Γρηγοριον
Γρ.
Γρ.
“εἰπεῖν” οὖν ἔφη τὴν Θεοφίλαν · οὐκοῦν “δοκεῖ μοι ἀναγκαῖον εἶναι, ἐπειδὴ” καλῶς ἡ Μάρκελλα ὁρμήσασα “ἐπὶ τὸν λόγον οὐχ ἱκανῶς” ἐπλήρωσεν, “ἐμὲ πειρᾶσθαι τέλος ἐπιθεῖναι τῷ λόγῳ. τὸ μὲν γὰρ εἰς” παρθενίαν ἐκ προσβάσεως προκόψαι τὸν ἄνθρωπον, τοῦ θεοῦ παρορμήσαντος αὐτὸν κατὰ καιρὸν καὶ καιρόν, “δοκεῖ μοι καλῶς διελέσθαι”, τὸ δὲ μηκέτι χρῆναι λέγειν το- τοὐντεῦθεν τεκνογονεῖν οὐ καλῶς. ἐγὼ γὰρ καθεωρακέναι μοι δοκῶ σαφῶς ἀπὸ τῶν γραφῶν, ὅτι παρθενίας ἐλθούσης ὁ λόγος οὐκ ἀνεῖλε πάντῃ τὴν τεκνογονίαν. οὐ γὰρ ἐπειδὴ τῶν ἄστρων ἡ σελήνη μείζων ἐστί, παρὰ τοῦτο τῶν ἄλλων ἀστέρων τὸ φῶς ἀναιρεῖται. ἀρξώμεθα δὲ ἀπὸ τῆς Γενέσεως, ἵνα δὴ καὶ πρεσβεύωμεν μᾶλλον τὴν γραφήν. ἡ γὰρ ἀπόφασις τοῦ θεοῦ καὶ τὸ διάταγμα τὸ ἐπὶ τῆς παιδοποιΐας ὁμολογουμένως μέχρι καὶ νῦν συμπληροῦται πλάσσοντος τὸν ἄνθρωπον ἔτι τοῦ δημιουργοῦ. τοῦτο γὰρ καὶ παντὶ καταφανές, ὡς ἄρα τὸν κόσμον ἀκμὴν ἐργάζεται ζωγραφῶν ὁ θεός, ὥσπερ δὴ καὶ ὁ κύριος ἐδίδαξεν, “ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται” λέγων. ἀλλ’ὁπόταν οἱ ποταμοὶ ἤδη λωφήσωσιν εἰς τὸ τῆς θαλάσσης ἐμβάλλοντες ἀγγεῖον καὶ τὸ φῶς τελείως χωρισθῇ τοῦ σκότους, νῦν γὰρ ἔτι διαχωρίζεται, καὶ τοὺς καρποὺς μετὰ τῶν ἑρπετῶν καὶ τετραπόδων ἀναδιδόναι παύσηται λοιπὸν ἡ ξηρά, καὶ ὁ προωρισμένος τῶν ἀνθρώπων ἀριθμὸς ἀναπληρωθῇ, τότε δὴ λοιπὸν καὶ τῆς παιδοποιΐας ἐφεκτέον. νῦν γὰρ εἰς τὴν εἰκόνα τοῦ θεοῦ τὸν ἄνθρωπον ἀνάγκη συνεργεῖν ἔτι συνεστῶτος τοῦ κόσμου καὶ τεκταινομένου. “αὐξάνεσθε” γὰρ ἐλέχθη “καὶ πληθύνεσθε”. καὶ οὐ χρὴ τὸ διάταγμα βδελλύττεσθαι τοῦ δημιουργοῦ, ἐξ οὗ δὴ καὶ αὐτοὶ γεγόναμεν. ἀρχὴ γὰρ γενέσεως ἀνθρώπων ἡ τοῦ σπέρματος εἰς τὰς αὔλακας τῆς μήτρας γίνεται καταβολή, ὅπως τὸ “ἐκ τῶν ὀστέων” ὀστοῦν καὶ ἡ ἐκ τῆς σαρκὸς σὰρξ ἕτερος ἄνθρωπος ἀοράτῳ ληφθέντα δυνάμει πάλιν ὑπὸ τοῦ αὐτοῦ τεχνίτου δημιουργηθῶσι. ταύτῃ γὰρ ἐκείνην ἡγητέον δὴ πληροῦσθαι τὴν φωνὴν · “τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου”. τοῦτο γὰρ ἴσως ᾐνίσσετο καὶ ἡ κατὰ τὸν ὕπνον ἔκστασις ἐπιβληθεῖσα τῷ πρωτοπλάστῳ, προδιατυπουμένη τὴν ἐπὶ τῆς φιλοτησίας θέλξιν τοῦ ἀνδρός, ὁπότε διψήσας τέκνων ἐξίσταται ταῖς παιδογόνοις ἐκθηλυνόμενος καὶ καθ’ὕπνον ἡδοναῖς, ἵνα πάλιν τι ἀπὸ τῶν ὀστῶν αὐτοῦ καὶ τῆς σαρκὸς ἀποσπασθὲν ἕτερος ἄνθρωπος, ὡς ἔφην, ἀναπληρωθῇ. ἐκταρασσομένης γὰρ τῆς ἁρμονίας τῶν σωμάτων ἐν τοῖς κατὰ τὴν συνουσίαν ἐρεθισμοῖς, ὡς οἱ τετελεσμένοι τὴν γαμήλιον ἡμᾶς διδάσκουσι τελετήν, πᾶν τὸ μυελῶδες τοῦ αἵματος καὶ γονιμώτατον, ὅπερ ἐστὶν ὑγρὸν ὀστοῦν, ἐκ πάντων ἐπαθροιζόμενον τῶν μελῶν ἀφροποιῆσαν καὶ θρομβωθὲν διὰ τῶν παιδογόνων ὀργάνων εἰς τὴν ἔμψυχον τῆς θηλείας ἐξέσσυται γῆν. εἰκότως ἄρα ἕνεκεν τούτου καταλιπεῖν λέλεκται τὸν πατέρα καὶ τὴν μητέρα, τότε πάντων ἀθρόως ἀμνημονήσας, ὅτε φιλοστόργοις ἑνούμενος τῇ γυναικὶ συμπλοκαῖς κάτοχος ἐπιθυμίας γένηται γεννητικῆς, παρέχων ἀφαιρεῖσθαι τῷ θείῳ τὴν πλευρὰν δημιουργῷ, ὅπως ἐξ υἱοῦ δὴ καὶ αὐτὸς ὁ πατὴρ πάλιν ἐκφανῇ. οὐκοῦν εἰσέτι πλάσσοντος καὶ νῦν δὴ τὸν ἄνθρωπον τοῦ θεοῦ, πῶς οὐ τολμηρὸν τὸ βδελύσσεσθαι τὴν παιδουργίαν, ἣν αὐτὸς οὐκ ἐπαισχύνεται ταῖς ἀμιάντοις ὁ παντοκράτωρ ἐργαζόμενος χερσί; “πρὸ τοῦ” γάρ “με πλάσαι σε ἐν κοιλίᾳ μητρός, ἐπίσταμαί σε” τῷ Ἱερεμίᾳ φησί · τῷ δὲ Ἰὼβ “μὴ σὺ λαβὼν πηλὸν ἔπλασας ζῷον καὶ λαλητὸν αὐτὸ ἔθου”, ἔφη, “ἐπὶ τῆς γῆς”; καὶ ὁ Ἰὼβ δὲ πρὸς αὐτὸν εὐκτικῶς φέρεται λέγων τὸ “αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με”. πῶς δὲ οὐκ ἄτοπον τὸ ἀπαγορεύεσθαι γάμων συναλλαγάς, προσδοκωμένων ἔτι καὶ μεθ’ἡμᾶς ἔσεσθαι μαρτύρων καὶ τῶν ἀντιτασσομένων τῷ πονηρῷ, δι’οὓς δὴ καὶ τὰς ἡμέρας ὁ λόγος ἐπηγγείλατο κολοβωθήσεσθαι; εἰ γὰρ φαῦλον, ὡς ἔφης, ἀπεντεῦθεν νενόμισται τῷ θεῷ τὸ παιδοσπορεῖν, δι’ἣν αἰτίαν οἱ παρὰ δόγμα φυόμενοι καὶ τὴν βουλὴν τὴν θείαν εὐάρεστοι δυνήσονται πάλιν παραστῆναι τῷ θεῷ; ἀνάγκη γὰρ εἶναι κίβδηλον, ἀλλὰ μὴ θεοφιλὲς τὸ τεχθέν, εἰ παρὰ τὴν γνώμην καὶ τὸ διάταγμα δίκην παραχαράγματος πλάσσεται τῆς δυνάμεως, ἵνα δὴ καὶ ἀνθρώπους δύνασθαι δῶμεν ἀνθρωποπλαστεῖν. καὶ ἡ Μάρκελλα ὑπολαβοῦσα · ὦ Θεοφίλα, μέγα σφάλμα, ἔφη, καὶ ἐναντίον, οἷς εἶπας, ἀναφαίνεται · καὶ οἴει λεληθέναι παρωσαμένη τηλικοῦτον νέφος; ἥκει γὰρ ἐκεῖνος ὁ λόγος, ὃν ἴσως ἀπαιτῶν σέ τις, ὦ σοφωτάτη, λέξει · περὶ τῶν ἐκ μοιχείας ἀνόμως φυομένων τί φῄς; ἔδωκας γὰρ εἰσελθεῖν εἰς τὸν κόσμον ἀμήχανον εἶναι καὶ ἀδύνατον, μὴ χειραγωγηθέντα τῷ θελήματι τῆς δυνάμεως, κατασκευασθέντος αὐτοῦ τοῦ σκηνώματος πρὸς τοῦ θεοῦ. καὶ ἵνα μὴ καταφύγῃς ὥσπερ εἰς τειχίον, ἐχέγγυον προχειριζομένη τὴν λέγουσαν γραφὴν “τέκνα δὲ μοιχῶν ἀτελεσφόρητα”, ἀποκρούσεταί σε πράως εἰπὼν ὅτι · καὶ μὴν τελεσφόροις πολλαχῶς ὠδῖσιν ὥριμον καρπὸν τοὺς ἐκ παρανόμων συλληφθέντας ὧδε συναλλαγῶν ὁρῶμεν φυομένους. εἰ δ’αὖ πάλιν σοφιζομένη φαίης, ὦ οὗτος, ἐγὼ τὸ ἀτελεσφόρητον ἐπὶ τῶν μὴ τελειουμένων ἡγοῦμαι τάσσεσθαι τῇ χριστοδιδάκτῳ δικαιοσύνῃ, λελέξεται · καὶ μήν, ὦ μακαρία, πλεῖστοι τεχθέντες ἐξ ἀδίκου σπορᾶς οὐδὲν ἧσσον οὐ μόνον τῇ ποίμνῃ συναγελάζεσθαι καταριθμοῦνται τῶν ἀδελφῶν, ἀλλὰ καὶ προκαθηγεῖσθαι τούτων κληροῦνται πολλαχῶς. οὐκοῦν ὄντος φανεροῦ καὶ πάντων ἱστορούντων καὶ τὰ ἐκ μοιχείας φυόμενα τελεσιουργεῖσθαι, οὐ χρὴ νομίζειν συλλήψεων πέρι καὶ τοκετῶν τὸ πνεῦμα πεπροφητευκέναι, ἀλλ’ἴσως περὶ τῶν τὴν ἀλήθειαν μοιχωμένων, οἵτινες κλεψισόφοις νοθεύοντες δόγμασι τὰς γραφὰς ἀτελεσφόρητον γεννῶσι σοφίαν, τῇ θεοσεβείᾳ συγκιρνῶντες τὴν πλάνην. διὸ καὶ ταύτης σου τῆς προφάσεως ἐξῃρημένης ἴθι δή, εἰ καὶ τὰ ἐκ μοιχείας εὐδοκοῦντος, ἀπόκριναι, γεννῶνται τοῦ θεοῦ. ἔφης γὰρ εἶναι ἀδύνατον ἀνθρώπου τελεσφορηθῆναι γονὴν μὴ μορφώσαντος αὐτὴν ἢ ἐμψυχώσαντος τοῦ κυρίου. καὶ ἡ Θεοφίλα ὥσπερ ὑπὸ γενναίου ληφθεῖσα τῶν μέσων ἀνταγωνιστοῦ ἐσκοτοδινίασε, καὶ μάλα μόλις ἀναπνεύσασα ἔφη · ἐρωτᾶς ἐρώτημα διὰ παραδείγματος, ὦ μακαρία, χρῇζον ἀποδειχθῆναι, ἵν’ἔτι μᾶλλον ἴδῃς, ὡς διὰ πάντων ἡ ποιητικὴ δύναμις διοικοῦσα τοῦ θεοῦ πλέον εἰς τὴν τῶν ἀνθρώπων γένεσιν αὐτουργεῖ αὔξουσα τὰ εἰς γόνιμον φυτευόμενα γῆν. οὐ γὰρ τὸ σπειρόμενον αἰτιατέον, ἀλλὰ τὸν εἰς ἀλλοτρίαν ἄρουραν κλεψιγάμοις εὐναῖς, οἷα μισθωτὸν ὀλίγης ἡδονῆς τὴν ἰδίαν ἀναισχύντως πιπράσκοντα σποράν. ἀπείκασον γὰρ τοιούτῳ τινὶ τὴν ἡμετέραν γένεσιν εἰς τὸν βίον, οἷον οἴκῳ παρακειμένην ἔχοντι τὴν εἴσοδον ὄρεσιν ὑψηλοῖς · διήκειν δὲ τὸν οἶκον ἐπὶ πολὺ κάτω μέχρι μακρὰν τῆς εἰσόδου, ἔχοντα πολλὰς ὀπὰς ἐκ τῶν ὀπίσω καὶ περιφερῆ κατὰ τοῦτο τὸ μέρος γεγονότα. ἀπεικάζω, ἔφη ἡ Μάρκελλα. οὐκοῦν ὑπόλαβε ἔνδον καθεζόμενον ἐργάζεσθαι πλάστην πολλοὺς ἀνδριάντας · τούτῳ δ’αὖ τὴν ὕλην τοῦ πηλοῦ διὰ τῶν ὀπῶν ἔξωθεν νόησον ὑπὸ πολλῶν ἀνθρώπων ἀνενδεῶς χορηγεῖσθαι, οὐδενὸς αὐτῶν ὁρῶντος τὸν τεχνίτην. δὸς δὲ κεκαλύφθαι τὸν οἶκον ὁμίχλῃ καὶ νεφέλαις καὶ μηδὲν αὐτοῖς ἔξωθεν εἶναι καταφανὲς ἢ μόνας τὰς ὀπάς. δεδόσθω, ἔφη, καὶ τοῦτο. ἔχειντε ἕκαστον αὐτῶν τῶν ξυμπονούντων εἰς τὴν τοῦ πηλοῦ συγκομιδὴν ἀπονενεμημένην αὐτῷ μίαν ὀπήν, εἰς ἣν μόνην αὐτὸν φέροντα τὴν ἰδίαν ὕλην ἀποτίθεσθαι, μὴ ἁπτόμενον ἑτέρας. εἰ δ’αὖ περιέργως ἀνοιγνύναι τὴν ἑτέρῳ κεκληρωμένην ἐπιχειροίη, πῦρ αὐτῷ καὶ μάστιγας ἀπειλητέον. ἀπειλητέον καὶ γάρ. οὐκοῦν τὸ μετὰ ταῦτα λοιπὸν δὴ θεώρησον · ἔσωθεν τὸν πλάστην περιερχόμενον τὰς ὀπὰς καὶ τὸν εὑρισκόμενον ἐν ἑκάστῃ πηλὸν κατ’ἰδίαν λαμβάνοντα πλάττειν, καὶ μηνῶν περιόδοις ἀποπλάσαντα πάλιν ἀποδιδόναι τοῖς ἔξω διὰ τῆς αὐτῆς τὸν πλάστην ὀπῆς, ἔχοντα τοιαύτην ἐντολήν πάντα τὸν δυνάμενον δημιουργηθῆναι πηλὸν ἀδιαφόρως ἐργάζεσθαι, κα- κἂν εἰς ἀλλοτρίαν ὑπό τινος εἰσοχετεύηται κακοτρόπως ὀπήν. οὐδὲν γὰρ ἠδικηκέναι τὴν ὕλην, διὸ ὡς ἀναιτίαν μὲν δὴ χρῆναι πλάττεσθαι καὶ μορφοῦσθαι · τὸν δὲ παρὰ τὸ διάταγμα καὶ τὴν ἐντολὴν εἰς ἀλλοτρίαν αὐτὴν ἀποτιθέμενον ὀπήν, τοῦτον ὡς ἀλάστοράτε καὶ παραβάτην τιμωρεῖσθαι. οὐ γὰρ τὸν πηλὸν αἰτιατέον, ἀλλ’ἐκεῖνον τὸν παρὰ τὸ ὅσιον τοῦτο πεποιηκότα · ἀκρασίας γὰρ χάριν εἰς ἀλλοτρίαν ἀποκομίσας ὀπὴν ἀπέθετο λαθραίως τῇ βίᾳ. ἀληθέστατα λέγεις. οὐκοῦν λοιπὸν δὴ καιρὸς τούτων ἤδη προδιηνυσμένων ταύτην σε πᾶσαν προσάπτειν, ὦ σοφωτάτη, τὴν εἰκόνα τοῖς ἤδη ἔμπροσθεν εἰρημένοις, τὸν μὲν οἶκον ἀφομοιοῦσαν τῇ ἀοράτῳ τῆς γενέσεως ἡμῶν φύσει, τὴν δὲ προσκειμένην εἴσοδον τοῖς ὄρεσι τῇ ἀπὸ τῶν οὐρανῶν εἰς τὰ σώματα καταβάσει καὶ παραπομπῇ τῶν ψυχῶν, τὰς δὲ ὀπὰς τῷ γυναικείῳτε καὶ θηλυκῷ γένει, τὸν δὲ πλάστην τῇ ποιητικῇ δυνάμει τοῦ θεοῦ, ἥτις ἐπικαλύμματι τῆς γενέσεως ἡμῶν, ὡς ἔφην, τῇ φύσει χρωμένη ἔνδον ἡμᾶς ἀοράτως ἀνθρωποπλαστεῖ, τὰ ἐνδύματα ταῖς ψυχαῖς ἐργαζομένη. τοὺς δὲ κομίζοντας τὴν ὕλην τοῦ πηλοῦ τῷ ἀνδρείῳ καὶ ἀρρενωπῷ παραβλητέον, ὁπότε διψήσαντες τέκνων εἰς τοὺς κατὰ φύσιν τῆς θηλείας πόρους ἐγκαταβάλλουσι τὴν σπορὰν ὥσπερ κα- κἀκεῖ τὸν πηλὸν εἰς τὰς ὀπάς. θείας γὰρ ὡς ἔπος εἰπεῖν μοίρας τῆς δημιουργικῆς τὸ σπέρμα μεταλαμβάνον οὐκ αὐτὸ αἴτιον νομιστέον εἶναι τῶν τῆς ἀκολασίας ὑπεκκαυμάτων. ἡ μὲν γὰρ τέχνη τὴν ὑποκειμένην ὕλην ἀεὶ τεκταίνεται · οὐδὲν γὰρ αὐτό τι καθ’ἑαυτὸ τῶν πραγμάτων ἡγητέον εἶναι κακὸν, ἀλλὰ παρὰ τὴν πρᾶξιν τῶν χρωμένων τοιοῦτο γίνεσθαι. κοσμίως μὲν γὰρ πραττόμενον καὶ σωφρόνως κόσμιον ἀπέβη, αἰσχρῶς δὲ καὶ ἀσχημόνως αἰσχρόν. τί γὰρ ἠδίκησε σίδηρος γεωργικῆς χάριν καὶ τεχνῶν εὑρεθεὶς τοὺς εἰς ἀλληλοφόνους θήξαντας αὐτὸν μάχας; τί δὲ χρυσὸς ἢ ἄργυρος ἢ χαλκὸς καὶ συλλήβδην ἡ εὐέργαστος πᾶσα γῆ τοὺς πλημμελοῦντας ἀχαρίστως εἰς τὸν σφέτερον δημιουργὸν ἐν τῷ προτρέπεσθαι τὰ ἀπ’αὐτῶν ποικιλλόμενα βρέτη; κα- κἂν γὰρ ἀπὸ κλεψιμαίων τῇ ὑφαντικῇ παρέχοιτό τις ἔρια τέχνῃ, πρὸς ἓν μόνον ἀποβλέπουσα τοῦτο ἡ τέχνη δημιουργεῖ τὴν ὑποκειμένην ὕλην, εἰ δέξεται τὴν κατασκευήν, οὐδὲν ἀποβαλλομένη τῶν ἑαυτῇ χρησίμων, ἐπεὶ μη δὲ αἴτιόν ἐστιν ἐνταῦθα τὸ κλαπὲν ἄψυχον ὄν. διὸ δὴ αὐτὸ μὲν ἐργαστέον καὶ κοσμητέον, τὸν δὲ ὑφελόμενον ἀδίκῳ φωρᾷ τιμωρητέον. ἀτὰρ δὴ καὶ τοὺς δηλήμονας τῶν γάμων καὶ διαρρήκτας τῆς εὐαρμοστίας τοῦ βίου τῶν χορδῶν, φλεγμαίνοντας οἴστρῳ καὶ τὴν ὄρεξιν εἰς μοιχείαν ἐκκαλουμένους, αὐτοὺς μὲν βασανιστέον καὶ τιμωρητέον. ἀπ’ἀλλοτρίων γὰρ κήπων τὰς παιδογόνους λυμαίνονται κλέπτοντες συμπλοκάς · τὴν δὲ σπορὰν ὥσπερ δὴ κα- κἀκεῖ τὰ ἔρια μορφωτέον καὶ ἐμψυχωτέον. καὶ τί χρὴ παραδείγμασι τοσούτοις καταχρωμένην μηκύνειν τὸν λόγον; οὐ δὲ γὰρ ἂν οὕτως ἐν ὀλίγῳ χρόνῳ τοσοῦτον ἄνευ θείας κομιδῆς ἔργον ἐξήνυσε φύσις. τίς γὰρ ὀστέων ἄπηκτον ἔπηξεν οὐσίαν; τίς δὲ ξυνέδησεν ἐπιτείνεσθαι νεύροις καὶ ἀνίεσθαι περὶ τὰς ἁρμογὰς καμπτόμενα τὰ μέλη; ἢ τίς ὃς ἐζύμωσε χυμὸν δεύσας αἵματι καὶ μαλθακὴν ἡμῖν ἐκ χοὸς σάρκα ἢ μόνος ὁ ἀριστοτέχνας τὴν λογικωτάτην εἰκόνα καὶ ἔμψυχον τὸν ἄνθρωπον, ἡμᾶς, ἑαυτοῦ τεκταινόμενος καὶ κηροπλαστῶν ἐξ ὑγρῶν καὶ βραχυτάτων σπερμάτων ἐν μήτρᾳ; τίς γάρ ἐστιν ὁ προμηθούμενος μὴ συμπνίγεσθαι τῷ ὑγρῷ καὶ τῇ συνοχῇ τῶν ἀγγείων ἐπικλυζόμενον ἔσω τὸ ἔμβρυον; ἢ τίς ὁ μετὰ τὸ λοχευθῆναι καὶ εἰς φῶς ἀνελθεῖν εἰς μέγεθος καὶ κάλλος καὶ ῥώμην ἐξ ἀσθενοῦς καὶ βραχέος μεταβάλλων, εἰ μὴ αὐτὸς οὗτος ὁ ἀριστοτέχνας, ὡς ἔφην, θεός, τῇ ποιητικῇ δυνάμει τῷ Χριστῷ μετασχηματίζων καὶ μεταζωγραφῶν τὰς ἰδέας; ὅθεν δὴ καὶ τημελούχοις ἀγγέλοις, κα- κἂν ἐκ μοιχείας ὦσι, τὰ ἀποτικτόμενα παραδίδοσθαι παρειλήφαμεν ἐν θεοπνεύστοις γράμμασιν. εἰ γὰρ παρὰ τὴν γνώμην ἐγένοντο καὶ τὸν θεσμὸν τῆς μακαρίας ἐκείνης φύσεως τοῦ θεοῦ, πῶς ἀγγέλοις ταῦτα παρεδίδοτο τραφησόμενα μετὰ πολλῆς ἀναπαύσεως καὶ ῥᾳστώνης; πῶς δὲ καὶ κατηγορήσοντα σφῶν αὐτῶν τοὺς γονεῖς εὐπαρρησιάστως εἰς τὸ δικαστήριον ἐκίκλησκον τοῦ Χριστοῦ · σὺ οὐκ ἐφθόνησας ἡμῖν, ὦ κύριε, τὸ κοινόν, λέγοντα, τοῦτο φῶς · οὗτοι δὲ εἰς θάνατον ἡμᾶς ἐξέθεντο, καταφρονήσαντες τῆς σῆς ἐντολῆς. “ἐκ γὰρ ἀνόμων” φησὶν “ὕπνων τέκνα γεννώμενα μάρτυρές εἰσιν πονηρίας κατὰ γονέων ἐν ἐξετασμῷ”. καὶ τάχα μὲν οὖν δὴ χώραν ἕξει πιθανολογῶν τις ἐν οὐ κριτικοῖς καὶ φρονίμοις ἀνδράσι, τὸν χιτῶνα τῆς ψυχῆς τὸν σάρκινον τοῦτον ὑπὸ ἀνθρώπων φυτευόμενον αὐτοματὶ μορφοῦσθαι παρὰ τὴν ἀπόφασιν τοῦ θεοῦ · οὐ μὴν ἤδη καὶ τῆς ψυχῆς τὴν οὐσίαν μετὰ τοῦ θνητοῦ σπείρεσθαι διδάσκων πιστευθήσεται σώματος. τὸ γὰρ ἀθάνατον καὶ ἀγήρων μόνος ὁ παντοκράτωρ ἐμφυσᾷ, ᾗ καὶ μόνος τῶν ἀοράτων ἐστὶ καὶ ἀνωλέθρων ποιητής. “ἐνεφύσησε” γὰρ “εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο” φησίν “ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν”. ἀμέλει τοὺς χειροτέχνας τούτους αἰτιώμενος ὁ λόγος ἐπὶ λύμῃ τῶν ἀνθρώπων τὰ ἀνδροείκελα κατασκευάζοντας ἀγάλματα, οὐκ αἰσθανομένους τὸν ἴδιον ποιητήν, ἐν τῇ παναρέτῳ Σοφίᾳ φησί · “σποδὸς ἡ καρδία αὐτῶν, καὶ γῆς εὐτελεστέρα ἡ ἐλπὶς αὐτῶν, πηλοῦτε ἀτιμότερος ὁ βίος αὐτῶν, ὅτι ἠγνόησαν τὸν πλάσαντα αὐτοὺς καὶ τὸν ἐμπνεύσαντα αὐτοῖς ψυχὴν ἐνεργοῦσαν καὶ ἐμφυσήσαντα αὐτοῖς πνεῦμα ζωτικόν”. οὕτως ἐστὶ πάντων ἀνθρώπων ποιητὴς ὁ θεός. διὸ καὶ “πάντας ἀνθρώπους” κατὰ τὸν ἀπόστολον σῴζεσθαι βούλεται “καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν”. καὶ ἐπειδὴ τοῦτο μόλις ἔσχε τέλος, λοιπὸν δὴ τὰ μετὰ ταῦτα λεκτέον. ὁπόταν γάρ τις τὴν θεωρίαν τῶν κατὰ τὸν ἄνθρωπον συμβαινόντων ἀκριβῶς ἐκμάθῃ, εἴσεται μὴ βδελύσσεσθαι μὲν παιδοποιΐαν, ἐπαινεῖν δὲ καὶ προτιμᾶν ἁγνείαν. οὐ δὲ γάρ, ἐπειδὴ τῶν ἄλλων ἐστὶν ἡδύτερον καὶ προσηνέστερον τὸ μέλι, τὰ λοιπὰ δὴ ταύτῃ προσῆκε νομίζεσθαι πικρά, ὁπόσα δὴ τῇ ἐμφύτῳ γλυκασίᾳ κεκέρασται τῶν ἀκροδρύων. καὶ τούτων μὲν ἐχέγγυον μάρτυρα παρέξομαι τὸν Παῦλον, “ὥστε καὶ ὁ γαμίζων” λέγοντα “τὴν ἑαυτοῦ παρθένον καλῶς ποιεῖ, καὶ ὁ μὴ γαμίζων κρεῖσσον ποιήσει”. οὐ γὰρ τῇ τοῦ κρείττονος καὶ γλυκυτέρου παραθέσει τὸ ἕτερον ἀνεῖλεν ἀπαγορεύσας ὁ λόγος, ἀλλ’ἑκάστῳ τὸ οἰκεῖον καὶ λυσιτελὲς ἀπονέμων διαθεσμοθετεῖ. τοῖς μὲν γὰρ οὐδέπω συνεχώρησε παρθενίας τυχεῖν, τοὺς δὲ καὶ οὐκέτι βούλεται χραίνεσθαι φοινισσομένους ἐρεθισμοῖς, ἀλλὰ μελετᾶν ἀπεντεῦθεν ἤδη καὶ φαντάζεσθαι τὴν ἰσάγγελον μεταστοιχείωσιν τῶν σωμάτων, ἔνθα “οὔτε γαμοῦσιν οὔτε γαμίσκονται” κατὰ τοὺς ἀψευδεῖς τοῦ κυρίου χρησμούς · ἐπεὶ μη δὲ πᾶσιν ὁ ἀμόλυντος καὶ παρεκτικὸς τῆς βασιλείας τῶν οὐρανῶν εὐνουχισμὸς ἐμπιστεύεται, ἀλλὰ μόνοις ἐκείνοις δηλονότι τοῖς καὶ δυναμένοις τὸ ἀειθαλὲς ἄνθος καὶ ἄχραντον τῆς παρθενίας τηρῆσαι. ἀνθηροτάτῳ γὰρ ἀπεικάζεσθαι καὶ ποικιλωτάτῳ λειμῶνι λόγος ἔχει προφητικὸς τὴν ἐκκλησίαν, οὐ μόνον τοῖς τῆς ἁγνείας πεποικιλμένην καὶ κατεστεμμένην ἄνθεσιν ἀλλὰ καὶ τοῖς τῆς τεκνογονίας καὶ τοῖς τῆς ἐγκρατείας. ἐν κροσσωτοῖς γάρ χρυσοῖς πεποικιλμένη ἐκ δεξιῶν ἡ βασίλισσα παρίσταται τοῦ νυμφίου. ταῦτά σοι κατὰ δύναμιν κα- κἀγὼ τὴν ἐμαυτῆς, ὦ Ἀρετή, εἰς τὸν ὑπὲρ τῆς ἁγνείας συμβάλλομαι λόγον. εἰπούσης δὲ ταῦτα τῆς Θεοφίλας θόρυβον ἡδὺν ἐκ πασῶν, ἡ Θεοπάτρα ἔφη, γεγονέναι τῶν παρθένων ἐπαινουσῶν τὸν λόγον. ὡς δὲ ἡσύχασαν, σιωπῆς ἐπὶ πολὺ γεγενημένης ἀναστῆναι τὴν Θάλειαν · ταύτῃ γὰρ ἐκ τρίτων ἐπετέτραπτο μετὰ τὴν Θεοφίλαν ἀγωνίζεσθαι. ὑπολαβοῦσα οὖν ἐντεῦθεν, ὡς οἶμαι, ἤδη καὶ αὐτή ·