Γρηγοριον
Γρ.
Γρ.
τὴν οὖν Θάλλουσαν βραχὺ ἐπισχοῦσαν καὶ πρὸς ἑαυτήν τι σκεψαμένην εἰπεῖν ἔφη · ἀλλ’ὦ Ἀρετή, συλλήπτειραν ἀξιῶ παραστῆναί σε κατὰ νοῦν, ὅπως πρῶτον μὲν σοῦ καὶ τῶν παρόντων δὲ φανῶμεν ἄξια λέγειν. τὸ γὰρ μέγιστον καὶ ἐπιφανέστατον ἀνάθημα καὶ δῶρον, οὗ μηδὲν ἀντάξιον ἄλλο προσενέγκασθαι πάρεστιν ἀνθρώποις θεῷ, τὸν ἆθλον τῆς παρθενίας εἶναι, πέπεισμαι διαρκῶς, ἀπὸ τῶν ἱερῶν ᾐσθημένη γραμμάτων. οὐ γὰρ ἄν, πολλὰ πολλῶν κατ’εὐχὰς ἐν τῷ νόμῳ καλὰ κατεργασαμένων, μόνοι μεγάλην εὐχὴν ἐλέγοντο πληροῦν οἱ σφᾶς αὐτοὺς αὐθαιρέτῳ βουλῇ προσενέγκαντες θεῷ. ἔχει γὰρ τὸ ῥητὸν οὕτως · “καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων · λάλησον τοῖς υἱοῖς Ἰσραήλ καὶ ἐρεῖς πρὸς αὐτούς · ἀνὴρ ἢ γυνή, ὃς ἂν μεγάλως εὔξηται εὐχὴν ἀφαγνίσασθαι ἁγνείαν κυρίῳ”. εὔχεται χρυσᾶ καὶ ἀργυρᾶ εἰς τὸν νεὼν σκεύη προσκομίσας ἀναθεῖναί τις, ἕτερος ἀναθεῖναι τὴν δεκάτην τῶν καρπῶν, ἄλλος τῆς οὐσίας, ἕτερος τὰ κράτιστα τῶν ποιμνίων, ἄλλος τὴν ὕπαρξιν καθιεροῖ, καὶ οὐδέπω μεγάλην εὐχὴν εὔξασθαι λέγεται κυρίῳ, ἀλλ’ἐκεῖνος ὁ ἑαυτὸν ἀναθεὶς ὁλοτελῶς. ἐπιχειρητέον γὰρ ἀληθεῖ λόγῳ πρὸς ὑμᾶς, ὦ παρθένοι, τὴν κατὰ τὸ πνεῦμα διάνοιαν δηλῶσαι τῆς γραφῆς. ὁ γὰρ κατά τι μόριον φυλαττόμενος καὶ προσέχων, κατά τι δὲ περισπώμενος καὶ πλημμελῶν, ὅλος οὐκ ἀνάκειται θεῷ. χρῆναι γὰρ τὸν τέλειον πάντα ἀναθεῖναι καὶ τὰ τῆς ψυχῆς καὶ τὰ τῆς σαρκός, ὅπως ἄρτιος εἴη καὶ μὴ ἐλλιπής · ταύτῃ γὰρ δὴ καὶ τῷ Ἀβραὰμ ὁ θεὸς ὑφηγεῖται, “λάβε μοι” λέγων “δάμαλιν τριετίζουσαν καὶ αἶγα τριετίζουσαν καὶ κριὸν τριετίζοντα, καὶ τρυγόνα καὶ περιστεράν”, ὅ ἐστιν εὐφήμως. ἐπίστησον γάρ, ὅτι περὶ τούτων κα- κἀκεῖνο παρεγγυᾷ προσένεγκαί μοι · καὶ φύλαξον ἄζυγα καὶ ἀκάκωτόν σου τὴν ψυχὴν δαμάλεως δίκην καὶ τὴν σάρκα καὶ τὸν λογισμόν · τὴν μὲν ὡς αἶγα, ἐπειδὴ τὰ μετέωρα καὶ κρημνώδη περιπολεῖ, τὸν δὲ ὡς κριόν, ἵνα μηδαμῶς ἀποσκιρτήσας ἐκπέσῃ καὶ ἐξολισθήσῃ τῆς ἀληθείας. οὕτω γὰρ ἐντελὴς ἔσῃ καὶ ἀνεπίληπτος, ὦ Ἀβραάμ, ἂν ἀναθῇς ἐμοὶ καὶ τὴν ψυχὴν καὶ τὴν αἴσθησιν καὶ τὸν νοῦν, ἃ συμβολικῶς δάμαλιν ἔφη καὶ αἶγα καὶ κριὸν τριετίζοντα, οἱονεὶ τὴν γνῶσιν ἀκακέμφατον τῆς τριάδος ἐπανῃρημένα. τάχα δὲ καὶ τὴν πρώτην καὶ τὴν μέσην καὶ τὴν τελευταίαν τοῦ βίου τῆς ἡλικίας ἡμῶν αἰνίσσεται τρίβον βουλόμενος ὡς ἔνι μάλιστα καὶ τὸν τῶν παίδων καὶ τὸν τῶν ἀνδρῶν καὶ τὸν τῶν γεραιτέρων χρόνον σωφρόνως βιώσαντας αὐτῷ προσενέγκασθαι. καθ’ὃν τρόπον καὶ ὁ κύριος ἡμῶν ἐν εὐαγγελίοις παρακελεύεται Ἰησοῦς Χριστός, ὧδε νομοθετῶν · “οἱ λύχνοι ὑμῶν μὴ σβεννύσθωσαν, καὶ αἱ ὀσφύες ὑμῶν μὴ λυέσθωσαν”. διὰ τοῦτο καὶ “ὑμεῖς ὅμοιοι” γίνεσθε “ἀνθρώποις προσδεχομένοις τὸν κύριον αὐτῶν, πότε ἀναλύσει ἐκ τῶν γάμων, ἵνα ἐλθόντι καὶ κρούσαντι αὐτῷ εὐθέως ἀνοίξωσι”. μακάριοί ἐστε, ὅτι ἀνακλινεῖ ὑμᾶς καὶ παρελθὼν διακονήσει · κα- κἂν τῇ δευτέρᾳ, κα- κἂν τῇ τρίτῃ, μακάριοί ἐστε. ἐπισκέψασθε γάρ, ὅτι τρεῖς ὑποθέμενος φυλακὰς νυκτός, ἑσπερινὴν καὶ δευτέραν καὶ τρίτην, καὶ τρεῖς ἑαυτοῦ παρουσίας, ὦ παρθένοι, τὰς τρεῖς ἡμῶν τῆς ἡλικίας ᾐνίξατο μεταβολάς · τὴν μειρακιώδη καὶ τὴν πρόσηβον καὶ τὴν πρεσβυτικήν βουλόμενος, ἵνα κα- κἂν τὴν πρώτην ἄγοντας ἡλικίαν, τουτέστι παῖδας ὄντας, ἐὰν ἔλθῃ παραληψόμενος τοῦ κόσμου, ἑτοίμους καταλάβοι καὶ καθαρούς, μηδὲν ἐπιτετηδευκότας σκαιόν, κα- κἂν τὴν δευτέραν ὁμοίως, κα- κἂν τὴν τρίτην. ἑσπερινὴ γὰρ φυλακὴ ὁ καιρός ἐστι τῆς ἀκμῆς τοῦ ἀνθρώπου καὶ ἡ νεότης, καθ’ἣν ἄρχεται καταράσσεσθαι τὸ ἡγεμονικόν, ἐπιθολούμενον ταῖς ἐξαλλαγαῖς τοῦ βίου, ἡβώσης αὐτοῦ τῆς σαρκὸς ἤδη καὶ τρεπομένης εἰς πάθη. δευτέρα δέ, ὁπηνίκα λοιπὸν “εἰς ἄνδρα τέλειον” ἐλάσας ἄρχεται στάσιν καὶ βεβαιότητα τῶν θορύβων ὁ νοῦς προσλαμβάνειν καὶ τῆς οἰήσεως. τρίτη δέ, ὅτε αἱ πλεῖσται φαντασίαι φθίνουσι τῶν ἐπιθυμιῶν ἀπομαραινομένης ἤδη τῆς σαρκὸς καὶ εἰς γῆρας προκοπτούσης. διὸ προσῆκεν ἄσβεστον ἐν τῇ καρδίᾳ τῆς πίστεως ἐξάψαντας τὸν λύχνον καὶ τὴν ὀσφῦν ἀναζωσαμένους τῆς σωφροσύνης ἐγρηγορέναι καὶ προσδοκᾶν ἀεὶ τὸν κύριον, ἵνα, κα- κἂν ἐν τῇ πρώτῃ ἡμῶν ἡλικίᾳ παραλαβεῖν ἡμῶν τινας βουληθῇ, κα- κἂν ἐν τῇ δευτέρᾳ, κα- κἂν ἐν τῇ τρίτῃ, ἐλθὼν καὶ εὑρὼν ἑτοιμοτάτους καὶ, ἃ προσέταξεν, ἐργαζομένους, ἀνακλίνῃ εἰς Ἀβραὰμ κόλπους καὶ Ἰσαὰκ καὶ Ἰακώβ. καὶ Ἱερεμίας δὲ “ἀγαθὸν” φησὶν “ἀνδρί, ὅταν ἄρῃ ζυγὸν βαρὺν ἐν νεότητι αὐτοῦ”, καὶ ἀπὸ τοῦ κυρίου “μὴ ἀποστῇ ἡ ψυχὴ” αὐτοῦ. ἀγαθὸν γὰρ τὸν ἐκ παίδων ὡς ἀληθῶς ὑποθέντα τὸν αὐχένα τῇ θείᾳ προσοχῇ μὴ ἀποσείσασθαι μέχρι γήρως τὸν ἐπιβάτην καθαραῖς φρεσὶν ἐποχούμενον, ἀεὶ τὸν λογισμὸν εἰς τὰ χείρω καθέλκοντος τοῦ πονηροῦ. τίς γὰρ οὐ τὰς δι’ὀμμάτων, τίς δ’οὐ τὰς δι’ὤτων, τίς δ’οὐ τὰς διὰ γεύσεως ὀσφρήσεώςτε καὶ ἁφῆς ἡδονὰς καὶ τέρψεις ἀποδέχεται, τὸν ἡνίοχον μὴ φέρων σωφροσύνην εἴργουσαν καὶ καθαιμάττουσαν τὸν ἵππον τῆς κακίας; ἕτερος μὲν οὖν εἰς ἕτερα ἐπιβλέψας ἄλλα δοξάσει, ἡμεῖς δὲ ἀναθεῖναι λέγομεν τελείως ἑαυτὸν τῷ θεῷ, ὃς καὶ τὴν σάρκα ἄχραντον ἐκ παίδων φιλοτιμεῖται φυλάττειν παρθενίαν ἀσκῶν. περισπουδάστους γὰρ καὶ μεγάλας ἐλπίδων δωρεὰς τοῖς ἐφιεμένοις αὐτῆς ταχέως φέρει τὰ λυμαντήρια τῆς ψυχῆς ἀπομαραίνουσα πάθη καὶ ὑπεκκαύματα. φέρε γὰρ εἰσηγητέον, πῶς ἀνακείμεθα τῷ κυρίῳ. τὸ γοῦν “μεγάλως” εὔξασθαι “εὐχὴν” ἐν τοῖς Ἀριθμοῖς νομοθετούμενον τοῦτο παρίστησιν, ὅπερ ἐπὶ πλεῖον ἐγὼ διηγησαμένη ἀποφανῶ, μεγάλην εὐχὴν εἶναι παρὰ πάσας εὐχὰς ἀποδεικνύουσα τὴν ἁγνείαν. τότε γὰρ ἀνάκειμαι καὶ προφανῶς πᾶσα τῷ κυρίῳ, ὁπότε μὴ μόνον τὴν σάρκα συνουσίας ἀνέπαφον, ἀλλὰ καὶ τῶν λοιπῶν ἀτοπημάτων ἄσπιλον τηρεῖν ἀγωνίζομαι. ἡ γὰρ “ἄγαμος” φησί “μεριμνᾷ τὰ τοῦ κυρίου, πῶς ἀρέσει τῷ κυρίῳ”, οὐ μόνον, ἵνα μὴ χωλὴν τῆς ἀρετῆς κατά τι μόριον ἀπενέγκηται τὴν δόξαν, ἀλλ’ἄμφω κατὰ τὸν ἀπόστολον καὶ ἐν τῷ πνεύματι καὶ ἐν τῷ σώματι ἁγιάζηται ἀναθεῖσα τὰ μέλη κυρίῳ. τί γάρ ἐστι τὸ ἀναθεῖναι τελείως ἑαυτὸν κυρίῳ λεκτέον. ἐὰν ἐπὶ τῶνδε μὲν ἀνοίξω τὸ στόμα, ἐπὶ τῶνδε δὲ κατακλείσω, οἷον ἀνοίξω μὲν περὶ τὰς ἐξηγήσεις τῶν γραφῶν εἰς τὸ ὀρθοδόξως ὑμνῆσαι καὶ μεγαλοπρεπῶς κατὰ δύναμιν τὸν θέον, κατακλείσω δὲ θύραν αὐτῷ θεμένη καὶ φυλακὴν εἰς τὸ μάταια μὴ λαλεῖν, ἁγνεύει μου τὸ στόμα καὶ ἀνάκειται τῷ κυρίῳ, “ἡ γλῶσσά μου κάλαμος” γέγονεν, ὄργανον σοφίας · γράφει γὰρ δι’αὐτῆς ἀριδήλοις γράμμασιν ἀπὸ τοῦ βάθους καὶ τῆς δεινότητος τῶν γραφῶν φωτίζων τὸν νόμον τοῦ πνεύματος, ὁ λόγος, ὁ κύριος, ὁ γραμματεὺς τῶν αἰώνων ὀξυγράφος, ὅτι ταχέως καὶ ὀξέως τὴν βουλὴν ἀναγράφεται μόνος καὶ πληροῖ τοῦ πατρός, “ὀξέως σκύλευσον” ἀκούων “ταχέως προνόμευσον”. τούτου “κάλαμός” ἐστιν “ἡ γλῶσσά μου τοῦ γραμματέως” · ἡγνίσθη γὰρ αὐτῷ καὶ ἀνάκειται “κάλαμος” ὥσπερ “ὡραῖος” ὡραιότερα γράφων τῶν τὰ ἀνθρώπινα δόγματα κρατυνόντων ποιητῶν καὶ λογογράφων. ἐὰν ἐθίσω καὶ τὰς ὄψεις μὴ ἐπιθυμεῖν ὥρας σωμάτων μη δὲ τέρπεσθαι θέαις ἀσχήμοσιν, ἀλλὰ τὰ ἄνω περισκοπεῖν, ἁγνεύουσι καὶ οἱ ὀφθαλμοὶ καὶ ἀνάκεινται τῷ κυρίῳ. ἐὰν τὰ ὦτα φράξασα ἀπὸ δυσφημίας καὶ ψιθυρισμῶν ἀναπετάσω λόγῳ θεοῦ, φοιτῶσα παρὰ σοφοῖς, ἀνατέθεικα καὶ τὰς ἀκοὰς τῷ κυρίῳ. ἐὰν ἀποσείσωμαι τὰς χεῖρας ἀπὸ καπηλείας, ἀπὸ μεταπράσεως, ἀπὸ φιλοχρημοσύνης, ἀπὸ πληκτισμοῦ, ἁγνεύουσι καὶ αἱ χεῖρες τῷ θεῷ. ἐὰν ἀφέξω τὸ πορευτικὸν διεστραμμένας ὁδοὺς πορεύεσθαι, ἀνατέθεικα καὶ τοὺς πόδας, οὐκ εἰς δικαστήρια καὶ θιάσους παρερχομένη, “ὅθιτ’ἄνδρες ἀλιτροδίκαι τελέθουσιν”, ἀλλ’εἰς τὸ κατορθῶσαι πληρώσασά τι τῶν ἐντολῶν. τί μοι λοιπόν, ἐὰν διαγνεύω καὶ τὴν καρδίαν πάσας τὰς διανοήσεις αὐτῆς ἀναθεῖσα κυρίῳ; φλαῦρον οὐδὲν ἐνθυμοῦμαι, κοσμικὸν οὐδὲν διαλογίζομαι, τῦφος οὐκ ἐμπολιτεύεται καὶ ὀργὴ παρ’ἐμοί, τὸν νόμον καὶ ἐν ἡμέρᾳ μελετῶ κυρίου καὶ ἐν νυκτί. καὶ τουτέστιν ἁγνείαν ἁγνεῦσαι, μεγάλην εὐξάμενον εὐχήν. πειράσομαι γὰρ καὶ τὰ ἑξῆς ὑμῖν τούτων, ὦ παρθένοι, φράσαι τῶν διατάξεων, ἐπειδήπερ τῶν σφετέρων ἐξήρτηται καὶ αὐτὰ κατορθωμάτων θεσμὸς περὶ παρθενίας ὄντα καὶ χρησμοὶ διδάσκοντα, ὧν ἀπέχεσθαι προσήκει καὶ ἀναγωγὸν εἶναι τὴν παρθένον. γέγραπται γὰρ οὕτως · “καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων · λάλησον τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς · ἀνὴρ ἢ γυνή, ὃς ἂν μεγάλως εὔξηται εὐχὴν ἀφαγνίσασθαι ἐν κυρίῳ, ἀπ’οἴνου καὶ σίκερα ἁγνισθήσεται, καὶ ὄξος ἐξ οἴνου καὶ ὄξος ἐκ σίκερα καὶ ὅσα κατεργάζεται ἐκ σταφυλῆς οὐ πίεται, καὶ σταφυλὴν πρόσφατον καὶ σταφίδας οὐ φάγεται πάσας τὰς ἡμέρας τῆς εὐχῆς αὐτοῦ”, ὅπερ ἐστίν, ἀπὸ τοῦ φυτοῦ τῆς πονηρίας τῶν γεννωμένων ὁ κατεγγυήσας ἑαυτὸν τῷ κυρίῳ καὶ ἀναθεὶς οὐ δρέψεται διὰ τὸ παρεκτικὸν ἀεὶ μέθης αὐτὸ καὶ ἐκστάσεως πεφυκέναι. δύο γὰρ ἀμπέλων διαφορὰς ἐκ τῶν γραφῶν ᾐσθήμεθα, αἳ χωρὶς ἀλλήλων γεγονέτην ἀνομοίωςτε ἐχέτην · ἡ μὲν γὰρ ἀθανασίαςτε καὶ δικαιοσύνης ἐστὶ παρεκτική, ἡ δὲ μανίας αὖ καὶ παραφροσύνης. ἄμπελος μὲν γὰρ νηφάλιος καὶ εὐφραντικὴ κλημάτων δίκην ἐκ τῶν μαθημάτων τοὺς βότρυς ἱλαρῶς ἀπαιωροῦσα τῶν χαρισμάτων καταστάζοντας ἀγάπην, ὁ κύριος ἡμῶν ἐστιν Ἰησοῦς ὁ λέγων διαρρήδην τοῖς ἀποστόλοις · “ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή”, “ὑμεῖς τὰ κλήματα”, “ὁ δὲ πατήρ μου ὁ γεωργός”. ἀγρία δὲ καὶ θανατηφόρος ὁ διάβολος λύσσαν καὶ ἰὸν καὶ ὀργὴν ἀποστάζων, ὥσπερ δὴ καὶ Μωυσῆς ὑφηγεῖται διαγράφων περὶ αὐτοῦ · “ἐκ γὰρ ἀμπέλου Σοδόμων” φησίν “ἡ ἄμπελος αὐτῶν, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόρρας. ἡ σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς, βότρυς πικρίας αὐτῶν · θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν καὶ θυμὸς ἀσπίδων ἀνίατος”. ἐκ ταύτης τρυγήσαντες οἱ Σοδόμων οἰκήτορες εἰς ἄκαρπον ἀρσένων ὄρεξιν οἰστρηλατήθησαν τραπῆναι “παρὰ φύσιν”. ἐντεῦθεν οἱ ἐπὶ Νῶε κραιπαλήσαντες εἰς ἀπιστίαν κατώλισθον καὶ ὑποβρύχιοι κατεποντώθησαν κατακλυσμῷ. ἐντεῦθεν ἀρυσάμενος ὁ Κάϊν τὰς μισαδέλφους ἐφοίνιξε χεῖρας καὶ ἔχρανε πρῶτος τὴν γῆν λύθρῳ συγγενικῷ. ἐντεῦθεν μεθυσκόμενα τὰ ἔθνη θήγουσιν ἑαυτῶν εἰς ἀλληλοφόνους μάχας τοὺς θυμούς. οὕτως γὰρ οὐκ ἐξίσταται ἄνθρωπος ἀπὸ οἴνου καὶ παραπαίει ὥσπερ ἀπὸ ζήλου καὶ ὀργῆς. οὕτως οὐ μεθύσκεταί τις ἀπὸ οἴνου καὶ παραφρονεῖ, ὡς ἀπὸ λύπης, ὡς ἀπὸ ἔρωτος, ὡς ἀπὸ ἀκρασίας. ἀπὸ ταύτης προστέτακται τῆς ἀμπέλου μὴ γεύσασθαι τὴν παρθένον, ἵνα νηφάλιος ὑπάρχουσα καὶ ἄϋπνος ἀπὸ μερίμνης βιωτικῆς ἔκλαμπρον τὴν λαμπάδα τοῦ φωτὸς τῆς δικαιοσύνης ἐξάπτῃ τῷ λόγῳ. “προσέχετε” γάρ φησιν ὁ κύριος “μήποτε βαρυνθῶσιν ὑμῶν αἱ καρδίαι κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς καὶ ἐπιστῇ ἐφ’ὑμᾶς ἡ ἡμέρα ἐκείνη ὡς παγίς”. οὐ μόνον δὲ τῶν ἐκ τῆς ἀμπέλου κατεργαζομένων ἐκείνης προστέτακται μηδαμῶς κατὰ μηδένα τρόπον προσψαύειν τὴν παρθένον, ἀλλὰ καὶ τῶν ἀντιμίμων αὐτῆς καὶ παραπλησίων. σίκερα γὰρ πᾶς ὁ σκευαστὸς οἶνος καλεῖται καὶ νόθος, ἤντε ἐκ τῶν φοινίκων καὶ τῶν ἄλλων ἀκροδρύων σκευαζόμενος ᾖ. ἐπιστομίζουσι γὰρ ὃν τρόπον αἱ ἐξ οἴνου προποσίαι καὶ ταῦτα σφοδρῶς τὸν λογισμόν. καὶ εἰ χρὴ φάναι λόγῳ πρὸς ὑμᾶς ἀληθεῖ · πᾶν τὸ μέθην φέρον καὶ ἔκστασιν τῇ ψυχῇ μετὰ τὸν οἶνον τὸν ἐξ ἀμπέλου σίκερα κικλήσκουσιν οἱ σοφοί, ὅπως οὖν δὴ μὴ μόνον τῶν γενικῶν ἁμαρτημάτων φυλασσομένη τῆς πονηρίας ὑπὸ τῶν ἀντιμίμων αὐτῆς χραίνηται καὶ ἀντιρρόπων, ἑτέρων μὲν κρατοῦσα, ὑφ’ἑτέρων δὲ κρατουμένη, τουτέστιν ἱματίων διαφερόντων ὑφαῖς ἁβρυνομένη ἢ καὶ λίθοις καὶ χρυσῷ καὶ πλεονεξίᾳ καὶ τοῖς ἄλλοις τοῖς περὶ τὸ σῶμα καλλωπισμοῖς, ἃ δὴ καὶ αὐτὰ μεθύσκει τὴν ψυχήν. διὰ τοῦτο ταῦτα νομοθετεῖ, ἵνα μὴ εἰς γυναικισμοὺς ἐκχέηται καὶ γέλωτας καὶ ἀπάτας ἀνασοβουμένη καὶ μωρολογίας, ἃ περιδινοῦσι καὶ κυκῶσι τὸν λογισμόν, ὥσπερ καὶ ἐν ἑτέροις ἐμήνυσεν · οὐ φάγεσθε τὴν ὕαιναν, εἰπών, καὶ τὰ ὅμοια αὐτῇ, καὶ τὴν γαλῆν καὶ τὰ ὅμοια αὐτῇ. αὕτη γὰρ ὀρθὴ πρὸς οὐρανὸν καὶ σύντομος ὁδοιπορία · τὸ μὴ μόνον ἐμπόδιον ἐφέλκεσθαί τι τῶν ἐκτραχηλιζόντων τὸν ἄνθρωπον ἐπτοημένον περὶ τὰς ἡδυπαθείας καὶ τέρψεις, ἀλλὰ καὶ τῶν ἀντιμίμων αὐτοῖς. καὶ γὰρ θυσιαστήριον ἀναίμακτον εἶναι παρεδόθη θεοῦ τὸ ἄθροισμα τῶν ἁγνῶν. οὕτως μέγα τι χρῆμα καὶ ἔνδοξον ἡ παρθενία φαίνεται. διὸ δὴ καὶ ἄχραντον αὐτὴν καὶ καθαρὰν πάντῃ φυλακτέον, μηδὲν κοινωνοῦσαν ταῖς σαρκὸς ἀκαθαρσίαις, ἀλλ’ἔσω κατὰ πρόσωπον τοῦ μαρτυρίου σοφίᾳ κεχρυσωμένην εἰς τὰ ἅγια τῶν ἁγίων ἱδρῦσθαι τὴν εὐωδίαν τῆς ἀγάπης ἀναθυμιῶσαν κυρίῳ. “ποιήσεις” γάρ μοι, φησί, μετὰ τὸ θυσιαστήριον τὸ περικεχαλκωμένον εἰς ὃ τὰ ὁλοκαυτώματα ἀνεκομίζοντο καὶ αἱ προσφοραί, ἄλλο θυσιαστήριον ἐξ ἀσήπτων ξύλων καὶ καταχρυσώσεις αὐτὸ χρυσίῳ, καὶ δώσεις αὐτὸ ἀπέναντι “τοῦ καταπετάσματος” τοῦ “ἐπὶ τῆς κιβωτοῦ τοῦ μαρτυρίου” κατὰ “πρόσωπον τοῦ ἱλαστηρίου”, ὅ ἐστιν ἐπὶ τῶν μαρτυρίων, “ἐν οἷς γνωσθήσομαί σοι ἐκεῖ”. “καὶ θυμιάσει ἐπ’αὐτοῦ Ἀαρὼν θυμίαμα” κυρίῳ ἀρωμάτων ἐν πρωΐ, ὅτε ἀγαθύνῃ τοὺς λύχνους · θυμιάσει ἐπ’αὐτοῦ θυμίαμα διὰ παντὸς ἔναντι κυρίου εἰς τὰς γενεὰς ὑμῶν. οὐκ ἀνοίσεται ἐπ’αὐτοῦ θυμίαμα ἀλλότριον καὶ ὁλοκαύτωμα, θυσίαν · καὶ σπονδὴν οὐ σπείσεται ἐπ’αὐτοῦ. εἰ “ὁ νόμος” ἐστὶ κατὰ τὸν ἀπόστολον πνευματικὸς τὰς εἰκόνας ἐμπεριέχων “τῶν μελλόντων ἀγαθῶν”, φέρε δὴ ἀπαμφιάσασαι τὸ ἐπ’αὐτῷ κάλυμμα τοῦ γράμματος ἐφηπλωμένον ἐπισκεψώμεθα γυμνῶς τὴν ἀκρίβειαν. μίμημα τῆς ἐκκλησίας ἐκελεύοντο δαιδάλλειν Ἑβραῖοι τὴν σκηνήν, ἵν’ἔχοιεν διὰ τῶν αἰσθητῶν “τὴν εἰκόνα τῶν” θείων προκαταγγέλλειν “πραγμάτων”. τὸ γὰρ ἐν τῷ ὄρει παράδειγμα παρενεχθέν, πρὸς ὃ βλέπων ἐτεκτήνατο τὴν σκηνὴν ὁ Μωυσῆς, ἰδέα τις ἦν τῆς κατὰ τὸν οὐρανὸν οἰκήσεως ἀκριβής, ἣν ἡμεῖς τρανότερον μὲν τῶν τύπων, ἀμαυρότερον δὲ τῆς ἀληθείας θεραπεύομεν νῦν. ἦλθε γὰρ ἀκραιφνὲς εἰς ἀνθρώπους ὡς πέφυκεν οὔπω τὸ ἀληθές, οἳ μη δὲ βαστάσαι φέρομεν, ἄκρατον ἐνταῦθα θεάσασθαι τὴν ἀφθαρσίαν, ὁπότε μη δὲ τὰς ἡλιακὰς ἀνέδην ἀκτῖνας. ἀλλ’Ἰουδαῖοι μὲν τὴν σκιὰν τῆς εἰκόνος τρίτην ἀπὸ τῆς ἀληθείας κατηγγέλκασιν, ἡμεῖς δὲ τὴν εἰκόνα τῆς κατ’οὐρανὸν διοικήσεως ἐναργῶς ἐκθειάζομεν. τὸ γὰρ ἀληθὲς ἀκριβῶς μετ’ἀνάστασιν δηλωθήσεται, ὁπότε “πρόσωπον κατὰ πρόσωπον” τὴν ἁγίαν σκηνήν, τὴν πόλιν τὴν ἐν τοῖς οὐρανοῖς “ἧς τεχνίτης καὶ δημιουργὸς ὁ θεός”, ἀλλ’“οὐ δι’αἰνιγμάτων” καὶ “ἐκ μέρους” ἐποπτεύσομεν. Ἰουδαῖοι μὲν γὰρ τὰ ἡμέτερα προανεφώνησαν, ἡμεῖς δὲ τὰ οὐράνια προαγγέλλομεν, ἐπειδήπερ ἡ μὲν σκηνὴ σύμβολον ἦν τῆς ἐκκλησίας, ἡ δὲ ἐκκλησία τῶν οὐρανῶν. διὸ τούτων οὕτως ἐχόντων καὶ τῆς σκηνῆς ἐν τύπῳ τῆς ἐκκλησίας, ὡς ἔφην, λαμβανομένης, χρὴ καὶ τὰ θυσιαστήρια σύνθημά τι τῶν κατὰ τὴν ἐκκλησίαν πραγμάτων φέρειν · καὶ τὸ μὲν περικεχαλκωμένον ἀπεικάζεσθαι τῇ γερουσίᾳ καὶ τῷ περιβόλῳ τῶν χηρῶν, θεοῦ γάρ εἰσιν ἔμψυχος βωμός, εἰς ὃν ἀνακομίζοντες τοὺς μόσχους καὶ τὰς δεκάτας καὶ τὰ ἑκουσία θυσίας τελοῦμεν κυρίῳ, τὸ δὲ περίχρυσον θυσιαστήριον ἔνδον ἐν τοῖς ἁγίοις τῶν ἁγίων ἀνακείμενον κατὰ πρόσωπον τοῦ μαρτυρίου, εἰς ὃ ἀπείρηται θυσίαν καὶ σπονδὴν ἀναφέρεσθαι, ταῖς ἐν παρθενίᾳ παραβλητέον τῷ ἀκηράτῳ χρυσῷ τὰ ἄσηπτα συνουσίας σώματα κατησφαλισμέναις. δύο γὰρ τὰ εἰς ἔπαινον θρυλλοῦνται χρυσοῦ, ὅτιτε ἰὸν οὐ παραδέχεται καὶ τὴν χροιὰν ταῖς ἡλίου μετρίως παραπλησιάζειν φαντάζεται βολαῖς · σύμβολον δὲ εἰκότως ἄρα τοῦτο τῆς ἁγνείας τῆς μὴ προσιεμένης ἐστὶ κηλῖδα καὶ σπῖλον, ἀλλὰ τῷ φωτὶ καταστραπτομένης ἀεὶ τοῦ λόγου. διὸ καὶ ἔνδον εἰς τὰ ἅγια τῶν ἁγίων ἕστηκε πλησιέστερον καὶ “ἔμπροσθεν τοῦ πατρὸς” ἀχράντοις χερσὶ θυμιαμάτων δίκην τὰς προσευχὰς ἀναπεμπάζουσα κυρίῳ δεκτὰς “εἰς ὀσμὴν εὐωδίας”, καθὼς καὶ Ἰωάννης ἐμήνυσε, τὰ θυμιάματα τὰ ἐν ταῖς φιάλαις τῶν εἰκοσιτεσσάρων πρεσβυτέρων προσευχὰς ἁγίων εἶναι φράσας. ταῦτά σοι ὡς ἐκ τοῦ παραχρῆμα κα- κἀγὼ κατὰ δύναμιν ὑπὲρ ἁγνείας, ὦ Ἀρετή, συμβάλλομαι.