Posthomerica, 11
Τρωαὶ δὲ στενάχοντο κατὰ πτόλιν, οὐ δ’ἐδύναντο
2ἐλθέμεναι ποτὶ τύμβον, ἐπεὶ μάλα τηλόθ’ἔκειτο
3ἄστεος αἰπεινοῖο · νέοι δ’ἔκτοσθε πόληος
4νωλεμέως πονέοντο · μάχη δ’οὐ λῆγε φόνοιο,
5καίπερ Ἀλεξάνδροιο δεδουπότος, οὕνεκ’Ἀχαιοὶ
6Τρωσὶν ἐπεσσεύοντο ποτὶ πτόλιν, οἱ δὲ καὶ αὐτοὶ
7τείχεος ἤιον ἐκτός ἐπεί σφεας ἦγεν ἀνάγκη ·
8ἐν γὰρ δὴ μέσσοισιν Ἔρις στονόεσσάτ’Ἐνυὼ
9στρωφῶντ’, ἀργαλέῃσιν Ἐριννύσιν εἴκελαι ἄντην,
10ἄμφω ἀπὸ στομάτων ὀλοὸν πνείουσαι ὄλεθρον ·
11ἀμφ’αὐτοῖσι δὲ Κῆρες ἀναιδέα θυμὸν ἔχουσαι
12ἀργαλέως μαίνοντο · φόβος δ’ἑτέρωθι καὶ Ἄρης
13λαοὺς ὀτρύνεσκον · ἐφέσπετο δέ σφισι Δεῖμος
14φοινήεντι λύθρῳ πεπαλαγμένος, ὄφρα ἑ φῶτες
15οἱ μὲν καρτύνωνται ὁρώμενοι, οἱ δὲ φέβωνται ·
16πάντῃ δ’αἰγανέαιτε καὶ ἔγχεα καὶ βέλε’ἀνδρῶν,
17ἄλλυδις ἄλλα χέοντο κακοῦ μεμαῶτα φόνοιο ·
18ἀμφὶ δ’ἄρα σφίσι δοῦπος ἐρειδομένοισιν ὀρώρει,
19μαρναμένων ἑκάτερθε κατὰ φθισήνορα χάρμην.
20ἔνθ’ἄρα Λαοδάμαντα Νεοπτόλεμος κατέπεφνεν,
21ὃς τράφη ἐν Λυκίῃ Ξάνθου παρὰ καλὰ ῥέεθρα,
22ὅν ποτ’ἐριγδούποιο Διὸς δάμαρ ἀνθρώποισι
23Λητὼ δῖ’ἀνέφηνεν ἀναρρήξασα χέρεσσι
24τρηχὺ πέδον Λυκίης ἐρικυδέος, ὁππόθ’ἑοῖο
25θεσπεσίου τοκετοῖο πολυτλήτοισιν ἀνίῃ
26δάμναθ’ὑπ’ὠδίνεσσιν, ὅσην ὠδῖνες ἔγειρον.
27τῷ δ’ἔπι Νῖρον ὄλεσσε βαλὼν ἀνὰ δηιοτῆτα
28δουρὶ διὰ γναθμοῖο · πέρησε δέ οἱ στόμα χαλκὸς
29γλῶσσάντ’αὐδήεσσαν · ὁ δ’ἔγχεος ἄσχετον αἰχμὴν
30ἄμφεχε βεβρυχώς · περὶ δ’ἔρρεεν αἷμα γένυσσι
31φθεγγομένου · καὶ τὸν μὲν ὑπὸ κρατερῆς χερὸς ἀλκῇ
32ἐγχείη στονόεσσα ποτὶ χθονὸς οὖδας ἔρεισε
33δευόμενον θυμοῖο. βάλεν δ’Εὐήνορα δῖον
34τυτθὸν ὑπὲρ λαπάρην, διὰ δ’ἤλασεν ἐς μέσον ἧπαρ
35αἰχμήν · τῷ δ’ἀλεγεινὸς ἄφαρ συνέκυρσεν ὄλεθρος.
36εἷλε δ’ἄρ’Ἰφιτίωνα καὶ Ἱππομέδοντα δάμασσε
37Μαινάλου ὄβριμον υἷα, τὸν Ὠκυρόη τέκε Νύμφη
38Σαγγαρίου ποταμοῖο παρὰ ῥόον · οὐ δέ νυ τόν γε
39δέξατο νοστήσαντα · κακὴ δέ ἑ Κὴρ ἀπάμερσε
40παιδὸς ἀνιηρῶς, μέγα δ’υἱέος ἔμβαλε πένθος.
41Αἰνείας δὲ Βρέμοντα καὶ Ἀνδρόμαχον κατέπεφνεν,
42ὃς τράφη ἐν Κνωσσῷ, ὁ δ’ἄρα ζαθέῃ ἐνὶ Λύκτῳ ·
43ἄμφω δ’εἰς ἕνα χῶρον ἀπ’ὠκυπόδων πέσον ἵππων ·
44καί ῥ’ὁ μὲν ἀσπαίρεσκε πεπαρμένος ἔγχεϊ μακρῷ
45λαιμόν, ὁ δ’ἀλγινόεντος ἀνὰ κροτάφοιο θέμεθλα
46χερμαδίῳ στονόεντι μάλα κρατερῆς ἀπὸ χειρὸς
47βλήμενος ἐκπνείεσκε, μέλας δέ μιν ἄμφεχε πότμος.
48ἵπποι δ’ἐπτοίηντο καὶ ἡνιόχων ἀπάνευθε
49φεύγοντες πολλοῖσιν ἐνεπλάζοντο νέκυσσι ·
50καὶ τοὺς μὲν θεράποντες ἀμύμονος Αἰνείαο
51μάρψαντες κεχάροντο φίλῃ περὶ ληίδι θυμόν.
52ἔνθα Φιλοκτήτης ὀλοῷ βάλε Πείρασον ἰῷ
53φεύγοντ’ἐκ πολέμοιο · διέθρισε δ’ἀγκύλα νεῦρα
54γούνατος ἐξόπιθεν, κατὰ δ’ἔκλασεν ἀνέρος ὁρμήν ·
55καὶ τὸν μὲν Δαναῶν τις ὅτ’ἔδρακε γυιωθέντα
56ἐσσυμένως ἀπάμερσε καρήατος ἄορι τύψας
57ἀλγινόεντα τένοντα · κόλον δ’ὑπεδέξατο γαῖα
58σῶμα · κάρη δ’ἀπάτερθε κυλινδομένη πεφόρητο
59φωνῆς ἱεμένοιο · ταχὺς δ’ἅμ’ἀπέπτατο θυμός.
60Πουλυδάμας δὲ Κλέωνα καὶ Εὐρύμαχον βάλε δουρί,
61οἱ Σύμηθεν ἵκανον ὑπὸ Νιρῆι ἄνακτι
62ἄμφω ἐπιστάμενοι δόλον ἰχθύσι μητίσασθαι
63αἰνοῦ ὑπ’ἀγκίστροιο, βαλέσθαιτ’εἰς ἅλα δῖαν
64δίκτυα καὶ παλάμῃσι περιφραδέως ἀπὸ νηὸς
65ἰθὺ καὶ αἶψα τρίαιναν ἐπ’ἰχθύσι νωμήσασθαι ·
66ἀλλ’οὔ σφιν τότε πῆμα θαλάσσια ἤρκεσεν ἔργα.
67Εὐρύπυλος δὲ μενεπτόλεμος κτάνε φαίδιμον Ἕλλον,
68τόν ῥα παρὰ λίμνῃ Γυγαίῃ γείνατο μήτηρ
69Κλειτὼ καλλιπάρῃος · ὁ δ’ἐν κονίῃσι τανύσθη
70πρηνής · τοῦ δ’ἀπάτερθεν ὁμῶς δόρυ κάππεσε μακρὸν
71ὤμου ἀπὸ βριαροῖο κεκομμένη ἄορι λυγρῷ
72χεὶρ ἔτι μαιμώωσα ποτὶ κλόνον ἔγχος ἀεῖραι
73μαψιδίως · οὐ γάρ μιν ἀνὴρ εἰς ἔργον ἐνώμα,
74ἀλλ’αὕτως ἤσπαιρεν ἅτε βλοσυροῖο δράκοντος
75οὐρὴ ἀποτμηθεῖσ’ἀναπάλλεται, οὐ δέ οἱ ἀλκὴ
76ἕσπεται ἐς πόνον αἰπύν, ἵνα χραύσαντα διώξῃ ·
77ὣς ἄρα δεξιτερὴ κρατερόφρονος ἀνδρὸς ἐς αἰχμὴν
78ὥρμαινεν πονέεσθαι · ἀτὰρ μένος οὐκέτ’ὀπήδει.
79αὐτὰρ Ὀδυσσεὺς Αἶνον ἐνήρατο καὶ Πολύιδον
80ἄμφω Κητείους, τὸν δούρατι, τὸν δ’ἀλεγεινῷ
81ἄορι δῃώσας. Σθένελος δ’ἕλε δῖον Ἄβαντα
82αἰγανέην προϊείς · ἡ δ’ἀσφαράγοιο διαπρὸ
83ἐσσυμένη ἀλεγεινὸν ἐς ἰνίου ἦλθε τένοντα ·
84λῦσε δ’ἄρ’ἀνέρος ἦτορ, ὑπέκλασε δ’ἅψεα πάντα.
85Τυδείδης δ’ἕλε Λαόδοκον, Μέλιον δ’Ἀγαμέμνων,
86Δηίφοβος δὲ Δρύαντα καὶ Ἄλκιμον · αὐτὰρ Ἀγήνωρ
87Ἵππασον ἐξενάριξεν ἀγακλειτόν περ ἐόντα,
88ὅς ῥ’ἀπὸ Πηνειοῦ ποταμοῦ κίεν · οὐ δ’ἐρατεινὰ
89θρέπτρα τοκεῦσιν ἔδωκεν, ἐπεί ῥά μιν ἔκλασε δαίμων.
90ἔνθα Θόας ἐδάμασσε Λάμον καὶ ἀγήνορα Λύγκον,
91Μηριόνης δὲ Λύκωνα, καὶ Ἀρχίλοχον Μενέλαος,
92ὅς ῥάτε Κωρυκίην ὑπὸ δειράδα ναιετάασκε
93πέτρηνθ’Ἡφαίστοιο περίφρονος, ἥτε βροτοῖσι
94θαῦμα πέλει · δὴ γάρ οἱ ἐναίθεται ἀκάματον πῦρ
95ἄσβεστον νυκτόςτε καὶ ἤματος · ἀμφὶ δ’ἄρ’αὐτῷ
96φοίνικες θαλέθουσι, φέρουσι δ’ἀπείρονα καρπόν,
97ῥίζης καιομένης ἅμα λάεσιν · ἀλλὰ τὸ μέν που
98ἀθάνατοι τεύξαντο καὶ ἐσσομένοισιν ἰδέσθαι.
99Τεῦκρος δ’Ἱππομέδοντος ἀμύμονος υἷα Μενοίτην
100ἐσσυμένως ὥρμαινε βαλεῖν ἐπιόντα βελέμνῳ ·
101καί ῥα νόῳ καὶ χερσὶ καὶ ὄμμασιν ἰθύνεσκεν
102ἰὸν ἀπὸ γναμπτοῖο κεράατος · ὃς δ’ἀλεγεινὸν
103ἆλτο θοῆς ἀπὸ χειρὸς ἐς ἀνέρα · τῷ δ’ὕπο νευρὴ
104εἰσέτι που κανάχιζεν · ὁ δ’ἀντίον ἀσπαίρεσκε
105βλήμενος, οὕνεκα Κῆρες ὁμῶς φορέοντο βελέμνῳ
106καίριον ἐς κραδίην, ὅθι περ νόος ἕζεται ἀνδρῶν
107καὶ μένος, ὀτραλέαι δὲ ποτὶ μόρον εἰσὶ κέλευθοι.
108Εὐρύαλος δ’ἄρα πολλὸν ἀπὸ στιβαρῆς βάλε χειρὸς
109λᾶα μέγαν, Τρώων δὲ θοὰς ἐλέλιξε φάλαγγας ·
110ὡς δ’ὅτε τις γεράνοισι τανυφθόγγοισι χολωθεὶς
111οὖρος ἀνὴρ πεδίοιο μέγ’ἀσχαλόων ἐπορούσῃ,
112δινήσας περὶ κρατὶ θοῇ χερὶ νεῦρα βόεια
113λᾶα βάλῃ κατέναντα, διασκεδάσῃ δ’ὑπὸ ῥοίζῳ
114ἠέρι πεπταμένας δολιχὰς στίχας, αἱ δὲ φέβονται,
115ἄλλη δ’εἰς ἑτέρην εἰλεύμεναι ἀΐσσουσι
116κλαγγηδὸν μάλα πάγχυ, πάρος κατὰ κόσμον ἰοῦσαι ·
117ὣς ἄρα δυσμενέες φοβερὸν βέλος ἀμφεφόβηθεν
118ὀβρίμου Εὐρυάλοιο · τὸ δ’οὐχ ἅλιον φέρε δαίμων,
119ἀλλ’ἄρα σὺν πήληκι κάρη κρατεροῖο Μέλητος
120θλάσσε περὶ γλήνῃσι · μόρος δ’ἐκίχανεν ἀρητός.
121ἄλλος δ’ἄλλον ἔπεφνε, περιστεναχίζετο δ’αἶα ·
122ὡς δ’ὅτ’ἐπιβρίσαντος ἀπειρεσίου ἀνέμοιο
123λάβρον, ὑπὸ ῥιπῆς βαρυηχέος ἄλλυδις ἄλλα
124δένδρεα μακρὰ πέσῃσιν ὑπὲκ ῥιζέων ἐριπόντα
125ἄλσεος εὐρυπέδοιο, βρέμει δέτε πᾶσα περὶ χθών ·
126ὣς οἵ γ’ἐν κονίῃσι πέσον, κανάχησε δὲ τεύχη
127ἄσπετον, ἀμφὶ δὲ γαῖα μέγ’ἔβραχεν · οἱ δὲ κυδοιμοῦ
128ἀργαλέου μνώοντο, μετὰ σφίσι πῆμα τιθέντες.
129καὶ τότ’ἄρ’Αἰνείαο μόλε σχεδὸν ἠῢς Ἀπόλλων
130ἠδ’Ἀντηνορίδαο δαΐφρονος Εὐρυμάχοιο ·
131οἱ γὰρ δὴ μάρναντο πολυσθενέεσσιν Ἀχαιοῖς
132ἄγχι μάλ’ἑσταότες κατὰ φύλοπιν, εὖθ’ὑπ’ἀπήνῃ
133δοιοὶ ὁμηλικίη κρατεροὶ βόες, οὐ δ’ἀπέληγον
134ὑσμίνης · τοὺς δ’αἶψα θεὸς ποτὶ μῦθον ἔειπεν
135μάντεϊ εἰδόμενος Πολυμήστορι, τόν ποτε μήτηρ
136γείνατ’ἐπὶ Ξάνθοιο ῥοαῖς θεράπονθ’Ἑκάτοιο ·
137“Εὐρύμαχ’Αἰνείατε θεῶν γένος, οὔτι ἔοικεν
138ὑμέας Ἀργείοισιν ὑπεικέμεν · οὐ δὲ γὰρ αὐτὸς
139ὔμμιν ὑπαντιάσας κεχαρήσεται ὄβριμος Ἄρης,
140ἢν ἐθέλητε μάχεσθαι ἀνὰ κλόνον, οὕνεκα Μοῖραι
141μακρὸν ἐπ’ἀμφοτέροισι βίου τέλος ἐκλώσαντο”.
142ὣς εἰπὼν ἀνέμοισι μίγη καὶ ἄϊστος ἐτύχθη ·
143οἱ δὲ νόῳ φράσσαντο θεοῦ μένος · αἶψα γὰρ αὐτοῖς
144θάρσος ἀπειρέσιον κατεχεύατο · μαίνετο δέ σφι
145θυμὸς ἐνὶ στήθεσσι, καὶ ἔνθορον Ἀργείοισιν,
146ἀργαλέοις σφήκεσσιν ἐοικότες, οἵτ’ἀλεγεινὸν
147ἐκ θυμοῦ κοτέοντες ἐπιβρίσωσι μελίσσαις,
148ἅςτε περὶ σταφυλῇς αὐαινομένῃς ἐν ὀπώρῃ
149ἐρχομένας ἐσίδωσιν ἢ ἐκ σίμβλοιο θορούσας ·
150ὣς ἄρα Τρώιοι υἷες ἐϋπτολέμοισιν Ἀχαιοῖς
151ἔνθορον ἐσσυμένως · κεχάροντο δὲ Κῆρες ἐρεμναὶ
152μαρναμένων · ἐγέλασσε δ’Ἄρης · ἰάχησε δ’Ἐνυὼ
153σμερδαλέον · μέγα δέ σφιν ἐπέβραχεν αἰόλα τεύχη.
154οἱ δ’ἄρα δυσμενέων ἀπερείσια φῦλα δάϊζον
155χερσὶν ἀμαιμακέτῃσι · κατηρείποντο δὲ λαοὶ
156αὕτως, ἠΰτ’ἄμαλλα θέρευς εὐθαλπέος ὥρῃ,
157ἥν ῥάτ’ἐπισπέρχωσι θοοὶ χέρας ἀμητῆρες
158δασσάμενοι κατ’ἄρουραν ἀπείρονα μακρὰ πέλεθρα ·
159ὣς ἄρα τῶν ὑπὸ χερσὶ κατηρείποντο φάλαγγες
160μυρίαι · ἀμφὶ δὲ γαῖα νεκρῶν περιπεπληθυῖα
161αἵματι πλημμύρεσκεν · ἔρις δ’ἄρ’ἰαίνετο θυμῷ
162ὀλλυμένων · οἱ δ’οὔτι κακοῦ παύοντο μόθοιο,
163ἀλλ’ἅτε μῆλα λέοντες ἐπήιον · οἱ δ’ἄρα φύζης
164λευγαλέης μνώοντο καὶ ἐξ ὀλοοῦ πολέμοιο
165φεῦγον, ὅσοις ἀδάϊκτον ἔτι σθένος ἐν ποσὶ κεῖτο.
166υἱὸς δ’Ἀγχίσαο δαΐφρονος αἰὲν ὀπήδει
167δυσμενέων μετόπισθεν ὑπ’ἔγχεϊ νῶτα δαΐζων,
168Εὐρύμαχος δ’ἑτέρωθεν · ἰαίνετο δ’ἄμβροτον ἦτορ
169ὑψόθεν εἰσορόωντος ἑκηβόλου Ἀπόλλωνος.
170ὡς δ’ὅτε τις σιάλοισιν ἀνὴρ ἐς λήιον αὖον
171ἐρχομένοις, πρὶν ἄμαλλαν ὑπ’ἀμητῆρσι δαμῆναι,
172ἀντί’ἐπισσεύῃ κρατεροὺς κύνας, οἱ δ’ὁρόωντες
173ἐσσυμένους τρομέουσι, καὶ οὐκέτι μέμβλεται αὐτοῖς
174εἴδατος, ἀλλὰ τρέπονται ἀνιηρὴν ἐπὶ φύζαν
175πανσυδίῃ, τοὺς δ’αἶψα κύνες κατὰ ποσσὶ κιχόντες
176ἐξόπιθεν δάπτουσιν ἀμείλιχα, τοὶ δὲ φέβονται
177μακρὸν ἀνιύζοντες, ἄναξ δ’ἐπιτέρπετ’ἀρούρης ·
178ὣς ἄρ’ἰαίνετο Φοῖβος, ὅτ’ἔδρακεν ἐκ πολέμοιο
179φεύγοντ’Ἀργείων πουλὺν στρατόν · οὐ γὰρ ἔτ’αὐτοῖς
180ἔργ’ἀνδρῶν μεμέλητο · πόδας δ’εὔχοντο θεοῖσιν
181ὦκα φέρειν · μούνοις γὰρ ἔτ’ἐν ποσὶν ἔπλετο νόστου
182ἐλπωρή · πάντας γὰρ ἐπήιεν ἔγχεϊ θύων
183Εὐρύμαχόςτε καὶ Αἰνείας, σὺν δέ σφιν ἑταῖροι.
184ἔνθα τις Ἀργείων, ἢ κάρτεϊ πάγχυ πεποιθώς,
185ἢ Μοίρης ἰότητι, λιλαιομένης μιν ὀλέσσαι,
186φεύγοντ’ἐκ πολέμοιο δυσηχέος ἵππον ἔρυκε
187γνάμψαι ἐπειγόμενος ποτὶ φύλοπιν, ὄφρα μάχηται
188ἀντία δυσμενέων · τὸν δ’ὀβριμόθυμος Ἀγήνωρ
189παρφθάμενος μυῶνα κατ’ἀλγινόεντα δάϊξεν
190ἀμφιτόμῳ βουπλῆγι · βίῃ δ’ὑπόειξε σιδήρου
191ὀστέον οὐταμένοιο βραχίονος · ἀμφὶ δὲ νεῦρα
192ῥηιδίως ἤμησε · φλέβες δ’ὑπερέβλυσαν αἷμα ·
193ἀμφεχύθη δ’ἵπποιο κατ’αὐχένος · αἶψα δ’ἄρ’αὐτὸς
194κάππεσεν ἀμφὶ νέκυσσι · λίπεν δ’ἄρα χεῖρα κραταιὴν
195στερρὸν ἔτ’ἐμπεφυυῖαν ἐϋγνάμπτοιο χαλινοῦ,
196οἵη ἔτι ζώοντος ἔην · μέγα δ’ἔπλετο θαῦμα,
197οὕνεκα δὴ ῥυτῆρος ἀπεκρέμαθ’αἱματόεσσα
198Ἄρεος ἐννεσίῃσι φόβον δηίοισι φέρουσα ·
199φαίης κεν χατέουσαν ἔθ’ἱππασίης πονέεσθαι.
200σῆμα δέ μιν φέρεν ἵππος ἀποκταμένοιο ἄνακτος.
201Αἰνείας δ’ἐδάμασσε βαλὼν ὑπὲρ ἰξύα δουρὶ
202Αἰθαλίδην · αἰχμὴ δὲ παρ’ὀμφαλὸν ἐξεπέρησεν
203ἔγκατ’ἐφελκομένη · ὁ δ’ἄρ’ἐν κονίῃσι τανύσθη
204συμμάρψας χείρεσσιν ὁμῶς χολάδεσσιν ἀκωκὴν
205δεινὰ μάλα στενάχων, γαίῃ δ’ἐνέρεισεν ὀδόντας
206βεβρυχώς · ψυχὴ δὲ καὶ ἄλγεα κάλλιπον ἄνδρα.
207Ἀργεῖοι δὲ βόεσσιν ἐοικότες ἐπτοίηντο,
208οὕςτ’ἄμοτον μεμαῶτας ὑπὸ ζεύγλῃ καὶ ἀρότρῳ
209τύψῃ ὑπὸ λαπάρην ταναοῖς ὑπὸ χείλεσιν οἶστρος
210αἵματος ἱέμενος, τοὶ δ’ἄσπετον ἀσχαλόωντες
211ἔργου ἑκὰς φεύγουσιν, ἐπὶ σφίσι δ’ἄχνυται ἀνὴρ
212ἀμφότερον πονέωντε πόνον, τρομέωντ’ἐπὶ βουσί,
213μὴ δή που κατόπισθεν ἐπαΐσσοντος ἀρότρου
214κέρσῃ νεῦρα σίδηρος ἀμείλιχος ἐν ποσὶ κύρσας ·
215ὣς Δαναοὶ φοβέοντο · περὶ σφίσι δ’ἄχνυτο θυμὸν
216υἱὸς Ἀχιλλῆος · μέγα δ’ἴαχε λαὸν ἐέργων ·
217“ἆ δειλοί, τί φέβεσθε ἐοικότες οὐτιδανοῖσι
218ψήρεσιν, οὕςτ’ἐφόβησεν ἰὼν κατεναντία κίρκος;
219ἀλλ’ἄγε θέσθ’ἔνι θυμόν, ἐπεὶ πολὺ λώιόν ἐστι
220τεθνάμεν ἐν πολέμῳ ἢ ἀνάλκιδα φύζαν ἑλέσθαι”.
221ὣς φάτο · τοὶ δ’ἐπίθοντο θρασὺν νόον ἐν φρεσὶ θέντες
222ἐσσυμένως · ὁ δὲ Τρωσὶ μέγα φρονέων ἐνόρουσε
223πάλλων ἐν χείρεσσι θοὸν δόρυ · τῷ δ’ἄρα λαοὶ
224Μυρμιδόνων ἐφέποντο βίην ἀτάλαντον ἀέλλῃ
225ἐν στέρνοισιν ἔχοντες · ἀνέπνευσαν δὲ κυδοιμοῦ
226Ἀργεῖοι · ὁ δ’ἄρ’αἶψα φίλῳ πατρὶ θυμὸν ἐοικὼς
227ἄλλον ἐπ’ἄλλῳ ἔπεφνε κατὰ μόθον · οἱ δ’ἀπιόντες
228χάζοντ’, ἠΰτε κύμαθ’, ἅτ’ἐκ βορέαο θυέλλης
229πόλλ’ἐπιπαφλάζοντα κυλίνδεται αἰγιαλοῖσιν
230ὀρνύμεν’ἐκ πόντοιο, τὰ δ’ἔκποθεν ἄλλος ἀήτης
231ἀντίον ἀΐξας μεγάλῃ περὶ λαίλαπι θύων
232ὤσῃ ἀπ’ἠιόνων Βορέω ἔτι βαιὸν ἀέντος ·
233ὣς Τρῶας Δαναοῖσιν ἐποιχομένους τὸ πάροιθεν
234υἱὸς Ἀχιλλῆος θεοειδέος ὦσεν ὀπίσσω
235τυτθόν, ἐπεὶ μένος ἠῢ θρασύφρονος Αἰνείαο
236φευγέμεν οὐκ εἴασκε, μένειν δ’ἀνὰ φύλοπιν αἰνὴν
237θαρσαλέως · ἑκάτερθε ἴσην ἐτάνυσσεν Ἐνυὼ
238ὑσμίνην. ἀλλ’οὔτι καταντίον Αἰνείαο
239υἱὸς Ἀχιλλῆος πῆλεν δόρυ πατρὸς ἑοῖο,
240ἀλλ’ἄλλῃ τρέπε θυμόν, ἐπεὶ Θέτις ἀγλαόπεπλος
241ἁζομένη Κυθέρειαν ἀπέτραπεν υἱωνοῖο
242θυμὸν καὶ μέγα κάρτος ἐπ’ἄλλων ἔθνεα λαῶν.
11.242aἔνθ’ὁ μὲν ἂρ Τρώων πολέας κτάνεν, ὃς δ’ἄρ’Ἀχαιῶν
243δάμνατο μυρία φῦλα · δαϊκταμένων δ’ἐνὶ χάρμῃ
244οἰωνοὶ κεχάροντο μεμαότες ἔγκατα φωτῶν
245δαρδάψαι καὶ σάρκας · ἐπεστενάχοντο δὲ Νύμφαι
246καλλιρόου Σιμόεντος ἰδὲ Ξάνθοιο θύγατρες.
247καί ῥ’οἱ μὲν πονέοντο · κόνιν δ’ἀκάμαντες ἀῆται
248ὦρσαν ἀπειρεσίην · ἤχλυσε δὲ πᾶσαν ὕπερθεν
249ἠέρα θεσπεσίην, ὥςτ’ἀπροτίοπτος ὀμίχλη,
250οὐ δ’ἄρα φαίνετο γαῖα, βροτῶν δ’ἀμάθυνεν ὀπωπάς ·
251ἀλλὰ καὶ ὣς μάρναντο · καὶ ἐς χέρας ὅντιν’ἕλοντο
252κτεῖνον ἀνηλεγέως, καὶ εἰ μάλα φίλτατος ἦεν ·
253οὐ γὰρ ἔην φράσσασθαι ἀνὰ κλόνον οὔτ’ἐπιόντα
254δήιον οὔτ’ἄρ’ἑταῖρον · ἀμηχανίη δ’ἔχε λαούς.
255καί νύ κε μίγδ’ἐγένοντο καὶ ἀργαλέως ἀπόλοντο
256πάντες ὁμῶς ὀλοοῖσι περὶ ξιφέεσσι πεσόντες
257ἀλλήλων, εἰ μή σφιν ἀπ’Οὐλύμποιο Κρονίων
258ἤρκεσε τειρομένοισι, κόνιν δ’ἀπάτερθεν ἔλασσεν
259ὑσμίνης, ὀλοὰς δὲ κατεπρήϋνεν ἀέλλας.
260οἱ δ’ἔτι δηριόωντο · πόνος δ’ἄρα τοῖσιν ἐτύχθη
261πολλὸν ἐλαφρότερος · δέρκοντο γὰρ εἴτε δαΐξαι
262χρειὼ δήϊον ἄνδρα κατὰ κλόνον, εἴτ’ἀλέασθαι.
263καί ῥ’ὁτὲ μὲν Δαναοὶ Τρώων ἀνέεργον ὅμιλον
264ἄλλοτε δ’αὖ Τρῶες Δαναῶν στίχας · ἔπλετο δ’αἰνὴ
265ὑσμίνη · νιφάδεσσι δ’ἐοικότα πῖπτε βέλεμνα
266ἀμφοτέρωθεν ἰόντα · δέος δ’ἔχε μηλοβοτῆρας
267ἔκποθεν Ἰδαίων ὀρέων ὁρόωντας ἀϋτήν.
268καί τις ἐς αἰθέρα χεῖρας ἐπουρανίοισιν ἀείρων
269εὔχετο, δυσμενέας μὲν ὑπ’Ἄρεϊ πάντας ὀλέσθαι,
270Τρῶας δὲ στονόεντος ἀναπνεῦσαι πολέμοιο,
271ἦμαρ δ’εἰσιδέειν ποτ’ἐλεύθερον · ἀλλά οἱ οὔτι
272ἔκλυον · αἶσα γὰρ ἄλλα πολύστονος ὁρμαίνεσκεν ·
273ἅζετο δ’οὔτε Ζῆνα πελώριον, οὔτε τιν’ἄλλων
274ἀθανάτων · οὐ γάρ τι μετατρέπεται νόος αἰνὸς
275κείνης, ὅντινα πότμον ἐπ’ἀνδράσι γεινομένοισι,
276ἀνδράσιν ἢ πολίεσσιν ἐπικλώσηται ἀφύκτῳ
277νήματι · τῇ δ’ὕπο πάντα τὰ μὲν φθινύθει, τὰ δ’ἀέξει ·
278τῆς καὶ ὑπ’ἐννεσίῃσι πόνος καὶ δῆρις ὀρώρει
279ἱππομάχοις Τρώεσσι καὶ ἀγχεμάχοισιν Ἀχαιοῖς.
280τεῦχον δ’ἀλλήλοισι φόνον καὶ ἀνηλέα πότμον
281νωλεμέως · οὐ γάρ τιν’ἔχεν δέος, ἀλλ’ἐμάχοντο
282προφρονέως · θάρσος γὰρ ἐφέλκεται ἄνδρας ἐς αἰχμήν.
283ἀλλ’ὅτε δὴ πολλοὶ μὲν ἀπέφθιθεν ἐν κονίῃσι,
284δὴ τότ’ἄρ’Ἀργείοισιν ὑπέρτερον ὤρνυτο κάρτος
285Παλλάδος ἐννεσίῃσι δαΐφρονος, ἥ ῥα μολοῦσα
286ὑσμίνης ἄγχιστα μέγ’Ἀργείοισιν ἄμυνεν
287ἐκπέρσαι μεμαυῖα κλυτὴν Πριάμοιο πόληα.
288καὶ τότ’ἄρ’Αἰνείαν ἐρικυδέα δῖ’Ἀφροδίτη,
289ἥ ῥα μέγα στενάχιζεν Ἀλεξάνδροιο δαμέντος,
290αὐτὴ ἀπὸ πτολέμοιο καὶ οὐλομένης ὑσμίνης
291ἥρπασεν ἐσσυμένως · περὶ δ’ἠέρα χεύατο πουλύν ·
292οὐ γὰρ ἔτ’αἴσιμον ἦεν ἀνὰ μόθον ἀνέρι κείνῳ
293μάρνασθ’Ἀργείοισι πρὸ τείχεος αἰπεινοῖο.
294τῷ καὶ ἄδην ἀλέεινε περίφρονα Τριτογένειαν
295ἐκ θυμοῦ Δαναοῖσιν ἀρηγέμεναι μεμαυῖαν,
296μὴ καὶ ὑπὲρ κῆράς μιν ἕλῃ θεός · οὐ δὲ γὰρ αὐτοῦ
297φείσατο πρόσθεν Ἄρηος, ὅ περ πολὺ φέρτερος ἦεν.
298Τρῶες δ’οὐκέτ’ἔμιμνον ἀνὰ στόμα δηιοτῆτος,
299ἀλλ’ὀπίσω χάζοντο τεθηπότα θυμὸν ἔχοντες ·
300ἐν γάρ σφιν θήρεσσιν ἐοικότες ὠμοβόροισιν
301ἔνθορον Ἀργεῖοι μέγα μαιμώωντες Ἄρηι.
302τῶν δ’ἄρα δαμναμένων ποταμοὶ πλήθοντο νέκυσσι
303καὶ πεδίον · πολλοὶ γὰρ ἄδην πέσον ἐν κονίῃσιν
304ἀνέρες ἠδ’ἵπποι · μάλα δ’ἅρματα πολλὰ κέχυντο
305βαλλομένων · πάντῃ δ’ἀπερείσιον ἔρρεεν αἷμα
306ὑετὸς ὥς · ὀλοὴ γὰρ ἐπήιεν Αἶσα κυδοιμόν.
307καί ῥ’οἱ μὲν ξιφέεσσι πεπαρμένοι ἢ μελίῃσι
308κεῖντο παρ’ἀλλήλοισιν ἀλίγκιον ἐκχυμένοισι
309δούρασιν, εὖτ’ἐπὶ θινὶ βαρυγδούποιο θαλάσσης
310ἀνέρες ἄσπετα δεσμὰ πολυκμήτων ἀπὸ γόμφων
311λυσάμενοι σκεδάσωσι διὰ ξύλα μακρὰ καὶ ὕλην
312ἠλιβάτου σχεδίης, πάντῃ δ’ἀναπλήθεται εὐρὺς
313αἰγιαλός, τοῖσιν δὲ μέλαν ποτικλύζεται οἶδμα ·
314ὢς οἵ γ’ἐν κονίῃσι καὶ αἵματι δῃωθέντες
315κεῖντο πολυκλαύτοιο λελασμένοι ἰωχμοῖο.
316παῦροι δὲ προφυγόντες ἀνηλέα δηιοτῆτα
317δῦσαν ἀνὰ πτολίεθρον ἀλευάμενοι βαρὺ πῆμα ·
318τῶν δ’ἄλοχοι καὶ παῖδες ἀπὸ χροὸς αἱματόεντος
319τεύχεα πάντα δέχοντο κακῷ πεφορυγμένα λύθρῳ.
320πᾶσι δὲ θερμὰ λοετρὰ τετεύχατο · πᾶν δ’ἀνὰ ἄστυ
321ἔσσυντ’ἰητῆρες ἐς οὐταμένων αἰζηῶν
322οἰκία ποιπνύοντες, ἵν’οὐταμένους ἀκέσωνται.
323τοὺς δ’ἄλοχοι καὶ τέκνα περιστενάχοντο μολόντας
324ἐκ πολέμου · πολλοὺς δὲ καὶ οὐ παρεόντας ἀΰτευν ·
325καί ῥ’οἱ μὲν στυγερῇ βεβολημένοι ἦτορ ἀνίῃ
326κεῖντο βαρυστενάχοντες ἐπ’ἄλγεσιν · οἱ δ’ἐπὶ δόρπον
327ἐκ καμάτοιο τρέποντο · θοοὶ δ’ἐπαΰτεον ἵπποι
328φορβῇ ἐπιχρεμέθοντες ἄδην · ἑτέρωθι δ’Ἀχαιοὶ
329πὰρ κλισίῃς νήεσσίθ’ὁμοίια Τρωσὶ πένοντο.
330ἦμος δ’ὠκεανοῖο ῥοὰς ὑπερήλασεν Ἠὼς
331ἵππους μαρμαίροντας, ἀνέγρετο δ’ἔθνεα φωτῶν,
332δὴ τοτ’ἀρήιοι υἷες ἐϋσθενέων Ἀργείων,
333οἱ μὲν ἔβαν Πριάμοιο ποτὶ πτόλιν αἰπήεσσαν,
334οἱ δ’ἄρ’ἐνὶ κλισίῃσιν ἅμ’ἀνδράσιν οὐταμένοισι
335μίμνον, μή ποτε λαὸς ἐπιβρίσας ἀλεγεινὸς
336νῆας ἕλῃ Τρώεσσι φέρων χάριν · οἱ δ’ἀπὸ πύργων
337μάρναντ’Ἀργείοισι · μόθος δ’ἀλεγεινὸς ὀρώρει.
338σκαιῆς μὲν προπάροιθε πύλης Καπανήιος υἱὸς
339μάρναθ’ἅμ’ἀντιθέῳ Διομήδεϊ · τοὺς δ’ἄρ’ὕπερθε
340Δηίφοβόςτε μενεπτόλεμος κρατερόςτε Πολίτης
341σύντ’ἄλλοις ἑτάροισιν ἐρητύεσκον ὀϊστοῖς
342ἠδ’ἄρα χερμαδίοισι · περικτυπέοντο δὲ φωτῶν
343βαλλόμεναι κόρυθέςτε καὶ ἀσπίδες, αἵτ’ἀλεγεινὸν
344αἰζηῶν ῥύοντο μόρον καὶ ἀμείλιχον αἶσαν.
345ἀμφὶ δ’ἄρ’Ἰδαίῃσιν ἐριδμαίνεσκε πύλῃσιν
346υἱὸς Ἀχιλλῆος · πονέοντο δέ οἱ πέρι πάντες
347Μυρμιδόνες κρατεροῖο δαήμονες ἰωχμοῖο ·
348τοὺς δ’ἀπὸ τείχεος εἶργον ἀπειρεσίοις βελέεσσι
349θαρσαλέως Ἕλενόςτε καὶ ὀβριμόθυμος Ἀγήνωρ,
350Τρῶας ἐποτρύνοντες ἀνὰ μάθον · οἱ δὲ καὶ αὐτοὶ
351προφρονέως μάρναντο φίλης περὶ τείχεσι πάτρης.
352ἐς πεδίον δὲ πύλῃσι καὶ ὠκυπόρους ἐπὶ νῆας
353νισσομένῃς Ὀδυσεύςτε καὶ Εὐρύπυλος πονέοντο
354νωλεμέως · τοὺς δ’ἠῢς ἀφ’ἕρκεος ὑψηλοῖο
355Αἰνείας λάεσσι μέγα φρονέων ἀπέρυκε.
356πρὸς δὲ ῥόον Σιμόεντος ἔχεν πόνον ἀλγινόεντα
357Τεῦκρος ἐϋμμελίης · ἄλλῃ δ’ἔχεν ἄλλος ὀϊζύν.
358καὶ τότ’ἄρ’ἀμφ’Ὀδυσῆα δαΐφρονα κύδιμοι ἄνδρες
359κείνου τεχνήεντι νόῳ ποτὶ μῶλον Ἄρηος
360ἀσπίδας ἐντύναντο, βάλον δ’ἐφύπερθε καρήνων
361θέντες ἐπ’ἀλλήλῃσι · μιῇ δ’ἅπαν ἥρμοσεν ἁρμῇ ·
362φαίης κεν μεγάροιο κατηρεφὲς ἔμμεναι ἕρκος
363πυκνόν, ὅτ’οὔτ’ἀνέμοιο διέρχεται ὑγρὸν ἀέντος
364ῥιπὴ ἀπειρεσίη οὔτ’ἐκ Διὸς ἄσπετος ὄμβρος ·
365τοῖαι ἄρ’Ἀργείων πεπυκασμέναι ἀμφὶ βοείαις
366καρτύναντο φάλαγγες · ἔχον δ’ἕνα θυμὸν ἐς ἀλκὴν
367εἰς ἓν ἀρηράμενοι · καθύπερθε δὲ Τρώιοι υἷες
368βάλλον χερμαδίοισι · τὰ δ’ὡς στυφελῆς ἀπὸ πέτρης
369γαῖαν ἐπὶ τραφερὴν ἐκυλίνδετο · πολλὰ δὲ δοῦρα
370καὶ βέλεα στονόεντα καὶ ἀλγινόεντες ἄκοντες
371πήγνυντ’ἐν σακέεσσι, τὰ δ’ἐν χθονί, πολλὰ δ’ἄπωθεν
372μαψιδίως φορέοντο παραγναμφθέντα βελέμνοις
373πάντοθε βαλλομένων · οἱ δὲ κτύπον οὔτι φέβοντο
374ἄσπετον, οὐ δ’ὑπόεικον, ἅτε ψεκάδων ἀΐοντες
375δοῦπον · ἄνω δ’ὑπὸ τεῖχος ὁμῶς ἴσαν · οὐ δέ τις αὐτῶν
376νόσφιν ἀφειστήκει · συναρηράμενοι δ’ἐφέποντο,
377ὡς νέφος ἠερόεν, τό ῥά που περὶ χείματι μέσσῳ
378αἰθέρος ἐξ ὑπάτοιο μακρὸν διέτεινε Κρονίων.
379πουλὺς δ’ἀμφὶ φάλαγγι βρόμος, καναχήθ’ὑπὸ ποσσὶ
380νισσομένων ἐτέτυκτο · κόνιν δ’ἀπάτερθεν ἀῆται
381ὀρνυμένην μάλα τυτθὸν ὑπὲρ δαπέδοιο φέρεσκον
382αἰζηῶν μετόπισθε · περίαχε δ’ἄκριτος αὐδή,
383οἷον ὑπὸ σμήνεσσι περιβρομέουσι μέλισσαι ·
384ἆσθμα δ’ἀνήιε πουλὺ χύδην, περίχευε δ’ἀϋτμὴν
385λαοῦ ἀποπνείοντος · ἀπειρέσιον δ’ἄρα θυμῷ
386Ἀτρεῖδαι κεχάροντο περὶ σφίσι κυδιόωντες
387δερκόμενοι πολέμοιο δυσηχέος ἄτρομον ἕρκος ·
388ὥρμηναν δὲ πύλῃσι θεηγενέος Πριάμοιο
389ἀθρόοι ἐγχριμφθέντες ὑπ’ἀμφιτόμοις πελέκεσσι
390ῥῆξαι τείχεα μακρά, πύλας δ’εἰς οὖδας ἐρεῖσαι
391θαιρῶν ἐξερύσαντες · ἔχεν δ’ἄρα μῆτις ἀγαυὴ
392ἐλπωρήν · ἀλλ’οὔ σφιν ἐπήρκεσαν οὔτε βόειαι
393οὔτε θοοὶ βουπλῆγες, ἐπεὶ μένος Αἰνείαο
394ὄβριμον ἀμφοτέρῃς ἐπαρηρότα χείρεσι λᾶαν
395ἐμμεμαὼς ἐφέηκε, δάμασσε δὲ τλήμονι πότμῳ
396ἀνέρας, οὓς κατέμαρψεν ἐν ἀσπίσιν, εὖτ’ἐν ὄρεσσι
397φερβομένας ὑπὸ πρῶνα βίη κρημνοῖο ῥαγέντος
398αἶγας, ὑποτρομέουσι δ’ὅσαι σχεδὸν ἀμφινέμονται ·
399ὣς Δαναοὶ θάμβησαν · ὁ δ’εἰσέτι λᾶας ὕπερθεν
400βάλλεν ἐπασσυτέρους, κλονέοντο δὲ πάγχυ φάλαγγες ·
401ὡς δ’ὅτ’ἐν οὔρεσι πρῶνας Ὀλύμπιος οὐρανόθι Ζεὺς
402ἀμφὶ μιῇ κορυφῇ συναρηρότας ἄλλυδις ἄλλον
403ῥήξῃ ὑπὸ βροντῇσι καὶ αἰθαλόεντι κεραυνῷ,
404ἀμφὶ δὲ μῆλα τρέμουσι καὶ ἄλλυδις ἄλλα φέβονται ·
405ὣς ἄρ’Ἀχαιῶν υἷες ὑπέτρεσαν, οὕνεκ’ἄρ’αὐτῶν
406Αἰνείας συνέχευε θοῶς ἔρυμα πτολέμοιο
407ἀσπίσιν ἀκαμάτῃσι τετυγμένον, οὕνεκ’ἄρ’αὐτῷ
408κάρτος ἀπειρέσιον θεὸς ὤσασεν · οὐ δέ τις αὐτῶν
409ἔσθενέ οἱ κατὰ δῆριν ἐναντίον ὄσσε βαλέσθαι,
410οὕνεκά οἱ μάρμαιρε περὶ βριαροῖς μελέεσσι
411τεύχεα θεσπεσίῃσιν ἐειδόμενα στεροπῇσιν ·
412εἱστήκει δέ οἱ ἄγχι δέμας κεκαλυμμένος ὄρφνῃ
413δεινὸς Ἄρης, καὶ πάντα κατιθύνεσκε βέλεμνα
414ἢ μόρον ἢ δέος αἰνὸν ἐπ’Ἀργείοισι φέροντα ·
415μάρνατο δ’ὡς ὁπότ’αὐτὸς Ὀλύμπιος οὐρανόθι Ζεὺς
416ἀσχαλόων ἐδάϊζεν ὑπέρβια φῦλα Γιγάντων
417σμερδαλέων, καὶ γαῖαν ἀπειρεσίην ἐτίναξε
418Τηθύντ’Ὠκεανόντε καὶ οὐρανόν, ἀμφὶ δὲ πάντῃ
419γυῖ’ἐλελίζετ’Ἄτλαντος ὑπ’ἀκαμάτου Διὸς ὁρμῆς ·
420ὣς ἄρ’ὑπ’Αἰνείαο κατηρείποντο φάλαγγες
421Ἀργείων ἀνὰ δῆριν · ὁ γὰρ περὶ τεῖχος ἁπάντῃ
422ἔσσυτο δυσμενέεσσι χολούμενος, ἐκ δ’ἄρα χειρῶν
423πᾶν, ὅ τί παρέκυρσεν ἐπειγομένῳ ποτὶ μῶλον,
424βάλλεν, ἐπεὶ μάλα πολλὰ κακῆς ἀλκτήρια χάρμης
425κεῖτο μενεπτολέμων ἐπὶ τείχεσι Δαρδανιώνων,
426τοῖσί περ Αἰνείας μεγάλῳ περὶ κάρτεϊ θύων
427δυσμενέων ἀπέρυκε πολὺν στρατόν · ἀμφὶ δ’ἄρ’αὐτῷ
428Τρῶες καρτύναντο · κακὴ δ’ἔχε πάντας ὀϊζὺς
429ἀμφὶ πόλιν · πολλοὶ δὲ κατέκταθεν ἠμὲν Ἀχαιῶν
430ἠδ’ἄρα καὶ Τρώων · μέγα δ’ἴαχον ἀμφοτέρωθεν,
431Αἰνείας μὲν Τρωσὶ φιλοπτολέμοισι κελεύων
432μάρνασθ’ἀμφὶ πόληος ἑῆς ἀλόχωντε καὶ αὐτῶν
433προφρονέως · υἱὸς δὲ μενεπτολέμου Ἀχιλῆος
434Ἀργείους ἐκέλευε παρὰ κλυτὰ τείχεα Τροίης
435μίμνειν, ἄχρι πόληα πυρὶ πρήσαντες ἕλωσι.
436τοὺς δ’ἄμφω στονόεσσα καὶ ἄσπετος ἄμπεχ’ἀϋτὴ
437μαρναμένους πρόπαν ἦμαρ ἀνὰ κλόνον · οὐ δέ τις ἦεν
438ἄμπνευσις πολέμοιο λιλαιομένων ἀνὰ θυμὸν
439τῶν μὲν ἑλεῖν πτολίεθρον ὑπ’Ἄρεϊ, τῶν δὲ σαῶσαι.
440Αἴας δ’αὖτ’ἀπάτερθε θρασύφρονος Αἰνείαο
441μαρνάμενος Τρώεσσι κακὰς ἐπὶ κῆρας ἴαλλε
442σφῇσιν ἑκηβολίῃσιν, ἐπεί ῥά οἱ ἄλλοτε μέν που
443ἰθὺ βέλος πεπότητο δι’ἠέρος, ἄλλοτε δ’αὖτε
444ἀλγινόεντες ἄκοντες · ἐπ’ἄλλῳ δ’ἄλλον ἔπεφνεν ·
445οἱ δὲ περιπτώσσοντες ἀμύμονος ἀνέρος ἀλκὴν
446ἐς μόθον οὐκέτ’ἔμιμνον · ἔλειπε δὲ τείχεα λαός.
447καὶ τότε οἱ θεράπων πολὺ φέρτατος ἐν δαῒ Λοκρῶν
448Ἀλκιμέδων ἐρίθυμος, ἑῷ πίσυνος βασιλῆι
449κάρτεΐτε σφετέρῳ καὶ θαρσαλέῃ νεότητι
450ἐμμεμαὼς πολέμοιο θοοῖς ἐπεβήσατο ποσσὶ
451κλίμακος, ὄφρα κέλευθον ἐπὶ πτόλιν ἀνδράσι θείη
452λευγαλέην · σφετέρου δὲ καρήατος ἔμμεναι ἄλκαρ
453ἀσπίδα θεὶς καθύπερθεν ἀνήιε λυγρὰ κέλευθα
454ἄτρομον ἐνθέμενος κραδίῃ νόον · ἐν δ’ἄρα χειρὶ
455ἄλλοτε μὲν δόρυ πάλλεν ἀμείλιχον, ἄλλοτε δ’αὖτε
456εἷρπεν ἄνω · τὸν δ’αἶψα διηερίη φέρεν οἶμος.
457καί νύ κε κὴ Τρώεσσιν ἄχος γένετ’, εἰ μὴ ἄρ’αὐτῷ
458ἤδη ὑπερκύπτοντι καὶ εἰσορόωντι πόληα
459ὑστάτιον καὶ πρῶτον ἀφ’ἕρκεος ὑψηλοῖο
460Αἰνείας ἐπόρουσεν, ἐπεί ῥά μιν οὐ λάθεν ὁρμὴ
461οὐ δ’ἀπάτερθεν ἐόντα · βάλεν δέ μιν εὐρέϊ πέτρῳ
462κάκ κεφαλῆς · μεγάλη δὲ βίη κρατερόφρονος ἀνδρὸς
463κλίμακά οἱ συνέαξεν · ὁ δ’ὑψόθεν ἠΰτ’ὀϊστὸς
464ἔσσυτ’ἀπὸ νευρῆς · ὀλοὸς δέ οἱ ἕσπετο πότμος
465ἀμφελελιξαμένῳ · στονόεις δέ οἱ ἠέρι θυμὸς
466αἶψα μίγη, πρὶν γαῖαν ἐπὶ στυφελὴν ἀφικέσθαι ·
467ἤριπε δ’ἐν θώρηκι κατὰ χθονός, οὕνεκ’ἄρ’αὐτοῦ
468νόσφιν ἀπεπλάγχθη βριαρὸν δόρυ καὶ σάκος εὐρὺ
469καὶ κρατερὴ τρυφάλεια · περιστονάχησε δὲ Λοκρῶν
470λαός, ὅτ’ἔδρακον ἄνδρα κακῇ δεδμημένον ἄτῃ ·
471δὴ γάρ οἱ λασίοιο καρήατος ἄλλυδις ἄλλῃ
472ἐγκέφαλος πεπάλακτο · συνηλοίηντο δὲ πάντα
473ὀστέα καὶ θοὰ γυῖα λυγρῷ πεπαλαγμένα λύθρῳ.
474καὶ τότε δὴ Ποίαντος ἐῢς πάϊς ἀντιθέοιο,
475ὡς ἴδεν Αἰνείαν περὶ τείχεα μαιμώωντα
476θηρὶ βίην ἀτάλαντον, ἄφαρ προέηκεν ὀϊστὸν
477ἰθύνων ἐς φῶτα περικλυτόν · οὐ δ’ἀφάμαρτεν
478ἀνέρος, ἀλλά οἱ οὔτι δι’ἀσπίδος ἀκαμάτοιο
479ἐς χρόα καλὸν ἵκανεν, ἀπέτραπε γὰρ Κυθέρεια
480καὶ σάκος, ἀλλ’ἄρα τυτθὸν ἐπέγραφε δέρμα βοείης.
481οὐ δ’ἄρα μαψιδίως χαμάδις πέσεν, ἀλλὰ Μέδοντα
482μεσσηγὺς σάκεόςτε καὶ ἱπποκόμου τρυφαλείης
483τύψεν · ὁ δ’ἐκ πύργοιο κατήριπεν, εὖτ’ἀπὸ πέτρης
484ἄγριον αἶγα βάλῃσιν ἀνὴρ στονόεντι βελέμνῳ ·
485ὣς ὁ πεσὼν τετάνυστο · λίπεν δέ μιν ἱερὸς αἰών.
486Αἰνείας δ’ἑτάροιο χολωσάμενος βάλε πέτρην,
487καί ῥα Φιλοκτήταο κατέκτανεν ἐσθλὸν ἑταῖρον
488Τοξαίχμην · θλάσσεν δὲ κάρη, συνέαξε δὲ πάντα
489ὀστέα σὺν πήληκι · λύθη δέ οἱ ἀγλαὸν ἦτορ.
490τῷ δ’ἐπὶ μακρὸν ἄϋσε πάϊς Ποίαντος ἀγαυοῦ ·
491“Αἰνεία, νὺν ἔολπας ἐνὶ φρεσὶ σῇσιν ἄριστος
492ἔμμεναι ἐκ πύργοιο πονεύμενος, ἔνθα γυναῖκες
493δυσμενέεσσι μάχονται ἀνάλκιδες · εἰ δὲ τίς ἐσσί,
494ἔρχεο τείχεος ἐκτὸς ἐν ἔντεσιν, ὄφρα δαείης
495Ποίαντος θρασὺν υἷα καὶ ἔγχεσι καὶ βελέεσσιν”.
496ὣς ἄρ’ἔφη · τὸν δ’οὔτι θρασὺς πάϊς Ἀγχίσαο
497καίπερ ἐελδόμενος προσεφώνεεν, οὕνεκ’ὀρώρει
498δῆρις ὀϊζυρὴ περὶ τείχεα μακρὰ καὶ ἄστυ
499νωλεμέως · οὐ γάρ τι κακοῦ παύοντο μόθοιο ·
500οὐ δέ σφιν μάλα δηρὸν ὑπ’Ἄρεϊ τειρομένοισιν
501ἔσκε λύσις καμάτοιο · πόνος δ’ἄπρηκτος ὀρώρει.