Quintus

Posthomerica, 2

1
αὐτὰρ ἐπεὶ κορυφὰς ὀρέων ὑπέρ ἠχηέντων
2
λαμπρὸν ὑπὲρ φάος ἦλθεν ἀτειρέος ἠελίοιο,
3
οἱ μὲν ἄρ’ἐν κλισίῃσιν Ἀχαιῶν ὄβριμοι υἷες
4
γήθεον ἀκαμάτῳ μέγ’ἐπευχόμενοι Ἀχιλῆι.
5
Τρῶες δ’αὖ μύροντο κατὰ πτόλιν · ἀμφὶ δὲ πύργους
6
ἑζόμενοι σκοπίαζον, ἐπεὶ φόβος ἔλλαβε πάντας,
7
μὴ δή που μέγα τεῖχος ὑπερθόρῃ ὄβριμος ἀνήρ
8
αὐτούςτε κτείνῃ κατάτε πρήσῃ πυρὶ πάντα.
9
τοῖσι δ’ἄρ’ἀχνυμένοισι γέρων μετέειπε Θυμοίτης ·
10
φίλοι, οὐκέτ’ἔγωγε περὶ φρεσὶν οἶδα νοῆσαι,
11
ὅππως ἔσσεται ἄλκαρ ἀνιηροῦ πολέμοιο
12
Ἕκτορος ἀγχεμάχοιο δεδουπότος, ὃς μέγα Τρώων
13
κάρτος ἔην τὸ πάροιθε · καὶ οὐ δ’ γε Κῆρας ἄλυξεν,
14
ἀλλ’ἐδάμη παλάμῃσιν Ἀχιλλέος, περ ὀΐω
15
καὶ θεὸν ἀντιάσαντα μάχῃ ἔνι δῃωθῆναι ·
16
οἵην τήνδ’ἐδάμασσεν ἀνὰ κλόνον, ἥνπερ οἱ ἄλλοι
17
Ἀργεῖοι φοβέοντο, δαΐφρονα Πενθεσίλειαν ·
18
καὶ γὰρ ἔην ἔκπαγλος · ἔγωγέ μιν ὡς ἐνόησα,
19
ὠισάμην μακάρων τίν’ἀπ’οὐρανοῦ ἐνθάδ’ἱκέσθαι
20
ἡμῖν χάρμα φέρουσαν · δ’οὐκ ἄρ’ἐτήτυμον ἦεν.
21
ἀλλ’ἄγε φραζώμεσθα, τί λώιον ἄμμι γένηται,
22
ἔτι που στυγεροῖσι μαχώμεθα δυσμενέεσσιν,
23
ἤδη φεύγωμεν ἀπ’ἄστεος ὀλλυμένοιο ·
24
οὐ γὰρ ἔτ’Ἀργείοισι δυνησόμεθ’ἀντιφερίζειν
25
μαρναμένου κατὰ δῆριν ἀμειλίκτου Ἀχιλῆος.
26
ὣς ἄρ’ἔφη · τὸν δ’υἱὸς ἀμείβετο Λαομέδοντος ·
27
φίλος ἠδ’ἄλλοι Τρῶες σθεναροίτ’ἐπίκουροι,
28
μή νύ τι δειμαίνοντες ἑῆς χαζώμεθα πάτρης,
29
μη δ’ἔτι δυσμενέεσσι μαχώμεθα τῆλε πόληος,
30
ἀλλά που ἐκ πύργων καὶ τείχεος, εἰσόκεν ἔλθῃ
31
Μέμνων ὀβριμόθυμος ἄγων ἀπερείσια φῦλα
32
λαῶν, οἳ ναίουσι μελάμβροτον Αἰθιόπειαν.
33
ἤδη γάρ ῥα καὶ αὐτὸν ὀΐομαι ἀγχόθι γαίης
34
ἔμμεναι ἡμετέρης · ἐπεὶ νύ οἱ οὔτι νέον γε
35
ἀγγελίην προέηκα μέγ’ἀχνύμενος περί θυμῷ ·
36
αὐτὰρ γ’ἀσπασίως μοι ὑπέσχετο πάντα τελέσσαι
37
ἐλθὼν ἐς Τροίην · καί μιν σχεδὸν ἔλπομαι εἶναι.
38
ἀλλ’ἄγε τλῆτ’ἔτι βαιόν, ἐπεὶ πολὺ λώιόν ἐστι
39
θαρσαλέως ἀπολέσθαι ἀνὰ κλόνον, ἠὲ φυγόντας
40
ζώειν ἀλλοδαποῖσι παρ’ἀνδράσιν αἴσχε’ἔχοντας.
41
ῥ’ γέρων · ἀλλ’οὔτι σαόφρονι Πουλυδάμαντι
42
ἥνδανεν εἰσέτι δῆρις, ἐΰφρονα δ’ἔκφατο μῦθον ·
43
εἰ μὲν δὴ Μέμνων τοι ἀριφραδέως κατένευσεν
44
ἡμέων αἰνὸν ὄλεθρον ἀπωσέμεν, οὔτι μεγαίρω
45
μίμνειν ἀνέρα δῖον ἀνὰ πτόλιν · ἀλλ’ἄρα θυμῷ
46
δείδω, μὴ σὺν ἑοῖσι κιὼν ἑτάροισι δαμείη
47
κεῖνος ἀνήρ, πολλοῖς δὲ καὶ ἄλλοις πῆμα γένηται
48
ἡμετέροις · δεινὸν γὰρ ἐπὶ σθένος ὄρνυτ’Ἀχαιῶν.
49
ἀλλ’ἄγε, μη δὲ πόληος ἑῆς ἀπὸ τῆλε φυγόντες
50
αἴσχεα πολλὰ φέρωμεν ἀναλκείῃ ὑπὸ λυγρῇ
51
ἀλλοδαπὴν περόωντες ἐπὶ χθόνα, μη δ’ἔτι πάτρῃ
52
μίμνοντες κτεινώμεθ’ὑπ’Ἀργείων ὀρυμαγδοῦ,
53
ἀλλ’ἤδη Δαναοῖσι, καὶ εἰ βραδύ, λώιον εἴη
54
εἰσέτι κυδαλίμην Ἑλένην καὶ κτήματ’ἐκείνης,
55
ἠμὲν ὅσα Σπάρτηθεν ἀνήγαγεν ἠδὲ καὶ ἄλλα,
56
διττάκι τόσσα φέροντας ὑπὲρ πόλιόςτε καὶ αὐτῶν
57
ἐκδόμεν, ἕως οὐ κτῆσιν ἀνάρσια φῦλα δέδασται
58
ἡμετέρην, οὐ δ’ἄστυ κατήνυκε πῦρ ἀΐδηλον.
59
νῦν δ’ἄγ’ἐμοὶ πείθεσθε περὶ φρεσίν · οὐ γὰρ ὀΐω
60
ἄλλον ἀμείνονα μῆτιν ἐνὶ Τρώεσσι φράσασθαι ·
61
εἴθ’ὄφελον καὶ πρόσθεν ἐμῆς ἐπάκουσεν ἐφετμῆς
62
Ἕκτωρ, ὁππότε μιν κατερήτυον ἔνδοθι πάτρης.
63
ὣς φάτο Πουλυδάμαντος ἐῢ σθένος · ἀμφὶ δὲ Τρῶες
64
ᾔνεον εἰσαΐοντες ἐνὶ φρεσίν, οὐ δ’ἀναφανδὸν
65
μῦθον ἔφαν · πάντες γὰρ ἑὸν τρομέοντες ἄνακτα
66
ἅζοντ’ἠδ’Ἑλένην, κείνης ἕνεκ’ὀλλύμενοί περ.
67
τὸν δὲ καὶ ἐσθλὸν ἐόντα Πάρις μέγα νείκεσεν ἄντην ·
68
Πουλυδάμα, σὺ μὲν ἐσσὶ φυγοπτόλεμος καὶ ἄναλκις,
69
οὐ δὲ σοὶ ἐν στέρνοισι πέλει μενεδήιον ἦτορ,
70
ἀλλὰ δέος καὶ φύζα · σὺ δ’εὔχεαι εἶναι ἄριστος
71
ἐν βουλῇ · πάντων δὲ χερείονα μήδεα οἶδας.
72
ἀλλ’ἄγε δὴ σὺ μὲν αὐτὸς ἀπόσχεο δηιοτῆτος,
73
μίμνε δ’ἐνὶ μεγάροισι καθήμενος · αὐτὰρ οἱ ἄλλοι
74
ἀμφ’ἐμὲ θωρήξονται ἀνὰ πτόλιν, εἰσόκε μῆχος
75
εὕρωμεν θυμῆρες ἀνηλεγέος πολέμοιο ·
76
οὐ γὰρ νόσφι πόνοιο καὶ ἀργαλέου πολέμοιο
77
ἀνθρώποις μέγα κῦδος ἀέξεται ἠδὲ καὶ ἔργον ·
78
φύζα δὲ νηπιάχοισι μάλ’εὔαδεν ἠδὲ γυναιξί ·
79
κείνῃς θυμὸν ἔοικας · ἐγὼ δέ τοι οὔτι πέποιθα
80
μαρναμένῳ · πάντων γὰρ ἀμαλδύνεις θρασὺ κάρτος.
81
μέγα νεικείων · δὲ χωόμενος φάτο μῦθον
82
Πουλυδάμας · οὐ γάρ οἱ ἐναντίον ἅζετ’ἀῦσαι
83
κεῖνος, ἐπεὶ στυγερὸς καὶ ἀτάσθαλος ἠδ’ἀεσίφρων,
84
ὃς φίλα μὲν σαίνῃσιν ἐνωπαδόν, ἄλλα δὲ θυμῷ
85
πορφύρει καὶ κρύβδα τὸν οὐ παρεόντα χαλέπτῃ ·
86
τῷ ῥα καὶ ἀμφαδίῃ μέγα νείκεσε δῖον ἄνακτα ·
87
μοι ἐπιχθονίων πάντων ὀλοώτατε φωτῶν,
88
σὸν θράσος ἤγαγε νῶιν ὀϊζύα, σὸς νόος ἔτλη
89
δῆριν ἀπειρεσίην καὶ τλήσεται, εἰσόκε πάτρην
90
σὺν λαοῖς σφετέροισι δαϊζομένην ἐσίδηαι ·
91
ἀλλ’ἐμὲ μὴ τοιόνδε λάβοι θράσος, ἀμφὶ δὲ τάρβος
92
ἀσφαλὲς αἰὲν ἔχοιμι, σόον δέ μοι οἶκον ὀφέλλοι.
93
ὣς ἄρ’ἔφη. δ’ἄρ’οὔτι προσέννεπε Πουλυδάμαντα ·
94
μνήσατο γάρ, Τρώεσσιν ὅσας ἐφέηκεν ἀνίας
95
ἠδ’ὁπόσας ἔτ’ἔμελλεν, ἐπεί ῥά οἱ αἰθόμενον κῆρ
96
μᾶλλον ἐφώρμαινεν θανέειν νόσφι γενέσθαι
97
ἀντιθέης Ἑλένης, ἧς εἵνεκα Τρώιοι υἷες
98
ὑψόθεν ἐσκοπίαζον ἀπ’ἄστεος αἰπεινοῖο
99
δέγμενοι Ἀργείους ἠδ’Αἰακίδην Ἀχιλῆα.
100
τοῖσι δ’ἄρ’οὐ μετὰ δηρὸν ἀρήιος ἤλυθε Μέμνων,
101
Μέμνων κυανέοισι μετ’Αἰθιόπεσσιν ἀνάσσων,
102
ὃς κίε λαὸν ἄγων ἀπερείσιον · ἀμφὶ δὲ Τρῶες
103
γηθόσυνοί μιν ἴδοντο κατὰ πτόλιν, ἠΰτε ναῦται
104
χείματος ἐξ ὀλοοῖο δι’αἰθέρος ἀθρήσωσιν
105
ἤδη τειρόμενοι Ἑλίκης περιηγέος αἴγλην ·
106
ὣς λαοὶ κεχάροντο περισταδόν, ἔξοχα δ’ἄλλων
107
Λαομεδοντιάδης · μάλα γάρ νύ οἱ ἦτορ ἐώλπει
108
δῃώσειν πυρὶ νῆας ὑπ’ἀνδράσιν Αἰθιόπεσσιν,
109
οὕνεκ’ἔχον βασιλῆα πελώριον ἠδὲ καὶ αὐτοὶ
110
πολλοὶ ἔσαν καὶ πάντες ἐς Ἄρεα μαιμώωντες ·
111
τῷ ῥ’ἄμοτον κύδαινεν ἐῢν γόνον Ἠριγενείης
112
δωτίνῃς ἀγαθῇσι καὶ εὐφροσύνῃ τεθαλυίῃ ·
113
ἀλλήλοις δ’ὀάριζον ἐπ’εἰλαπίνῃ καὶ ἐδωδῇ,
114
ὃς μὲν ἀριστῆας Δαναῶν καὶ ὅσ’ἄλγε’ἀνέτλη
115
ἐξενέπων, δὲ πατρὸς ἑοῦ καὶ μητέρος Ἠοῦς
116
ἀθάνατον βίον αἰέν, ἀπειρεσίηςτε ῥέεθρα
117
Τηθύος, ὠκεανοῦτε βαθυρρόου ἱερὸν οἶδμα
118
ἠδέ καὶ ἀκαμάτου πέρατα χθονός, ἀντολίαςτε
119
ἠελίου, καὶ πᾶσαν ἀπ’ὠκεανοῖο κέλευθον
120
μέχρις ἐπὶ Πριάμοιο πόλιν καὶ πρώονας Ἴδης,
121
ἠδὲ καὶ ὡς ἐδάϊξεν ὑπὸ στιβαρῇσι χέρεσσιν
122
ἀργαλέων Σολύμων ἱερὸν στρατόν, οἵ μιν ἰόντα
123
εἶργον, καὶ σφίσι πῆμα καὶ ἄσχετον ὤπασε πότμον.
124
καὶ τὰ μὲν ὣς ἀγόρευε καὶ ὡς ἴδεν ἔθνεα φωτῶν
125
μυρία · τοῦ δ’ἀΐοντος ὑπὸ φρεσὶ τέρπετο θυμός,
126
καί καθαπτόμενος γεραρῷ προσεφώνεε μύθῳ ·
127
Μέμνον, τό μὲν ἄρ με θεοὶ ποίησαν ἰδέσθαι
128
σὸν στρατὸν ἠδὲ καὶ αὐτὸν ἐν ἡμετέροισι μελάθροις ·
129
ὥς μοι ἔτι κρήνειαν, ἵν’Ἀργείους ἐσίδωμαι
130
ὀλλυμένους ἅμα πάντας ὑπ’ἐγχείῃσι τεῇσι ·
131
καὶ γὰρ δὴ μακάρεσσιν ἀτειρέσι πάντα ἔοικας
132
ἐκπάγλως, ὡς οὔτις ἐπιχθονίων ἡρώων ·
133
τῷ σ’ὀΐω κείνοισι φόνον στονόεντα βαλέσθαι.
134
νῦν δ’ἄγε τέρπεο θυμὸν ἐπ’εἰλαπίνῃσιν ἐμῇσι
135
σήμερον · αὐτὰρ ἔπειτα μαχήσεαι, ὡς ἐπέοικεν.
136
ὣς εἰπὼν παλάμῃσι δέπας πολυχανδὲς ἀείρας
137
Μέμνονα προφρονέως στιβαρῷ δείδεκτο κυπέλλῳ
138
χρυσείῳ, τό ῥα δῶκε περίφρων ἀμφιγυήεις
139
Ἥφαιστος κλυτὸν ἔργον, ὅτ’ἤγετο Κυπρογένειαν,
140
Ζηνὶ μεγασθενέϊ · δ’ἄρ’ὤπασεν υἱέϊ δῶρον
141
Δαρδάνῳ ἀντιθέῳ · δ’Ἐριχθονίῳ πόρε παιδί ·
142
Τρωὶ δ’Ἐριχθόνιος μεγαλήτορι · αὐτὰρ γ’Ἴλῳ
143
κάλλιπε σὺν κτεάτεσσιν · δ’ὤπασε Λαομέδοντι ·
144
αὐτὰρ Λαομέδων Πριάμῳ πόρεν, ὅς μιν ἔμελλεν
145
υἱέϊ δωσέμεναι · τὸ δέ οἱ θεὸς οὐκ ἐτέλεσσεν.
146
κεῖνο δέπας περικαλλὲς ἐθάμβεεν ἐν φρεσὶ Μέμνων
147
ἀμφαφόων καὶ τοῖον ὑποβλήδην φάτο μῦθον ·
148
οὐ μὲν χρὴ παρὰ δαιτὶ πελώριον εὐχετάασθαι
149
οὐ δ’ἄρ’ὑποσχεσίην κατανευέμεν, ἀλλὰ ἕκηλον
150
δαίνυσθ’ἐν μεγάροισι καὶ ἄρτια μηχανάασθαι ·
151
εἴτε γὰρ ἐσθλόςτ’εἰμὶ καὶ ἄλκιμος εἴτε καὶ οὐκί,
152
γνώσῃ ἐνὶ πτολέμῳ, ὁπότ’ἀνέρος εἴδεται ἀλκή.
153
νῦν δ’ἄγε δὴ κοίτοιο μεδώμεθα, μη δ’ἀνὰ νύκτα
154
πίνωμεν · χαλεπὸς γὰρ ἐπειγομένοισι μάχεσθαι
155
οἶνος ἀπειρέσιος καὶ ἀϋπνοσύνη ἀλεγεινή.
156
ὣς φάτο · τὸν δ’ γεραιὸς ἀγασσάμενος προσέειπεν ·
157
αὐτὸς ὅπως ἐθέλεις μεταδαίνυσο, πείθεο δ’αὐτῷ ·
158
οὐ γὰρ ἐγώ σ’ἀέκοντα βιήσομαι · οὐ γὰρ ἔοικεν
159
οὔτ’ἀπιόντ’ἀπὸ δαιτὸς ἐρυκέμεν οὔτε μένοντα
160
σεύειν ἐκ μεγάροιο · θέμις νύ τοι ἀνδράσιν αὕτως.
161
ὣς φάθ’· δ’ἐκ δόρποιο μεθίστατο · βῆ δὲ πρὸς εὐνὴν
162
ὑστατίην · ἅμα δ’ἄλλοι ἔβαν κοίτοιο μέδεσθαι
163
δαιτυμόνες · τάχα δέ σφιν ἐπήλυθε νήδυμος ὕπνος.
164
αὐτὰρ ἐνὶ μεγάροισι Διὸς στεροπηγερέταο
165
ἀθάνατοι δαίνυντο · πατὴρ δ’ἐν τοῖσι Κρονίων
166
εὖ εἰδώς ἀγόρευε δυσηχέος ἔργα μόθοιο ·
167
ἴστε θεοὶ περὶ πάντες ἐπεσσύμενον βαρὺ πῆμα
168
αὔριον ἐν πολέμῳ · μάλα γὰρ πολλῶν μένος ἵππων
169
ὄψεσθ’ἀμφ’ὀχέεσσι δαϊζομένων ἑκάτερθεν
170
ἄνδρας δ’ὀλλυμένους · τῶν καὶ πέρι κηδόμενός τις
171
μιμνέτω ὑμείων μη δ’ἀμφ’ἐμὰ γούναθ’ἱκάνων
172
λισσέσθω · κῆρες γὰρ ἀμείλιχοί εἰσι καὶ ἡμῖν.
173
ὣς ἔφατ’ἐν μέσσοισιν ἐπισταμένοισι καὶ αὐτοῖς,
174
ὄφρα καὶ ἀσχαλόων τις ἀπὸ πτολέμοιο τράπηται,
175
μη δέ λισσόμενος περὶ υἱέος ἠὲ φίλοιο
176
μαψιδίως ἀφίκηται ἀτειρέος ἔνδον Ὀλύμπου.
177
καὶ τὰ μὲν ὡς ἐσάκουσαν ἐριγδούπου Κρονίδαο,
178
τλῆσαν ἐνὶ στέρνοισι καὶ οὐ βασιλῆος ἔναντα
179
μῦθον ἔφαν · μάλα γάρ μιν ἀπειρέσιον τρομέεσκον ·
180
ἀχνύμενοι δ’ἵκανον · ὅπῃ δόμος ἦεν ἑκάστου
181
καὶ λέχος · ἀμφὶ δὲ τοῖσι καὶ ἀθανάτοις περ ἐοῦσιν
182
ὕπνου βληχρὸν ὄνειαρ ἐπὶ βλεφάροισι τανύσθη.
183
ἦμος δ’ἠλιβάτων ὀρέων ὑπερέσσυται ἄκρας
184
λαμπρὸς ἀν’οὐρανὸν εὐρὺν ἑωσφόρος, ὅςτ’ἐπὶ ἔργον
185
ἡδὺ μάλα κνώσσοντας ἀμαλλοδετῆρας ἐγείρει ·
186
τῆμος ἀρήιον υἷα φαεσφόρου Ἠριγενείης
187
ὕστατος ὕπνος ἀνῆκεν · δ’ἐν φρεσὶ κάρτος ἀέξων
188
ἤδη δυσμενέεσσι λιλαίετο δηριάασθαι.
189
Ἠὼς δ’οὐρανὸν εὐρὺν ἀνήιεν οὐκ ἐθέλουσα.
190
καὶ τότε Τρῶες ἕσαντο περὶ χροῒ δήια τεύχη,
191
τοῖσι δ’ἅμ’Αἰθίοπέςτε καὶ ὁππόσα φῦλα πέλοντο
192
ἀμφὶ βίην Πριάμοιο συναγρομένων ἐπικούρων
193
πανσυδίῃ · μάλα δ’ὦκα πρὸ τείχεος ἐσσεύοντο
194
κυανέοις νεφέεσσιν ἐοικότες, οἷα Κρονίων
195
χείματος ὀρνυμένοιο κατ’ἠέρα πουλὺν ἀγείρει.
196
αἶψα δ’ἄρ’ἐπλήσθη πεδίον πᾶν · οἱ δ’ἐκέχυντο
197
ἀκρίσι πυροβόροισιν ἀλίγκιον, αἵτε φέρονται
198
ὡς νέφος πολὺς ὄμβρος ὑπὲρ χθονὸς εὐρυπέδοιο
199
ἄπλητοι μερόπεσσιν ἀεικέα λιμὸν ἄγουσαι ·
200
ὣς οἱ ἴσαν πολλοίτε καὶ ὄβριμοι, ἀμφὶ δ’ἀγυιαὶ
201
στείνοντ’ἐσσυμένων, ὑπὸ δ’ἔγρετο ποσσὶ κονίη.
202
Ἀργεῖοι δ’ἀπάνευθεν ἐθάμβεον, εὖτ’ἐσίδοντο
203
ἐσσυμένους · εἶθαρ δὲ περὶ χροῒ χαλκὸν ἕσαντο
204
κάρτεϊ Πηλείδαο πεποιθότες · ὃς δ’ἐνὶ μέσσοις
205
ἤιε Τιτήνεσσι πολυσθενέεσσιν ἐοικὼς
206
κυδιόων ἵπποισι καὶ ἅρμασι · τοῦ δ’ἄρα τεύχη
207
πάντη μαρμαίρεσκον ἀλίγκιον ἀστεροπῇσιν.
208
οἶος δ’ἐκ περάτων γαιηόχου ὠκεανοῖο
209
ἔρχεται ἠέλιος φαεσίμβροτος οὐρανὸν εἴσω
210
παμφανόων, τραφερὴ δὲ γελᾷ περὶ γαῖα καὶ αἰθήρ ·
211
τοῖος ἐν Ἀργείοισι τότ’ἔσσυτο Πηλέος υἱός.
212
ὣς δὲ καὶ ἐν Τρώεσσιν ἀρήιος ἤιε Μέμνων
213
Ἄρεϊ μαιμώωντι πανείκελος, ἀμφὶ δὲ λαοὶ
214
προφρονέως ἐφέποντο παρεσσύμενοι βασιλῆι.
215
αἶψα δ’ἄρ’ἀμφοτέρων δολιχαὶ πονέοντο φάλαγγες
216
Τρώων καὶ Δαναῶν, μετὰ δ’ἔπρεπον Αἰθιοπῆες ·
217
σὺν δ’ἔπεσον καναχηδὸν ὁμῶς, ἅτε κύματα πόντου
218
πάντοθεν ἐγρομένων ἀνέμων ὑπὸ χείματος ὥρῃ ·
219
ἀλλήλους δ’ἐδάϊζον ἐϋξέστῃς μελίῃσι
220
βάλλοντες, μετὰ δέ σφι γόος καναχήτε δεδήει ·
221
ὡς δ’ὅτ’ἐρίγδουποι ποταμοὶ μεγάλα στενάχωσιν
222
εἰς ἅλα χευόμενοι, ὅτε λαβρότατος πέλει ὄμβρος
223
ἐκ Διός, εὖτ’ἀλίαστον ἐπὶ νέφεα κτυπέωσι
224
θηγόμεν’ἀλλήλοισι, πυρὸς δ’ἐξέσσυτ’ἀϋτμή ·
225
ὣς τῶν μαρναμένων μέγ’ὑπαὶ ποσὶ γαῖα πελώρη
226
ἔβραχε, θεσπεσίου δὲ δι’ἠέρος ἔσσυτ’ἀϋτὴ
227
σμερδαλέη · δεινὸν γὰρ ἀΰτεον ἀμφοτέρωθεν.
228
ἔνθ’ἕλε Πηλείδης Θάλιον καὶ ἀμύμονα Μέντην
229
ἄμφω ἀριγνώτω, βάλε δ’ἄλλων πολλὰ κάρηνα.
230
εὖτ’αἰγὶς βερέθροισιν ὑποχθονίοις ἐπορούσῃ
231
λάβρος, ἄφαρ δέτε πάντα κατὰ χθονὸς ἀμφιχέηται
232
ἐκ θεμέθλων · μάλα γάρ ῥα περιτρομέει βαθὺ γαῖα ·
233
ὣς οἵ γ’ἐν κονίῃσι κατήριπον ὠκέϊ πότμῳ
234
αἰχμῇ Πηλείωνος · γὰρ μέγα μαίνετο θυμῷ.
235
ὣς δ’αὕτως ἑτέρωθεν ἐῢς πάϊς Ἠριγενείης
236
Ἀργείους ἐδάϊζε κακῇ ἐναλίγκιος Αἴσῃ,
237
τε φέρει λαοῖσι κακὸν καὶ ἀεικέα λοιγόν.
238
πρῶτον δ’εἷλε Φέρωνα διὰ στέρνοιο τυχήσας
239
δούρατι λευγαλέῳ, ἐπὶ δ’ἔκτανε δῖον Ἔρευθον,
240
ἄμφω ἐελδομένω πόλεμον καὶ ἀεικέα χάρμην,
241
οἳ Θρύον ἀμφενέμοντο παρ’Ἀλφειοῖο ῥεέθροις,
242
καί ῥ’ὑπὸ Νέστορι βῆσαν ἐς Ἰλίου ἱερὸν ἄστυ ·
243
τοὺς δ’ὁπότ’ἐξενάριξεν, ἐπῴχετο Νηλέος υἱὸν
244
κτεῖναί μιν μεμαώς · τοῦ δ’Ἀντίλοχος θεοειδὴς
245
πρόσθ’ἐλθὼν ἴθυνε μακρὸν δόρυ, καί οἱ ἅμαρτε
246
τυτθὸν ἀλευαμένοιο · φίλον δέ οἱ εἷλεν ἑταῖρον
247
αἴθοπα Πυρρασίδην · δὲ χωσάμενος κταμένοιο
248
Ἀντιλόχῳ ἐπιᾶλτο, λέων ὣς ὀβριμόθυμος
249
καπρίῳ, ὅς ῥα καὶ αὐτὸς ἐναντίον οἶδε μάχεσθαι
250
ἀνδράσι καὶ θήρεσσι, πέλει δέ οἱ ἄσπετος ὁρμή ·
251
ὣς θοῶς ἐπόρουσεν, δ’εὐρέϊ μιν βάλε πέτρῳ
252
Ἀντίλοχος · τοῦ δ’οὔτι λύθη κέαρ, οὕνεκ’ἄρ’αὐτοῦ
253
ἀλγινόεντ’ἀπάλαλκε φόνον κρατερὴ τρυφάλεια ·
254
σμερδαλέον δέ οἱ ἦτορ ἐνὶ στέρνοισιν ὀρίνθη
255
βλημένου · ἀμφὶ δέ οἱ κόρυς ἴαχε · καί ῥ’ἔτι μᾶλλον
256
μαίνετ’ἐπ’Ἀντιλόχῳ. κρατερὴ δέ οἱ ἔζεεν ἀλκή ·
257
τοὔνεκα Νέστορος υἷα καὶ αἰχμητήν περ ἐόντα
258
τύψεν ὑπὲρ μαζοῖο · διήλασε δ’ὄβριμον ἔγχος
259
ἐς κραδίην, θνητοῖσιν ὅπῃ πέλει ὠκὺς ὄλεθρος.
260
τοῦ δ’ὑποδῃωθέντος ἄχος Δαναοῖσιν ἐτύχθη
261
πᾶσι, μάλιστα δὲ πατρὶ περὶ φρένας ἤλυθε πένθος
262
Νέστορι παιδὸς ἑοῖο παρ’ὀφθαλμοῖσι δαμέντος ·
263
οὐ γὰρ δὴ μερόπεσσι κακώτερον ἄλγος ἔπεισιν,
264
ὅτε παῖδες ὄλωνται ἑοῦ πατρὸς εἰσορόωντος ·
265
τοὔνεκα καὶ στερεῇσιν ἀρηράμενος φρεσὶ θυμὸν
266
ἄχνυτο παιδὸς ἑοῖο κακῇ περὶ Κηρὶ δαμέντος ·
267
κέκλετο δ’ἐσσυμένως Θρασυμήδεα νόσφιν ἐόντα ·
268
ὄρσο μοι, Θρασύμηδες ἀγακλεές, ὄφρα φονῆα
269
σεῖο κασιγνήτοιο καὶ υἱέος ἡμετέροιο
270
νεκροῦ ἑκὰς σεύωμεν ἀεικέος, ἠὲ καὶ αὐτοὶ
271
ἀμφ’αὐτῷ στονόεσσαν ἀναπλήσωμεν ὀϊζύν.
272
εἰ δὲ σοὶ ἐν στέρνοισι πέλει δέος, οὐ σύ γ’ἐμεῖο
273
υἱὸς ἔφυς οὐ δ’ἐσσὶ Περικλυμένοιο γενέθλης,
274
ὅςτε καὶ Ἡρακλῆι καταντίον ἐλθέμεν ἔτλη.
275
ἀλλ’ἄγε δὴ πονεώμεθ’, ἐπεὶ μέγα κάρτος ἀνάγκη
276
πολλάκι μαρναμένοισι καὶ οὐτιδανοῖσιν ὀπάζει.
277
ὣς φάτο · τοῦ δ’ἀΐοντος ὑπὸ φρεσὶ σύγχυτο θυμὸς
278
πένθεσι λευγαλέοισιν · ἄφαρ δέ οἱ ἤλυθεν ἄγχι
279
Φηρεύς, ὅν ῥα καὶ αὐτὸν ἀποκταμένοιο ἄνακτος
280
εἷλεν ἄχος · κρατεροῖο δ’ἐναντία δηριάασθαι
281
Μέμνονος ὡρμήθησαν ἀν’αἱματόεντα κυδοιμόν.
282
ὠς δ’ὅταν ἀγρευτῆρες κατὰ πτύχας ὑληέσσας
283
οὔρεος ἠλιβάτοιο λιλαιόμενοι μέγα θήρης
284
συὸς ἄρκτοιο καταντίον ἀΐσσωσι
285
κτεινέμεναι μεμαῶτες, δ’ἀμφοτέροις ἐπορούσας
286
θυμῷ μαιμώωντι βίην ἀπαμύνεται ἀνδρῶν ·
287
ὣς τότε καὶ Μέμνων φρόνεεν μέγα · τοὶ δέ οἱ ἄγχι
288
ἤλυθον · ἀλλά μιν οὔτι κατακτανέειν ἐδύναντο
289
μακρῇσιν μελίῃσιν · ἀπέπλαγχθεν δέ οἱ αἰχμαὶ
290
τῆλε χροός · μάλα γάρ που ἀπέτραπεν Ἠριγένεια ·
291
δούρατα δ’οὐχ ἁλίως χαμάδις πέσεν · ἀλλ’ μὲν ὦκα
292
ἐμμεμαὼς κατέπεφνε Πολύμνιον υἷα Μέγητος
293
Φηρεὺς ὀβριμόθυμος, δ’ἔκτανε Λαομέδοντα
294
Νέστορος ὄβριμος υἱὸς ἀδελφειοῖο χολωθείς,
295
ὃν Μέμνων ἐδάϊξε κατὰ μόθον, ἀμφὶ δ’ἄρ’αὐτῷ
296
χερσὶν ὑπ’ἀκαμάτῃσι λύεν παγχάλκεα τεύχη
297
οὔτε βίην ἀλέγων Θρασυμήδεος οὔτε μὲν ἐσθλοῦ
298
Φηρέος, οὕνεκα πολλὸν ὑπείροχος. οἱ δ’ἅτε θῶε
299
ἀμφ’ἔλαφον βεβαῶτα μέγαν φοβέοντο λέοντα
300
οὔτι πρόσω μεμαῶτες ἔτ’ἐλθέμεν · αἰνὰ δὲ Νέστωρ
301
ἐγγύθεν εἰσορόων ὀλοφύρετο, κέκλετο δ’ἄλλους
302
σφοὺς ἑτάρους δηίοισιν ἐπελθέμεν · ἂν δὲ καὶ αὐτὸς
303
ὥρμαινεν πονέεσθαι ἀφ’ἅρματος, οὕνεκ’ἄρ’αὐτὸν
304
παιδὸς ἀποφθιμένοιο ποθὴ ποτὶ μῶλον ἄγεσκε
305
πὰρ δύναμιν · μέλλεν δὲ φίλῳ περὶ παιδὶ καὶ αὐτὸς
306
κεῖσθαι ὁμῶς κταμένοις ἐναρίθμιος, εἰ μὴ ἄρ’αὐτὸν
307
Μέμνων ὀβριμόθυμος ἐπεσσύμενον προσέειπεν
308
αἰδεσθεὶς ἀνὰ θυμὸν ὁμήλικα πατρὸς ἑοῖο ·
309
γέρον, οὔ μοι ἔοικε καταντία σεῖο μάχεσθαι
310
πρεσβυτέροιο γεγῶτος, ἐπεί γ’εὖ οἶδα νοῆσαι ·
311
γὰρ ἔγωγ’ἐφάμην σε νέον καὶ ἀρήιον ἄνδρα
312
ἀντιάαν δηίοισι · θρασὺς δέ μοι ἔλπετο θυμὸς
313
χειρὸς ἐμῆς καὶ δουρὸς ἐπάξιον ἔμμεναι ἔργον.
314
ἀλλ’ἀναχάζεο τῆλε μόθου στυγεροῦτε φόνοιο,
315
χάζεο, μή σε βάλοιμι καὶ οὐκ ἐθέλων περ ἀνάγκῃ,
316
μη δὲ τεῷ περὶ παιδὶ πέσῃς μέγ’ἀμείνονι φωτὶ
317
μαρνάμενος, μὴ δή σε καὶ ἄφρονα μυθήσωνται
318
ἀνέρες · οὐ γὰρ ἔοικεν ὑπερτέρῳ ἀντιάασθαι.
319
ὣς φάτο · τὸν δ’ἑτέρωθι γέρων ἠμείβετο μύθῳ ·
320
Μέμνον, τὰ μὲν ἄρ που ἐτώσια πάντ’ἀγορεύεις ·
321
οὐ μὲν γὰρ δηίοισι πονεύμενον εἵνεκα παιδὸς
322
ἀφραίνειν ἐρέει τις ἀνηλέα παιδοφονῆα
323
νεκροῦ ἑκὰς σεύοντα κατὰ μόθον · ὡς ὄφελόν μοι
324
ἀλκὴ ἔτ’ἔμπεδος ἦεν, ἵνα γνώῃς ἐμὸν ἔγχος ·
325
νῦν δὲ σὺ μὲν μάλα πάγχυ μέγ’εὔχεαι, οὕνεκα θυμὸς
326
θαρσαλέος νέου ἀνδρὸς ἐλαφρότερον δὲ νόημα ·
327
τῷ ῥα καὶ ὑψηλὰ φρονέων ἀποφώλια βάζεις.
328
εἰ δέ μοι ἡβώωντι καταντίον εἰληλούθεις,
329
οὐκ ἄν τοι κεχάροντο φίλοι κρατερῷ περ ἐόντι ·
330
νῦν δ’ὥς τίςτε λέων ὑπὸ γήραος ἄχθομαι αἰνοῦ,
331
ὅντε κύων σταθμοῖο πολυρρήνοιο δίηται
332
θαρσαλέως, δ’ἄρ’οὔτι λιλαιόμενός περ ἀμύνει
333
οἷ αὐτῷ, οὐ γάρ οἱ ἔτ’ἔμπεδοί εἰσιν ὀδόντες
334
οὐ δὲ βίη, κρατερὸν δὲ χρόνῳ ἀμαθύνεται ἦτορ ·
335
ὣς ἐμοὶ οὐκέτι κάρτος ἐνὶ στήθεσσιν ὄρωρεν,
336
οἷόν. περ τὸ πάροιθεν · ὅμως δ’ἔτι φέρτερός εἰμι
337
πολλῶν ἀνθρώπων, παύροισι δέ γῆρας ὑπείκει
2.337a
ἡμέτερον, τοῖς κάρτος ὁμῶς πέλει ἠδὲ καὶ ἥβη.
338
ὣς εἰπὼν ἀπὸ βαιὸν ἐχάσσατο · λεῖπε δ’ἄρ’υἷα
339
κείμενον ἐν κονίῃσιν, ἐπεί νύ οἱ οὐκέτι πάμπαν
340
γναμπτοῖς ἐν μελέεσσι πέλε σθένος ὡς τὸ πάροιθεν ·
341
γήραϊ γὰρ καθύπερθε πολυτλήτῳ βεβάρητο.
342
ὣς δ’αὕτως ἀπόρουσεν ἐϋμμελίης Θρασυμήδης
343
Φηρεύςτ’ὀβριμόθυμος ἰδ’ἄλλοι πάντες ἑταῖροι
344
δειδιότες · μάλα γάρ σφιν ἐπῴχετο λοίγιος ἀνήρ.
345
ὡς δ’ὅτ’ἀπὸ μεγάλων ὀρέων ποταμὸς βαθυδίνης
346
καχλάζων φορέηται ἀπειρεσίῳ ὀρυμαγδῷ
347
ὁππότε συννεφὲς ἦμαρ ἐπ’ἀνθρώποισι τανύσσῃ
348
Ζεὺς κλονέων μέγα χεῖμα, περικτυπέουσι δὲ πάντῃ
349
βρονταὶ ὁμῶς στεροπῇσιν ἄδην νεφέων συνιόντων
350
θεσπεσίων, κοῖλαι δὲ περικλύζονται ἄρουραι
351
ὄμβρου ἐπεσσυμένοιο δυσηχέος, ἀμφὶ δὲ μακραὶ
352
σμερδαλέον βοόωσι κατ’οὔρεα πάντα χαράδραι ·
353
ὣς Μέμνων σεύεσκεν ἐπ’ᾐόνας Ἑλλησπόντου
354
Ἀργείους · μετόπισθε δ’ἐπισπόμενος κεράϊζε ·
355
πολλοὶ δ’ἐν κονίῃσι καὶ αἵματι θυμὸν ἔλειπον
356
Αἰθιόπων ὑπὸ χερσί · λύορῳ δ’ἐφορύνετο γαῖα
357
ὀλλυμένων Δαναῶν. μέγα δ’ἐν φρεσὶ γήθεε Μέμνων
358
αἰὲν ἐπεσσύμενος δηίων στίχας · ἀμφὶ δὲ νεκρῶν
359
στείνετο Τρώιον οὖδας · δ’οὐκ ἀπέληγε κυδοιμοῦ ·
360
ἔλπετο γὰρ Τρώεσσι φάος, Δαναοῖσι δὲ πῆμα
361
ἔσσεσθ’· ἀλλά Μοῖρα πολύστονος ἠπερόπευεν
362
ἐγγύθεν ἱσταμένη καὶ ἐπὶ κλόνον ὀτρύνουσα.
363
ἀμφὶ δὲ οἱ θεράποντες ἐϋσθενέες πονέοντο,
364
Ἀλκυονεὺς Νύχιόςτε καὶ Ἀσιάδης ἐρίθυμος
365
αἰχμητήςτε Μένεκλος Ἀλέξιππόςτε Κλύδωντε
366
ἄλλοιτ’ἰωχμοῖο μεμαότες, οἵ ῥα καὶ αὐτοὶ
367
καρτύναντ’ἀνὰ δῆριν ἑῷ πίσυνοι βασιλῆι.
368
καὶ τότε δή ῥα Μένεκλον ἐπεσσύμενον Δαναοῖσι
369
Νηλείδης κατέπεφνεν. δ’ἀσχαλόων ἑτάροιο
370
Μέμνων ὀβριμόθυμος ἐνήρατο πουλὺν ὅμιλον ·
371
ὡς δ’ὅτε τις κραιπνῇσιν ἐπιβρίσας ἐλάφοισι
372
θηρητὴρ ἐν ὄρεσσι λίνων ἔντοσθεν ἐρεμνῶν
373
ἰλαδὸν ἀγρομένῃσιν ἐς ὑστάτιον δόλον ἄγρης
374
αἰζηῶν ἰότητι, κύνες δ’ἐπικαγχαλόωσιν,
375
πυκνὸν ὑλακτιόωντες, δ’ἐμμεμαὼς ὑπ’ἄκοντι
376
κεμμάσιν ὠκυτάτῃσι φόνον στονόεντα τίθησιν ·
377
ὣς Μέμνων ἐδάϊζε πολὺν στρατόν · ἀμφὶ δ’ἑταῖροι
378
γήθεον · Ἀργεῖοι δὲ περικλυτὸν ἄνδρ’ἐφέβοντο.
379
ὡς δ’ὁπότ’ἐξεριπόντος ἀπ’οὔρεος ἠλιβάτοιο
380
πέτρου ἀπειρεσίοιο, τὸν ὑψόθεν ἀκάματος Ζεὺς
381
ὤσῃ ἀπὸ κρημνοῖο βαλὼν στονόεντι κεραυνῷ,
382
τοῦ δ’ἄρ’ἀνὰ δρυμὰ πυκνὰ καὶ ἄγκεα μακρὰ ῥαγέντος
383
βῆσσαι ἐπικτυπέουσι, περιτρομέουσι δ’ἀν’ὕλην,
384
εἴ που μῆλ’ὑπένερθε κυλινδομένοιο νέμονται
385
βόες ἠέ τιν’ἄλλα, καὶ ἐξαλέονται ἰόντος
386
ῥιπὴν ἀργαλέην καὶ ἀμείλιχον · ὣς ἄρ’Ἀχαιοὶ
387
Μέμνονος ὄβριμον ἔγχος ἐπεσσυμένοιο φέβοντο.
388
καὶ τότε δὴ κρατεροῖο μόλε σχεδὸν Αἰακίδαο
389
Νέστωρ, ἀμφὶ δὲ παιδὶ μέγ’ἀχνύμενος φάτο μῦθον ·
390
Ἀχιλεῦ μέγα ἕρκος ἐϋσθενέων Ἀργείων,
391
ὤλετό μοι φίλος υἱός, ἔχει δέ μοι ἔντεα Μέμνων
392
τεθναότος, δείδω δὲ κυνῶν μὴ κύρμα γένηται ·
393
ἀλλὰ θοῶς ἐπάμυνον, ἐπεὶ φίλος ὅστις ἑταίρου
394
μέμνηται κταμένοιο καὶ ἄχνυται οὐκέτ’ἐόντος.
395
ὣς φάτο · τοῦ δ’ἀΐοντος ὑπὸ φρένας ἔμπεσε πένθος ·
396
Μέμνονα δ’ὡς ἐνόησεν ἀνὰ στονόεντα κυδοιμὸν
397
Ἀργείους ἰληδὸν ὑπ’ἔγχεϊ δηιόωντα,
398
αὐτίκα κάλλιπε Τρῶας, ὅσους ὑπὸ χερσὶ δάϊξεν
399
ἀμφ’ἄλλῃσι φάλαγξι, καὶ ἰσχανόων πολέμοιο
400
ἤλυθέ οἱ κατέναντα χολούμενος Ἀντιλόχοιο
401
ἠδ’ἄλλων κταμένων · δ’ἀνείλετο χείρεσι πέτρην,
402
τήν ῥα βροτοὶ θέσαν οὖρον ἐϋστάχυος πεδίοιο,
403
καὶ βάλεν ἀκαμάτοιο κατ’ἀσπίδα Πηλείωνος
404
δῖος ἀνήρ · δ’ἄρ’οὔτι τρέσας περιμήκεα πέτρην
405
αὐτίκα οἱ σχεδὸν ἦλθε μακρὸν δόρυ πρόσθε τιταίνων,
406
πεζός, ἐπεί ῥά οἱ ἵπποι ἔσαν μετόπισθε κυδοιμοῦ,
407
καί οἱ δεξιὸν ὦμον ὑπὲρ σάκεος στυφέλιξεν ·
408
ὃς δὲ καὶ οὐτάμενός περ ἀταρβέϊ μάρνατο θυμῷ ·
409
τύψε δ’ἄρ’Αἰακίδαο βραχίονα δουρὶ κραταιῷ ·
410
τοῦ δ’ἐχύθη φίλον αἷμα · χάρη δ’ἄρ’ἐτώσιον ἥρως,
411
καί μιν ἄφαρ προσέειπεν ὑπερφιάλοις ἐπέεσσι ·
412
νῦν σ’ὀΐω μόρον αἰνὸν ἀναπλήσειν ὑπ’ὀλέθρῳ
413
χερσὶν ἐμῇσι δαμέντα καὶ οὐκέτι μῶλον ἀλύξαι.
414
σχέτλιε, τίπτε σὺ Τρῶας ἀνηλεγέως ὀλέεσκες
415
πάντων εὐχόμενος πολὺ φέρτατος ἔμμεναι ἀνδρῶν,
416
μητρόςτ’ἀθανάτης Νηρηίδος; ἀλλὰ σοὶ ἤδη
417
ἤλυθεν αἴσιμον ἦμαρ, ἐπεὶ θεόθεν γένος εἰμὶ
418
Ἠοῦς ὄβριμος υἱός, ὃν ἔκτοθι λειριόεσσαι
419
Ἑσπερίδες θρέψαντο παρὰ ῥόον ὠκεανοῖο.
420
τοὔνεκά σευ καὶ δῆριν ἀμείλιχον οὐκ ἀλεείνω
421
εἰδὼς μητέρα δῖαν, ὅσον προφερεστέρη ἐστὶ
422
Νηρεΐδος, τῆς αὐτὸς ἐπεύχεαι ἔκγονος εἶναι ·
423
μὲν γὰρ μακάρεσσι καὶ ἀνθρώποισι φαείνει,
424
τῇ ἐπὶ πάντα τελεῖται ἀτειρέος ἔνδον Ὀλύμπου
425
ἐσθλάτε καὶ κλυτὰ ἔργα, τάτ’ἀνδράσι γίνετ’ὄνειαρ ·
426
δ’ἐν ἁλὸς κευθμῶσι καθημένη ἀτρυγέτοισι
427
ναίει ὁμῶς κήτεσσι μετ’ἰχθύσι κυδιόωσα
428
ἄπρηκτος καὶ ἄϊστος · ἐγὼ δέ μιν οὐκ ἀλεγίζω
429
οὐ δέ μιν ἀθανάτῃσιν ἐπουρανίῃσιν ἐΐσκω.
430
ὣς φάτο · τὸν δ’ἐνένιπε θρασὺς πάϊς Αἰακίδαο ·
431
Μέμνον, πῇ νῦν σε κακαὶ φρένες ἐξορόθυναν
432
ἐλθέμεν ἀντί’ἐμεῖο καὶ ἐς μόθον ἰσοφαρίζειν;
433
ὃς σέο φέρτερός εἰμι βίῃ γενεῇτε φυῇτε
434
Ζηνὸς ὑπερθύμοιο λαχὼν ἀριδείκετον αἷμα
435
καὶ σθεναροῦ Νηρῆος, ὃς εἰναλίας τέκε καύρας
436
Νηρεΐδας, τὰς δή ῥα θεοὶ τίουσ’ἐν Ὀλύμπῳ,
437
πασάων δὲ μάλιστα Θέτιν κλυτὰ μητιόωσαν,
438
οὕνεκά που Διόνυσον ἑοῖς ὑπέδεκτο μελάθροις,
439
ὁππότε δειμαίνεσκε βίην ὀλοοῖο Λυκούργου,
440
ἠδὲ καὶ ὡς Ἥφαιστον ἐΰφρονα χαλκεοτέχνην
441
δέξαθ’οἷσι δόμοισιν ἀπ’Οὐλύμποιο πεσόντα,
442
αὐτόντ’Ἀργικέραυνον ὅπως ὑπελύσατο δεσμῶν ·
443
τῶν μιμνησκόμενοι πανδερκέες Οὐρανίωνες
444
μητέρ’ἐμὴν τίουσι Θέτιν ζαθέῳ ἐν Ὀλύμπῳ.
445
γνώσῃ δ’ὡς θεός ἐστιν, ἐπὴν δόρυ χάλκεον εἴσω
446
ἐς τεὸν ἧπαρ ἵκηται ἐμῇ βεβλημένον ἀλκῇ ·
447
Ἕκτορα γὰρ Πατρόκλοιο, σὲ δ’Ἀντιλόχοιο χολωθεὶς
448
τίσομαι · οὐ γὰρ ὄλεσσας ἀνάλκιδος ἀνδρὸς ἑταῖρον.
449
ἀλλὰ τί νηπιάχοισιν ἐοικότες ἀφραδέεσσιν
450
ἕσταμεν ἡμετέρων μυθεύμενοι ἔργα τοκήων
451
ἠδ’αὐτῶν; ἐγγὺς καὶ Ἄρης, ἐγγὺς δὲ καὶ ἀλκή.
452
ὣς εἰπὼν παλάμῃσι λάβεν πολυμήκετον ἆορ
453
Μέμνων δ’αὖθ’ἑτέρωθι, καὶ ὀτραλέως συνόρουσαν ·
454
τύπτον δ’ἀλλήλων ἄμοτον φρεσὶ μαιμώωντες
455
ἀσπίδας, ἃς Ἥφαιστος ὑπ’ἀμβροσίῃ κάμε τέχνῃ,
456
πυκνὰ συναΐσσοντες · ἐπέψαυον δὲ λόφοισιν
457
ἀλλήλαις ἑκάτερθεν ἐρειδόμεναι τρυφάλειαι.
458
Ζεὺς δὲ μέγ’ἀμφοτέροισι φίλα φρονέων βάλε κάρτος,
459
τεῦξε δ’ἄρ’ἀκαμάτους καὶ μείζονας, οὐδὲν ὁμοίους
460
ἀνδράσιν, ἀλλὰ θεοῖσιν · ἔρις δ’ἐπεγήθεεν ἄμφω.
461
οἱ δ’αἰχμὴν μεμαῶτες ἄφαρ χροὸς ἐντὸς ἐλάσσαι
462
μεσσηγὺς σάκεόςτε καὶ ὑψιλόφου τρυφαλείης
463
πολλάκις ἰθύνεσκον ἑὸν μένος, ἄλλοτε δ’αὖτε
464
βαιὸν ὑπὲρ κνημῖδος, ἔνερθε δὲ δαιδαλέοιο
465
θώρηκος βριαροῖσιν ἀρηρότος ἀμφὶ μέλεσσιν,
466
ἄμφω ἐπειγόμενοι · περὶ δέ σφισιν ἄμβροτα τεύχη
467
ἀμφ’ὤμοις ἀράβησε · βοὴ δ’ἵκετ’αἰθέρα δῖον
468
Τρώων Αἰθιόπωντε καὶ Ἀργείων ἐριθύμων
469
μαρναμένων ἑκάτερθε · κόνις δ’ὑπὸ ποσσὶν ὀρώρει
470
ἄχρις ἐς οὐρανὸν εὐρύν, ἐπεὶ μέγα κίνυτο ἔργου.
471
εὖτ’ὀμίχλη κατ’ὄρεσφιν ὀρινομένου ὑετοῖο,
472
ὁππότε δὴ κελάδοντες ἐνιπλήθονται ἔναυλοι
473
ὕδατος ἐσσυμένοιο, βρέμει δ’ἄρα πᾶσα χαράδρη
474
ἄσπετον, οἱ δ’ἄρα πάντες ἐπιτρομέουσι νομῆες
475
χειμάρρους ὀμίχληντε φίλην ὀλοοῖσι λύκοισιν
476
ἠδ’ἄλλοις θήρεσσιν, ὅσους τρέφει ἄσπετος ὕλη ·
477
ὣς τῶν ἀμφὶ πόδεσσι κόνις πεπότητ’ἀλεγεινή,
478
ῥάτε καὶ φάος ἠῢ κατέκρυφεν ἠελίοιο
479
αἰθέρ’ἐπισκιάουσα · κακὴ δ’ὑπεδάμνατ’ὀϊζὺς
480
λαοὺς ἐν κονίῃτε καὶ αἰνομόρῳ ὑσμίνῃ.
481
καὶ τὴν μὲν μακάρων τις ἀπώσατο δηιοτῆτος
482
ἐσσυμένως · ὀλοαὶ δὲ θοὰς ἑκάτερθε φάλαγγας
483
κῆρες ἐποτρύνεσκον ἀπειρέσιον πονέεσθαι
484
δῆριν ἀνὰ στονόεσσαν · Ἄρης δ’οὐ λῆγε φόνοιο
485
λευγαλέου, πάντη δὲ πέριξ ἐφορύνετο γαῖα
486
αἵματος ἐκχυμένοιο · μέλας δ’ἐπετέρπετ’Ὄλεθρος ·
487
στείνετο δὲ κταμένων πεδίον μέγαθ’ἱππόβοτόντε,
488
ὁππόσον ἀμφὶ ῥοαῖς Σιμόεις καὶ Ξάνθος ἐέργει
489
Ἴδηθεν κατιόντες ἐς ἱερὸν Ἑλλήσποντον.
490
ἀλλ’ὅτε δὴ πολλὴ μέν ἄδην μηκύνετο δῆρις
491
μαρναμένων, ἶσον δὲ μένος τέτατ’ἀμφοτέροισι,
492
δὴ τότε τούς γ’ἀπάνευθεν Ὀλύμπιοι εἰσορόωντες,
493
οἱ μὲν θυμὸν ἔτερπον ἀτειρέϊ Πηλείωνι,
494
οἱ δ’ἄρα Τιθωνοῖο καὶ Ἠοῦς υἱέϊ δίῳ.
495
ὑψόθι δ’οὐρανὸς εὐρὺς ἐπέβραχεν · ἀμφὶ δὲ πόντος
496
ἴαχε · κυανέη δὲ πέριξ ἐλελίζετο γαῖα
497
ἀμφοτέρων ὑπὸ ποσσί · περιτρομέοντο δὲ πᾶσαι
498
ἀμφὶ Θέτιν Νηρῆος ὑπερθύμοιο θύγατρες
499
ὀβρίμου ἀμφ’Ἀχιλῆος ἰδ’ἄσπετα δειμαίνοντο ·
500
δείδιε δ’Ἠριγένεια φίλῳ περὶ παιδὶ καὶ αὐτὴ
501
ἵπποις ἐμβεβαυῖα δι’αἰθέρος · αἱ δέ οἱ ἄγχι
502
Ἠελίοιο θύγατρες ἐθάμβεον ἑστηυῖαι
503
θεσπέσιον περὶ κύκλον, ὃν ἠελίῳ ἀκάμαντι
504
Ζεὺς πόρεν εἰς ἐνιαυτὸν ἐῢν δρόμον, περὶ πάντα
505
ζώειτε φθινύθειτε περιπλομένοιο κατ’ἦμαρ
506
νωλεμέως αἰῶνος ἑλισσομένων ἐνιαυτῶν.
507
καί νύ κε δὴ μακάρεσσιν ἀμείλιχος ἔμπεσε δῆρις,
508
εἰ μὴ ὑπ’ἐννεσίῃσι Διὸς μεγαλοβρεμέταο
509
δοιαὶ ἄρ’ἀμφοτέροισι θοῶς ἑκάτερθε παρέσταν
510
κῆρες, ἐρεμναίη μὲν ἔβη ποτὶ Μέμνονος ἦτορ,
511
φαιδρὴ δ’ἀμφ’Ἀχιλῆα δαΐφρονα · τοὶ δ’ἐσιδόντες
512
ἀθάνατοι μέγ’ἄϋσαν, ἄφαρ δ’ἕλε τοὺς μὲν ἀνίη
513
λευγαλέη, τοὺς δ’ἠῢ καὶ ἀγλαὸν ἔλλαβε χάρμα.
514
ἥρωες δ’ἐμάχοντο καθ’αἱματόεντα κυδοιμὸν
515
ἔμπεδον, οὐ δέ τι Κῆρας ἐποιχομένας ἐνόησαν
516
θυμὸν καὶ μέγα κάρτος ἐπ’ἀλλήλοισι φέροντες ·
517
φαίης κε στονόεντα κατὰ μόθον ἤματι κείνῳ
518
μάρνασθ’ἠὲ Γίγαντας ἀτειρέας ἠὲ κραταιοὺς
519
Τιτῆνας · σθεναρὴ γὰρ ἐπί σφισι δῆρις ὀρώρει,
520
ἠμὲν ὅτε ξιφέεσσι συνέδραμον, ἠδ’ὅτε λᾶας
521
βάλλον ἐπεσσύμενοι περιμήκεας · οὐ δέ τις αὐτῶν
522
χάζετο βαλλομένων, οὐ δ’ἔτρεσαν, ἀλλ’ἅτε πρῶνες
523
ἕστασαν ἀδμῆτες καταειμένοι ἄσπετον ἀλκήν ·
524
ἄμφω γὰρ μεγάλοιο Διὸς γένος εὐχετόωντο ·
525
τοὔνεκ’ἄρα σφίσι δῆριν ἴσην ἐτάνυσσεν Ἐνυὼ
526
πολλὸν ἐρειδομένοισιν ἐπὶ χρόνον ἐν δαῒ κείνῃ,
527
αὐτοῖς ἠδ’ἑτάροισιν ἀταρβέσιν, οἳ μετ’ἀνάκτων
528
νωλεμέως πονέοντο μεμαότες, ἄχρι καμόντων
529
αἰχμαὶ ἀνεγνάμφθησαν ἐν ἀσπίσιν · οὐ δέ τις ἦεν
530
θεινομένων ἑκάτερθεν ἀνούτατος, ἀλλ’ἄρα πάντων
531
ἐκ μελέων εἰς οὖδας ἀπέρρεεν αἷμα καὶ ἱδρὼς
532
αἰὲν ἐρειδομένων, κεκάλυπτο δὲ γαῖα νέκυσσιν
533
οὐρανὸς ὡς νεφέεσσιν ἐς Αἰγοκερῆα κιόντος
534
ἠελίου, ὅτε πόντον ὑποτρομέει μέγα ναύτης.
535
τοὺς δ’ἵπποι χρεμέθοντες ἐπεσσυμένοις ἅμα λαοῖς
536
τεθναότας στείβεσκον, ἅτ’ἄσπετα φύλλα κατ’ἄλσος
537
χείματος ἀρχομένου μετὰ τηλεθόωσαν ὀπώρην.
538
οἱ δέ που ἐν νεκύεσσι καὶ αἵματι δηριόωντο
539
υἱῆες μακάρων ἐρικυδέες, οὐ δ’ἀπέληγον
540
ἀλλήλοις κοτέοντες · ἔρις δ’ἴθυνε τάλαντα
541
ὑσμίνης ἀλεγεινά, τὰ δ’οὐκ ἔτι ἶσα πέλοντο ·
542
ἀλλ’ἄρα Μέμνονα δῖον ὑπὸ στέρνοιο θέμεθλα
543
Πηλείδης οὔτησε · τὸ δ’ἀντικρὺ μέλαν ἆορ
544
ἐξέθορεν · τοῦ δ’αἶψα λύθη πολυήρατος αἰών ·
545
κάππεσε δ’ἐς μέλαν αἷμα, βράχεν δέ οἱ ἄσπετα τεύχη ·
546
γαῖα δ’ὑπεσμαράγησε, καὶ ἀμφεφόβηθεν ἑταῖροι ·
547
τὸν δ’ἄρα Μυρμιδόνες μὲν ἐσύλεον · ἀμφὶ δὲ Τρῶες
548
φεῦγον · δ’αἶψα δίωκε μένος μέγα λαίλαπι ἶσος.
549
Ἠὼς δ’ἐστονάχησε καλυψαμένη νεφέεσσιν ·
550
ἠχλύνθη δ’ἄρα γαῖα. θοοὶ δ’ἅμα πάντες ἀῆται
551
μητρὸς ἐφημοσύνῃσι μιῇ φορέοντο κελεύθῳ
552
ἐς πεδίον Πριάμοιο καὶ ἀμφεχέοντο θανόντι,
553
ἦκα δ’ἀνηρείψαντο θοῶς Ἠώιον υἷα,
554
καί φέρον πολιοῖο δι’ἠέρος · ἄχνυτο δέ σφι
555
θυμὸς ἀδελφειοῖο δεδουπότος · ἀμφὶ δ’ἄρ’αἰθὴρ
556
ἔστενε. τοῦ δ’ἐπὶ γαῖαν ὅσαι πέσον αἱματόεσσαι
557
ἐκ μελέων ῥαθάμιγγες, ἐν ἀνθρώποισι τέτυκται
558
σῆμα καὶ ἐσσομένοις · τὰς γὰρ θεοὶ ἄλλοθεν ἄλλην
559
εἰς ἓν ἀγειράμενοι ποταμὸν θέσαν ἠχήεντα,
560
τόν ῥάτε Παφλαγόνειον ἐπιχθόνιοι καλέουσι
561
πάντες, ὅσοι ναίουσι μακρῆς ὑπὸ δειράσιν Ἴδης ·
562
ὅςτε καὶ αἱματόεις τραφερὴν ἐπινίσσεται αἶαν,
563
ὁππότε Μέμνονος ἦμαρ ἔῃ λυγρόν, ἔνι κεῖνος
564
κάτθανε · λευγαλέη δὲ καὶ ἄσχετος ἔσσυται ὀδμὴ
565
ἐξ ὕδατος · φαίης κεν ἔθ’ἕλκεος οὐλομένοιο
566
πυθομένους ἰχῶρας ἀποπνείειν ἀλεγεινόν.
567
ἀλλὰ τὸ μὲν βουλῇσι θεῶν γένεθ’. οἱ δ’ἐπέτοντο
568
Ἠοῦς ὄβριμον υἷα θοοὶ φορέοντες ἀῆται
569
τυτθὸν ὑπέρ γαίης δνοφερῇ κεκαλυμμένον ὄρφνῃ ·
570
οὐ δὲ μὲν Αἰθιοπῆες ἀποκταμένοιο ἄνακτος
571
νόσφιν ἀπεπλάγχθησαν, ἐπεὶ θεὸς αἶψα καὶ αὐτοὺς
572
ἦγε λιλαιομένοισι βαλὼν τάχος, οἶον ἔμελλον
573
οὐ μετὰ δηρὸν ἔχοντες ἐπηέριοι φορέεσθαι ·
574
τοὔνεχ’ἕποντ’ἀνέμοισιν ὀδυρόμενοι βασιλῆα.
575
ὡς δ’ὅταν ἀγρευτῆρος ἐνὶ ξυλόχοισι δαμέντος
576
συὸς ἠὲ λέοντος ὑπὸ βλοσυρῇσι γένυσσι
577
σῶμ’ἀναειρόμενοι μογεροὶ φορέουσιν ἑταῖροι
578
ἀχνύμενοι, μετὰ δέ σφι κύνες ποθέοντες ἄνακτα
579
κνυζηθμῷ ἐφέπονται ἀνιηρῆς ἕνεκ’ἄγρης ·
580
ὣς οἵ γε προλιπόντες ἀνηλέα δηιοτῆτα
581
λαιψηροῖς ἐφέποντο μέγα στενάχοντες ἀήταις
582
ἀχλύϊ θεσπεσίῃ κεκαλυμμένοι, ἀμφὶ δὲ Τρῶες
583
καὶ Δαναοὶ θάμβησαν ἅμα σφετέρῳ βασιλῆι
584
πάντας ἀϊστωθέντας, ἀπειρεσίῃ δ’ἀνὰ θυμὸν
585
ἀμφασίῃ βεβόληντο. νέκυν δ’ἀκάμαντες ἀῆται
586
Μέμνονος ἀγχεμάχοιο θέσαν βαρέα στενάχοντες
587
πὰρ ποταμοῖο ῥέεθρα βαθυρρόου Αἰσήποιο,
588
ᾗχίτε Νυμφάων καλλιπλοκάμων πέλει ἄλσος
589
καλόν, δὴ μετόπισθε μακρὸν περὶ σῆμα βάλοντο
590
Αἰσήποιο θύγατρες ἄδην πεπυκασμένον ὕλῃ
591
παντοίῃ · καὶ πολλὰ θεαὶ περικωκύσαντο,
592
υἱέα κυδαίνουσαι ἐϋθρόνου Ἠριγενείης.
593
δύσετο δ’ἠελίοιο φάος · κατὰ δ’ἤλυθεν Ἠὼς
594
οὐρανόθεν κλαίουσα φίλον τέκος, ἀμφὶ δ’ἄρ’αὐτῇ
595
κοῦραι ἐϋπλόκαμοι δυοκαίδεκα, τῇσι μέμηλεν
596
αἰὲν ἑλισσομένου Ὑπερίονος αἰπά κέλευθα
597
νύξτε καὶ ἠριγένεια καὶ ἐκ Διὸς ὁππόσα βουλῆς
598
γίνεται, οὗ περὶ δῶμα καὶ ἀρρήκτους πυλεῶνας
599
στρωφῶντ’ἔνθα καὶ ἔνθα πέριξ λυκάβαντα φέρουσαι
600
καρποῖσι βρίθοντα κυλινδομένου περὶ κύκλου
601
χειμῶνος κρυεροῖο καὶ εἴαρος ἀνθεμόεντος
602
ἠδὲ θέρευς ἐρατοῖο πολυσταφύλοιότ’ὀπώρης.
603
αἱ τότε δὴ κατέβησαν ἀπ’αἰθέρος ἠλιβάτοιο
604
ἄσπετ’ὀδυρόμεναι περὶ Μέμνονα σὺν δ’ἄρα τῇσι
605
Πληιάδες μύροντο · περίαχε δ’οὔρεα μακρὰ
606
καὶ ῥόος Αἰσήποιο · γόος δ’ἄλληκτος ὀρώρει.
607
δ’ἄρ’ἐνὶ μέσσῃσιν ἐῷ περὶ παιδὶ χυθεῖσα
608
μακρὸν ἀνεστονάχησε πολύστονος Ἠριγένεια ·
609
ὤλεό μοι, φίλε τέκνον, ἐῇ δ’ἄρα μητέρι πένθος
610
ἀργαλέον περίθηκας · ἐγὼ δ’οὐ σεῖο δαμέντος
611
τλήσομαι ἀθανάτοισιν ἐπουρανίοισι φαείνειν,
612
ἀλλὰ καταχθονίων ἐσλύσομαι αἰνὰ βέρεθρα,
613
ψυχὴ ὅπου σέο νόσφιν ἀποφθιμένοιο ποτᾶται,
2.612a
γαῖαν ἀμαυρώσουσα καὶ οὐρανὸν ἠδὲ θάλασσαν
614
πάντ’ἐπικιδναμένου χάεος καὶ ἀεικέος ὄρφνης,
615
ὄφρα τι καὶ Κρονίδαο περὶ φρένας ἄλγος ἵκηται ·
616
οὐ γὰρ ἀτιμοτέρη Νηρηίδος ἐκ Διὸς αὐτοῦ
617
πάντ’ἐπιδερκομένη, πάντ’ἐς τέλος ἄχρις ἄγουσα ·
618
μαψιδίως γὰρ ἐμὸν φάος οὐ νῦν ὠπίσατο Ζεύς.
619
τοὔνεχ’ὑπὸ ζόφον εἶμι · Θέτιν δ’ἐς Ὄλυμπον ἀγέσθω
620
ἐξ ἁλός, ὄφρα θεοῖσι καὶ ἀνθρώποισι φαείνῃ ·
621
αὐτὰρ ἐμοὶ στονόεσσα μετ’οὐρανὸν εὔαδεν ὄρφνη,
622
μὴ δὴ σεῖο φονῆι φάος περὶ σῶμα βάλοιμι.
623
ὣς φαμένης ῥέε δάκρυ κατ’ἀμβροσίοιο προσώπου
624
ἀενάῳ ποταμῷ ἐναλίγκιον · ἀμφὶ δὲ νεκρῷ
625
δεύετο γαῖα μέλαινα · συνάχνυτο δ’ἀμβροσίη Νὺξ
626
παιδὶ φίλῃ, καὶ πάντα κατέκρυφεν οὐρανὸς ἄστρα
627
ἀχλύϊ καὶ νεφέεσσι φέρων χάριν Ἠριγενείῃ.
628
Τρῶες δ’ἄστεος ἔνδον ἔσαν περὶ Μέμνονι θυμὸν
629
ἀχνύμενοι · πόθεον γὰρ ὁμῶς ἑτάροισιν ἄνακτα.
630
οὐ δὲ μὲν Ἀργεῖοι μέγ’ἐγήθεον, ἀλλὰ καὶ αὐτοὶ
631
ἐν πεδίῳ κταμένοισι παρ’ἀνδράσιν αὖλιν ἔχοντες
632
ἄμφω ἐϋμμελίην μὲν Ἀχιλλέα κυδαίνεσκον,
633
Ἀντίλοχον δ’ἄρα κλαῖον · ἔχον δ’ἅμα χάρματι πένθος.
634
παννυχίη δ’ἀλεγεινὸν ἀνεστονάχιζε γοῶσα
635
Ἠώς · ἀμφὶ δέ οἱ κέχυτο ζόφος · οὐ δέ τι θυμῷ
636
ἀντολίης ἀλέγιζε, μέγαν δ’ἤχθηρεν Ὄλυμπον.
637
ἄγχι δέ οἱ μάλα πολλὰ ποδώκεες ἔστενον ἵπποι
638
γαῖαν ἐπιστείβοντες ἀήθεα, καὶ βασίλειαν
639
ἀχνυμένην ὁρόωντες, ἐελδόμενοι μέγα νόστου.
640
Ζεὺς δ’ἄμοτον βρόντησε χολούμενος, ἀμφὶ δὲ γαῖα
641
κινήθη περὶ πᾶσα · τρόμος δ’ἕλεν ἄμβροτον Ἠῶ.
642
τὸν δ’ἄρα καρπαλίμως μελανόχροες Αἰθιοπῆες
643
θάψαν ὀδυρόμενοι · τοὺς δ’Ἠριγένεια βοῶπις
644
πόλλ’ὀλοφυρομένους κρατεροῦ περὶ σήματι παιδὸς
645
οἰωνοὺς ποίησε καὶ ἠέρι δῶκε φέρεσθαι,
646
τοὺς καὶ νῦν καλέουσι βροτῶν ἀπερείσια φῦλα
647
Μέμνονας · οἵ ῥ’ἐπὶ τύμβον ἔτι σφετέρου βασιλῆος
648
ἐσσύμενοι γοόωσι κόνιν καθύπερθε χέοντες
649
σήματος · ἀλλήλοις δὲ περικλονέουσι κυδοιμὸν
650
Μέμνονι ἦρα φέροντες · δ’εἰν Ἀΐδαο δόμοισιν
651
ἠέ που ἐν μακάρεσσι κατ’Ἠλύσιον πέδον αἴης
652
καγχαλάᾳ · καὶ θυμὸν ἰαίνεται ἄμβροτος Ἠὼς
653
δερκομένη · τοῖσιν δὲ πέλει πόνος ἄχρι καμόντες
654
εἷς ἕνα δῃώσωνται ἀνὰ κλόνον, ἠὲ καὶ ἄμφω
655
πότμον ἀναπλήσωσι πονεύμενοι ἀμφὶς ἄνακτα.
656
καὶ τὰ μὲν ἐννεσίῃσι φαεσφόρου Ἠριγενείης
657
οἰωνοὶ τελέουσι θοοί · τότε δ’ἄμβροτος Ἠὼς
658
οὐρανὸν εἰσανόρουσεν ὁμῶς πολυαλδέσιν Ὥραις,
659
αἵ ῥά μιν οὐκ ἐθέλουσαν ἀνήγαγον ἐς Διὸς οὖδας
660
παρφάμεναι μύθοισιν, ὅσοις βαρὺ πένθος ὑπείκει,
661
καίπερ ἔτ’ἀχνυμένην. δ’οὐ λάθεθ’οἷο δρόμοιο ·
662
δείδιε γὰρ δὴ Ζηνὸς ἄδην ἄλληκτον ἐνιπήν,
663
ἐξ οὗ πάντα πέλονται, ὅσ’ὠκεανοῖο ῥέεθρα
664
ἐντὸς ἔχει καὶ γαῖα καὶ αἰθομένων ἕδος ἄστρων.
665
τῆς ἄρα Πληιάδες πρότεραι ἴσαν · δὲ καὶ αὐτὴ
666
αἰθερίας ὤιξε πύλας, ἐκέδασσε δ’ἄρ’αἴγλην.