνεπιστήμονας κατασιγᾶσθαι γυμνουμένους προφάσεων. ἀκολασταίνοντες γὰρ διὰ τὰς ὑπερβαλλούσας ῥύσεις ἐν αὐτοῖς τῶν ἡδυπαθημάτων παρὰ τὸν ὀρθόδοξον βιάζεσθαι τολμῶσι λογισμὸν τὰς γραφάς, ὥσπερ ἔρυμα προανατείνοντες ἀκρασίας τότε εἶπεν θεός · αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ τὸ ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα · οὐ δὲ αἰσχύνονται κατατρέχοντες τοῦ πνεύματος, ἀλλ’ὥσπερ ἐπὶ τούτῳ γεγονότες ἐντυφόμενον ἔτι καὶ ἐνθωπεύοντα τὸν οἶστρον ἀναρριπίζουσιν ἐξάπτοντες ἐρεθισμοῖς. διὸ δὴ μάλα δριμέως τὰς ἐπικλόπους ταύτας αὐτῶν κακοφροσύναςτε καὶ πεποιημένας προφάσεις ἐκκόπτων, ἐλθὼν εἰς τὸ διατάξασθαι, πῶς δέοι προσφέρεσθαι τοὺς ἄνδρας ταῖς γυναιξὶ, καὶ ἀποφηνάμενος, ὅτι οὕτως ὥσπερ καὶ Χριστὸς τῇ ἐκκλησίᾳ ἑαυτὸν παραδοὺς ὑπὲρ αὐτῆς, ἵνα αὐτὴν ἁγιάσῃ καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι, ἀνέδραμεν εἰς τὴν Γένεσιν ἐπιμνησθεὶς τῶν περὶ τὸν πρωτόπλαστον ῥητῶν ἐξομαλίζων εἰς τὸν προκείμενον αὑτῷ καὶ αὐτὰ νοῦν τῆς ὑποθέσεως, ὅπως μὴ παράσχῃ λαβὴν τοῖς κεφαλαίοις καταχρῆσθαι τούτοις τοὺς πρεσβεύοντας προφάσει τεκνογονίας σωμάτων παρατριβάς. ἐπισκέψασθε γὰρ, ὅτι σωφρονεῖν, παρθένοι, κατὰ κράτος θέλων τοὺς πεπιστευκότας διὰ πολλῶν αὐτοῖς τεκμηρίων ὑπεμφαίνειν πειρᾶται τὸ ἀξίωμα τῆς ἁγνείας. ὅτε μὲν περὶ δὲ ὧν ἐγράψατέ μοι λέγων καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι, αὐτόθεν δείκνυσι δὴ περιφανῶς τὸ μὴ προσψαύειν γυναικὸς εἶναι καλόν, προτάξας αὐτὸ καὶ προεκθέμενος ἀπολελυμένως. εἶτα τὴν ἀσθένειαν αὖθις συνιδὼν καὶ τὴν ὑπέκκαυσιν τῶν ἀκρατωτέρων τὴν εἰς συνουσίαν, συνεχώρησε τοῖς μὴ δυναμένοις ἄρχειν σαρκὸς χρῆσθαι ταῖς ἑαυτῶν ὁμεύνοις μᾶλλον παραπίπτοντας ἀσχημόνως ἐκχεῖσθαι περὶ πορνείας. ἀμέλει μετὰ τὸ ἐπιτρέψαι ταῦτα παρήγαγεν εὐθέως τόδε ἵνα μὴ πειράζῃ ὑμᾶς Σατανᾶς διὰ τὴν ἀκρασίαν, ὅπερ ἐστίν · εἰ δὲ μὴ δύνασθε, οὗτοι, παντάπασι σωφρονεῖν διὰ τὴν ἀκρασίαν καὶ τὴν ὑγρότητα τῶν σωμάτων, ἐπέτρεψα μᾶλλον ταῖς σφῶν αὐτῶν κοινωνεῖν γαμεταῖς, καὶ ἵνα μὴ ἐγκράτειαν ἐπαγγέλλεσθαι νομιζόμενοι πειράζησθε συνεχῶς ὑπὸ τοῦ πονηροῦ εἰς ἀλλοτρίας ἐκφλεγόμενοι. φέρε γὰρ αὐτὰ τὰ κείμενα διαθρήσωμεν ἐπιμελέστερον, ὅτι μὴ ἀπολελυμένως ἀπόστολος ἐπένευσε ταῦτα τοῖς πολλοῖς, ἀλλὰ προσθεὶς τὴν αἰτίαν πρότερον, δι’ἣν εἰς τοῦτο περιηνέχθη. ἀποφηνάμενος γοῦν καλὸν εἶναι ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι εὐθέως παρήγαγε διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, τουτέστι διὰ τὴν ἀνάγκην τῆς πορνείας, εἰ μὴ φέρετε κολάζειν τὴν ἡδονήν, καὶ ἑκάστη γυνὴ τὸν ἴδιον ἄνδρα ἐχέτω. τῇ γυναικὶ ἀνὴρ τὴν ὀφειλὴν ἀποδιδότω, ὁμοίως δὲ καὶ γυνὴ τῷ ἀνδρί. γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ’ ἀνήρ · ὁμοίως δὲ καὶ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ’ γυνή. μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μήτι ἂν ἐκ συμφώνου πρὸς καιρόν, ἵνα σχολάζητε τῇ προσευχῇ · καὶ πάλιν ἐπὶ τὸ αὐτὸ συνέρχεσθε, ἵνα μὴ πειράζῃ ὑμᾶς Σατανᾶς διὰ τὴν ἀκρασίαν. τοῦτο δὲ λέγω κατὰ συγγνώμην, οὐ κατ’ἐπιταγήν. τεθεωρημένως δὲ σφόδρα καὶ τοῦτο. κατὰ συγγνώμην γὰρ ἐπεσημήνατο συμβεβουλευκέναι νῦν καὶ οὐ κατ’ἐπιταγήν, ἐπειδὴ τὴν μὲν ἐπιταγὴν ἐπὶ τῆς σωφροσύνης καὶ τοῦ γυναικὸς μὴ ἅπτεσθαι παραλαμβάνει, τὴν δὲ συγγνώμην ἐπὶ τῶν μὴ δυναμένων, ὡς ἔφην, κολάζειν τὴν ἐπιθυμίαν. καὶ περὶ μὲν οὖν μονογάμωντε καὶ μονογαμίδων, ὧν συζυγία ἕως ἔτι καὶ αὖθις, ταῦτα νομοθετεῖ · περὶ δὲ τῶν ἀποβαλλομένων ἤδη γαμετὰς ἀνδρῶν γυναικῶν τοὺς σύζυγας πάλιν αὐτὴν ἀκριβῶς ἐξιχνευτέον τοῦ ἀποστόλου τὴν φωνήν, τί ποτε χρησμῳδεῖ. λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις, καλὸν αὐτοῖς, ἐὰν μείνωσιν, ὡς κἀγώ. εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν · κρείσσον γὰρ γαμῆσαι πυροῦσθαι. ἐπέμεινε καὶ ἐνθάδε προκρίνων τὴν ἐγκράτειαν. ἑαυτὸν γὰρ παράδειγμα μέγιστον λαβὼν εἰς τὸ ζηλῶσαι τοὺς ἀκροατὰς προεκαλέσατο ταύτην τὴν ἔνστασιν, κρεῖττον εἶναι διδάξας τὸν ἐπὶ μιᾷ γαμετῇ συνεζευγμένον ἐφ’ἑαυτῷ μένειν, ὥσπερ δὴ καὶ αὐτός. εἰ δ’αὖ τοῦτο διὰ τὴν ἐκπύρωσιν καὶ τὴν ἀκμὴν τοῦ σώματος δυσκατόρθωτον εἴη τινί, εἰς δεύτερον κατὰ συγγνώμην παρελθεῖν τὸν οὕτως ἔχοντα συγκατατίθεται γάμον · οὐκ αὐτὸ τοῦτο τὴν διγαμίαν ἀποφηνάμενος εἶναι καλόν, ἀλλ’ἄμεινον κρίνας τῆς ἐκπυρώσεως. ὥσπερ γὰρ εἴ τις ἐν ἡμέρᾳ τοῦ πάσχα καὶ τῆς νηστείας ἐπισφαλῶς νοσηλευομένῳ προσέφερε τροφὴν καὶ ἐκέλευε διὰ τὴν ἀσθένειαν ἀπογεύεσθαι τούτων τῶν προσφερομένων, λέγων · ὡς ἄρα τὸ μὲν ἀληθῶς, οὗτος, καλὸν ἐχρῆν ὥσπερ δὴ καὶ ἡμᾶς καὶ σὲ καρτερῶς διαμείναντα τῶν αὐτῶν μεταλαβεῖν. ἀπηγόρευται γὰρ σήμερον διαίτης ἐπιμνησθῆναι τὸ σύνολον, ἀλλ’ἐπειδὴ νόσῳ προκατασχεθεὶς ἐξησθένησας καὶ οὐ δύνῃ φέρειν, ταύτῃ δὴ συγγνώμην ἀπονέμοντες συμβουλευόμεθα σιτίων ἐπορέξασθαί σε, ἵνα μὴ παντάπασι διὰ τὴν νόσον οὐ δυνηθεὶς ἀντισχεῖν πρὸς τὴν ἐπιθυμίαν τῆς τροφῆς διαφθαρῇς. οὕτω δὲ καὶ ἀπόστολος ἐνθάδε πρότερον εἰπὼν, ὅτι βούλοιτο πάντας ὑγιεῖς εἶναι καὶ σώφρονας ὥσπερ δὴ καὶ αὐτός, τὸ μετὰ ταῦτα τοῖς βεβαρημένοις νόσῳ τῶν παθῶν, ἵνα μὴ πορνεύσαντες πάντῃ λυμανθῶσιν οἰστρηλατούμενοι τῶν παιδογόνων μελῶν τοῖς γαργαλισμοῖς εἰς ἐπιμιξίας ὀθνείων σπερμάτων, ἐπέτρεψε τὴν διγαμίαν, μᾶλλον κρεῖσσον αὐτὴν εἶναι κρίνας τοῦ πυρακτοῦσθαι καὶ ἀσχημονεῖν. καὶ περὶ μὲν ἐγκρατείας καὶ γάμων καὶ σωφροσύνης καὶ κοινωνίας ἀνδρῶν καὶ ἐν τίνι τούτων τὸ ὠφέλιμόν ἐστιν εἰς δικαιοσύνης κατασκευήν, σχεδὸν ἤδη μοι τέλος ἔχει · περὶ δὲ παρθενίας εἰρῆσθαι λείπεται λοιπόν, εἴ τι καὶ περὶ ταύτης ἄρα διαθεσμοθετεῖται. οὐκοῦν καὶ τούτων πέρι διαληπτέον. ἔχει γὰρ ὧδε · περὶ δὲ τῶν παρθένων ἐπιταγὴν κυρίου οὐκ ἔχω · γνώμην δὲ δίδωμι, ὡς ἠλεημένος ὑπὸ κυρίου πιστὸς εἶναι. νομίζω οὖν τοῦτο καλὸν ὑπάρχειν διὰ τὴν ἐνεστῶσαν ἀνάγκην, ὅτι καλὸν ἀνθρώπῳ οὕτως εἶναι. δέδεσαι γυναικί, μὴ ζήτει λύσιν · λέλυσαι ἀπὸ γυναικός, μὴ ζήτει γυναῖκα. ἐὰν δὲ καὶ λάβῃς, οὐχ ἥμαρτες, καὶ ἐὰν γήμῃ παρθένος, οὐχ ἥμαρτεν · θλῖψιν δὲ ἕξουσι τῇ σαρκὶ οἱ τοιοῦτοι. ἐγὼ δὲ ὑμῶν φείδομαι. λίαν εὐλαβῶς τὸν περὶ παρθενίας εἰσηγησάμενος λόγον καὶ μέλλων συμβουλεύειν γαμίζειν τὴν ἑαυτοῦ παρθένον ὅτῳ φίλον, ὅπως δὴ μηδὲν τῶν εἰς ἁγιασμὸν ἀναφερομένων κατ’ἀνάγκην γένοιτο καὶ βίαν, ἀλλὰ κατὰ πρόθεσιν αὐτεξούσιον ψυχῆς · τοῦτο γὰρ πρόσφορον θεῷ, οὐ βούλεται ἐξ αὐθεντίας αὐτῷ ταῦτα καὶ γνώμης λελέχθαι τοῦ κυρίου, τουτέστι τὸ γαμίζεσθαι τὴν παρθένον. ἀμέλει φήσας ἐὰν δὲ καὶ γήμῃ παρθένος, οὐχ ἥμαρτεν σχεδὸν πάλιν ὑπευλαβηθεὶς ἀνετάραξε τὴν συγκατάθεσιν, κατὰ συγγνώμην ἀνθρωπίνην ὑπεμφαίνων ταῦτα συμβεβουλευκέναι, ἀλλ’οὐ κατὰ θείαν. εὐθέως γοῦν μετὰ τὸ εἰπεῖν καὶ ἐὰν γήμῃ παρθένος, οὐχ ἥμαρτεν ἐπήγαγε τὸ θλῖψιν δὲ ἕξουσι τῇ σαρκὶ οἱ τοιοῦτοι. ἐγὼ δὲ ὑμῶν φείδομαι, δή ἐστιν · ἐγὼ φειδόμενος ὑμῶν, οὗτοι, ταῦτα συνεθέμην, ἐπειδήπερ οὕτως αὐτοὶ φρονεῖν εἵλεσθε, ὅπως δὲ μὴ δόξω κατὰ βίαν ἐπισπέρχειν ὑμῶν εἰς τοῦτο καὶ καταναγκάζειν τινάς. ὅμως δὲ, εἰ καὶ ταύτην φίλον ὑμῖν μᾶλλον τρέπεσθαι ἀποδυσπετήσαντας ἁγνείαν βαστάσαι, καὶ οὕτως λυσιτελεῖν ἡγοῦμαι κρατεῖν ὑμᾶς τῶν τῆς σαρκὸς ἐρεθισμῶν, μὴ παραχρωμένους διὰ τὸ γεγαμηκέναι τοῖς ἑαυτῶν σκεύεσιν εἰς ἀκαθαρσίαν. ἐπιφέρει γοῦν τοῦτο δέ φημι, ἀδελφοί, καιρὸς συνεσταλμένος ἐστίν · λοιπόν, ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσιν. εἶτα αὖθις ἐπιμένων καὶ προκαλούμενος ἐπὶ τοῖς αὐτοῖς ἐπεξειργάσατο τὸν λόγον, ἰσχυρῶς κρατύνων τὴν ἔνστασιν τῆς παρθενίας. ῥητῶς γοῦν τὰ ἑξῆς ἐπισυνάψας τοῖς προειρημένοις ἐπεφώνησε θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι. ἄγαμος μεριμνᾷ τὰ τοῦ κυρίου, πῶς ἀρέσει τῷ κυρίῳ · δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσει τῇ γυναικί, καὶ μεμέρισται. καὶ γυνὴ καὶ παρθένος ἄγαμος μεριμνᾷ τὰ τοῦ κυρίου, ἵνα ἁγία καὶ τῷ σώματι καὶ τῷ πνεύματι · δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσει τῷ ἀνδρί. πᾶσι γὰρ ἀναμφισβητήτως ἐστὶ καταφανὲς, ὡς ἄρα μεριμνᾶν τὰ τοῦ κυρίου καὶ ἀρέσκειν τῷ κυρίῳ πολλῷ ἄμεινον τοῦ μεριμνᾶν ἐστι τὰ τοῦ κόσμου καὶ ἀρέσκειν τῇ γυναικί. τίς γὰρ οὕτως ἠλίθιος καὶ πηρὸς τὰς ὄψεις, ὃς οὐκ αὐτόθεν αἴσθεται τὴν παραίνεσιν τοῦ Παύλου τὸ πλέον ῥέπουσαν εἰς ἁγνείαν; τοῦτο γάρ φησί πρὸς τὸ ὑμῶν αὐτῶν συμφέρον λέγω, οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω, ἀλλὰ πρὸς τὸ εὔσχημον. ἐπίστησον δὲ πρὸς τοῖς εἰρημένοις, ὅπως καὶ θεοδώρητον εἶναι τὸ τῆς παρθενίας ἐπιτήδευμα παρεγγυᾷ · ὅθεν τοὺς κατὰ πρόφασιν κενοδοξίας τῶν ἀκρατόρων εἰς τοῦτο παρεληλυθότας ἀποβάλλεται συμβουλεύων γαμεῖν, ἵνα μὴ καιρῷ τῆς ἀκμῆς σφυγμοὺς καὶ φλεγμονὰς παρεχούσης αὐτοῖς τῆς σαρκὸς ἀσχημονῶσιν οἰστρηλατούμενοι τὴν ψυχήν. τί γὰρ παραδίδωσιν ἐπισκεπτέον. εἰ δέ τις ἀσχημονεῖν ἐπὶ τὴν παρθένον αὐτοῦ νομίζει φησὶν ἐὰν ὑπέρακμος, καὶ οὕτως ὀφείλει γενέσθαι, θέλει ποιείτω · οὐχ ἁμαρτάνει · γαμείτωσαν, οἰκείως ἐνταῦθα προκρίνων τὸν γάμον τῆς ἀσχημοσύνης ἐπὶ τῶν ἑλομένων μὲν παρθενεύειν, δυσανασχετούντων δὲ τὸ μετὰ ταῦτα καὶ ἀποκαμνόντων καὶ λόγῳ μὲν δι’αἰδῶ τὴν πρὸς τοὺς ἀνθρώπους αὐχούντων ἐπιμένειν, ἔργῳ δὲ οὐ δὲ μακρότερον ἐνδιατρίψαι δυναμένων. τῷ μέντοι αὐτοκρατορικῇ καὶ αὐθαιρέτῳ κρίνοντι προθέσει τηρεῖν τὴν ἑαυτοῦ σάρκα παρθένον, καὶ μὴ ἔχοντι ἀνάγκην, ὅπερ ἐστὶ πάθος ἐκκαλούμενον τὴν ὀσφῦν εἰς συνουσίαν, εἶναι γὰρ δὴ καὶ διαφοράς ὡς εἰκός σωμάτων, τούτῳ διαμιλλωμένῳ καὶ διαθλοῦντι καὶ σπουδαίως ἐπιμένοντι τῇ ἐπαγγελίᾳ καὶ ταύτην ἄριστα διαπεραινομένῳ παρακελεύεται μένειν καὶ τηρεῖν, τῇ παρθενίᾳ τὰ πρωτεῖα νέμων. γὰρ δυνάμενος καὶ φιλοτιμούμενος, φησί, τηρεῖν τὴν ἑαυτοῦ σάρκα παρθένον, κρεῖττον ποιεῖ, δὲ μὴ δυνάμενος, γαμίζων δὲ νομίμως καὶ μὴ λαθροφθορῶν, καλῶς. καὶ περὶ μὲν τούτων αὐτάρκως. λαβέτω δὲ μετὰ χεῖρας βουλόμενος τὴν πρὸς Κορινθίους ἐπιστολήν, καὶ καθ’ἕκαστον ὁμιλήσας τοῖς ἐγγεγραμμένοις, τότε καὶ τὰ ὑφ’ἡμῶν λεγόμενα σκεψάσθω ἀντιπαραβάλλων, εἰ μὴ συμφωνίας πάσης ἔχονται καὶ ὁμοφροσύνης τῆς πρὸς αὐτά. ταῦτά σοι κατὰ δύναμιν ὑπὲρ ἁγνείας, Ἀρετή, κἀγὼ συνεισφέρω.

Ευβουλιον
Ευ.
Ευ.

σφόδρα διὰ πολλῶν, Γρηγόριον, μόλις εἰς τὸ προκείμενον ἀφίκετο, μακρότερον ἀναμετρησαμένη καὶ περαιωθεῖσα πέλαγος λόγων.

Γρηγοριον
Γρ.
Γρ.

ἔοικεν οὕτως ἔχειν. ἀλλ’ἴθι καὶ τὰ λοιπὰ ἐφεξῆς μνημονεύσαντες μιμητικώτατα διέλθωμεν, ὡς ἔτι ἔναυλον τὴν ἀκρόασιν ἔχειν μοι δοκῶ, πρὶν ἀποπτῆναι καὶ διαφυγεῖν · εὐεξάλειπτοι γὰρ νέων ἀκουσμάτων μνῆμαι γερόντων.

Ευβουλιον
Ευ.
Ευ.

ἀλλὰ λέγε · τούτων γὰρ καὶ ἐληλύθαμεν ἀσμένως ἀκουσόμενοι τῶν λόγων.

Γρηγοριον
Γρ.
Γρ.

καὶ μὲν δή καθάπερ εἶπας, μετὰ τὸ καταχθῆναι τὴν Θάλειαν δρόμοις ἀκυμάντοις εἰς τὴν γῆν Θεοπάτρα ἐφεξῆς ὑπολαβοῦσαν ἑαυτὴν ἔφη εἰπεῖν τάδε ·