Quintus

Posthomerica, 9

1
ἦμος δ’ἤνυτο νυκτὸς ἄπο κνέφας, ἔγρετο δ’Ἠὼς
2
ἐκ περάτων, μάρμαιρε δ’ἀπείριτον ἄσπετος αἰθήρ,
3
δὴ τότ’ἀρήιοι υἷες ἐϋσθενέων Ἀργείων
4
ἂμ πεδίον πάπταινον, ἴδοντο δὲ Ἰλίου ἄκρην
5
ἀννέφελον, χθιζὸν δὲ τέρας μέγα θαυμάζεσκον
6
Τρῶες δ’οὐκέτ’ἔφαντο πρὸ τείχεος αἰπεινοῖο
7
στήμεναι ἐν πολέμῳ · μάλα γὰρ δέος ἔλλαβε πάντας
9.7a
ζώειν ἐλπομένους ἐρικυδέα Πηλείωνα ·
8
Ἀντήνωρ δ’ἐν τοῖσι θεῶν ἠρήσατ’ἄνακτι ·
9
Ζεῦ, Ἴδης μεδέων ἠδ’οὐρανοῦ αἰγλήεντος,
10
κλῦθί μευ εὐχομένοιο, καὶ ὄβριμον ἄνδρα πόληος
11
τρέψον ἀφ’ἡμετέρης ὀλοὰ φρεσὶ μητιόωντα,
12
εἴγ’ γ’Ἀχιλλεύς ἐστι καὶ οὐ κίε δῶμ’Ἀΐδαο,
13
εἴτε τις ἄλλος Ἀχαιὸς ἀλίγκιος ἀνέρι κείνῳ ·
14
λαοὶ γὰρ κατὰ ἄστυ θεηγενέος Πριάμοιο
15
πολλοὶ ἀποφθινύθουσι, κακοῦ δ’οὐ γίνετ’ἐρωή,
16
ἀλλὰ φόνοςτε καὶ οἶτος ἐπὶ πλέον αἰὲν ἀέξει ·
17
Ζεῦ πάτερ, οὐ δέ νυ σοί τι δαϊζομένων ὑπ’Ἀχαιοῖς
18
μέμβλεται, ἀλλ’ἄρα καὶ σὺ λελασμένος υἷος ἑοῖο
19
Δαρδάνου ἀντιθέοιο μέγ’Ἀργείοισιν ἀρήγεις.
20
ἀλλὰ σοὶ εἰ τόδε θυμὸς ἐνὶ κραδίῃ μενεαίνει,
21
Τρῶας ὑπ’Ἀργείοισιν ὀϊζυρῶς ἀπολέσσαι,
22
ἔρξον ἄφαρ, μη δ’ἄμμι πολὺν χρόνον ἄλγεα τεῦχε.
23
ῥα μέγ’εὐχόμενος · τοῦ δ’ἔκλυεν οὐρανόθι Ζεύς ·
24
καὶ τὸ μὲν αἶψ’ἐτέλεσσε, τὸ δ’οὐκ ἤμελλε τελέσσειν ·
25
δὴ γάρ οἱ κατένευσεν, ὅπως ἀπὸ πολλοὶ ὄλωνται
26
Τρῶες ὁμῶς τεκέεσσι, δαΐφρονα δ’υἷ’Ἀχιλῆος
27
τρεψέμεν οὐ κατένευσεν ἀπ’εὐρυχόροιο πόληος,
28
ἀλλά μᾶλλον ἔγειρεν, ἐπεί νύ θυμὸς ἀνώγει
29
ἦρα φέρειν καὶ κῦδος ἐΰφρονι Νηρηίνῃ.
30
καὶ τὰ μὲν ὣς ὥρμαινε θεῶν μέγα φέρτατος ἄλλων.
31
μεσσηγὺς δὲ πόληος ἰδ’εὐρέος Ἑλλησπόντου
32
Ἀργεῖοι καὶ Τρῶες ἀποκταμένους ἐνὶ χάρμῃ
33
καῖον ὁμῶς ἵπποισι · μάχη δ’ἐπέπαυτο φόνοιο,
34
οὕνεκα δὴ Πριάμοιο βίη κήρυκα Μενοίτην
35
εἰς Ἀγαμέμνονα πέμψε καὶ ἄλλους πάντας Ἀχαιοὺς
36
λισσόμενος νέκυας πυρὶ καιέμεν · οἱ δ’ἐπίθοντο
37
αἰδόμενοι κταμένους · οὐ γάρ σφισι μῆνις ὀπηδεῖ.
38
ἦμος δὲ φθιμένοισι πυρὰς ἐκάμοντο θαμειάς,
39
δὴ τότ’ἄρ’Ἀργεῖοι μὲν ἐπὶ κλισίας ἀφίκοντο,
40
Τρῶες δ’ἐς Πριάμοιο πολυχρύσοιο μέλαθρα,
41
ἀχνύμενοι μάλα πολλὰ δεδουπότος Εὐρυπύλοιο ·
42
τὸν γὰρ δὴ τίεσκον ἴσον Πριάμοιο τέκεσσι ·
43
τοὔνεκά μιν τάρχυσαν ἀποκταμένων ἑκὰς ἄλλων
44
Δαρδανίης προπάροιθε πύλης, ὅθι μακρὰ ῥέεθρα
45
δινήεις προΐησιν ἀεξόμενος Διὸς ὄμβρῳ.
46
υἱὸς δ’αὖτ’Ἀχιλῆος ἀταρβέος ἵκετο πατρὸς
47
τύμβον ἐς εὐρώεντα · κύσεν δ’ γε δάκρυα χεύων
48
στήλην εὐποίητον ἀποφθιμένοιο τοκῆος ·
49
καί ῥα περιστενάχων τοῖον ποτὶ μῦθον ἔειπε ·
50
χαῖρε πάτερ καὶ ἔνερθε κατὰ χθονός · οὐ γὰρ ἔγωγε
51
λήσομαι οἰχομένοιο σέθεν ποτὶ δῶμ’Ἀΐδαο ·
52
ὡς εἴθε ζωόν σε μετ’Ἀργείοισι κίχανον ·
53
τῷ κε τάχ’ἀλλήλοισι φρένας τερφθέντ’ἐνὶ θυμῷ
54
Ἰλίου ἐξ ἱερῆς ληισσάμεθ’ἄσπετον ὄλβον ·
55
νῦν δ’οὔτ’ἄρ σύ γ’ἐσεῖδες ἑὸν τέκος οὔτε σ’ἔγωγε
56
εἶδον ζωὸν ἐόντα λιλαιόμενός περ ἰδέσθαι.
57
ἀλλὰ καὶ ὣς σέο νόσφι καὶ ἐν φθιμένοισιν ἐόντος
58
σὸν δόρυ καὶ τεὸν υἷα μέγ’ἐν δαῒ πεφρίκασι
59
δυσμενέες, Δαναοὶ γεγηθότες εἰσορόωσι
60
σοὶ δέμας ἠδὲ φυὴν ἐναλίγκιον ἠδὲ καὶ ἔργα.
61
ὣς εἰπὼν ἀπὸ θερμὸν ὀμόρξατο δάκρυ παρειῶν.
62
βῆ δὲ θοῶς ἐπὶ νῆας ὑπερθύμοιο τοκῆος
63
οὐκ οἶος · ἄμα γάρ οἱ ἴσαν δυοκαίδεκα φῶτες
64
Μυρμιδόνων, Φοῖνιξ δ’ γέρων μετὰ τοῖσιν ὀπήδει
65
λυγρὸν ἀναστενάχων περικυδέος ἀμφ’Ἀχιλῆος.
66
νὺξ δ’ἐπὶ γαῖαν ἵκανεν, ἐπέσσυτο δ’οὐρανὸν ἄστρα ·
67
οἱ δ’ἄρα δορπήσαντες ἕλονθ’ὕπνον · ἔγρετο δ’Ἠώς.
68
Ἀργεῖοι δ’ἄρ’ἔδυσαν ἐν ἔντεσι · τῆλε δ’ἀπ’αὐτῶν
69
αἴγλη μαρμαίρεσκεν ἐς αἰθέρα μέχρις ἰοῦσα ·
70
καί ῥα θοῶς ἔκτοσθε πυλάων ἐσσεύοντο
71
πανσυδίῃ νιφάδεσσιν ἐοικότες, αἵτε φέρονται
72
ταρφέες ἐκ νεφέων κρυερῇ ὑπὸ χείματος ὥρῃ ·
73
ὣς οἵ γ’ἐξεχέοντο πρὸ τείχεος, ὦρτο δ’ἀϋτὴ
74
σμερδαλέη · μέγα δ’αἶα περιστεναχίζετ’ἰόντων.
75
Τρῶες δ’εὖτ’ἐπύθοντο βοὴν καὶ λαὸν ἴδοντο,
76
θάμβησαν · πᾶσιν δὲ κατεκλάσθη κέαρ ἔνδον
77
πότμον ὀϊομένων · περὶ γὰρ νέφος ὣς ἐφαάνθη
78
λαὸς δυσμενέων · κανάχιζε δὲ τεύχεα φωτῶν
79
κινυμένων · ἄμοτον δὲ κονίσαλος ὦρτο ποδοῖιν.
80
καὶ τότ’ἄρ’ἠὲ θεῶν τις ὑπὸ φρένας ἔμβαλε θάρσος
81
Δηιφόβῳ καὶ θῆκε μάλ’ἄτρομον, ἠὲ καὶ αὐτοῦ
82
θυμὸς ἐποτρύνεσκε ποτὶ κλόνον, ὄφρ’ἀπὸ πάτρης
83
δυσμενέων ἀλεγεινὸν ὑπ’ἔγχεϊ λαὸν ἐλάσσῃ ·
84
θαρσαλέον δ’ἄρα μῦθον ἐνὶ Τρώεσσιν ἔειπεν ·
85
φίλοι, εἰ δ’ἄγε θυμὸν ἀρήιον ἐν φρεσὶ θέσθε
86
μνησάμενοι, στονόεντος ὅσα πτολέμοιο τελευτὴ
87
ἄλγε’ἐπ’ἀνθρώποισι δορυκτήτοισι τίθησιν ·
88
οὐ γὰρ Ἀλεξάνδροιο πέλει πέρι μοῦνον ἄεθλος
89
οὐ δ’Ἑλένης, ἀλλ’ἔστι περὶ πτόλιόςτε καὶ αὐτῶν
90
ἠδ’ἀλόχων τεκέωντε φίλων γεραρῶντε τοκήων
91
πάσηςτ’ἀγλαΐης καὶ κτήσιος ἠδ’ἐρατεινῆς
92
γαίης, με δαμέντα κατὰ κλόνον ἀμφικαλύψοι
93
μᾶλλον, ἀθρήσαιμι φίλην ὑπὸ δούρασι πάτρην
94
δυσμενέων · οὐ γάρ τι κακώτερον ἔλπομαι ἄλλο
95
πῆμα μετ’ἀνθρώποισιν ὀϊζυροῖσι τετύχθαι.
96
τοὔνεκ’ἀπωσάμενοι στυγερὸν δέος ἀμφ’ἐμὲ πάντες
97
καρτύνασθ’ἐπὶ δῆριν ἀμείλιχον · οὐ γὰρ Ἀχιλλεὺς
98
ζωὸς ἔθ’ἡμῖν ἄντα μαχήσεται, οὕνεκ’ἄρ’αὐτὸν
99
πῦρ ὀλοὸν κατέδαψε · πέλει δέ τις ἄλλος Ἀχαιῶν,
100
ὃς νῦν λαὸν ἔγειρεν, ἔοικε δὲ μῆτ’Ἀχιλῆα
101
μήτε τιν’ἄλλον Ἀχαιὸν ὑποτρομέειν περὶ πάτρης
102
μαρναμένους · τῷ μή τι φεβώμεθα μῶλον Ἄρηος,
103
εἰ καὶ πολλὰ πάροιθεν ἀνέτλημεν μογέοντες ·
104
οὔπω τόδε οἴδατ’ἀνὰ φρένας, ὡς ἀλεγεινοῖς
105
ἀνδράσιν ἐκ καμάτοιο πέλει θαλίητε καὶ ὄλβος,
106
ἐκ δ’ἄρα λευγαλέων ἀνέμων καὶ χείματος αἰνοῦ
107
Ζεὺς ἐπάγει μερόπεσσι δι’ἠέρος εὔδιον ἦμαρ,
108
ἔκτ’ὀλοῆς νούσοιο πέλει σθένος, ἔκτε μόθοιο
109
εἰρήνη; τὰ δὲ πάντα χρόνῳ μεταμείβεται ἔργα.
110
ὣς φάτο · τοὶ δ’ἐς Ἄρηα μεμαότες ἐντύναντο
111
ἐσσυμένως · καναχὴ δὲ κατὰ πτόλιν ἔπλετο πάντῃ
112
μῶλον ἐς ἀλγινόεντα κορυσσομένων αἰζηῶν.
113
ἔνθ’ἄρα τῷ μὲν ἄκοιτις ὑποτρομέουσα κυδοιμὸν
114
ἔντε’ἀποιχομένῳ παρενήνεε δακρυχεούσα ·
115
τῷ δ’ἄρα νήπιοι υἷες ἐπειγόμενοι περὶ πατρὶ
116
τεύχεα πάντα φέρεσκον · δέ σφισιν ἄλλοτε μέν που
117
ἄχνυτ’ὀδυρομένοις, ὁτὲ δ’ἔμπαλι μειδιάασκε
118
παισὶν ἀγαλλόμενος · κραδίη δέ οἱ ἐν δαῒ μᾶλλον
119
ὥρμαινεν πονέεσθαι ὑπὲρ τεκέωντε καὶ αὐτοῦ ·
120
ἄλλῳ δ’αὖτε γεραιὸς ἐπισταμένῃς παλάμῃσιν
121
ἀμφετίθει μελέεσσι κακῆς ἀλκτήρια χάρμης
122
πολλὰ παρηγορέων φίλον υἱέα, μηδενὶ εἴκειν
123
ἐν πολέμῳ, καὶ στέρνα τετυμμένα δείκνυε παιδὶ
124
ταρφέα σήματ’ἔχοντα παλαιῆς δηιοτῆτος.
125
ἀλλ’ὅτε δὴ μάλα πάντες ἐν ἔντεσι θωρήχθησαν,
126
ἄστεος ἐξεχέοντο μέγ’ἱέμενοι πολέμοιο
127
λευγαλέου · ταχέεσσι δ’ἐφ’ἱππήεσσιν ὄρουσαν
128
ἱππῆες · πεζοῖσι δ’ἐπέχραον ἔθνεα πεζῶν ·
129
ἅρμασι δ’ἅρμαθ’ἵκοντο καταντίον · ἔβραχε δὲ χθὼν
130
ἐς μόθον ἐσσυμένων · ἐπαΰτεε δ’οἷσιν ἕκαστος
131
κεκλόμενος · τοὶ δ’αἶψα συνήιον · ἀμφὶ δ’ἄρα σφι
132
τεύχε’ἐπεσμαράγησε · μίγη δ’ἑκάτερθεν ἀϋτὴ
133
λευγαλέη · τὰ δὲ πολλὰ θοῶς ποτέοντο βέλεμνα
134
βαλλόμεν’ἀμφοτέρωθεν · ὑπ’ἔγχεσι δ’ἀσπίδες ἀνδρῶν
135
θεινόμεναι κτυπέεσκον ἀάσχετον αἱ δ’ὑπ’ἀκόντων
136
καὶ ξιφέων · πολέες δὲ καὶ ἀξίνῃσι θοῇσιν
137
ἀνέρες οὐτάζοντο · φορύνετο δ’ἔντεα φωτῶν
138
αἵματι. Τρωιάδες δ’ἀπὸ τείχεος ἐσκοπίαζον
139
αἰζηῶν στονόεντα μόθον · πάσῃσι δὲ γυῖα
140
ἔτρεμεν εὐχομένῃσιν ὑπὲρ τεκέωντε καὶ ἀνδρῶν
141
ἠδὲ κασιγνήτων · πολιοὶ δ’ἅμα τῇσι γέροντες
142
ἕζοντ’εἰσορόωντες · ἔδον δ’ὑπὸ κήδεσι θυμὸν
143
παίδων ἀμφὶ φίλων · Ἑλένη δ’ἐν δώμασι μίμνεν
144
οἴη ἅμ’ἀμφιπόλοισιν · ἔρυκε γὰρ ἄσπετος αἰδώς.
145
οἱ δ’ἄμοτον πονέοντο πρὸ τείχεος · ἀμφὶ δὲ Κῆρες
146
γήθεον · οὐλομένη δ’ἐπαΰτεεν ἀμφοτέροισι
147
μακρὸν Ἔρις βοόωσα · κόνις δ’ἐρυθαίνετο λύθρῳ
148
κτεινομένων · ὀλέκοντο δ’ἀνὰ κλόνον ἄλλοθεν ἄλλος.
149
ἔνθ’ἄρα Δηίφοβος κρατερὸν κτάνεν ἡνιοχῆα
150
Νέστορος, Ἱππασίδην, δ’ἀφ’ἅρματος αἰψηροῖο
151
ἤριπεν ἀμφὶ νέκυσσιν · ἄχος δέ οἱ ἔσχεν ἄνακτα ·
152
δείδιε γάρ, μὴ δή μιν ἐφ’ἡνία χεῖρας ἔχοντα
153
υἱὸς ἐῢς Πριάμοιο κατακτείνῃσι καὶ αὐτόν ·
154
ἀλλά οἱ οὐκ ἀμέλησε Μελάνθιος · ἀλλ’ἐπὶ δίφρον
155
ἆλτο θοῶς, ἵπποισι δ’ἐκέκλετο μακρὰ τινάσσων
156
εὔληρ’, οὐ δ’ἔχε μάστιν, ἔλαυνε δὲ δούρατι θείνων.
157
καὶ τοὺς μὲν Πριάμοιο πάϊς λίπεν, ἵκετο δ’ἄλλων
158
ἐς πληθύν · πολέεσσι δ’ὀλέθριον ὤπασεν ἦμαρ
159
ἐσσυμένως · ὀλοῇ γὰρ ἀλίγκιος αἰὲν ἀέλλῃ
160
θαρσαλέως δηίοισιν ἐπῴχετο · τοῦ δ’ὑπὸ χερσὶ
161
μυρίοι ἐκτείνοντο · πέδον δ’ἐστείνετο νεκρῶν.
162
ὡς δ’ὅτ’ἀν’οὔρεα μακρὰ θορὼν εἰς ἄγκεα βήσσης
163
δρυτόμος ἐγκονέων νεοθηλέα δάμναται ὕλην,
164
ἄνθρακας ὄφρα κάμῃσι κατακρύψας ὑπὸ γαῖαν
165
σὺν πυρὶ δούρατα πολλά · τὰ δ’ἄλλοθεν ἄλλα πεσόντα
166
πρῶνας ὕπερθε κάλυψαν, ἀνὴρ δ’ἐπιτέρπεται ἔργῳ ·
167
ὣς ἄρα Δηιφόβοιο θοῇς ὑπὸ χερσὶν Ἀχαιοὶ
168
ἰλαδὸν ὀλλύμενοι περικάππεσον ἀλλήλοισι.
169
καί ῥ’οἳ μὲν Τρώεσσιν ὁμίλεον, οἱ δ’ἐφέβοντο
170
εὐρὺν ἐπὶ Ξάνθοιο ῥόον · τοὺς δ’ὕδατος εἴσω
171
Δηίφοβος συνέλασσε καὶ οὐκ ἀπέληγε φόνοιο ·
172
ὡς δ’ὁπότ’ἰχθυόεντος ἐπ’ᾐόσιν Ἑλλησπόντου
173
δίκτυον ἐξερύωσι πολύκμητοι ἁλιῆες
174
κολπωθὲν ποτὶ γαῖαν, ἔσω δ’ἁλὸς εἰσέτ’ἐόντος
175
ἐνθόρῃ αἰζηὸς γναμπτὸν δόρυ χερσὶ μεμαρπὼς
176
αἰνὸν ἐπὶ ξιφίῃσι φέρειν φόνον, ἄλλοθε δ’ἄλλον
177
δάμναται, ὅν κε κίχῃσι, φόνῳ δ’ἐρυθαίνεται ὕδωρ ·
178
ὣς τοῦ ὑπαὶ παλάμῃσι περὶ Ξάνθοιο ῥέεθρα
179
αἵματι φοινίχθησαν, ἐνεστείνοντο δὲ νεκροί.
180
οὐ δὲ μὲν οὐ δ’ἄρα Τρῶες ἀναιμωτὶ πονέοντο,
181
ἀλλά σφεας ἐδάϊζεν Ἀχιλλέος ὄβριμος υἱὸς
182
ἀμφ’ἄλλῃσι φάλαγξι · Θέτις δέ που εἰσορόωσα
183
τέρπετ’ἐφ’υἱωνῷ, ὅσον ἄχνυτο Πηλείωνι ·
184
τοῦ γὰρ ὑπὸ μελίῃ πουλὺς στρατὸς ἐν κονίῃσι
185
πίπτεν ὁμῶς ἵπποισιν · δ’ἑσπόμενος κεράϊζεν.
186
ἔνθ’Ἀμίδην ἐδάϊξε περικλυτόν, ὅς ῥά οἱ ἵππῳ
187
ἑζόμενος συνέκυρσε καὶ οὐκ ἀπόνητ’ἐρατεινῆς
188
ἱππασίης · δὴ γάρ μιν ὑπ’ἔγχεϊ τύψε φαεινῷ
189
ἐς νηδύν · αἰχμὴ δὲ ποτὶ ῥάχιν ἐξεπέρησεν.
190
ἔγκατα δ’ἐξεχύθησαν · ἕλεν δέ μιν οὐλομένη Κὴρ
191
ἐσσυμένως ἵπποιο θοοῦ παρὰ ποσσὶ πεσόντα.
192
εἶλε δ’ἄρ’Ἀσκάνιόντε καὶ Οἴνοπα, τὸν μὲν ἐλάσσας
193
δουρὶ μέγα στομάχοιο ποτὶ στόμα, τὰν δ’ὑπὸ λαιμόν,
194
καίριος ἔνθα μάλιστα πέλει μόρος ἀνθρώποισιν.
195
ἄλλους δ’ἔκτανεν αἰέν, ὅσους κίχε · τίς κεν ἐκείνους
196
ἀνδρῶν μυθήσαιτο, κατὰ κλόνον ὅσσοι ὄλοντο
197
χερσὶ Νεοπτολέμοιο; κάμεν δέ οἱ οὔποτε μυῖα ·
198
ὡς δ’ὁπότ’αἰζηῶν τις ἀγρῷ ἐνὶ τηλεθάοντι
199
πᾶν ἦμαρ κρατερῇσι πονησάμενος παλάμῃσιν
200
ἐς γαῖαν κατέχευεν ἀπείρονα καρπὸν ἐλαίης
201
ῥάβδῳ ἐπισπέρχων, ἐκάλυψε δὲ χῶρον ὕπερθεν ·
202
ὣς τοῦ ὑπαὶ παλάμῃσι κατήριπε πουλὺς ὅμιλος,
203
Τυδείδης δ’ἑτέρωθεν ἐϋμμελίηςτ’Ἀγαμέμνων
204
ἄλλοιτ’ἐν Δαναοῖσιν ἀριστῆες πονέοντο
205
προφρονέως ἀνὰ δῆριν ἀμείλιχον · οὐ δὲ μὲν ἐσθλοῖς
206
Τρώων ἡγεμόνεσσι δέος πέλεν, ἀλλὰ καὶ αὐτοὶ
207
ἐκ θυμοῖο μάχοντο καὶ ἀνέρας αἰὲν ἔρυκον
208
χαζομένους · πολέες γε μὲν οὐκ ἀλέγοντες ἀνάκτων
209
ἐκ πολέμοιο φέβοντο μένος τρομέοντες Ἀχαιῶν.
210
ὀψὲ δ’ἄρ’εἰσενόησε περὶ προχοῇσι Σκαμάνδρου
211
ὀλλυμένους Δαναοὺς κρατερὸς πάϊς Αἰακίδαο
212
αἰὲν ἐπασσυτέρους · λίπε δ’οὓς πάρος αὐτόθ’ἔναιρε,
213
φεύγοντας ποτὶ ἄστυ, καὶ Αὐτομέδοντι κέλευε
214
κεῖσ’ἐλάαν, ὅθι πουλὺς ἐδάμνατο λαὸς Ἀχαιῶν.
215
αὐτὰρ γ’αἶψ’ἐπίθησε καὶ ἀθανάτων μένος ἵππων
216
σεύεσκεν μάστιγι ποτὶ κλόνον · οἱ δ’ἐπέτοντο
217
ῥίμφα διὰ κταμένων κρατερὸν φορέοντες ἄνακτα.
218
οἶος δ’ἐς πόλεμον φθισίμβροτον ἔρχεται Ἄρης
219
ἐμβεβαὼς ἵπποισι, περιτρομέει δ’ἄρα μαῖα
220
ἐσσυμένου, καὶ θεῖα περὶ στέρνοισι θεοῖο
221
τεύχε’ἐπιβρομέουσιν ἴσον πυρὶ μαρμαίροντα ·
222
τοῖος Ἀχιλλῆος κρατεροῦ πάϊς ἤιεν ἄντην
223
ἐσθλοῦ Δηιφόβοιο · κόνις δ’ἐπαείρετο πολλὴ
224
ἵππων ἀμφὶ πόδεσσιν · ἰδὼν δέ μιν ἄλκιμος ἀνὴρ
225
Αὐτομέδων ἐνόησεν, ὅτις πέλεν · αἶψα δ’ἄνακτι
226
τοῖον ἔπος κατέλεξε περικλυτὸν ἄνδρα πιφαύσκων ·
227
ἄνα, Δηιφόβοιο πέλει στρατός, ὅςτε καὶ αὐτὸς
228
σεῖο πάροιθε τοκῆος ὑπέτρεμε · νῦν δέ οἱ ἐσθλὸν
229
θεὸς δαίμων τις ὑπὸ κραδίην βάλε θάρσος.
230
ὣς ἄρ’ἔφη · δ’ἄρ’οὔτι προσέννεπεν, ἀλλ’ἔτι μᾶλλον
231
ἵππους ὀτρύνεσκεν ἐλαυνέμεν, ὄφρα τάχιστα
232
ὀλλυμένοις Δαναοῖσιν ἀεικέα πότμον ἀλάλκοι.
233
ἀλλ’ὅτε δή ῥ’ἀφίκοντο μάλα σχεδὸν ἀλλήλοισι,
234
δὴ τότε Δηίφοβος μάλα περ χατέων πολέμοιο
235
ἔστη, ὅπως πῦρ αἰνόν, ὅθ’ὕδατος ἐγγὺς ἵκηται ·
236
θάμβεε δ’εἰσορόων κρατερόφρονος Αἰακίδαο
237
ἵππους ἠδὲ καὶ υἷα πελώριον, οὔτι τοκῆος
238
μείονα. τοῦ δ’ἄρα θυμὸς ὑπὸ φρεσὶν ὁρμαίνεσκεν
239
ἄλλοτε μὲν φεύγειν, ὁτὲ δ’ἀνέρος ἄντα μάχεσθαι ·
240
ὡς δ’ὅτε σῦς ἐν ὄρεσσι νεηγενέων ἀπὸ τέκνων
241
θῶας ἀποσσεύῃσι, λέων δ’ἑτέρωθι φανείη
242
ἔκποθεν ἐσσύμενος, τοῦ δ’ἵσταται ἄσπετος ὁρμὴ
243
οὔτε πρόσω μεμαῶτος ἔτ’ἐλθέμεν οὔτ’ἄρ’ὀπίσσω,
244
θήγει δ’ἀφριόωντας ὑπὸ γναθμοῖσιν ὀδόντας ·
245
ὣς υἱὸς Πριάμοιο σὺν ἅρμασι μίμνε καὶ ἵπποις
246
πορφύρων φρεσὶ πολλὰ καὶ ἀμφαφόων δόρυ χερσί.
247
τὸν δ’υἱὸς προσέειπεν ἀμειλίκτου Ἀχιλῆος ·
248
Πριαμίδη, τί νυ τόσσον ἐπ’Ἀργείοισι μέμηνας
249
χειροτέροις, οἳ σεῖο περιτρομέοντες ὁμοκλὴν
250
φεῦγον ἐπεσσυμένοιο, σὺ δ’ἔλπεο πολλὸν ἄριστος
251
ἔμμεναι; ἀλλὰ σοὶ εἴπερ ὑπὸ κραδίῃ μένος ἐστίν,
252
ἡμετέρης πείρησαι ἀνὰ κλόνον ἀσχέτου αἰχμῆς.
253
ὣς εἰπὼν οἴμησε λέων ὡς ἄντ’ἐλάφοιο
254
ἐμβεβαὼς ἵπποισι καὶ ἅρμασι πατρὸς ἑοῖο ·
255
καί νύ κέ μιν τάχα δουρὶ σὺν ἡνιόχῳ κατέπεφνεν,
256
εἰ μή οἱ μέλαν αἶψα νέφος κατέχευεν Ἀπόλλων
257
ἔκποθεν Οὐλύμποιο καὶ ἐξ ὀλοοῖο μόθοιο
258
ἥρπασε, καί μιν ἔθηκε ποτὶ πτόλιν, ᾗχι καὶ ἄλλοι
259
Τρῶες ἴσαν φεύγοντες · δ’ἐς κενεὴν δόρυ τύψας
260
ἠέρα Πηλείδαο πάϊς ποτὶ μῦθον ἔειπεν ·
261
κύον, ἐξήλυξας ἐμὸν μένος · οὐ δὲ σοὶ ἀλκὴ
262
ἱεμένῳ περ ἄλαλκε, θεῶν δέ τις, ὅς σ’ἐκάλυψε
263
νύκτα βαλὼν καθύπερθε, καὶ ἐκ κακότητος ἔρυσσεν.
264
ὣς ἄρ’ἔφη · δνοφερὸν δὲ νέφος καθύπερθε Κρονίων
265
εὖτ’ὀμίχλην διέχευε · λύθη δ’εἰς ἠέρα μακρήν ·
266
αὐτίκα δ’ἐξεφάνη πεδίον καὶ πᾶσα περὶ χθών.
267
Τρῶας δ’εἰσενόησεν ἀπόπροθι πολλὸν ἐόντας
268
Σκαιῇς ἀμφὶ πύλῃσιν · ἔβη δ’ἄρα πατρὶ ἐοικὼς
269
ἀντία δυσμενέων, οἵ μιν φοβέοντο κιόντα ·
270
ἠΰτε κῦμ’ἀλεγεινὸν ἐπεσσύμενον τρομέουσι
271
ναῦται, τ’ἐξ ἀνέμοιο διεγρόμενον φορέηται
272
εὐρὺ μάλ’ὑψηλόντε, μέμηνε δὲ λαίλαπι πόντος ·
273
ὣς τοῦ ἐπερχομένοιο κακὸν δέος ἄμφεχε Τρῶας.
274
τοῖον δ’ἔκφατο μῦθον ἐποτρύνων ἑτάροισι ·
275
κλῦτε φίλοι καὶ θάρσος ἐνὶ στήθεσσι βάλεσθε
276
ἄτρομον, οἷον ἔοικε φορήμεναι ἀνέρας ἐσθλοὺς
277
νίκην ἱεμένους ἐρικυδέα χερσὶν ἀρέσθαι
278
καὶ κλέος ἐκ πολέμοιο δυσηχέος · ἀλλ’ἄγε θυμὸν
279
παρθέμενοι πονεώμεθ’ὑπὲρ μένος, εἰσόκε Τροίης
280
πέρσωμεν κλυτὸν ἄστυ καὶ ἐκτελέσωμεν ἐέλδωρ ·
281
αἰδὼς γάρ, μάλα πολλὸν ἐπὶ χρόνον ἔνθα μένοντας
282
ἔμμεναι ἀπρήκτους καὶ ἀνάλκιδας, οἷα γυναῖκας ·
283
τεθναίην γὰρ μᾶλλον ἀπτόλεμος καλεοίμην.
284
ὣς φάτο · τοὶ δ’ἔτι μᾶλλον ἐς Ἄρεος ἔργον ὄρουσαν
285
θαρσαλέως, Τρώεσσι δ’ἐπέδραμον · οἱ δὲ καὶ αὐτοὶ
286
προφρονέως μάρναντο περὶ πτόλιν, ἄλλοτε δ’αὖτε
287
ἔντοσθεν πυλέων ἀπὸ τείχεος · οὐ δ’ἀπέληγε
288
δεινὸς Ἄρης, Τρώων μὲν ἐελδομένων ἀπερύξαι
289
δυσμενέων στρατὸν αἰνόν, ἐϋσθενέων δ’Ἀργείων
290
ἄστυ διαπραθέειν · ὀλοὴ δ’ἔχε πάντας ὀϊζύς.
291
καὶ τότε δὴ Τρώεσσιν ἀρηγέμεναι μενεαίνων
292
ἔκθορεν Οὐλύμποιο καλυψάμενος νεφέεσσι
293
Λητοΐδης · τὸν δ’αἶψα θοαὶ φορέεσκον ἄελλαι
294
τεύχεσι χρυσείοισι κεκασμένον · ἀμφὶ δὲ μακραὶ
295
μάρμαιρον κατιόντος ἴσον στεροπῇσι κέλευθοι ·
296
ἀμφὶ δέ οἱ γωρυτὸς ἐπέκτυπεν · ἔβραχε δ’αἰθὴρ
297
θεσπέσιον καὶ γαῖα μέγ’ἴαχεν, εὖτ’ἀκάμαντας
298
θῆκε παρὰ Ξάνθοιο ῥόον πόδας · ἐκ δ’ἐβόησε
299
σμερδαλέον, Τρωσὶν δὲ θράσος βάλε, δεῖμα δ’Ἀχαιοῖς
300
μίμνειν αἱματόεντα κατὰ κλόνον. οὐ δ’Ἐνοσίχθων
301
ὄβριμος ἠγνοίησε · μένος δ’ἐνέπνευσεν Ἀχαιοῖς
302
ἤδη τειρομένοισι · μάχη δ’ἀΐδηλος ἐτύχθη
303
ἀθανάτων βουλῇσιν · ὄλοντο δὲ μυρία φῦλα
304
αἰζηῶν ἑκάτερθε. κοτεσσάμενος δ’ἄρ’Ἀπόλλων
305
Ἀργείοις ὥρμαινε βαλεῖν θρασὺν υἷ’Ἀχιλῆος
306
αὐτοῦ, ὅπου καὶ πρόσθεν Ἀχιλλέα · τοῦ δ’ἄρα θυμὸν
307
οἰωνοὶ κατέρυκον ἀριστερὰ κεκλήγοντες,
308
ἄλλατε σήματα πολλά · χόλος δέ οἱ οὐκέτ’ἔμελλε
309
πείθεσθαι τεράεσσι · τὸ δ’οὐ λάθε Κυανοχαίτην ·
310
ἠέρι θεσπεσίῃ κεκαλυμμένος · ἀμφὶ δὲ ποσσὶ
311
νισσομένοιο ἄνακτος ἐρεμνὴ κίνυτο γαῖα ·
312
τοῖον δ’ἔκφατο μῦθον ἐελδόμενός μιν ἐρύξαι ·
313
ἴσχε κότον, καὶ μήτι πελώριον υἷ’Ἀχιλῆος
314
κτείνῃς · οὐ δὲ γὰρ αὐτὸς Ὀλύμπιος ὀλλυμένοιο
315
γηθήσει · μέγα δ’ἄλγος ἐμοὶ καὶ πᾶσι θεοῖσιν
316
ἔσσεται εἰναλίοισιν, ὅπως πάρος ἀμφ’Ἀχιλῆα ·
317
ἀλλ’ἀναχάζεο δῖον ἐς αἰθέρα, μή με χολώσῃς,
318
αἶψα δ’ἀναρρήξας μεγάλης χθονὸς αἰπὺ βέρεθρον
319
αὐτὴν Ἴλιον εἶθαρ ἑοῖς ἅμα τείχεσι πᾶσαν
320
θήσω ὑπὸ ζόφον εὐρύν · ἄχος δέ τοι ἔσσεται αὐτῷ.
321
ὣς φάθ’· δ’ἁζόμενος μέγ’ἀδελφεὸν οἷο τοκῆος
322
δείσαςτ’ἀμφὶ πόληος ἐϋσθενέωνθ’ἅμα λαῶν
323
χάσσατ’ἐς οὐρανὸν εὐρύν, δ’εἰς ἅλα. τοὶ δ’ἐμάχοντο
324
ἀλλήλους ὀλέκοντες, Ἔρις δ’ἐπετέρπετο χάρμῃ,
325
μέσφ’ὅτε δὴ Κάλχαντος ὑπ’ἐννεσίῃσιν Ἀχαιοὶ
326
ἐς νῆας χάσσαντο καὶ ἐξελάθοντο μόθοιο ·
327
οὐ γὰρ δὴ πέπρωτο δαμήμεναι Ἰλίου ἄστυ,
328
πρίν γε Φιλοκτήταο βίην ἐς ὅμιλον Ἀχαιῶν
329
ἐλθέμεναι πολέμοιο δαήμονα δακρυόεντος.
330
καὶ τὸ μὲν ἀγαθοῖσιν ἐπεφράσατ’οἰωνοῖσιν,
331
ἠὲ καὶ ἐν σπλάγχνοισιν ἐπέδρακεν · οὐ γὰρ ἄϊδρις
332
μαντοσύνης ἐτέτυκτο · θεὸς δ’ὣς ᾔδεε πάντα.
333
τῷ πίσυνοι στονόεντος, ἀποιχόμενοι πολέμοιο
334
Ἀτρεῖδαι προέηκαν ἐϋκτιμένην ποτὶ Λῆμνον
335
Τυδέος ὄβριμον υἷα μενεπτόλεμόντ’Ὀδυσῆα
336
νηὶ θοῇ τοὶ δ’αἶψα ποτὶ πτόλιν Ἡφαίστοιο
337
ἤλυθον Αἰγαίοιο διὰ πλατὺ χεῦμα θαλάσσης,
338
Λῆμνον ἐς ἀμπελόεσσαν, ὅπῃ πάρος αἰνὸν ὄλεθρον
339
ἀνδράσι κουριδίοισιν ἐμητίσαντο γυναῖκες
340
ἔκπαγλον κοτέουσαι, ἐπεί σφεας οὔτι τίεσκον,
341
ἀλλ’ἄρα δμωιάδεσσι παρευνάζοντο γυναιξὶ
342
Θρηικίῃς, τὰς δουρὶ καὶ ἠνορέῃ κτεάτισσαν
343
πέρθοντές ποτε γαῖαν ἀρηιφίλων Θρηΐκων ·
344
αἱ δὲ μέγα ζήλοιο περὶ κραδίῃσι πεσόντος
345
θυμὸν ἀνοιδήσαντο, φίλους δ’ἀνὰ δώματ’ἀκοίτας
346
κτεῖνον ἀνηλεγέως, ὑπὸ χείρεσιν, οὐ δ’ἐλέησαν
347
κουριδίους περ ἐόντας · ἐπεὶ μέγα μαίνεται ἦτορ
348
ἀνέρος ἠδὲ γυναικός, ὅτε ζηλήμονι νούσῳ
349
ἀμφιπέσῃ · κρατεραὶ γὰρ ἐποτρύνουσιν ἀνῖαι ·
350
ἀλλ’αἵ γε σφετέροισιν ἐπ’ἀνδράσι πῆμ’ἐβάλοντο
351
νυκτὶ μιῇ, καὶ πᾶσαν ἐχηρώσαντο πόληα
352
παρθέμεναι φρεσὶ θυμὸν ἀταρβέα καὶ μέγα κάρτος.
353
οἱ δ’ὅτε δὴ Λῆμνον ζαθέην κίον ἠδὲ καὶ ἄντρον
354
λαΐνεον, τόθι κεῖτο πάϊς Ποίαντος ἀγαυοῦ,
355
δὴ τότ’ἄρα σφίσι θάμβος ἐπήλυθεν, εὖτ’ἐσίδοντο
356
ἀνέρα λευγαλέῃσιν ἐπιστενάχοντ’ὀδύνῃσι
357
κεκλιμένον στυφελοῖο κατ’οὔδεος · ἀμφὶ δ’ἄρ’αὐτῷ
358
οἰωνῶν πτερὰ πολλὰ περὶ λεχέεσσι κέχυντο ·
359
ἄλλα δέ οἱ συνέραπτο περὶ χροΐ, χείματος ἄλκαρ
360
λευγαλέου · δὴ γάρ μιν ἐπὴν ἕλε λιμὸς ἀτερπής,
361
βάλλεν ἀάσχετον ἰόν, ὅπῃ νόος ἰθύνεσκε ·
362
καὶ τὰ μὲν ἄρ κατέδαπτε, τὰ δὲ πτερά οἱ περίβαλλε.
9.362a
φύλλα δέ οἱ παρέκειτο, τάθ’ἕλκεος οὐλομένοιο
363
ἀμφετίθει καθύπερθε μελαίνης ἄλκαρ ἀνίης.
364
αὐαλέαι δέ οἱ ἀμφὶ κόμαι περὶ κρατὶ κέχυντο
365
θηρὸς ὅπως ὀλοοῖο, τὸν ἀργαλέης δόλος ἄγρης
366
μάρψῃ νυκτὸς ἰόντα θοοῦ ποδός, ὃς δ’ὑπ’ἀνάγκης
367
τειρόμενος ποδὸς ἄκρον ἀταρτηροῖσιν ὀδοῦσι
368
κόψας εἰς ἑὸν ἄντρον ἀποίχεται, ἀμφὶ δέ οἱ κῆρ
369
τείρει ὁμοῦ λιμόςτε καὶ ἀργαλέαι μελεδῶναι ·
370
ὣς τὸν ὑπὸ σπέος εὐρὺ κακὴ περιδάμνατ’ἀνίη ·
371
καί οἱ πᾶν μεμάραντο δέμας, περὶ δ’ὀστέα μοῦνον
372
ῥινὸς ἔην, ὀλοὴ δὲ παρηίδας ἀμφέχυτ’αὐχμὴ
373
λευγαλέον ῥυπόωντος · ἀνιηρὸν δέ μιν ἄλγος,
374
δάμνατο · κοῖλαι δ’ἔσκον ὑπ’ὀφρύσιν ἀνδρὸς ὀπωπαὶ
375
αἰνῶς τειρομένοιο · γόος δέ μιν οὔποτ’ἔλειπεν,
376
οὕνεκά οἱ μέλαν ἕλκος, ἐς ὀστέον ἄχρις ἱκέσθαι,
377
πυθόμενον καθύπερθε λυγραὶ ὑπέρεπτον ἀνῖαι.
378
ὡς δ’ὅτ’ἐπὶ προβολῇσι πολυκλύστοιο θαλάσσης
379
πέτρην παιπαλόεσσαν ἀπειρεσίης ἁλὸς ἅλμη
380
δάμναθ’ὑποτμήγουσα μάλα στερεήν περ ἐοῦσαν,
381
θεινομένης δ’ἄρα τῆς ἀνέμῳ καὶ χείματι λάβρῳ
382
χηραμὰ κοιλαίνονται ὑποβρωθέντα θαλάσσῃ ·
383
ὣς τοῦ ὑπίχνιον ἕλκος ἀέξετο πυθομένοιο
384
ἰοῦ ἄπο, στυφελοῖς τόν οἱ ἐνομόρξατ’ὀδοῦσι
385
λυγρὸς ὕδρος, τόν φασιν ἀναλθέατε στυγερόντε
386
ἔμμεναι, ὁππότε μιν τέρσῃ περὶ χέρσον ἰόντα
387
ἠελίοιο μένος · τῷ καὶ μέγα φέρτατον ἄνδρα
388
τεῖρε δυσαλθήτοισιν ὑποδμηθέντ’ὀδύνῃσιν ·
389
ἐκ δέ οἱ ἕλκεος αἰὲν ἐπὶ χθόνα λειβομένοιο
390
ἰχῶρος πεπάλακτο πέδον πολυχανδέος ἄντρου
391
θαῦμα μέγ’ἀνθρώποισι καὶ ὕστερον ἐσσομένοισι.
392
καί οἱ πὰρ κλισίην φαρέτρη παρεκέκλιτο μακρὴ
393
ἰῶν πεπληθυῖα · πέλοντο δ’ἄρ’οἱ μὲν ἐπ’ἄγρην,
394
οἱ δ’ἐς δυσμενέας, τοὺς ἄμφεχε λοίγιον ὕδρου
395
φάρμακον αἰνομόροιο · πάροιθε δέ οἱ μέγα τόξον
396
κεῖτο πέλας, γναμπτοῖσιν ἀρηράμενον κεράεσσι
397
χερσὶν ὑπ’ἀκαμάτῃσι τετυγμένον Ἡρακλῆος.
398
τοὺς δ’ὁπότ’εἰσενόησε ποτὶ σπέος εὐρὺ κιόντας,
399
ἐσσυμένως οἴμησεν ἐπ’ἀμφοτέροισι τανύσσαι
400
ἀλγινόεντα βέλεμνα χόλου μεμνημένος αἰνοῦ,
401
οὕνεκά μιν τὸ πάροιθε μέγα στενάχοντα λίποντο
402
μοῦνον ἐρημαίοισιν ἐπ’αἰγιαλοῖσι θαλάσσης.
403
καί νύ κεν αἶψ’ἐτέλεσσεν, οἱ θρασὺς ἤθελε θυμός,
404
εἰ μή οἱ στονόεντα χόλον διέχευεν Ἀθήνη
405
ἀνέρας εἰσορόωντος ὁμήθεας · οἱ δέ οἱ ἄγχι
406
ἤλυθον ἀχνυμένοισιν ἐοικότε · καί ῥά μιν ἄμφω
407
ἄντρου ἔσω κοίλοιο παρεζόμενοι ἑκάτερθεν
408
ἕλκεος ἀμφ’ὀλοοῖο καὶ ἀργαλέων ὀδυνάων
409
εἴροντ’· αὐτὰρ τοῖσιν ἑὰς διεπέφραδ’ἀνίας.
410
οἱ δέ θαρσύνεσκον · ἔφαντο δέ οἱ λυγρὸν ἕλκος
411
ἐξ ὀλοοῖο μόγοιο καὶ ἄλγεος ἰήσασθαι,
412
ἢν στρατὸν εἰσαφίκηται Ἀχαιικόν, ὅν ῥα καὶ αὐτὸν
413
φάντο μέγ’ἀσχαλάαν παρὰ νήεσιν ἠδὲ καὶ αὐτοὺς
414
Ἀτρείδας ἅμα τοῖσι · κακῶν δέ οἱ οὔτιν’Ἀχαιῶν
415
αἴτιον ἔμμεν’ἔφαντο κατὰ στρατόν, ἀλλ’ἀλεγεινὰς
416
μοίρας, ὧν ἑκὰς οὔτις ἀνὴρ ἐπινίσσεται αἶαν,
417
ἀλλ’αἰεὶ μογεροῖσιν ἐπ’ἀνδράσιν ἀπροτίοπτοι
418
στρωφῶντ’ἤματα πάντα, βροτῶν γένος ἄλλοτε μέν που
419
βλάπτουσαι κατὰ θυμὸν ἀμείλιχον, ἄλλοτε δ’αὖτε
420
ἔκποθι κυδαίνουσαι · ἐπεὶ μάλα πάντα βροτοῖσι
421
κεῖναι καὶ στονόεντα καὶ ἤπια μηχανόωνται
422
αὐταὶ ὅπως ἐθέλουσιν. δ’εἰσαΐων Ὀδυσῆος
423
ἠδὲ καὶ ἀντιθέου Διομήδεος αὐτίκα θυμὸν
424
ῥηιδίως κατέπαυσεν ἀνιηροῖο χόλοιο,
425
ἔκπαγλον τὸ πάροιθε χολούμενος, ὅσσ’ἐπεπόνθει.
426
οἱ δέ μιν αἶψ’ἐπὶ νῆα καὶ ἠιόνας βαρυδούπους
427
καγχαλόωντες ἔνεικαν ὁμῶς σφετέροισι βελέμνοις ·
428
καί ῥά οἱ ἀμφεμάσαντο δέμας καὶ ἀμείλιχον ἕλκος
429
σπόγγῳ ἐϋτρήτῳ, κατὰ δ’ἔκλυσαν ὕδατι πολλῷ.
430
ἀμπνύνθη δ’ἄρα τυτθόν · ἄφαρ δέ οἱ ἐγκονέοντες
431
δόρπον ἐῢν τεύξαντο μεμαότι · σὺν δὲ καὶ αὐτοὶ
432
δαίνυντ’ἔνδοθι νηός. ἐπήλυθε δ’ἀμβροσίη νύξ,
433
τοῖσι δ’ἐφ’ὕπνος ὄρουσε · μένον δ’ἄχρις Ἠριγενείης
434
ἀμφιάλου Λήμνοιο παρ’ᾐόσιν · αὐτὰρ ἅμ’ἠοῖ
435
πείσμαθ’ὁμῶς εὐνῇσιν ἐϋγνάμπτοισιν ἄειραν
436
ἔκτοθεν ἐγκονέοντες · ἐπιπροέηκε δ’Ἀθήνη
437
ἐξόπιθεν πνείοντα τανυπρώρου νεὸς οὖρον.
438
ἱστία δ’αἶψ’ἐτάνυσσαν ὑπ’ἀμφοτέροισι πόδεσσι,
439
νῆα κατιθύνοντες ἐΰζυγον · δ’ὑπ’ἰωῇ
440
ἔσσυτ’ἐπὶ πλατὺ χεῦμα · μέλαν δ’ἀμφέστενε κῦμα
441
ῥηγνύμενον · πολιὸς δὲ περίζεε πάντοθεν ἀφρός ·
442
ἀθφὶ δέ οἱ δελφῖνες ἀολλέες ἐσσεύοντο
443
ῥίμφα διαπρήσσοντες ἁλὸς πολιοῖο κέλευθα.
444
οἱ δ’ἄφαρ Ἑλλήσποντον ἐπ’ἰχθυόεντ’ἀφίκοντο,
445
ᾗχι καὶ ἄλλαι νῆες ἔσαν · κεχάροντο δ’Ἀχαιοί,
446
ὡς ἴδον οὓς ποθέεσκον ἀνὰ στρατόν. οἱ δ’ἄρα νηὸς
447
ἀσπασίως ἀπέβησαν · ἔχεν δ’ἄρα χεῖρας ἀραιὰς
448
Ποίαντος θρασὺς υἱὸς ἐπ’ἀνέρας, οἵ ῥά μιν ἄμφω
449
λυγρὸν ἐπισκάζοντα ποτὶ χθόνα δῖαν ἄγεσκον
450
ἀμφοτέρων κρατερῇσιν ἐπικλινθέντα χέρεσσιν ·
451
ἠΰτ’ἐνὶ ξυλόχοισιν ἐς ἥμισυ μέχρι κοπεῖσαν
452
φηγὸν ὑφ’ὑλοτόμοιο βίης πίονα πεύκην
453
τυτθὸν ἔθ’ἑστηυῖαν, ὅσον λίπε δρυτόμος ἀνὴρ.
454
πρέμνον ὑποτμήγων λιπαρόν, δάος ὄφρα πέληται
455
πίσσα πυρὶ δμηθεῖσα κατ’οὔρεα, τὴν δ’ἀλεγεινῶς
456
ἀχθομένην ἄνεμόςτε καὶ ἀδρανίη ποτικλίνῃ
9.456a
ἔρνεσιν εὐθαλέεσσι, φέρουσι δέ μιν βαρέουσαν ·
457
ὣς ἄρ’ὑπ’ἀτλήτῳ βεβαρημένον ἄλγεϊ φῶτα
458
θαρσαλέοι ἥρωες ἐπικλινθέντα φέρεσκον
459
Ἀργείων ἐς ὅμιλον ἀρήιον · οἱ δ’ἐσιδόντες
460
ᾤκτειραν μάλα πάντες ἑκηβόλον ἀνέρα λυγρῷ
461
ἕλκεϊ τειρόμενον · τὸν δὲ στερεὸν καὶ ἄνουσον
462
ὠκύτερον ποίησε νοήματος αἰψηροῖο
463
ἶσος ἐπουρανίοις Ποδαλείριος, εὖ μὲν ὕπερθε
464
πάσσων φάρμακα πολλὰ καθ’ἕλκεος, εὖ δὲ κικλήσκων
465
οὔνομα πατρὸς ἑοῖο · θοῶς δ’ἰάχησαν Ἀχαιοὶ
466
πάντες κυδαίνοντες ὁμῶς Ἀσκληπιοῦ υἷα.
467
καί μιν φαιδρύναντο καὶ ἀμφί χρῖσαν ἐλαίῳ
468
προφρονέως · ὀλοὴ δὲ κατηφείη καὶ ὀϊζὺς
469
ἀθανάτων ἰότητι κατέφθιτο · τοὶ δ’ἀνὰ θυμὸν
470
τέρποντ’εἰσορόωντες · δ’ἄμπνυεν ἐκ κακότητος ·
471
ἀχροίῃ δ’ἄρ’ἔρευθος ἐπήλυθεν, ἀργαλέῃ δὲ
472
ἀδρανίῃ μέγα κάρτος · ἀέξετο δ’ἅψεα πάντα.
473
ὡς δ’ὁπότ’ἀλδαίνηται ἐπὶ σταχύεσσιν ἄρουρα,
474
ἣν τὸ πάρος φθινύθουσαν ἐπέκλυσε χείματος αἰνοῦ
475
ὄμβρος ἐπιβρίσας, δ’ἀλθομένη ἀνέμοισι
476
μειδιάᾳ τεθαλυῖα πολυκμήτῳ ἐν ἀλωῇ ·
477
ὣς ἄρα τειρομένοιο Φιλοκτήταο πάροιθε
478
πᾶν δέμας αἶψ’ἀνέθηλεν · ἐϋτροχάλῳ δ’ἐνὶ κοίλῃ
479
κάλλιπε κήδεα πάντα, τά οἱ περιδάμνατο θυμόν.
480
Ἀτρεῖδαι δ’ὁρόωντες ἅτ’ἐκ θανάτου ἀνιόντα
481
ἀνέρα θαυμάζεσκον · ἔφαντο γὰρ ἔμμεναι ἔργον
482
ἀθανάτων · τὸ δ’ἄρ’ἦεν ἐτήτυμον, ὡς ἐνόησαν ·
483
καὶ γάρ οἱ μέγεθόςτε καὶ ἀγλαΐην κατέχευεν
484
ἐσθλὴ Τριτογένεια · φάνη δ’ἄφαρ, οἷος ἔην περ
485
τὸ πρὶν ἐν Ἀργείοισι πάρος κακότητι δαμῆναι.
486
καὶ τότ’ἄρ’ἐς κλισίην Ἀγαμέμνονος ἀφνειοῖο
487
πάντες ὁμῶς οἱ ἄριστοι ἄγον Ποιάντιον υἷα ·
488
καί μιν κυδαίνοντες ἐπ’εἰλαπίνῃσι γέραιρον.
489
ἀλλ’ὅτε δὴ κορέσαντο ποτοῦ καὶ ἐδητύος ἐσθλῆς,
490
δὴ τότε μιν προσέειπεν ἐϋμμελίης Ἀγαμέμνων ·
491
φίλ’, ἐπειδή περ σὲ θεῶν ἰότητι πάροιθε
492
Λήμνῳ ἐν ἀμφιάλῳ λίπομεν, βλαφθέντε νόημα,
493
μὴ δὴ νῦν χόλον αἰνὸν ἐνὶ φρεσὶ σῇσι βαλέσθαι ·
494
οὐ γάρ ἄνευ μακάρων τάδ’ἐρέξαμεν, ἀλλά που αὐτοὶ
495
ἤθελον ἀθάνατοι νῶιν κακὰ πολλὰ βαλέσθαι
496
σεῦ ἀπὸ νόσφιν ἐόντος, ἐπεὶ περίοιδας ὀϊστοῖς
497
δυσμενέας δάμνασθαι, ὅτ’ἀντία σεῖο μάχονται.
498
ἀνδράσι γὰρ βιότοιο πολυπλάγκτοιο κέλευθοι
499
πᾶσαν ἀν’ἤπειρον πέλαγόςτ’ἀνὰ μακρὸν ἄϊστοι
500
Μοιράων ἰότητι πολυσχιδέεςτε πέλονται,
501
πυκναίτε σκολιαίτε, τετραμμέναι ἄλλυδις ἄλλη ·
502
τῶν δὲ δι’αἰζηοὶ φορέονθ’ὑπὸ δαίμονος Αἴσῃ
503
εἰδόμενοι φύλλοισιν ὑπὸ πνοιῇς ἀνέμοιο
504
σευομένοις · ἀγαθὸς δὲ κακῇ ἐνέκυρσε κελεύθῳ
505
πολλάκις, οὐκ ἐσθλὸς δ’ἀγαθῇ · τὰς δ’οὔτ’ἀλέασθαι
506
οὔτ’ἄρ ἑκών τις ἑλέσθαι ἐπιχθόνιος δύνατ’ἀνήρ ·
507
χρὴ δὲ σαόφρονα φῶτα, καὶ ἢν φορέηθ’ὑπ’ἀέλλαις
508
οἴμην ἀργαλέην, στερεῇ φρενὶ τλῆναι ὀϊζύν.
509
ἀλλ’ἐπεὶ ἀασάμεσθα καὶ ἠλίτομεν τόδε ἔργον,
510
ἐξαῦτις δώροισιν ἀρεσσόμεθ’ἀπλήτοισι,
511
Τρώων ἤν ποθ’ἕλωμεν ἐϋκτίμενον πτολίεθρον ·
512
νῦν δὲ λάβ’ἑπτὰ γυναῖκας ἐείκοσίτ’ὠκέας ἵππους
513
ἀθλοφόρους τρίποδάςτε δυώδεκα, τοῖς ἐπὶ θυμὸν
514
τέρψεις ἤματα πάντα · καὶ ἐν κλισίῃσιν ἐμῇσιν
515
αἰεί τοι παρὰ δαιτὶ γέρας βασιλήιον ἔσται.
516
ὣς εἰπὼν ἥρωι πόρεν περικαλλέα δῶρα.
517
τὸν δ’ἄρα Ποίαντος προσέφη κρατερόφρονος υἱός ·
518
φίλος, οὔ τοι ἐγὼν ἔτι χώομαι, οὐ δὲ μὲν ἄλλῳ
519
Ἀργείων, τῶν εἴ τις ἔτ’ἤλιτεν εἵνεκ’ἐμεῖο ·
520
οἶδα γάρ, ὡς στρεπτὸς νόος ἀνδράσι γίνεται ἐσθλοῖς,
521
οὐ δ’αἰεὶ χαλεπὸν θέμις ἔμμεναι οὐ δ’ἀσύφηλον,
522
ἀλλ’ὁτὲ μὲν σμερδνὸν τελέθειν, ὁτὲ δ’ἤπιον εἶναι.
523
νῦν δ’ἴομεν ποτὶ κοῖτον, ἐπεὶ χατέοντι μάχεσθαι
524
βέλτερον ὑπνώειν ἐπὶ πλέον εἰλαπινάζειν.
525
ὣς εἰπών ἀπόρουσε καὶ ἐς κλισίην ἀφίκανε
526
σφῶν ἑτάρων · οἱ δ’αἶψα φιλοπτολέμῳ βασιλῆι
527
εὐνὴν ἐντύνοντο μέγα φρεσὶ καγχαλόωντες ·
528
αὐτὰρ γ’ἀσπασίως κατελέξατο μέχρις ἐπ’ἠῶ.
529
νὺξ δ’ἀνεχάσσατο δῖα · φάος δ’ἐρύθηνε κολώνας
530
ἠελίου, καὶ πάντα βροτοὶ περιποίπνυον ἔργα.
531
Ἀργεῖοι δ’ὀλοοῖο μέγ’ἱέμενοι πολέμοιο
532
οἱ μὲν δούρατα θῆγον ἐΰξοα, τοὶ δὲ βέλεμνα,
533
ἄλλοι δ’αἰγανέας · ἅμα δ’ἠοῖ δαῖτα πένοντο
534
αὐτοῖς ἠδ’ἵπποισι · πάσαντο δὲ πάντες ἐδωδήν.
535
τοῖσιν δὴ Ποίαντος ἀμύμονος ὄβριμος υἱός
536
τοῖον ἔπος μετέειπεν ἐποτρύνων πονέεσθαι ·
537
εἰ δ’ἄγε νῦν πολέμοιο μεδώμεθα · μη δέ τις ἡμέων
538
μιμνέτω ἐν νήεσσι, πάρος κλυτὰ τείχεα λῦσαι
539
Τροίης εὐπύργοιο, καταπρῆσαίτε πόληα.
540
ὣς φάτο · τοῖσι δὲ θυμὸς ὑπὸ κραδίῃ μέγ’ἰάνθη ·
541
δῦσαν δ’ἐν τεύχεσσι καὶ ἀσπίσιν · ἐκ δ’ἄρα νηῶν
542
πανσυδίῃ μελίῃσι κεκασμένοι ἐσεύοντο
543
καὶ βοέοις σακέεσσι καὶ ἀμφιφάλοις κορύθεσσιν ·
544
ἄλλος δ’ἄλλον ἔρειδε κατὰ στίχας · οὐ δέ κε φαίης
545
κείνων ἐσσυμένων ἑκὰς ἔμμεναι ἄλλον ἀπ’ἄλλου ·
546
ὣς ἄρ’ἴσαν θαμινοὶ καὶ ἀρηρότες ἀλλήλοισι