Quintus

Posthomerica, 6

1
Ἠὼς δ’Ὠκεανοῖο ῥόον καὶ λέκτρα λιποῦσα
2
Τιθωνοῦ προσέβη μέγαν οὐρανόν, ἀμφὶ δὲ πάντη
3
κίδνατο παμφανόωσα · γέλασσε δὲ γαῖα καὶ αἰθήρ ·
4
τοὶ δ’εἰς ἔργα τράποντο βροτοὶ ῥεῖα φθινύθοντες ·
5
ἄλλος δ’ἀλλοίοισιν ἐπῴχετο · αὐτὰρ Ἀχαιοὶ
6
εἰς ἀγορὴν ἐχέοντο καλεσσαμένου Μενελάου ·
7
καί ῥ’ὅτε δὴ μάλα πάντες ἀνὰ στρατὸν ἠγερέθοντο,
8
δὴ τότ’ἐνὶ μέσσοισιν ἀγειρομένοισι μετηύδα ·
9
κέκλυτε μῦθον ἐμεῖο, θεηγενέες βασιλῆες,
10
ὡς ἐρέω · μέγα γάρ μοι ἐνὶ φρεσὶ τείρεται ἦτορ
11
λαῶν ὀλλυμένων, οἵ ῥ’ἤλυθον εἵνεκ’ἐμεῖο
12
δῆριν ἐς ἀργαλέην, τοὺς οὐχ ὑποδέξεται οἶκος,
13
οὐ τοκέες · πολέας γὰρ ὑπέκλασε δαίμονος Αἶσα.
14
ὡς ὄφελον Θανάτοιο βαρὺ σθένος ἀτλήτοιο
15
αὐτῷ ἐμοὶ ἐπόρουσε πρὶν ἐνθάδε λαὸν ἀγεῖραι ·
16
νῦν δέ μοι ἀλλήκτους ὀδύνας ἐνεθήκατο δαίμων,
17
ὄφρ’ὁρόω κακὰ πολλά · τίς ἂν φρεσὶ γηθήσειεν
18
εἰσορόων ἐπὶ δηρὸν ἀμήχανα ἔργα μόθοιο;
19
ἀλλ’ἄγεθ’ὅσσοι ἔτ’εἰμὲν ἐπ’ὠκυπόροισι νέεσσι
20
καρπαλίμως φεύγωμεν ἑὴν ἐπὶ γαῖαν ἕκαστος,
21
Αἴαντος φθιμένοιο πολυσθενέοςτ’Ἀχιλῆος,
22
τῶν ἐγὼ οὐκ ὀΐω κταμένων ὑπαλύξαι ὄλεθρον
23
ἡμέας, ἀλλ’ὑπὸ Τρωσὶ δαμήμεναι ἀργαλέοισιν
24
εἵνεκ’ἐμεῦ Ἑλένηςτε κυνώπιδος, ἧς νύ μοι οὔτι
25
μέμβλεται ὡς ὑμέων, ὁπότε κταμένους ἐσίδωμαι
26
ἐν πολέμῳ · κείνη δ’ἀλαπαδνοτάτῳ σὺν ἀκοίτῃ
27
ἐρρέτω · ἐκ γάρ οἱ πινυτὰς φρένας εἵλετο δαίμων
28
ἐκ κραδίης, ὅτ’ἐμεῖο λίπεν δόμον ἠδὲ καὶ εὐνήν.
29
ἀλλὰ τὰ μὲν κείνης Πριάμῳ καὶ Τρωσὶ μελήσει ·
30
ἡμεῖς δ’αἶψα νεώμεθ’, ἐπεὶ πολὺ λώιόν ἐστιν
31
ἐκφυγέειν πολέμοιο δυσηχέος ἀπολέσθαι.
32
ὣς ἔφατ’Ἀργείων πειρώμενος · ἄλλα δέ οἱ κῆρ
33
ἐν κραδίῃ πόρφυρε περὶ ζηλήμονι θυμῷ,
34
Τρῶας ὅπως ὀλέσῃ καὶ τείχεα μακρὰ πόληος
35
ῥήξῃ ἐκ θεμέθλων, μάλα δ’αἵματος ἄσῃ Ἄρηα
36
δίου Ἀλεξάνδροιο μετὰ φθιμένοισι πεσόντος ·
37
οὐ γάρ τι ζήλοιο πέλει στυγερώτερον ἄλλο.
38
καὶ τὰ μὲν ὣς ὥρμαινεν, ἑῇ δ’ἐπιίζανεν ἕδρῃ.
39
καὶ τότε Τυδείδης ἐγχέσπαλος ὦρτ’ἐνὶ μέσσοις,
40
καί ῥα θοῶς νείκεσσεν ἀρηίφιλον Μενέλαον ·
41
δείλ’Ἀτρέος υἱέ, τί νύ σε δεῖμα κιχάνει
42
ἀργαλέον, καὶ τοῖα μετ’Ἀργείοις ἀγορεύεις,
43
ὡς πάϊς ἠὲ γυνή, τῶνπερ σθένος ἔστ’ἀλαπαδνόν;
44
ἀλλὰ σοὶ οὐ πείσονται Ἀχαιῶν φέρτατοι υἷες
45
πρὶν Τροίης κρήδεμνα ποτὶ χθόνα πάντα βαλέσθαι ·
46
θάρσος γὰρ μερόπεσσι κλέος μέγα, φύζα δ’ὄνειδος.
47
εἰ δ’ἄρα τις καὶ τῶνδ’ἐπιπείσεται, ὡς ἐπιτέλλεις,
48
αὐτίκα οἱ κεφαλὴν τεμέω ἰόεντι σιδήρῳ,
49
ῥίψω δ’οἰωνοῖσιν ἀερσιπέτῃσιν ἐδωδήν.
50
ἀλλ’ἄγεθ’, οἷσι μέμηλεν ὀρινέμεναι μένε’ἀνδρῶν,
51
λαοὺς αὐτίκα πάντας ὀτρυνάντων κατὰ νῆας
52
δούρατα θηγέμεναι, παράτ’ἀσπίδας ἄλλατε πάντα
53
εὖ θέσθαι, καὶ δεῖπνον ἄφαρ πάσσασθαι ἅπαντας
54
ἀνέρας ἠδ’ἵππους, οἵτ’ἐς πόλεμον μεμάασιν ·
55
ἐν πεδίῳ δ’ὤκιστα διακρινέει μένος Ἄρης.
56
ὣς φάτο Τυδείδης · κατὰ δ’ἕζετο, ᾗχι πάρος περ ·
57
τοῖσι δὲ Θέστορος υἱὸς ἔπος ποτὶ τοῖον ἔειπεν
58
ἀνστὰς ἐν μέσσοισιν, ὅπῃ θέμις ἔστ’ἀγορεύειν ·
59
κέκλυτέ μευ, φίλα τέκνα μενεπτολέμων Ἀργείων ·
60
ἴστε γάρ, ὡς σάφα οἶδα θεοπροπίας ἀγορεύειν.
61
ἤδη μὲν καὶ πρόσθ’ἐφάμην δεκάτῳ λυκάβαντι
62
πέρσειν Ἴλιον αἰπύ · τὸ δὴ νῦν ἐκτελέουσιν
63
ἀθάνατοι · νίκη δὲ πέλει παρὰ ποσσὶν Ἀχαιῶν.
64
ἀλλ’ἄγε, Τυδέος υἷα μενεπτόλεμόντ’Ὀδυσῆα
65
πέμψωμεν Σκῦρον δὲ θοῶς ἐν νηὶ μελαίνῃ,
66
οἵ ῥα παραιπεπιθόντες Ἀχιλλέος ὄβριμον υἷα
67
ἄξουσιν · μέγα δ’ἄμμι φάος πάντεσσι πελάσσει.
68
ὣς φάτο Θέστορος υἱὸς ἐΰφρονος · ἀμφὶ δὲ λαοὶ
69
γηθόσυνοι κελάδησαν, ἐπεί σφισιν ἦτορ ἐώλπει
70
Κάλχαντος φάτιν ἔμμεν’ἐτήτυμον, ὡς ἀγόρευε ·
71
καὶ τότε Λαέρταο πάϊς μετέειπεν Ἀχαιοῖς ·
72
φίλοι, οὐκέτ’ἔοικε μεθ’ὑμῖν πόλλ’ἀγορεύειν
73
σήμερον · ἐν γὰρ δὴ κάματος πέλει ἀχνυμένοισιν ·
74
οἶδα γὰρ ὡς λαοῖσι κεκμηκόσιν οὔτ’ἀγορητὴς
75
ἁνδάνει οὔτ’ἄρ’ἀοιδός, ὃν ἀθάνατοι φιλέουσι
76
Πιερίδες · παύρων δ’ἐπέων ἔρος ἔνθ’ἀνθρώποις.
77
νῦν δ’, ὅπερ εὔαδε πᾶσι κατὰ στρατὸν Ἀργείοισι,
78
Τυδείδαο μάλιστα συνεσπομένου τελέσαιμι ·
79
ἄμφω γάρ κεν ἰόντε φιλοπτολέμου Ἀχιλῆος
80
ἄξομεν ὄβριμον υἷα παρακλίναντ’ἐπέεσσιν,
81
εἰ καί μιν μάλα πολλὰ κινυρομένη κατερύκει
82
μήτηρ ἐν μεγάροισιν, ἐπεὶ κρατεροῖο τοκῆος
83
ἔλπομ’ἐμὸν κατὰ θυμὸν ἀρήιον ἔμμεναι υἷα.
84
ὣς φάμενον προσέειπε πύκα φρονέων Μενέλαος ·
85
Ὀδυσεῦ, μέγ’ὄνειαρ ἐϋσθενέων Ἀργείων,
86
ἤνπερ Ἀχιλλῆος μεγαλόφρονος ὄβριμος υἱὸς
6.86a
σῇσι παραιφασίῃσι λιλαιομένοισιν ἀρωγὸς
87
ἔλθοι ἀπὸ Σκύροιο πόροι δέ τις Οὐρανιώνων
88
νίκην εὐχομένοισι καὶ Ἑλλάδα γαῖαν ἵκωμαι,
89
δώσω οἱ παράκοιτιν ἐμὴν ἐρικυδέα κούρην
90
Ἑρμιόνην, καὶ πολλὰ καὶ ὄλβια δῶρα σὺν αὐτῇ
91
προφρονέως · οὐ γάρ μιν ὀΐομαι οὔτε γυναῖκα
92
οὔτ’ἄρα πενθερὸν ἐσθλὸν ὑπερφιάλως ὀνόσασθαι.
93
ὣς ἄρ’ἔφη · Δαναοὶ δὲ συνευφήμησαν ἔπεσσι.
94
καὶ τότε λῦτ’ἀγορή · τοὶ δ’ἐσκίδναντ’ἐπὶ νῆας
95
ἱέμενοι δείπνοιο, τὸ δὴ πέλει ἀνδράσιν ἀλκή ·
96
καί ῥ’ὅτε δὴ παύσαντο κορεσσάμενοι μέγ’ἐδωδῆς,
97
δὴ τόθ’ὁμῶς Ὀδυσῆι περίφρονι Τυδέος υἱὸς
98
νῆα θοὴν εἴρυσσεν ἀπειρεσίης ἁλὸς εἴσω ·
99
καρπαλίμως δ’ἤια καὶ ἄρμενα πάντα βάλοντο ·
100
ἐν δὲ καὶ αὐτοὶ ἔβαν · μετὰ δέ σφισιν εἴκοσι φῶτες
101
ἴδμονες εἰρεσίης, ὁπότ’ἀντίαι ὦσιν ἄελλαι,
102
ἠδ’ὁπότ’εὐρέα πόντον ὑποστορέῃσι γαλήνη.
103
καί ῥ’ὅτε δὴ κληῖσιν ἐπ’εὐτύκτοισι κάθισσαν,
104
τύπτον ἁλὸς μέγα κῦμα · πολὺς δ’ἀμφέζεεν ἀφρός ·
105
ὑγραὶ δ’ἀμφ’ἐλάτῃσι διεπρήσσοντο κέλευθοι
106
νηὸς ἐπεσσυμένης · τοὶ δ’ἱδρώοντες ἔρεσσον ·
107
ὡς δ’ὅθ’ὑπὸ ζεύγλῃσι βόες μέγα κεκμηῶτες
108
δουρατέην ἐρύσωσι πρόσω μεμαῶτες ἀπήνην
109
ἄχθεϊ τετριγυῖαν ὑπ’ἄξονι δινήεντι
110
τειρόμενοι, πουλὺς δὲ κατ’αὐχένος ἠδὲ καὶ ὤμων
111
ἱδρὼς ἀμφοτέροισι κατέσσυται ἄχρις ἐπ’οὖδας ·
112
ὣς τῆμος μογέεσκον ὑπὸ στιβαρῇς ἐλάτῃσιν
113
αἰζηοί · μάλα δ’ὦκα διήνυον εὐρέα πόντον.
114
τοὺς δ’ἄλλοι μὲν Ἀχαιοὶ ἀποσκοπίαζον ἰόντας ·
115
θῆγον δ’αἰνὰ βέλεμνα καὶ ἔγχεα, τοῖσι μάχοντο.
116
Τρῶες δ’ἄστεος ἐντὸς ἀταρβέες ἐντύνοντο
117
ἐς πόλεμον μεμαῶτες ἰδ’εὐχόμενοι μακάρεσσι
118
λωφῆσαίτε φόνοιο καὶ ἀμπνεῦσαι καμάτοιο.
119
τοῖσι δ’ἐελδομένοισι θεοὶ μέγα πήματος ἄλκαρ
120
ἤγαγον Εὐρύπυλον κρατεροῦ γένος Ἡρακλῆος ·
121
καί οἱ λαοὶ ἕποντο δαήμονες ἰωχμοῖο
122
πολλοί, ὅσοι δολιχοῖο παρὰ προχοῇσι Καΐκου
123
ναίεσκον κρατερῇσι πεποιθότες ἐγχείῃσιν.
124
ἀμφὶ δέ οἱ κεχάροντο μέγα φρεσὶ Τρώιοι υἷες ·
125
ὡς δ’ὁπόθ’ἕρκεος ἐντὸς ἐεργμένοι ἀθρήσωσιν
126
ἥμεροι ἀνέρα χῆνες, ὅτις σφίσιν εἴδατα βάλλῃ,
6.126a
ἀμφὶ δέ μιν στομάτεσσι περισταδὸν ἰύζοντες
127
σαίνουσιν, τοῦ δ’ἦτορ ἰαίνεται εἰσορόωντος ·
128
ὣς ἄρα Τρώιοι υἷες ἐγήθεον, εὖτ’ἐσίδοντο
129
ὄβριμον Εὐρύπυλον, τοῦ δ’ἐν φρεσὶ θαρσαλέον κῆρ
130
τέρπετ’ἀγειρομένοισιν · ἀπὸ προθύρων δὲ γυναῖκες
131
θάμβεον ἀνέρα δῖον · δ’ἔξοχος ἔσσυτο λαῶν
132
ἠΰτε τις θώεσσι λέων ἐν ὄρεσσι μετελθών.
133
τὸν δὲ Πάρις δείδεκτο, τίεν δέ μιν Ἕκτορι ἶσον ·
134
τοῦ γὰρ ἀνεψιὸς ἔσκεν, ἰῆςτ’ἐτέτυκτο γενέθλης ·
135
τὸν γὰρ δὴ τέκε δῖα κασιγνήτη Πριάμοιο
136
Ἀστυόχη κρατερῇσιν ὑπ’ἀγκοίνῃσι μιγεῖσα
137
Τηλέφου, ὅν ῥα καὶ αὐτὸν ἀταρβέϊ Ἡρακλῆι
138
λάθρῃ ἑοῖο τοκῆος ἐϋπλόκαμος τέκεν Αὔγη ·
139
καί μιν τυτθὸν ἐόντα καὶ ἰσχανόωντα γάλακτος
140
θρέψε θοή ποτε κεμμάς, ἑῷ δ’ἴσα φίλατο νεβρῷ
141
μαζὸν ὑποσχομένη βουλῇ Διός · οὐ γὰρ ἐῴκει
142
ἔκγονον Ἡρακλῆος ὀϊζυρῶς ἀπολέσθαι.
143
τοῦ δ’ἄρα κύδιμον υἷα Πάρις μάλα πρόφρονι θυμῷ
144
ἦγεν ἑὸν ποτὶ δῶμα δι’εὐρυχόροιο πόληος
145
σῆμα πάρ’Ἀσσαράκοιο καὶ Ἕκτορος αἰπὰ μέλαθρα
146
νηόντε ζάθεον Τριτωνίδος, ἔνθα οἱ ἄγχι
147
δώματ’ἔσαν καὶ βωμὸς ἀκήρατος Ἑρκείοιο ·
148
καί μιν ἀδελφειῶν πηῶνθ’ὕπερ ἠδὲ τοκήων
149
εἴρετο προφρονέως · δέ οἱ μάλα πάντ’ἀγόρευεν ·
150
ἄμφω δ’ὣς ὀάριζον ἅμ’ἀλλήλοισι κιόντες.
151
ἦλθον δ’ἐς μέγα δῶμα καὶ ὄλβιον · ἔνθα δ’ἄρ’ἧστο
152
ἀντιθέη Ἑλένη Χαρίτων ἐπιειμένη εἶδος ·
153
καί ῥά μιν ἀμφίπολοι πίσυρες περιποιπνύεσκον,
154
ἄλλαι δ’αὖτ’ἀπάνευθεν ἔσαν κλειτοῦ θαλάμοιο
155
ἔργα τιτυσκόμεναι, ὁπόσα δμωῇσιν ἔοικεν.
156
Εὐρύπυλον δ’Ἑλένη μέγ’ἐθάμβεεν εἰσορόωσα,
157
κεῖνος δ’αὖθ’Ἑλένην · μετὰ δ’ἀλλήλους ἐπέεσσιν
158
ἄμφω δεικανόωντο δόμῳ ἐνὶ κηώεντι ·
159
δμῶες δ’αὖτε θρόνους δοιὼ θέσαν ἐγγὺς ἀνάσσης ·
160
αἶψα δ’Ἀλέξανδρος κατ’ἄρ’ἕζετο, πὰρ δ’ἄρα τῷ γε
161
Εὐρύπυλος. λαοὶ δὲ πρὸ ἄστεος αὖλιν ἔθεντο,
162
ᾗχι φυλακτῆρες Τρώων ἔσαν ὀβριμόθυμοι ·
163
αἶψα δὲ τεύχεα θῆκαν ἐπὶ χθόνα, πὰρ δὲ καὶ ἵππους
164
στῆσαν ἔτι πνείοντας ὀϊζυροῖο μόγοιο ·
165
ἐν δὲ φάτνῃσι βάλοντο, τάτ’ὠκέες ἵπποι ἔδουσι.
166
καὶ τότε νὺξ ἐπόρουσε, μελαίνετο δ’αἶα καὶ αἰθήρ ·
167
οἱ δ’ἄρα δαῖτ’ἐπάσαντο πρὸ τείχεος αἰπεινοῖο
168
Κήτειοι Τρῶέςτε · πολὺς δ’ἐπὶ μῦθος ὀρώρει
169
δαινυμένων · πάντῃ δὲ πυρὸς μένος αἰθαλόεντος
170
δαίετο πὰρ κλισίῃσιν · ἐπίαχε δ’ἠπύτα σῦριγξ
171
αὐλοίτε λιγυροῖσιν ἀρηράμενοι καλάμοισιν,
172
ἀμφὶ δὲ φορμίγγων ἰαχὴ πέλεν ἱμερόεσσα.
173
Ἀργεῖοι δ’ἀπάνευθεν ἐθάμβεον εἰσορόωντες
6.173a
ἐν πεδίῳ πυρὰ πολλὰ καὶ ἄσπετον εἰσαΐοντες
174
αὐλῶν φορμίγγωντ’ἰαχὴν ἀνδρῶν καὶ ἵππων
175
σύριγγόςθ’, δαιτὶ μεταπρέπει ἠδὲ νομεῦσι ·
176
τοὔνεκ’ἄρ’οἷσιν ἕκαστος ἐπὶ κλισίῃσι κέλευσε
177
νῆας ἀμοιβαίῃσι φυλασσέμεν ἄχρις ἐς ἠῶ,
178
μή σφεας Τρῶες ἀγαυοὶ ἐνιπρήσωσι κιόντες
179
οἵ ῥα τότ’αἰπεινοῖο πρὸ τείχεος εἰλαπίναζον.
180
ὣς δ’αὕτως κατὰ δώματ’Ἀλεξάνδροιο δαΐφρων
181
δαίνυτο Τηλεφίδης μετ’ἀγακλειτῶν βασιλήων ·
182
πολλὰ δ’ἄρα Πρίαμόςτε καὶ ἄλλοι Τρώιοι υἷες
183
ἑξείης ηὔχοντο μιγήμεναι Ἀργείοισιν
184
αἴσῃ ἐν ἀργαλέῃ · δ’ὑπέσχετο πάντα τελέσσειν.
185
αὐτὰρ ἐπεὶ δόρπησαν, ἔβαν ποτὶ δώμαθ’ἕκαστος ·
186
Εὐρύπυλος δ’αὐτοῦ κατελέξατο βαιὸν ἄπωθεν
187
ἐς τέγος εὐποίητον, ὅπῃ πάρος αὐτὸς ἴαυεν
188
ἠῢς Ἀλέξανδρος μετ’ἀγακλειτῆς ἀλόχοιο ·
189
κεῖνο γὰρ ἔκπαγλόντε καὶ ἔξοχον ἔπλετο πάντων ·
190
ἔνθ’ γε λέξατ’ἰών · τοὶ δ’ἄλλοσε κοῖτον ἕλοντο
191
μέχρις ἐπ’Ἠριγένειαν ἐΰθρονον. αὐτὰρ ἅμ’ἠοῖ
192
Τηλεφίδης ἀνόρουσε καὶ ἐς στρατὸν εὐρὺν ἵκανε
193
σύντ’ἄλλοις βασιλεῦσιν, ὅσοι κατὰ Ἴλιον ἦσαν ·
194
λαοὶ δ’αὐτίκ’ἔδυσαν ἐν ἔντεσι μαιμώωντες,
195
πάντες ἐνὶ πρώτοισι λιλαιόμενοι πονέεσθαι ·
196
ὣς δὲ καὶ Εὐρύπυλος μεγάλοις περικάτθετο γυίοις
197
τεύχεα μαρμαρέῃσιν ἐειδόμενα στεροπῇσι ·
198
καί οἱ δαίδαλα πολλὰ κατ’ἀσπίδα δῖαν ἔκειτο,
199
ὁππόσα πρόσθεν ἔρεξε θρασὺ σθένος Ἡρακλῆος.
200
ἐν μὲν ἔσαν βλοσυρῇσι γενειάσι λιχμώωντες
201
δοιὼ κινυμένοισιν ἐοικότες οἶμα δράκοντες
202
σμερδαλέον μεμαῶτες · δέ σφεας ἄλλοθεν ἄλλον
203
νηπίαχός περ ἐὼν ὑπεδάμνατο · καί οἱ ἀταρβὴς
204
ἔσκε νόος καὶ θυμός, ἐπεὶ Διὶ κάρτος ἐῴκει
205
ἐξ ἀρχῆς · οὐ γάρ τι θεῶν γένος Οὐρανιώνων
206
ἄπρηκτον τελέθει καὶ ἀμήχανον, ἀλλά οἱ ἀλκὴ
207
ἕσπετ’ἀπειρεσίη καὶ νηδύος ἔνδον ἐόντι.
208
ἐν δὲ Νεμειαίοιο βίη ἐτέτυκτο λέοντος
209
ὀβρίμου Ἡρακλῆος ὑπὸ στιβαρῇσι χέρεσσι
210
τειρόμενος κρατερῶς · βλοσυρῇς δέ οἱ ἀμφὶ γένυσσιν
211
αἱματόεις ἀφρὸς ἔσκεν · ἀποπνείοντι δ’ἐῴκει.
212
ἄγχι δέ οἱ πεπόνητο μένος πολυδειράδος ὕδρης
213
αἰνὸν λιχμώωσα · καρήατα δ’ἀλγινόεντα
214
ἄλλα μὲν ἄρ δέδμητο κατὰ χθονός, ἄλλα δ’ἄεξεν
215
ἐξ ὀλίγων μάλα πολλά · πόνος δ’ἔχεν Ἡρακλῆα
216
θαρσαλέοντ’Ἰόλαον, ἐπεὶ κρατερὰ φρονέοντε
217
ἄμφω, μὲν τέμνεσκε καρήατα μαιμώωντα
218
ἅρπῃ ὑπ’ἀγκυλόδοντι θοῶς, δὲ καῖε σιδήρῳ
219
αἰθομένῳ · κρατερὴ δὲ κατήνυτο θηρὸς ὁμοκλή.
220
ἑξείης δ’ἐτέτυκτο βίη συὸς ἀκαμάτοιο
221
ἀφριόων γενύεσσι · φέρεν δέ μιν, ὡς, ἐτεόν περ,
222
ζωὸν ἐς Εὐρυσθῆα μέγα σθένος Ἀλκείδαο.
223
κεμμὰς δ’εὖ ἤσκητο θοὴ πόδας, τ’ἀλεγεινῶν
224
ἀμφὶ περικτιόνων μέγ’ἐσίνετο πᾶσαν ἀλωήν ·
225
καὶ τὴν μὲν χρυσέοιο κεράατος ὄβριμος ἥρως
226
ἄμφεχεν οὐλομένοιο πυρὸς πνείουσαν ἀϋτμήν.
227
ἀμφὶ δ’ἄρα στυγεραὶ Στυμφηλίδες, αἱ μὲν ὀϊστοῖς
228
βλήμεναι ἐν κονίῃσιν ἀπέπνεον, αἱ δ’ἔτι φύζης
229
μνωόμεναι πολιοῖο δι’ἠέρος ἐσσεύοντο ·
230
τῇσι δ’ἔφ’Ἡρακλέης κεχολωμένος ἄλλον ἐπ’ἄλλῳ
231
ἰὸν ἀεὶ προΐαλλε μάλα σπεύδοντι ἐοικώς.
232
ἐν δὲ καὶ Αὐγείαο μέγας σταθμὸς ἀντιθέοιο
233
τεχνήεις ἤσκητο κατ’ἀκαμάτοιο βοείης ·
234
τῷ δ’ἄρα θεσπεσίοιο βαθὺν ῥόον Ἀλφειοῖο
235
ὄβριμος Ἡρακλέης ἐπαγίνεεν · ἀμφὶ δὲ Νύμφαι
236
θάμβεον ἄσπετον ἔργον. ἀπόπροθι δ’ἔπλετο ταῦρος
237
πύρπνοος, ὅν ῥα καὶ αὐτὸν ἀμαιμάκετόν περ ἐόντα
238
γνάμπτε βίῃ κρατεροῖο κεράατος · οἱ δέ οἱ ἄμφω
239
ἀκάματοι μυῶνες ἐρειδομένοιο τέταντο ·
240
καί ῥ’ μέν ὡς μυκηθμὸν ἱεὶς πέλεν. ἄγχι δ’ἄρ’αὐτοῦ
241
ἀμφὶ σάκος πεπόνητο θεῶν ἐπιειμένη εἶδος
242
Ἱππολύτη · καὶ τὴν μὲν ὑπὸ κρατερῇσι χέρεσσι
243
δαιδαλέου ζωστῆρος ἀμερσέμεναι μενεαίνων
244
εἶλε κόμης ἵπποιο κατ’ὠκέος · αἱ δ’ἀπάτερθεν
245
ἄλλαι ὑποτρομέεσκον Ἀμαζόνες. ἀμφὶ δὲ λυγραὶ
246
Θρηικίην ἀνά γαῖαν ἔσαν Διομήδεος ἵπποι
247
ἀνδροβόροι · καί τάς μέν ἐπὶ στυγερῇσι φάτνῃσιν
248
αὐτῷ σύν βασιλῆι κακὰ φρονέοντι δάϊξεν.
249
ἐν δὲ καὶ ἀκαμάτοιο δέμας πέλε Γηρυονῆος
250
τεθναότος παρὰ βουσί · καρήατα δ’ἐν κονίῃσιν
251
αἱματόεντα κέχυντο βίῃ ῥοπάλοιο δαμέντα ·
252
πρόσθε δέ οἱ δέδμητο κύων ὀλοώτατος ἄλλων
253
ὄρθρος, ἀνιηρῷ ἐναλίγκιος ὄβριμον ἀλκὴν
254
Κερβέρῳ, ὅς ῥά οἱ ἔσκεν ἀδελφεός · ἀμφὶ δ’ἔκειτο
255
βουκόλος Εὐρυτίων μεμορυγμένος αἵματι πολλῷ.
256
ἀμφὶ δέ χρύσεα μῆλα τετεύχατο μαρμαίροντα
257
Ἑσπερίδων ἀνὰ πρέμνον ἀκήρατον · ἀμφὶ δ’ἄρ’αὐτῷ
258
σμερδαλέος δέδμητο δράκων · ταὶ δ’ἄλλοθεν ἄλλαι
259
πτώσσουσαι θρασύν υἷα Διός μεγάλοιο φέβοντο.
260
ἐν δ’ἄρ’ἔην μέγα δεῖμα καὶ ἀθανάτοισιν ἰδέσθαι
261
Κέρβερος, ὅν ῥ’ἀκάμαντι Τυφωέϊ γείνατ’Ἔχιδνα
262
ἄντρῳ ὑπ’ὀκρυόεντι μελαίνης ἀγχόθι νυκτὸς
6.262a
ἀργαλέης · δ’ἄρ’ἦεν ἀεικέλιόν τι πέλωρον
263
ἀμφ’ὀλοῇσι πύλῃσι πολυκλαύτου Ἀΐδαο
264
εἴργων νεκρὸν ὅμιλον ὑπ’ἠερόεντι βερέθρῳ ·
265
ῥεῖα δέ μιν Διός υἱὸς ὑπὸ πληγῇσι δαμάσσας
266
ἦγε καρηβαρέοντα παρὰ Στυγὸς αἰπὰ ῥέεθρα,
267
ἕλκων οὐκ ἐθέλοντα βίῃ πρὸς ἀήθεα χῶρον
268
θαρσαλέως. ἐτέτυκτο δ’ἀπόπροθεν ἄγκεα μακρὰ
269
Καυκάσου · ἀμφὶ δὲ δεσμὰ Προμηθέος ἄλλυδις ἄλλα
270
αὐτῇς σὺν πέτρῃσιν ἀναρρήξας ἀραρυίαις
271
λῦε μέγαν Τιτῆνα · λυγρὸς δέ οἱ ἀγχόθι κεῖτο
272
αἰετὸς ἀλγινόεντι δέμας βεβλημένος ἰῷ.
273
Κενταύρων δ’ἐτέτυκτο πολυσθενέων μέγα κάρτος
274
ἀμφὶ Φόλοιο μέλαθρον · ἔρις δ’ὀρόθυνε καὶ οἶνος
275
ἀντίον Ἡρακλῆι τεράατα κεῖνα μάχεσθαι ·
276
καὶ ῥ’οἱ μὲν πεύκῃσι περὶ δμηθέντες ἔκειντο,
277
τὰς ἔχον ἐν χείρεσσι μάχης ἄκος · οἱ δ’ἔτι μακρῇς
278
δηριόωντ’ἐλάτῃσι μεμαότες, οὐ δ’ἀπέληγον
279
ὑσμίνης · πάντων δὲ καρήατα δεύετο λύθρῳ
280
θεινομένων ἀνὰ δῆριν ἀμείλιχον, ὡς ἐτεόν περ ·
281
οἴνῳ δ’αἷμα μέμικτο, συνηλοίητο δὲ πάντα
282
εἴδατα καὶ κρητῆρες ἐΰξεστοίτε τράπεζαι.
283
Νέσσον δ’αὖθ’ἑτέρωθι παρὰ ῥόον Εὐηνοῖο
284
κείνης ἐκπροφυγόντα μάχης ὑπεδάμνατ’ὀϊστῷ
285
ἀμφ’ἐρατῆς ἀλόχοιο χολούμενος, ἐν δ’ἐτέτυκτο
286
ὀβρίμου Ἀνταίοιο μέγα σθένος, ὅν ῥα καὶ αὐτὸν
287
ἀμφὶ παλαισμοσύνης ἄμοτον περιδηριόωντα
288
ὑψοῦ ἀειράμενος κρατερῇς συνέαξε χέρεσσι.
289
κεῖτο δ’ἐπὶ προχοῇσιν ἐϋρρόου Ἑλλησπόντου
290
ἀργαλέον μέγα κῆτος ἀμειλίκτοισιν ὀϊστοῖς
291
βλήμενον · Ἡσιόνης δέ κακούς ἀπελύετο δεσμούς.
292
ἄλλα δ’ἄρ’Ἀλκείδαο θρασύφρονος ἄσπετα ἔργα
293
ἄμφεχεν Εὐρυπύλοιο διοτρεφέος σάκος εὐρύ.
294
φαίνετο δ’ἶσος Ἄρηι μετὰ στίας ἀΐσσοντι ·
295
Τρῶες δ’ἀμφιέποντες ἐγήθεον, εὖτ’ἐσίδοντο
296
τεύχεάτ’ἠδέ καί ἄνδρα θεῶν ἐπιειμένον εἶδος ·
297
τὸν δὲ Πάρις ποτὶ δῆριν ἐποτρύνων προσέειπε ·
298
χαίρω σεῖο κιόντος, ἐπεί νύ μοι. ἦτορ ἔολπεν
299
Ἀργείους μάλα πάντας ὀϊζυρῶς ἀπολέσθαι
300
αὐτῇς σὺν νήεσσιν, ἐπεὶ βροτὸν οὔποτε τοῖον
301
ἔδρακον ἐν Τρώεσσιν ἐϋπτολέμοισίτ’Ἀχαιοῖς.
302
ἀλλὰ σύ, πρὸς μεγάλοιο καὶ ὀβρίμου Ἡρακλῆος,
303
τῷ μέγεθόςτε βίηντε καὶ ἀγλαὸν εἶδος ἔοικας,
304
κείνου μνωόμενος φρονέωντ’ἀντάξια ἔργα
305
θαρσαλέως Τρώεσσι δαϊζομένοις ἐπάμυνον,
306
ἤν πως ἀμπνεύσωμεν · ἐπεὶ σέγε μοῦνον ὀΐω
307
ἄστεος ὀλλυμένοιο κακὰς ἀπό κῆρας ἀλέξαι.
308
μέγ’ἐποτρύνων · δέ μιν προσεφώνεε μύθῳ ·
309
Πριαμίδη μεγάθυμε, δέμας μακάρεσσιν ἐοικώς,
310
ταῦτα μὲν ἀθανάτων ἐνὶ γούνασιν ἐστήρικται,
311
ὅςτε θάνῃ κατὰ δῆριν ὑπέρβιον ἠὲ σαωθῇ ·
312
ἡμεῖς δ’, ὥσπερ ἔοικε καὶ ὡς σθένος ἐστὶ μάχεσθαι,
313
στησόμεθα πρὸ πόληος · ἔπειτα δέ καὶ τόδ’ὀμοῦμαι,
314
μὴ πρὶν ὑποστρέψειν, πρὶν κτάμεν ἀπολέσθαι.
315
ὣς φάτο θαρσαλέως · Τρῶες δ’ἐπὶ μακρὰ χάροντο.
316
καὶ τότ’Ἀλέξανδρόντε καὶ Αἰνείαν ἐρίθυμον
317
Πουλυδάμαντάτ’ἐϋμμελίην καὶ Πάμμονα δῖον
318
Δηίφοβόντ’ἐπὶ τοῖσι καὶ Αἴθικον, ὃς περὶ πάντων
319
Παφλαγόνων ἐκέκαστο μάχῃ ἔνι τλῆναι ὅμιλον,
320
τοὺς ἅμα λέξατο πάντας ἐπισταμένους πονέεσθαι,
321
ὅππως δυσμενέεσσιν ἐπὶ πρώτοισι μάχωνται
322
ἐν πολέμῳ · μάλα δ’ὦκα κίον προπάροιθεν ὁμίλου ·
323
προφρονέως δ’οἴμησαν ἀπ’ἄστεος · ἀμφὶ δέ λαοὶ
324
πολλοὶ ἕπονθ’, ὡς εἴτε μελισσάων κλυτὰ φῦλα
325
ἡγεμόνεσσιν ἑοῖσι κατηρεφέος σίμβλοιο
326
ἐκχύμεναι καναχηδόν, ὅτ’εἴαρος ἦμαρ ἵκηται ·
327
ὥς ἄρα τοῖσιν ἕποντο βροτοὶ ποτὶ δῆριν ἰοῦσι ·
328
τῶν δ’ἄρα νισσομένων πολὺς αἰθέρα δοῦπος ἵκανεν
329
αὐτῶν ἠδ’ἵππων · περὶ δ’ἔβρεμεν ἄσπετα τεύχη.
330
ὡς δ’ὁπόταν μεγάλοιο βίη ἀνέμοιο θοροῦσα
331
κινήσῃ προθέλυμνον ἁλὸς βυθὸν ἀτρυγέτοιο,
332
κύματα δ’ὦκα κελαινὰ πρὸς ἠιόνας βοόωντα
333
φῦκος ἀποπτύωσιν ἐρευγομένοιο κλύδωνος,
334
ἠχὴ δ’ἀτρυγέτοισι παρ’αἰγιαλοῖσιν ὄρωρεν ·
335
ὣς τῶν ἐσσυμένων μέγ’ὑπέβραχε γαῖα πελώρη.
336
Ἀργεῖοι δ’ἀπάνευθε πρὸ τείχεος ἐξεχέοντο
337
ἀμφ’Ἀγαμέμνονα δῖον · ἀϋτὴ δ’ἔπλετο λαῶν
338
ἀλλήλοις ἐπικεκλομένων, ὀλοοῦ πολέμοιο
339
ἀντιάαν καὶ μή τι καταπτώσσοντας ἐνιπὴν
340
μίμνειν πὰρ νήεσσιν · ἐπειγομένων μαχέσασθαι.
341
Τρωσὶ δ’ἄρ’ἐσσυμένοισι συνήντεον, εὖτε βόεσσι
342
πόρτιες ἐκ ξυλόχοιο ποτὶ σταθμὸν ἐρχομένῃσιν
343
ἐκ νομοῦ εἰαρινοῖο κατ’οὔρεος, ὁππότ’ἄρουραι
344
πυκνὸν τηλεθάουσι, βρύει δ’ἅλις ἄνθεσι γαῖα,
345
πλήθει δ’αὖτε κύπελλα βοῶν γλάγος ἠδὲ καὶ οἰῶν,
346
μυκηθμὸς δ’ἄρα πουλὺς ὀρίνεται ἔνθα καὶ ἔνθα
347
μισγομένων, γάνυται δὲ μετὰ σφίσι, βουκόλος ἀνήρ ·
348
ὣς τῶν ἀλλήλοισι μετεσσυμένων ὀρυμαγδὸς
349
ὠρώρει · δεινὸν γὰρ ἀΰτεον ἀμφοτέρωθεν.
350
οὺν δὲ μάχην ἐτάνυσσαν ἀπείριτον · ἐν δέ Κυδοιμὸς
351
στρωφᾶτ’ἐν μέσσοισι μετ’ἀργαλέοιο Φόνοιο ·
352
σὺν δ’ἔπεσον ῥινοίτε καὶ ἔγχεα καὶ τρυφάλειαι
353
πλησίον · ἀμφὶ δὲ χαλκὸς ἴσον πυρὶ μαρμαίρεσκε ·
354
φρῖξε δ’ἄρ’ἐγχείῃσι μάχη · περὶ δ’αἵματι πάντῃ
355
δεύετο γαῖα μέλαινα δαϊζομένων ἡρώων
356
ἵππωντ’ὠκυπόδων, οἵθ’ἅρμασιν ἀμφεκέχυντο,
357
οἱ μὲν ἔτ’ἀσπαίροντες ὑπ’ἄξοσιν, οἱ δ’ἐφύπερθεν
358
πίπτοντες · στυγερὴ δὲ δι’ἠέρος ἔσσυτ’ἀϋτή ·
359
ἐν γὰρ δὴ χάλκειος ἔρις πέσεν ἀμφοτέροισι ·
360
καί ῥ’οἱ μὲν λάεσσιν ἀταρτηροῖσι μάχοντο,
361
οἱ δ’αὖτ’αἰγανέῃσι νεήκεσιν ἠδὲ βέλεσσιν,
362
ἄλλοι δ’ἀξίνῃσι καὶ ἀμφιτόμοις πελέκεσσι
363
καὶ κρατεροῖς ξιφέεσσι καὶ ἀγχεμάχοις δοράτεσσιν,
364
ἄλλος δ’ἄλλο χέρεσσι μάχης ἀλκτήριον εἶχε.
365
πρῶτοι δ’Ἀργεῖοι Τρώων ὤσαντο φάλαγγας
366
βαιὸν ἀπὸ σφείων · τοὶ δ’ἔμπαλιν ὁρμήσαντες
367
αἵματι δεῦον Ἄρηα μετ’Ἀργείοισι θορόντες ·
368
Εὐρύπυλος δ’ἐν τοῖσι μελαίνῃ λαίλαπι ἶσος
369
λαὸν ἐπῴχετο πάντα καὶ Ἀργείους ἐνάριζε
370
θαρσαλέως · μάλα γάρ οἱ ἀάσπετον ὤπασε κάρτος
371
Ζεὺς ἐπίηρα φέρων ἐρικυδέϊ Ἡρακλῆι.
372
ἔνθ’ γε καὶ Νιρῆα θεοῖς ἐναλίγκιον ἄνδρα
373
μαρνάμενον Τρώεσσι βάλευ περιμήκεϊ δουρὶ
374
βαιὸν ὑπὲρ πρότμησιν · δ’ἐς πέδον ἤριπε γαίης ·
375
ἐκ δέ οἱ αἷμ’ἐχύθη, δεύοντο δέ οἱ κλυτὰ τεύχη,
376
δεύετο δ’ἀγλαὸν εἶδος ἄμ’εὐθαλέεσσι κόμῃσι ·
377
κεῖτο δ’ἄρ’ἐν κονίῃσι καὶ αἵματι σὺν κταμένοισιν,
378
ἔρνος ὅπως ἐριθηλὲς ἐλαίης εὐκεάτοιο,
379
ἥντε βίη ποταμοῖο κατὰ ῥόον ἠχήεντα
380
σύντ’ὄχθῃς ἐλάσῃσι βόθρον διὰ πάντα κεδάσσας
381
ῥιζόθεν, δ’ἄρα κεῖται ὑπ’ἄνθεσι βεβριθυῖα ·
382
ὣς τῆμος Νιρῆος ἐπὶ χθονὸς ἄσπετον οὖδας
383
ἐξεχύθη δέμας ἠῢ καὶ ἀγλαΐη ἐρατεινή ·
384
τῷ δ’ἄρ’ἔπ’Εὐρύπυλος μεγάλ’εὔχετο δῃωθέντι ·
385
κεῖσό νυν ἐν κονίῃσιν, ἐπεί νύ τοι εἶδος ἀγητὸν
386
οὔτι λιλαιομένῳ περ ἐπήρκεσεν, ἀλλά σ’ἔγωγε
387
νοσφισάμην βιότοιο λιλαιόμενόν περ ἀλύξαι ·
388
σχέτλιος, οὐ δ’ἐνόησας ἀμείνονος ἀντίον ἐλθών ·
389
οὐ γὰρ κάρτεϊ κάλλος ἀνὰ κλόνον ἰσοφαρίζει.
390
ὣς εἰπὼν κταμένοιο περικλυτὰ τεύχε’ἑλέσθαι
391
μήδετ’ἐπεσσύμενος · τοῦ δ’ἀντίος ἦλθε Μαχάων
392
χωόμενος Νιρῆος, οἱ σχεδὸν αἶσαν ἀνέτλη ·
393
δουρὶ δέ μιν στονόεντι κατ’εὐρέος ἤλασεν ὤμου
394
δεξιτεροῦ, σύτο δ’αἷμα πολυσθενέος περ ἐόντος ·
395
ἀλλ’οὐ δ’ὣς ἀπόρουσεν ἀταρτηροῖο κυδοιμοῦ,
396
ἀλλ’, ὥς τίςτε λέων ἄγριος οὔρεσι κάπρος
397
μαίνετ’ἐνὶ μέσσοισιν, ὅπως κ’ἐπιόντα δαμάσσῃ,
398
ὅς ῥά μιν οὔτασε πρῶτος ὑποφθάμενος δι’ὁμίλου ·
399
τὰ φρονέων ἐπόρουσε Μαχάονι, καί ῥά μιν ὦκα
400
οὔτασεν ἐγχείῃ περιμήκεΐτε στιβαρῇτε
401
δεξιτερὸν κατὰ γλουτόν · δ’οὐκ ἀνεχάζετ’ὀπίσσω,
402
οὐ δ’ἐπιόντ’ἀλέεινε, καὶ αἵματος ἐσσυμένοιο ·
403
ἀλλ’ἄρα καρπαλίμως περιμήκεα λᾶαν ἀείρας
404
κάββαλε κὰκ κεφαλῆς μεγαθύμου Τηλεφίδαο ·
405
τοῦ δὲ κόρυς στονόεντα φόνον καὶ πῆμ’ἀπάλαλκεν
406
ἐσσυμένως · δ’ἔπειτα κραταιῷ χώσατο φωτὶ
407
Εὐρύπυλος μᾶλλον, μέγα δ’ἀσχαλόων ἐνὶ θυμῷ
408
ὠκὺ διὰ στέρνοιο Μαχάονος ἤλασεν ἔγχος.
409
αἰχμὴ δ’αἱματόεσσα μετάφρενον ἄχρις ἵκανεν ·
410
ἤριπε δ’ὡς ὅτε ταῦρος ὑπὸ γναθμοῖσι λέοντος ·
411
ἀμφὶ δέ οἱ μελέεσσι μέγ’ἔβραχεν αἰόλα τεύχη.
412
Εὐρύπυλος δέ οἱ αἶψα πολύστονον εἰρύσατ’αἰχμὴν
413
ἐκ χροὸς οὐταμένοιο, καὶ εὐχόμενος μέγ’ἀΰτει ·
414
δείλ’, οὔ νύ τοι ἦτορ ἀρηράμενον φρεσὶ πάμπαν
415
ἔπλετ’, ὃς οὐτιδανός περ ἐὼν μέγ’ἀμείνονι φωτὶ
416
ἄντα κίες · τῷ καί σε κακὴ λάχε δαίμονος Αἶσα.
417
ἀλλὰ σοὶ ἔσσετ’ὄνειαρ, ὅτ’οἰωνοὶ δατέονται
418
σάρκα τεὴν κταμένοιο κατὰ μόθον · ἔτ’ἐέλπῃ
419
νοστήσειν καὶ ἐμεῖο μένος καὶ χεῖρας ἀλύξειν;
420
ἐσσὶ μὲν ἰητήρ, μάλα δ’ἤπια φάρμακα οἶδας,
421
τοῖς πίσυνος τάχ’ἔολπας ὑπεκφυγέειν κακὸν ἦμαρ.
422
ἀλλ’οὐ μὰν οὐ δ’αὐτὸς ἀπ’ἠνεμόεντος Ὀλύμπου
423
σεῖο πατὴρ τεὸν ἦτορ ἔτ’ἐκ θανάτοιο σαώσει,
424
οὐ δ’εἴ τοι νέκταρτε καὶ ἀμβροσίην καταχεύῃ.
425
ὣς φάτο · τὸν δ’ γε βαιὸν ἀναπνείων προσέειπεν ·
426
Εὐρύπυλ’, οὐ δ’ἄρα σοί γε πολὺν χρόνον αἴσιμόν ἐστι
427
ζώειν, ἀλλὰ σοὶ ἄγχι παρίσταται οὐλομένη Κὴρ
428
Τρώιον ἂμ πεδίον, τῷ καὶ νῦν αἴσυλα βάζεις.
429
ὣς φάμενον λίπε θυμός · ἔβη δ’ἄφαρ Ἄϊδος εἴσω ·
430
τὸν δὲ καὶ οὐκέτ’ἐόντα προσηύδα κύδιμος ἀνήρ ·
431
νῦν μὲν δὴ σύγε κεῖσο κατὰ χθονός · αὐτὰρ ἔγωγε
432
ὕστερον οὐκ ἀλέγω, εἰ καὶ παρὰ ποσσὶν ὄλεθρος
433
σήμερον ἡμετέροισι πέλει λυγρός · οὔτι γὰρ ἄνδρες
434
ζώομεν ἤματα πάντα · πότμος δ’ἐπὶ πᾶσι τέτυκται.
435
ὣς εἰπὼν οὔταζε νέκυν · μέγα δ’ἴαχε Τεῦκρος,
436
ὡς ἴδεν ἐν κονίῃσι Μαχάονα · τοῦ γὰρ ἄπωθεν
437
εἰστήκει μάλα πάγχυ πονεύμενος · ἐν γὰρ ἔκειτο
438
δῆρις ἐνὶ μέσσοισιν · ἐπ’ἄλλῳ δ’ἄλλος ὀρώρει.
439
ἀλλ’οὐ δ’ὣς ἀμέλησε δεδουπότος ἀνδρὸς ἀγαυοῦ
440
Νιρῆός δ’, ὃς κεῖτο παραυτόθι · τὸν δ’ἐνόησεν
441
ὕστερον ἀντιθέοιο Μαχάονος ἐν κονίῃσιν ·
442
αἶψα δ’ γ’Ἀργείοισιν ἐκέκλετο μακρὰ βοήσας ·
443
ἔσσυσθ’, Ἀργεῖοι, μη δ’εἴκετε δυσμενέεσσιν
444
ἐσσυμένοις · νῶιν γὰρ ἀάσπετον ἔσσετ’ὄνειδος,
445
αἴ κε Μαχάονα δῖον ἅμ’ἀντιθέῳ Νιρῆι
446
Τρῶες ἐρυσσάμενοι ποτὶ Ἴλιον ἀπονέωνται.
447
ἀλλ’ἄγε δυσμενέεσσι μαχώμεθα πρόφρονι θυμῷ,
448
ὄφρα δαϊκταμένους εἰρύσσομεν ἠὲ καὶ αὐτοὶ
449
κείνοις ἀμφιθάνωμεν, ἐπεὶ θέμις ἀνδράσιν αὕτη
450
οἶσιν ἀμυνέμεναι, μη δ’ἄλλοις κύρμα λιπέσθαι ·
451
οὐ γὰρ ἀνιδρωτί γε μετ’ἀνδράσι κῦδος ἀέξει.
452
ὣς ἄρ’ἔφη · Δαναοῖσι δ’ἄχος γένετ’· ἀμφὶ δ’ἄρ’αὐτοῖς
453
πολλοὶ γαῖαν ἔρευθον ὑπ’Ἄρεϊ δῃωθέντες
454
μαρναμένων ἑκάτερθεν · ἴση δ’ἐπὶ δῆρις ὀρώρει.
455
ὀψὲ δ’ἀδελφειοῖο φόνον στονόεντα νόησε
456
βλημένου ἐν κονίῃ Ποδαλείριος, οὕνεκα νηυσὶν
457
ἧστο παρ’ὠκυπόροισι τετυμμένα δούρασι φωτῶν
458
ἕλκε’ἀκειόμενος. περὶ δ’ἔντεα δύσατο πάντα
459
θυμὸν ἀδελφειοῖο χολούμενος · ἐν δέ οἱ ἀλκὴ
460
σμερδαλέον στέρνοισιν ἀέξετο μαιμώωντι
461
ἐς πόλεμον στονόεντα · μέλαν δέ οἱ ἔζεεν αἷμα
462
λάβρον ὑπὸ κραδίῃ · τάχα δ’ἔνθορε δυσμενέεσσι
463
χερσὶ θοῇσιν ἄκοντα τανυγλώχινα τινάσσων ·
464
εἶλε δ’ἄρ’ἐσσυμένως Ἀγαμήστορος υἱέα δῖον
465
κλεῖον, ὃν ἠΰκομος Νύμφη τέκεν ἀμφὶ ῥεέθροις
466
Παρθενίου, ὅςτ’εἶσι διὰ χθονὸς ἠΰτ’ἔλαιον
467
πόντον ἐπ’Εὔξεινον προχέων καλλίρροον ὕδωρ.
468
ἄλλον δ’ἀμφὶ κασιγνήτῳ κτάνε δήιον ἄνδρα
469
Λᾶσσον, ὃν ἀντίθεος Προνόη τέκεν ἀμφὶ ῥεέθροις
470
Νυμφαίου ποταμοῖο μάλα σχεδὸν εὐρέος ἄντρου,
471
ἄντρου θηητοῖο, τὸ δὴ φάτις ἔμμεναι αὐτῶν
472
ἱρὸν Νυμφάων, ὁπόσαι περὶ μακρὰ νέμονται
473
οὔρεα Παφλαγόνων καὶ ὅσαι περὶ βοτρυόεσσαν
474
ναίουσ’Ἡράκλειαν · ἔοικε δὲ κεῖνο θεοῖσιν
475
ἄντρον, ἐπεί ῥα τέτυκται ἀπειρέσιον μὲν ἰδέσθαι
476
λαΐνεον, ψυχρὸν δὲ διὰ σπέος ἔρχεται ὕδωρ
477
κρυστάλλῳ ἀτάλαντον, ἐνὶ μυχάτοισι δὲ πάντῃ
478
λαΐνεοι κρητῆρες ἐπὶ στυφελῇσι πέτρῃσιν
479
αἰζηῶν ὡς χερσὶ τετυγμένοι ἰνδάλλονται ·
480
ἀμφ’αὐτοῖσι δὲ Πᾶνες ὁμῶς Νύμφαιτ’ἐρατειναί,
481
ἱστοίτ’ἠλακάταιτε, καὶ ἄλλ’ὅσα τεχνήεντα
482
ἔργα πέλει θνητοῖσι, τὰ καὶ περὶ θαῦμα βροτοῖσιν
483
εἴδεται ἐρχομένοισιν ἔσω ἱεροῖο μυχοῖο ·
484
τῷ ἔνι δοιαὶ ἔνεισι καταιβασίαιτ’ἄνοδοίτε,
485
μὲν πρὸς βορέαο τετραμμένη ἠχήεντος
486
πνοιάς, δὲ νότοιο καταντίον ὑγρὸν ἀέντος,
487
τῇ θνητοὶ νίσσονται ὑπὸ σπέος εὐρὺ θεάων ·
488
δ’ἑτέρη μακάρων πέλεται ὁδός, οὐ δέ μιν ἄνδρες
489
ῥηιδίως πατέουσιν, ἐπεὶ χάος εὐρὺ τέτυκται
490
μέχρις ἐπ’Ἀϊδονῆος ὑπερθύμοιο βέρεθρον ·
491
ἀλλὰ τὰ μὲν μακάρεσσι πέλει θέμις εἰσοράασθαι.
492
τῶνδ’αὖτ’ἀμφὶ Μαχάον’ἰδ’Ἀγλαΐης κλυτὸν υἷα
493
μαρναμένων ἑκάτερθεν ἀπέφθιτο πουλὺς ὅμιλος ·
494
ὀψὲ δὲ δὴ Δαναοί σφεας εἴρυσαν ἀθλήσαντες
495
πολλά περ · αἶψα δὲ νῆας ἐπὶ σφετέρας ἐκόμισσαν
496
παῦροι, ἐπεὶ πλεόνεσσι κακὴ περιπέπτατ’ὀϊζὺς
497
ἀργαλέου πολέμοιο · πόνῳ δ’ἐνέμιμνον ἀνάγκῃ.
498
ἀλλ’ὅτε δὴ μάλα πολλοὶ ἐνεπλήσαντο κελαινὰς
499
κῆρας ἀν’αἱματόεντα καὶ ἀλγινόεντα κυδοιμόν,
500
δὴ τότ’ἄρ’Ἀργείων πολέες φύγον ἔνδοθι νηῶν,
501
ὅσσους Εὐρύπυλος μέγ’ἐπῴχετο πῆμα κυλίνδων.
502
παῦροι δ’ἀμφ’Αἴαντα καὶ Ἀτρέος υἷε κραταιὼ
503
μίμνον ἐν ὑσμίνῃ · καὶ τάχα πάντες ὄλοντο
504
δυσμενέων παλάμῃσι περιστρωφῶντες ὁμίλῳ,
505
εἰ μὴ Ὀϊλέος υἱὸς ἐΰφρονα Πουλυδάμαντα
506
ἔγχεϊ τύψε παρ’ὦμον ἀριστερὸν ἀγχόθι μαζοῦ ·
507
ἐκ δέ οἱ αἷμ’ἐχύθη · δ’ἐχάσσατο τυτθὸν ὀπίσσω.
508
Δηίφοβον δ’οὔτησε περικλειτὸς Μενέλαος
509
δεξιτερὸν παρὰ μαζόν · δ’ἔκφυγε ποσσὶ θοοῖσιν.
510
ἔνθ’Ἀγαμέμνων δῖος ἐνήρατο πουλὺν ὅμιλον
511
πληθύος ἐξ ὀλοῆς · μετὰ δ’Αἴθικον ᾤχετο δῖον
512
θύων ἐγχείῃσιν · δ’εἰς ἑτάρους ἀλέεινε.
513
τοὺς δ’ὁπότ’Εὐρύπυλος λαοσσόος εἰσενόησε
514
χαζομένους ἅμα πάντας ἀπὸ στυγεροῖο κυδοιμοῦ,
515
αὐτίκα κάλλιπε λαόν, ὅσον κατὰ νῆας ἔλασσε,
516
καί ῥα θοῶς οἴμησεν ἐπ’Ἀτρέος υἷε κραταιὼ
517
παῖδάτε καρτερόθυμον Ὀϊλέος, ὃς περὶ μὲν θεῖν
518
ἔσκε θοός, περὶ δ’αὖτε μάχῃ ἔνι φέρτατος ἦεν.
519
τοῖς ἔπι κραιπνὸν ὄρουσεν ἔχων περιμήκετον ἔγχος ·
520
σὺν δέ οἱ ἦλθε Πάριςτε καὶ Αἰνείας ἐρίθυμος,
521
ὅς ῥα θοῶς Αἴαντα βάλεν περιμήκεϊ πέτρῃ
522
κὰκ κόρυθα κρατερήν · δ’ἄρ’ἐν κονίῃσι τανυσθεὶς
523
ψυχὴν οὐ τι κάπυσσεν, ἐπεί νύ οἱ αἴσιμον ἦμαρ
524
ἐν νόστῳ ἐτέτυκτο Καφηρίσιν ἀμφὶ πέτρῃσι ·
525
καί ῥά μιν ἁρπάξαντες ἀρηίφιλοι θεράποντες
526
βαιὸν ἔτ’ἀμπνείοντα φέρον ποτὶ νῆας Ἀχαιῶν.
527
καὶ τότ’ἄρ’οἰώθησαν ἀγακλειτοὶ βασιλῆες
528
Ἀτρεῖδαι · περὶ δέ σφιν ὀλέθριος ἵσταθ’ὅμιλος
529
βαλλόντων ἑκάτερθεν, τι σθένε χερσὶν ἑλέσθαι ·
530
οἱ μὲν γὰρ στονόεντα βέλη χέον, οἱ δέ νυ λᾶας,
531
ἄλλοι δ’αἰγανέας · τοὶ δ’ἐν μέσσοισιν ἐόντες
532
στρωφῶντ’, εὖτε σύες μέσῳ ἕρκεϊ ἠὲ λέοντες
533
ἤματι τῷ, ὅτ’ἄνακτες ἀολλίσσωσ’ἀνθρώπους
534
ἀργαλέωςτ’εἰλέωσι κακὸν τεύχοντες ὄλεθρον
535
θηρσὶν ὑπὸ κρατεροῖς, οἱ δ’ἕρκεος ἐντὸς ἐόντες
536
δμῶας δαρδάπτουσιν, τις σφίσιν ἐγγὺς ἵκηται ·
537
ὣς οἵ γ’ἐν μέσσοισιν ἐπεσσυμένους ἐδάϊζον.
538
ἀλλ’οὐ δ’ὣς μένος εἶχον ἐελδόμενοί περ ἀλύξαι,
539
εἰ μὴ Τεῦκρος ἵκανε καὶ Ἰδομενεὺς ἐρίθυμος
540
Μηριόνηςτε Θόαςτε καὶ ἰσόθεος Θρασυμήδης,
541
οἵ ῥα πάρος φοβέοντο θρασὺ σθένος Εὐρυπύλοιο,
542
καί κε φύγον κατὰ νῆας ἀλευάμενοι βαρὺ πῆμα,
543
εἰ μὴ ἄρ’Ἀτρείδῃσι περιδδείσαντες ἵκοντο
544
ἄντην Εὐρυπύλοιο · μάχη δ’ἀΐδηλος ἐτύχθη.
545
ἔνθα τότ’Αἰνείαο κατ’ἀσπίδος ἔγχος ἔρεισε
546
Τεῦκρος ἐϋμμελίης · τοῦ δ’οὐ χρόα καλὸν ἴαψεν ·
547
ἤρκεσε γάρ οἱ πῆμα σάκος μέγα τετραβόειον ·
548
ἀλλὰ καὶ ὣς δείσας ἀνεχάσσατο τυτθὸν ὀπίσσω.
549
Μηριόνης δ’ἐπόρουσεν ἀμύμονι Λαοφόωντι
550
Παιονίδῃ, τὸν ἐγείνατ’ἐϋπλόκαμος Κλεομήδη
551
Ἀξιοῦ ἀμφὶ ῥέεθρα · κίεν δ’ γε Ἴλιον ἱρὴν
552
Τρωσὶν ἀρηξέμεναι μετ’ἀμύμονος Ἀστεροπαίου ·
553
τὸν δ’ἄρα Μηριόνης νύξ’ἔγχεϊ ὀκριόεντι
554
αἰδοίων ἐφύπερθε · θοῶς δέ οἱ εἴρυσεν αἰχμὴ
555
ἔγκατα · τοῦ δ’ὤκιστα ποτὶ ζόφον ἔσσυτο θυμός.
556
Αἴαντος δ’ἄρ’ἑταῖρος Ὀϊλιάδαο δαΐφρων
557
Ἀλκιμέδης ἐς ὅμιλον ἐϋσθενέων βάλε Τρώων ·
558
ἧκε δ’ἐπευξάμενος δηίων ἐς φύλοπιν αἰνὴν
559
σφενδόνῃ ἀλγινόεντα λίθον · διὰ δ’ἔτρεσαν ἄνδρες
560
ῥοῖζον ὁμῶς καὶ λᾶα περιδδείσαντες ἰόντα.
561
τὸν δ’ὀλοὴ φέρε Μοῖρα ποτὶ θρασὺν ἡνιοχῆα
562
Πάμμονος Ἱππασίδην · τὸν δ’ἡνία χερσὶν ἔχοντα
563
πλῆξε κατὰ κροτάφοιο · θοῶς δέ μιν ἔκβαλε δίφρου
564
πρόσθεν ἑοῖο τροχοῖο · θοὸν δέ οἱ ἅρμα πεσόντος
565
λυγρὸν ἐπισσώτροισι δέμας διελίσσετ’ὀπίσσω
566
ἵππων ἱεμένων · θάνατος δέ μιν αἰνὸς ἐδάμνα
567
ἐσσυμένως μάστιγα καὶ ἡνία νόσφι λιπόντα ·
568
Πάμμονι δ’ἔμπεσε πένθος · ἄφαρ δέ θῆκεν ἀνάγκη
569
ἄμφω καὶ βασιλῆα καὶ ἡνιοχεῖν θοὸν ἅρμα ·
570
καί νύ κεν αὐτοῦ κῆρα καὶ ὕστατον ἦμαρ ἀνέτλη,
571
εἰ μή οἱ Τρώων τις ἀνὰ κλόνον αἱματόεντα
572
ἡνία δέξατο χερσὶ καὶ ἐξεσάωσεν ἄνακτα
573
ἤδη τειρόμενον δηίων ὀλοῇσι χέρεσσιν.
574
ἀντίθεον δ’Ἀκάμαντα καταντίον ἀΐσσοντα
575
Νέστορος ὄβριμος υἱὸς ὑπὲρ γόνυ δούρατι τύψεν ·
576
ἕλκεϊ δ’οὐλομένῳ στυγερὰς ὑπεδύσατ’ἀνίας ·
577
χάσσατο δ’ἐκ πολέμοιο · λίπεν δ’ἑτάροισι κυδοιμὸν
578
δακρυόεντ’· οὐ γάρ οἱ ἔτι πτολέμοιο μεμήλει.
579
καὶ τότε δὴ θεράπων ἐρικυδέος Εὐρυπύλοιο
580
τύψε Θόαντος ἑταῖρον Ἐχέμμονα δηϊοτῆτι
581
ὤμου τυτθὸν ἔνερθε · περὶ κραδίην δέ οἱ ἔγχος
582
ἷξεν ἀνιηρόν · σὺν δ’αἵματι κήκιεν ἱδρὼς
583
ψυχρὸς ἀπὸ μελέων · καί μιν στρεφθέντα φέρεσθαι
584
εἰσοπίσω κατέμαρψε μέγα σθένος Εὐρυπύλοιο ·
585
κόψε δέ οἱ θοὰ νεῦρα · πόδες δ’ἀέκοντες ἔμιμνον
586
αὐτοῦ, ὅπῃ μιν τύψε · λίπεν δέ μιν ἄμβροτος αἰών.
587
ἐσσυμένως δὲ Θόας νύξεν Πάριν ὀξέϊ δουρὶ
588
δεξιτερὸν κατὰ μηρόν · δ’ᾤχετο τυτθὸν ὀπίσσω
589
οἰσόμενος θοὰ τόξα, τά οἱ μετόπισθε λέλειπτο.
590
Ἰδομενεὺς δ’ἄρα λᾶαν, ὅσον σθένε, χερσὶν ἀείρας
591
κάββαλεν Εὐρυπύλοιο βραχίονα · τοῦ δὲ χαμᾶζε
592
κάππεσε λοίγιον ἔγχος · ἄφαρ δ’ἀνεχάσσατ’ὀπίσσω
593
οἰσέμεν ἐγχείην · τὴν γάρτ’ἔχεν ἔκβαλε χειρός.
594
Ἀτρεῖδαι δ’ἄρα τυτθὸν ἀνέπνευσαν πολέμοιο.
595
τῷ δὲ θοῶς θεράποντες ἔβαν σχεδόν, οἵ οἱ ἔνεγκαν
596
ἀαγὲς δόρυ μακρόν, πολλῶν γούνατ’ἔλυσε ·
597
δεξάμενος δ’ γε λαὸν ἐπῴχετο κάρτεϊ θύων,
598
κτείνων ὅν κε κίχῃσι, πολὺν δ’ὑπεδάμναθ’ὅμιλον.
599
ἔνθ’οὔτ’Ἀτρεῖδαι μένον ἔμπεδον οὔτε τις ἄλλος
600
ἀγχεμάχων Δαναῶν · μάλα γὰρ δέος ἔλλαβε πάντας
601
ἀργαλέον · πᾶσιν γὰρ ἐπέσσυτο πῆμα κορύσσων
602
Εὐρύπυλος · μετόπισθε δ’ἐπισπόμενος κεράϊζε.
603
κέκλετο δ’αὖ Τρώεσσιν ἰδ’ἱπποδάμοις ἑτάροισιν ·
604
φίλοι, εἰ δ’ἄγε θυμὸν ἐνὶ στέρνοισι λαβόντες
605
τεύξωμεν Δαναοῖσι φόνον καὶ κῆρ’ἀΐδηλον,
606
οἳ δὴ νῦν μήλοισιν ἐοικότες ἀπονέονται
607
νῆας ἐπὶ σφετέρας · ἀλλὰ μνησώμεθα πάντες
608
ὑσμίνης ὀλοῆς, ἧς παιδόθεν ἴδμονές εἰμεν.
609
ὣς φάτο · τοὶ δ’ἐπόρουσαν ἀολλέες Ἀργείοισιν ·
610
οἱ δὲ μέγα τρομέοντες ἀπ’ἀργαλέοιο κυδοιμοῦ
611
φεῦγον · τοὶ δ’ἐφέποντο κύνες ὣς ἀργιόδοντες
612
κεμμάσιν ἀγροτέρῃσιν ἀν’ἄγκεα μακρὰ καὶ ὕλην.
613
πολλοὺς δ’ἐν κονίῃσι βάλον μάλα περ μεμαῶτας
614
ἐκφυγέειν ὀλοοῖο φόνου στονόεσσαν ὁμοκλήν.
615
Εὐρύπυλος μὲν ἔπεφνεν ἀμύμονα Βουκολίωνα
616
νῆσόντε Χρόμιόντε καὶ Ἄντιφον · οἱ δὲ Μυκήνην
617
ᾤκεον εὐκτέανον, τοὶ δ’ἐν Λακεδαίμονι ναῖον ·
618
τοὺς ἄρ’ γ’ἐξενάριξεν ἀριγνώτους περ ἐόντας.
619
ἐκ δ’ἄρα πληθύος εἷλεν ἀάσπετα φῦλ’ἀνθρώπων
620
ὅσσα μοι οὐ σθένος ἐστὶ λιλαιομένῳ περ ἀεῖσαι,
621
οὐ δ’εἴ μοι στέρνοισι σιδήρεον ἦτορ ἐνείη.
622
Αἰνείας δὲ Φέρητα καὶ Ἀντίμαχον κατέπεφνεν
623
ἀμφοτέρους Κρήτηθεν ἅμ’Ἰδομενῆι κιόντας.
624
αὐτὰρ Ἀγήνωρ δῖος ἀμύμονα Μῶλον ἔπεφνεν,
625
ὅς περ ἀπ’Ἄργεος ἦλθεν ὑπὸ Σθενέλῳ βασιλῆι ·
626
τὸν βάλεν αἰγανέῃ νεοθηγέϊ πολλὸν ὀπίσσω
627
φεύγοντ’ἐκ πολέμοιο τυχὼν ὑπὸ νείατα κνήμης
628
δεξιτερῆς · αἰχμὴ δέ διὰ πλατὺ νεῦρον ἔκερσεν
629
ἄντικρυς ἱεμένη · παρὰ δ’ἔθρισεν ὀστέα φωτὸς
630
ἀργαλέως · ὀδύνῃ δὲ μίγη μόρος, ἔφθιτο δ’ἀνήρ.
631
ἔνθα Πάρις Μόσυνόντ’ἔβαλεν καὶ ἀγήνορα Φόρκυν
632
ἄμφω ἀδελφειούς, οἵτ’ἐκ Σαλαμῖνος ἵκοντο
633
Αἴαντος νήεσσι, καὶ οὐκέτι νόστον ἴδοντο.
634
τοῖσι δ’ἔπι Κλεόλαον ἐῢν θεράποντα Μέγητος
635
εἷλε βαλὼν κατὰ μαζὸν ἀριστερόν · ἀμφὶ δέ μιν νὺξ
636
μάρψε κακή, καὶ θυμὸς ἀπέπτατο · τοῦ δὲ δαμέντος
637
ἔνδον ὑπὸ στέρνοισιν ἔτι κραδίη ἀλεγεινὴ
638
ταρφέα παλλομένη πτερόεν πελέμιξε βέλεμνον.
639
ἄλλον δ’ἰὸν ἀφῆκεν ἐπὶ θρασὺν Ἠετίωνα
640
ἐσσυμένως · τοῦ δ’αἶψα διὰ γναθμοῖο πέρησε
641
χαλκός · δ’ἐστονάχησε · μίγη δέ οἱ αἵματι δάκρυ.
642
ἄλλος δ’ἄλλον ἔπεφνε · πολὺς δ’ἐστείνετο χῶρος
643
Ἀργείων ἰληδὸν ἐπ’ἀλλήλοισι πεσόντων.
644
καί νύ κε δὴ τότε Τρῶες ἐνέπρησαν πυρὶ νῆας,
645
εἰ μὴ νὺξ ἐπόρουσε βαθύσκιον ἠέρ’ἄγουσα.
646
χάσσατο δ’Εὐρύπυλος, σὺν δ’ἄλλοι Τρώιοι υἷες
647
νηῶν βαιὸν ἄπωθε ποτὶ προχοὰς Σιμόεντος
648
ᾗχί περ αὖλιν ἔθεντο γεγηθότες. οἱ δ’ἐνὶ νηυσὶν
649
Ἀργεῖοι γοάασκον ἐπὶ ψαμάθοισι πεσόντες
650
πολλὰ μάλ’ἀχνύμενοι κταμένων ὕπερ, οὕνεκ’ἄρ’αὐτῶν
651
πολλοὺς ἐν κονίῃσι μέλας ἐκιχήσατο πότμος.