Posthomerica, 7
ἦμος δ’οὐρανὸς ἄστρα κατέκρυφεν, ἔγρετο δ’Ἠὼς
2λαμπρὸν παμφανόωσα, κνέφας δ’ἀνεχάσσατο νυκτός,
3δὴ τότ’ἀρήιοι υἷες ἐϋσθενέων Ἀργείων,
4οἱ μὲν ἔβαν προπάροιθε νεῶν κρατερὴν ἐπὶ δῆριν
5ἀντίον Εὐρυπύλοιο μεμαότες, οἱ δ’ἀπάτερθεν
6αὐτοῦ πὰρ νήεσσι Μαχάονα ταρχύσαντο
7Νιρέαθ’, ὃς μακάρεσσιν ἀειγενέεσσιν ἐῴκει
8κάλλεΐτ’ἀγλαΐῃτε · βίῃ δ’οὐκ ἄλκιμος ἦεν ·
9οὐ γὰρ ἅμ’ἀνθρώποισι θεοὶ τελέουσιν ἅπαντα ·
10ἀλλ’ἐσθλῷ κακὸν ἄγχι παρίσταται ἔκ τινος αἴσης ·
11ὣς Νιρῆι ἄνακτι παρ’ἀγλαΐῃ ἐρατεινῇ
12κεῖτ’ἀλαπαδνοσύνη · Δαναοὶ δέ οἱ οὐκ ἀμέλησαν,
13ἀλλά ἑ ταρχύσαντο καὶ ὠδύραντ’ἐπὶ τύμβῳ,
14ὅσσα Μαχάονα δῖον, ὃν ἀθανάτοισι θεοῖσιν
15ἶσον ἀεὶ τίεσκον, ἐπεὶ πυκνὰ μήδεα ᾔδη
16αἶψα δ’ἀρ’ἀμφοτέροις αὐτὸν περὶ σῆμα βάλοντο.
17καὶ τότ’ἄρ’ἐν πεδίῳ ἔτι μαίνετο λοίγιος Ἄρης ·
18ὦρτο δ’ἄρ’ἀμφοτέρωθε μέγας κόναβος καὶ ἀϋτὴ
19ῥηγνυμένων λάεσσι καὶ ἐγχείῃσι βοειῶν ·
20καί ῥ’οἱ μὲν πονέοντο πολυκμήτῳ ὑπ’Ἄρηι ·
21νωλεμέως δ’ἄρ’ἄπαστος ἐδητύος ἐν κονίῃσι
22κεῖτο μέγα στενάχων Ποδαλείριος · οὐ δ’ὅ γε σῆμα
23λεῖπε κασιγνήτοιο · νόος δέ οἱ ὁρμαίνεσκε
24χερσὶν ὑπὸ σφετέρῃσιν ἀνηλεγέως ἀπολέσθαι.
25καί ῥ’ὁτὲ μὲν βάλε χεῖρας ἐπὶ ξίφος, ἄλλοτε δ’αὖτε
26δίζετο φάρμακον αἰνόν · ἑοὶ δέ μιν εἶργον ἑταῖροι
27πολλὰ παρηγορέοντες · ὁ δ’οὐκ ἀπέληγεν ἀνίης.
28καί νύ κε θυμόν ἑῇσιν ὑπαὶ παλάμῃσιν ὄλεσσεν
29ἐσθλοῦ ἀδελφειοῖο νεοκμήτῳ ἐπὶ τύμβῳ,
30εἰ μὴ Νηλέος υἱὸς ἐπέκλυεν, οὐ δ’ἀμέλησεν
31αἰνῶς τειρομένοιο · κίχεν δέ μιν ἄλλοτε μέν που
32ἐκχύμενον περὶ σῆμα πολύστονον, ἄλλοτε δ’αὖτε
33ἀμφὶ κάρη χεύοντα κόνιν καὶ στήθεα χερσὶ
34θεινόμενον κρατερῇσι καὶ οὔνομα κικλήσκοντα
35οἷο κασιγνήτοιο · περιστενάχοντο δ’ἄνακτα
36δμῶες ὁμῶς ἑτάροισι · κακὴ δ’ἔχε πάντας ὀϊζύς.
37καί ῥ’ὅγε μειλιχίοισι μέγ’ἀχνύμενον προσέειπεν ·
38“ἴσχεο λευγαλέοιο γόου καὶ πένθεος αἰνοῦ,
39ὦ τέκος · οὐ γὰρ ἔοικε περίφρονα φῶτα γεγῶτα
40μύρεσθ’οἷα γυναῖκα παρ’οὐκέτ’ἐόντι πεσόντα ·
41οὐ γὰρ ἀναστήσεις μιν ἔτ’ἐς φάος, οὕνεκ’ἄϊστος
42ψυχή οἱ πεπότηται ἐς ἠέρα, σῶμα δ’ἄνευθεν
43πῦρ ὀλοὸν κατέδαψε καὶ ὀστέα δέξατο γαῖα ·
44αὕτως δ’, ὡς ἀνέθηλε, καὶ ἔφθιτο. τέτλαθι δ’ἄλγος
45ἄσπετον, ὥς περ ἔγωγε Μαχάονος οὔτι χερείω
46παῖδ’ὀλέσας δηίοισιν ὑπ’ἀνδράσιν εὖ μὲν ἄκοντι
47εὖ δὲ σαοφροσύνῃσι κεκασμένον. οὐ δέ τις ἄλλος
48αἰζηῶν φιλέεσκεν ἑὸν πατέρ’ὡς ἐμὲ κεῖνος,
49κάτθανε δ’εἵνεκ’ἐμεῖο σαωσέμεναι μενεαίνων
50ὃν πατέρ’· ἀλλά οἱ εἶθαρ ἀποκταμένοιο πάσασθαι
51σῖτον ἔτλην καὶ ζωὸς ἔτ’Ἠριγένειαν ἰδέσθαι,
52εὖ εἰδώς, ὅτι πάντες ὁμὴν Ἀΐδαο κέλευθον
53νισσόμεθ’ἄνθρωποι, πᾶσίντ’ἐπὶ τέρματα κεῖται
54λυγρὰ μόρου στονόεντος. ἔοίκε δὲ θνητὸν ἐόντα
55πάντα φέρειν, ὁπόσ’ἐσθλὰ διδοῖ θεὸς ἠδ’ἀλεγεινά”.
56ὣς φάθ’· ὁ δ’ἀχνύμενός μιν ἀμείβετο · τοῦ δ’ἀλεγεινὸν
57ἔρρεεν εἰσέτι δάκρυ καὶ ἀγλαὰ δεῦε γένεια ·
58“ὦ πάτερ, ἄσχετον ἄλγος ἐμὸν καταδάμναται ἦτορ
59ἀμφὶ κασιγνήτοιο περίφρονος, ὅς μ’ἀτίταλλεν
60οἰχομένοιο τοκῆος ἐς οὐρανὸν ὡς ἑὸν υἷα
61σφῇσιν ἐν ἀγκοίνῃσι καὶ ἰητήρια νούσων
62ἐκ θυμοῖο δίδαξε · μιῇ δ’ἐνὶ δαιτὶ καὶ εὐνῇ
63τερπόμεθα ξυνοῖσιν ἰαινόμενοι κτεάτεσσι ·
64τῷ μοι πένθος ἄλαστον ἐποίχεται · οὐ δ’ἔτι κείνου
65τεθναότος φάος ἐσθλὸν ἐέλδομαι εἰσοράασθαι”.
66ὣς φάτο · τὸν δ’ὁ γεραιὸς ἀκηχέμενον προσέειπε.
67“πᾶσι μὲν ἀνθρώποισιν ἴσον κακὸν ὤπασε δαίμων
68ὀρφανίην, πάντας δὲ καὶ ἡμέας αἶα καλύψει,
69οὐ μὲν ἄρ’ἐκτελέσαντας ὁμὴν βιότοιο κέλευθον,
70οὐ δ’οἵην τις ἕκαστος ἐέλδεται, οὕνεχ’ὕπερθεν
71ἐσθλάτε καὶ τὰ χέρεια θεῶν ἐν γούνασι κεῖται
72μυρία, εἰς ἓν πάντα μεμιγμένα · καὶ τὰ μὲν οὔτις
73δέρκεται ἀθανάτων, ἀλλ’ἀπροτίοπτα τέτυκται
74ἀχλύϊ θεσπεσίῃ κεκαλυμμένα · τοῖς δ’ἐπὶ χεῖρας
75οἴη Μοῖρα τίθησι καὶ οὐχ ὁρόωσ’ἀπ’Ὀλύμπου
76ἐς γαῖαν προΐησι · τὰ δ’ἄλλυδις ἄλλα φέρονται
77πνοιῇς ὡς ἀνέμοιο · καὶ ἀνέρι πολλάκις ἐσθλῷ
78ἀμφεχύθη μέγα πῆμα, λυγρῷ δ’ἐπικάππεσεν ὄλβος
79οὐκ εἰκώς. ἀλαὸς δὲ πέλει βίος ἀνθρώποιο ·
80το- τοὔνεκ’ἄρ’ἀσφαλέως οὐ νίσσεται, ἀλλὰ πόδεσσι
81πυκνὰ ποτιπταίει · τρέπεται δέ οἱ αἰόλος οἶμος
82ἄλλοτε μὲν ποτὶ πῆμα πολύστονον, ἄλλοτε δ’αὖτε
83εἰς ἀγαθόν · μερόπων δὲ πανόλβιος οὔτις ἐτύχθη
84ἐς τέλος ἐξ ἀρχῆς · ἑτέρῳ δ’ἕτερ’ἀντιόωσι.
85παῦρον δὲ ζώοντας ἐν ἄλγεσιν οὔτι ἔοικε
86ζωέμεν. ἔλπεο δ’αἰὲν ἀρείονα, μη δ’ἐπὶ λυγρῷ
87θυμὸν ἔχειν · καὶ γάρ ῥα πέλει φάτις ἀνθρώποισιν
88ἐσθλῶν μὲν νίσσεσθαι ἐς οὐρανὸν ἄφθιτον αἰεὶ
89ψυχάς, ἀργαλέων δὲ ποτὶ ζόφον · ἔπλετο δ’ἄμφω
90σεῖο κασιγνήτῳ · καὶ μείλιχος ἔσκε βροτοῖσι,
91καὶ πάϊς ἀθανάτοιο · θεῶν δ’ἐς φῦλον ὀΐω
92κεῖνον ἀνελθέμεναι σφετέρου πατρὸς ἐννεσίῃσιν”.
93ὣς εἰπών μιν ἔγειρεν ἀπὸ χθονὸς οὐκ ἐθέλοντα
94παρφάμενος μύθοισιν, ἄγεν δ’ἀπὸ σήματος αἰνοῦ
95ἐντροπαλιζόμενον καὶ ἔτ’ἀργαλέα στενάχοντα ·
96ἐς δ’ἄρα νῆας ἵκοντο · πόνον δ’ἔχον ἄλλοι Ἀχαιοὶ
97ἀργαλέον καὶ Τρῶες ὀρινομένου πολέμοιο.
98Εὐρύπυλος δ’ἀτάλαντος ἀτειρέα θυμὸν Ἄρηι
99χερσὶν ὑπ’ἀκαμάτῃσι καὶ ἔγχεϊ μαιμώωντι
100δάμνατο δήϊα φῦλα · νεκρῶν δ’ἐστείνετο γαῖα
101κτεινομένων ἑκάτερθεν. ὁ δ’ἐν νεκύεσσι βεβηκὼς
102μάρνατο θαρσαλέως πεπαλαγμένος αἵματι χεῖρας
103καὶ πόδας · οὐ δ’ἀπέληγεν ἀταρτηροῖο κυδοιμοῦ ·
104ἀλλ’ὅ γε Πηνέλεων κρατερόφρονα δουρὶ δάμασσεν
105ἀντιόωντ’ἀνὰ δῆριν ἀμείλιχον · ἀμφὶ δὲ πολλοὺς
106ἔκτανεν · οὐ δ’ὅ γε χεῖρας ἀπέτρεπε δηϊοτῆτος,
107ἀλλ’ἕπετ’Ἀργείοισι χολούμενος, εὖτε πάροιθεν
108ὄβριμος Ἡρακλέης Φολόης ἀνὰ μακρὰ κάρηνα
109Κενταύροις ἐπόρουσεν ἑῷ μέγα κάρτεϊ θύων,
110τοὺς ἅμα πάντας ἔπεφνε καὶ ὠκυτάτους περ ἐόντας
111καὶ κρατεροὺς ὀλοοῦτε δαήμονας ἰωχμοῖο ·
112ὣς ὅ γ’ἐπασσύτερον Δαναῶν στρατὸν αἰχμητάων
113δάμνατ’ἐπεσσύμενος · τοὶ δ’ἰλαδὸν ἄλλοθεν ἄλλος
114ἀθρόοι ἐν κονίῃσι δεδουπότες ἐξεχέοντο.
115ὣς δ’ὅτ’ἐπιβρίσαντος ἀπειρεσίου ποταμοῖο
116ὄχθαι ἀποτμήγονται ἐπὶ ψαμαθώδεϊ χώρῳ
117μυρίαι ἀμφοτέρωθεν, ὁ δ’εἰς ἁλὸς ἔσσυται οἶδμα
118παφλάζων ἀλεγεινὸν ἀνὰ ῥόον, ἀμφὶ δὲ πάντῃ
119κρημνοὶ ἐπικτυπέουσι, βρέμει δ’ἄρα μακρὰ ῥέεθρα
120αἰὲν ἐρειπομένων, εἴκει δέ οἱ ἕρκεα πάντα ·
121ὥς ἄρα κύδιμοι υἷες ἐϋπτολέμων Ἀργείων
122πολλοὶ ὑπ’Εὐρυπύλοιο κατήριπον ἐν κονίῃσι,
123τοὺς κίχεν αἱματόεντα κατὰ μόθον · οἱ δ’ὑπάλυξαν,
124ὅσσους ἐξεσάωσε ποδῶν μένος · ἀλλ’ἄρα καὶ ὥς
125Πηνέλεων ἐρύσαντο δυσηχέος ἐξ ὁμάδοιο
126νῆας ἐπὶ σφετέρας, καίπερ ποσὶ καρπαλίμοισι
127κῆρας ἀλευόμενοι στυγερὰς καὶ ἀνηλέα πότμον.
128πανσυδίῃ ἔντοσθε νεῶν φύγον · οὐ δέ τι θυμῷ
129ἔσθενον Εὐρυπύλοιο καταντία δηριάασθαι,
130οὕνεκ’ἄρα σφίσι φύζαν ὀϊζυρὴν ἐφέηκεν
131Ἡρακλέης υἱωνὸν ἀτειρέα πάμπαν ἀέξων.
132οἱ δ’ἄρα τείχεος ἐντὸς ὑποπτώσσοντες ἔμιμνον,
133αἶγες ὅπως ὑπὸ πρῶνα φοβεύμεναι αἰνὸν ἀήτην,
134ὅςτε φέρει νιφετόντε πολὺν κρυερήντε χάλαζαν
135ψυχρὸς ἐπαΐσσων, ταὶ δ’ἐς νομὸν ἐσσύμεναί περ
136ῥιπῆς οὔτι κατιθὺς ὑπερκύπτουσι κολώνης,
137ἀλλ’ἄρα χεῖμα μένουσιν ὑπὸ σκέπας ἠδὲ φάραγγας
138ἀγρόμεναι, θάμνοισι δ’ὑπὸ σκιεροῖσι νέμονται
139ἰλαδόν, ὄφρ’ἀνέμοιο κακαὶ λήξωσιν ἄελλαι ·
140ὣς Δαναοὶ πύργοισιν ὑπὸ σφετέροισιν ἔμιμνον
141Τηλέφου ὄβριμον υἷα μετεσσύμενον τρομέοντες.
142αὐτὰρ ὁ νῆας ἔμελλε θοὰς καὶ λαὸν ὀλέσσειν,
143εἰ μὴ Τριτογένεια θράσος βάλεν Ἀργείοισιν
144ὀψέ περ · οἱ δ’ἄλληκτον ἀφ’ἕρκεος αἰπεινοῖο
145δυσμενέας βάλλοντες ἀνιηροῖς βελέεσσι
146κτεῖνον ἐπασσυτέρους · δεύοντο δὲ τείχεα λύθρῳ
147λευγαλέῳ · στοναχὴ δὲ δαϊκταμένων πέλε φωτῶν.
148αὕτως δ’αὖ νύκταςτε καὶ ἤματα δηριόωντο
149Κήτειοι Τρῶέςτε καὶ Ἀργεῖοι μενεχάρμαι,
150ἄλλοτε μὲν προπάροιθε νεῶν, ὁτὲ δ’ἀμφὶ μακεδνὸν
151τεῖχος, ἐπεὶ πέλε μῶλος ἀάσχετος · ἀλλ’ἄρα καὶ ὥς
152ἤματα δοιὰ φόνοιο καὶ ἀργαλέης ὑσμίνης
153παύσανθ’, οὕνεχ’ἵκανεν ἐς Εὐρύπυλον βασιλῆα
154ἀγγελίη Δαναῶν, ὥς κεν πολέμοιο μεθέντες
155πυρκαϊῇ δώωσι δαϊκταμένους ἐνὶ χάρμῃ ·
156αὐτὰρ ὅ γ’αἶψ’ἐπίθησε, καὶ ἀργαλέοιο κυδοιμοῦ
157παυσάμενοι ἑκάτερθε νεκροὺς περιταρχύσαντο
158ἐν κονίῃς ἐριπόντας · Ἀχαιοὶ δ’ἔξοχα πάντων
159Πηνέλεων μύροντο · βάλον δ’ἐπὶ σῆμα θανόντι
160εὐρὺ μάλ’ὑψηλόντε καὶ ἐσσομένοις ἀρίδηλον ·
161πληθὺν δ’αὖτ’ἀπάνευθε δαϊκταμένων ἡρώων
162θάψαν ἀκηχέμενοι μεγάλῳ περὶ πένθεϊ θυμὸν
163πυρκαϊὴν ἅμα πᾶσι μίαν περινηήσαντες
164καὶ τάφον. ὣς δὲ καὶ αὐτοὶ ἀπόπροθι Τρώιοι υἷες
165τάρχυσαν κταμένους. ὀλοὴ δ’Ἔρις οὐκ ἀπέληγεν,
166ἀλλ’ἔτ’ἐποτρύνεσκε θρασὺ σθένος Εὐρυπύλοιο
167ἀντιάαν δηίοισιν · ὁ δ’οὔπω χάζετο νηῶν,
168ἀλλ’ἔμενεν Δαναοῖσι κακὴν ἐπὶ δῆριν ἀέξων.
169τοὶ δ’ἐς Σκῦρον ἵκοντο μελαίνῃ νηὶ θέοντες ·
170εὗρον δ’υἷ’Ἀχιλῆος ἑοῦ προπάροιθε δόμοιο,
171ἄλλοτε μὲν βελέεσσι καὶ ἐγχείῃσιν ἱέντα,
172ἄλλοτε δ’αὖθ’ἵπποισι πονεύμενον ὠκυπόδεσσι ·
173γήθησαν δ’ἐσιδόντες ἀταρτηροῦ πολέμοιο
174ἔργα μετοιχόμενον, καίπερ μέγα τειρόμενον κῆρ
175ἀμφὶ πατρὸς κταμένοιο · τὸ γὰρ τὸ πάροιθε πέπυστο.
176αἶψα δέ οἱ κίον ἄντα τεθηπότες, οὕνεχ’ὁρῶντο
177θαρσαλέῳ Ἀχιλῆι δέμας περικαλλὲς ὁμοῖον ·
178τοὺς δ’ἄρ’ὑποφθάμενος τοῖον ποτὶ μῦθον ἔειπεν ·
179“ὦ ξεῖνοι, μέγα χαίρετ’ἐμὸν ποτὶ δῶμα κιόντες ·
180εἴπατε δ’ὁππόθεν ἐστὲ καὶ οἵτινες, ἠδ’ὅ τι χρειὼ
181ἤλθετ’ἔχοντες ἐμεῖο δι’οἴδματος ἀτρυγέτοιο”.
182ὣς ἔφατ’εἰρόμενος · ὁ δ’ἀμείβετο δῖος Ὀδυσσεύς ·
183“ἡμεῖς τοι φίλοι εἰμὲν ἐϋπτολέμου Ἀχιλῆος,
184τῷ νύ σέ φασι τεκέσθαι ἐΰφρονα Δηιδάμειαν ·
185καὶ δ’αὐτοὶ τεὸν εἶδος ἐΐσκομεν ἀνέρι κείνῳ
186πάμπαν · ὁ δ’ἀθανάτοισι πολυσθενέεσσιν ἐῴκει.
187εἰμὶ δ’ἐγὼν Ἰθάκηθεν, ὁ δ’Ἄργεος ἱπποβότοιο,
188εἴ ποτε Τυδείδαο δαΐφρονος οὔνομ’ἄκουσας,
189ἢ καὶ Ὀδυσσῆος πυκιμήδεος, ὅς νύ τοι ἄγχι
190αὐτὸς ἐγὼν ἕστηκα θεοπροπίης ἕνεκ’ἐλθών ·
191ἀλλ’ἐλέαιρε τάχιστα καὶ Ἀργείοις ἐπάμυνον
192ἐλθὼν ἐς Τροίην · ὣς γὰρ τέλος ἔσσετ’Ἄρηι.
193καί τοι δῶρ’ὀπάσουσιν ἀάσπετα δῖοι Ἀχαιοί ·
194τεύχεα δ’αὐτὸς ἔγωγε τεοῦ πατρὸς ἀντιθέοιο
195δώσω, ἅπερ φορέων μέγα τέρψεαι · οὐ γὰρ ἔοικε
196θνητῶν τεύχεσι κεῖνα, θεοῦ δέ που Ἄρεος ὅπλοις
197ἶσα πέλει · πουλὺς δὲ περί σφισι πάμπαν ἄρηρε
198χρυσὸς δαιδαλέοισι κεκασμένος, οἷσι κοὶ αὐτὸς
199Ἥφαιστος μέγα θυμὸν ἐν ἀθανάτοισιν ἰάνθη
200τεύχων ἄμβροτα κεῖνα, τά σοι μέγα θαῦμα ἰδόντι
201ἔσσεται, οὕνεκα γαῖα καὶ οὐρανὸς ἠδὲ θάλασσα
202ἀμφὶ σάκος πεπόνηται ἀπειρεσίῳτ’ἐνὶ κύκλῳ
203ζῷα πέριξ ἤσκηνται ἐοικότα κινυμένοισι,
204θαῦμα καὶ ἀθανάτοισι · βροτῶν δ’οὐπώποτε τοῖα
205οὔτε τις ἔδρακε πρόσθεν ἐν ἀνδράσιν οὔτ’ἐφόρησεν,
206εἰ μὴ σός γε πατήρ, τὸν ἴσον Διὶ τῖον Ἀχαιοὶ
207πάντες, ἐγὼ δὲ μάλιστα φάλα φρονέων ἀγάπαζον ·
208καί οἱ ἀποκταμένοιο νέκυν ποτὶ νῆας ἔνεικα
209πολλοῖς δυσμενέεσσιν ἀνηλέα πότμον ὀπάσσας ·
210το- τοὔνεκά μοι κείνοιο περικλυτὰ τεύχεα δῶκε
211δῖα Θέτις · τὰ δ’ἄρ’αὖθις ἐελδόμενός περ ἔγωγε
212δώσω προφρονέως, ὁπότ’Ἴλιον εἰσαφίκηαι.
213καί νύ σε καὶ Μενέλαος, ἐπὴν Πριάμοιο πόληα
214πέρσαντες νήεσσιν ἐς Ἑλλάδα νοστήσωμεν,
215αὐτίκα γαμβρὸν ἑὸν ποιήσεται, ἢν ἐθέλῃσθα,
216ἀμφ’εὐεργεσίης · δώσει δέ τοι ἄσπετ’ἄγεσθαι
217κτήματάτε χρυσόντε μετ’ἠϋκόμοιο θυγατρός,
218ὅσσ’ἐπέοικεν ἕπεσθαι ἐϋκτεάνῳ βασιλῆι”.
219ὣς φάμενον προσέειπεν Ἀχιλλέος ὄβριμος υἱός ·
220“εἰ μὲν δὴ καλέουσι θεοπροπίῃσιν Ἀχαιοί,
221αὔριον αἶψα νεώμεθ’ἐπ’εὐρέα βένθεα πόντου,
222ἤν τι φάος Δαναοῖσι λιλαιομένοισι γένωμαι ·
223νῦν δ’ἴομεν ποτὶ δώματ’ἐΰξεινόντε τράπεζαν,
224οἵην περ ξείνοισι θέμις παρατεκτήνασθαι ·
225ἀμφὶ δ’ἐμοῖο γάμοιο θεοῖς μετόπισθε μελήσει”.
226ὣς εἰπὼν ἡγεῖθ’· οἱ δ’ἑσπόμενοι μέγα χαῖρον ·
227καί ῥ’ὅτε δὴ μέγα δῶμα κίον καὶ κάλλιμον αὐλήν,
228εὗρον Δηιδάμειαν ἀκηχεμένην ἐνὶ θυμῷ
229τηκομένην δ’, ὡσείτε χιὼν κατατήκετ’ὄρεσσιν
230Εὔρου ὑπὸ λιγέος καὶ ἀτειρέος ἠελίοιο ·
231ὣς ἥ γε φθινύθεσκε δεδουπότος ἀνδρὸς ἀγαυοῦ ·
232καί μιν ἔτ’ἀχνυμένην περ ἀγακλειτοὶ βασιλῆες
233ἠσπάζοντ’ἐπέεσσι · πάϊς δέ οἱ ἐγγύθεν ἐλθὼν
234μυθεῖτ’ἀτρεκέως γενεὴν καὶ οὔνομ’ἑκάστου ·
235χρειὼ δ’, ἥντιν’ἵκανον, ἐπέκρυφε μέχρις ἐς ἠῶ,
236ὄφρα μὴ ἀχνυμένην μιν ἕλῃ πολύδακρυς ἀνίη,
237καί μιν ἀπεσσύμενον μάλα λισσομένη κατερύκῃ.
238αἶψα δὲ δαῖτ’ἐπάσαντο καὶ ὕπνῳ θυμὸν ἴηναν
239πάντες, ὅσοι Σκύροιο πέδον περιναιετάασκον
240εἰναλίης, τὴν μακρὰ περιβρομέουσι θαλάσσης
241κύματα ῥηγνυμένοιο πρὸς ᾐόνας Αἰγαίοιο ·
242ἀλλ’οὐ Δηιδάμειαν ἐπήρατος ὕπνος ἔμαρπτεν
243οὔνομα κερδαλέου μιμνησκομένην Ὀδυσῆος
244ἠδὲ καὶ ἀντιθέου Διομήδεος, οἵ ῥά μιν ἄμφω
245εὖνιν ποιήσαντο φιλοπτολέμου Ἀχιλῆος
246παρφάμενοι κείνοιο θρασὺν νόον, ὄφρ’ἀφίκηται
247δήϊον εἰς ἐνοπήν · τῷ δ’ἄτροπος ἤντετο Μοῖρα,
248ἥ οἱ ὑπέκλασε νόστον, ἀπειρέσιον δ’ἄρα πένθος
249πατρὶ πόρεν Πηλῆι καὶ αὐτῇ Δηιδαμείῃ.
250το- τοὔνεκά μιν κατὰ θυμὸν ἀάσπετον ἄμφεχε δεῖμα
251παιδὸς ἐπεσσυμένοιο ποτὶ πτολέμοιο κυδοιμόν,
252μή οἱ λευγαλέῳ ἐπὶ πένθεϊ πένθος ἵκηται.
253Ἠὼς δ’εἰσανέβη μέγαν οὐρανόν · οἱ δ’ἀπὸ λέκτρων
254καρπαλίμως ὤρνυντο · νόησε δὲ Δηιδάμεια ·
255αἶψα δέ οἱ στέρνοισι περὶ πλατέεσσι χυθεῖσα
256ἀργαλέως γοάασκεν ἐς αἰθέρα μακρὰ βοῶσα ·
257ἠΰτε βοῦς ἐν ὄρεσσιν ἀπειρέσιον μεμακυῖα
258πόρτιν ἑὴν δίζηται ἐν ἄγκεσιν, ἀμφὶ δὲ μακραὶ
259οὔρεος αἰπεινοῖο περιβρομέουσι κολῶναι ·
260ὣς ἄρα μυρομένης ἀμφίαχεν αἰπὺ μέλαθρον
261πάντοθεν ἐκ μυχάτων, μέγα δ’ἀσχαλόωσ’ἀγόρευε ·
262“τέκνον, ποῖ δὴ νῦν σοὶ ἐῢς νόος ἐκπεπότηται
263Ἴλιον ἐς πολύδακρυ μετὰ ξείνοισιν ἕπεσθαι,
264ᾗχι πολεῖς ὀλέκονται ὑπ’ἀργαλέης ὑσμίνης,
265καίπερ ἐπιστάμενοι πόλεμον καὶ ἀεικέα χάρμην;
266νῦν δὲ σὺ μὲν νέος ἐσσὶ καὶ οὔπω δήϊα ἔργα
267οἶδας, ἅτ’ἀνθρώποισιν ἀλάλκουσιν κακὸν ἦμαρ ·
268ἀλλὰ σὺ μέν μευ ἄκουσον, ἑοῖς δ’ἐνὶ μίμνε δόμοισι,
269μὴ δή μοι Τροίηθε κακὴ φάτις οὔαθ’ἵκηται
270σεῖο καταφθιμένοιο κατὰ μόθον · οὐ γὰρ ὀΐω
271ἐλθέμεναί σ’ἔτι δεῦρο μετάτροπον ἐξ ὁμάδοιο ·
272οὐ δὲ γὰρ οὐ δὲ πατὴρ τεὸς ἔκφυγε κῆρ’ἀΐδηλον,
273ἀλλ’ἐδάμη κατὰ δῆριν, ὅ περ καὶ σεῖο καὶ ἄλλων
274ἡρώων προφέρεσκε, θεὰ δέ οἱ ἔπλετο μήτηρ,
275τῶνδε δολοφροσύνῃ καὶ μήδεσιν, οἵ σε καὶ αὐτὸν
276δῆριν ἐπὶ στονόεσσαν ἐποτρύνουσι νέεσθαι ·
277το- τοὔνεκ’ἐγὼ δείδοικα περὶ κραδίῃ τρομέουσα,
278μή μοι καὶ σέο, τέκνον, ἀποφθιμένοιο πέληται
279εὖνιν καλλειφθεῖσαν ἀεικέα πήματα πάσχειν ·
280οὐ γάρ πώ τι γυναικὶ κακώτερον ἄλγος ἔπεισιν,
281ἢ ὅτε παῖδες ὄλωνται ἀποφθιμένοιο καὶ ἀνδρός,
282χηρωθῇ δὲ μέλαθρον ὑπ’ἀργαλέου θανάτοιο ·
283αὐτίκα γὰρ περὶ φῶτες ἀποτμήγουσιν ἀρούρας,
284κείρουσιν δέτε πάντα καὶ οὐκ ἀλέγουσι θέμιστας ·
285το- τοὔνεκ’ἄρ’οὔ τι τέτυκται ὀϊζυρώτερον ἄλλο
286χήρης ἐν μεγάροισιν ἀκιδνότερόντε γυναικός”.
287ἦ μέγα κωκύουσα · πάϊς δέ μιν ἀντίον ηὔδα ·
288“θάρσει, μῆτερ ἐμεῖο, κακὴν δ’ἀποπέμπεο φήμην ·
289οὐ γὰρ ὑπὲρ κῆράς τις ὑπ’ἄρεϊ δάμναται ἀνήρ ·
290εἰ δέ μοι αἴσιμόν ἐστι δαμήμεναι εἵνεκ’Ἀχαιῶν,
291τεθναίην ῥέξας τι καὶ ἄξιον Αἰακίδῃσιν”.
292ὣς φάτο · τῷ δ’ἄγχιστα κίεν γεραρὸς Λυκομήδης,
293καί ῥά μιν ἰωχμοῖο λιλαιόμενον προσέειπεν ·
294“ὦ τέκος ὀβριμόθυμον ἑῷ πατρὶ κάρτος ἐοικώς,
295οἶδ’ὅτι καρτερός ἐσσι καὶ ὄβριμος · ἀλλ’ἄρα καὶ ὣς
296καὶ πόλεμον δείδοικα πικρὸν καὶ κῦμα θαλάσσης
297λευγαλέον · ναῦτοι γὰρ ἀεὶ σχεδόν εἰσιν ὀλέθρου.
298ἀλλὰ σὺ δείδιε, τέκνον, ἐπήν πλόον εἰσαφίκηαι
299ὕστερον ἢ Τροίηθεν ἤ ἄλλοθεν, οἷάτε πολλὰ
7.319aπλαζόμεθ’ἄνθρωποι ἐπ’ἀπείριτα νῶτα θαλάσσης
300τῆμος, ὅτ’Αἰγοκερῆι συνέρχεται ἠερόεντι
301ἠέλιος μετόπισθε βαλὼν ῥυτῆρα βελέμνων
302τοξευτήν, ὅτε χεῖμα λυγρὸν κλονέουσιν ἄελλαι,
303ἢ ὁπότ’Ὠκεανοῖο κατὰ πλατὺ χεῦμα φέρονται
304ἄστρα κατερχομένοιο ποτὶ κνέφας Ὠρίωνος ·
305δείδιε δ’ἐν φρεσὶ σῇσιν ἰσημερίην ἀλεγεινήν,
306ᾗ ἔνι συμφορέονται ἀν’εὐρέα βένθεα πόντου
307ἔκποθεν ἀΐσσουσαι ὑπὲρ μέγα λαῖτμα θύελλαι,
308ἢ ὅτε Πληιάδων πέλεται δύσις, ἥν ῥα καὶ αὐτὴν
309δείδιθι μαιμώωσαν ἔσω ἁλὸς ἠδὲ καὶ ἄλλα
310ἄστρα, τά που μογεροῖσι πέλει δέος ἀνθρώποισι
311δυόμεν’ἢ ἀνιόντα κατὰ πλατὺ χεῦμα θαλάσσης”.
312ὣς εἰπὼν κύσε παῖδα καὶ οὐκ ἀνέεργε κελεύθου
313ἱμείροντα μόθοιο δυσηχέος · ὃς δ’ἐρατεινὸν
314μειδιόων ἐπὶ νῆα θοῶς ὥρμαινε νέεσθαι.
315ἀλλά μιν εἰσέτι μητρὸς ἐνὶ μεγάροισιν ἔρυκε
316δακρυόεις ὀαρισμὸς ἐπισπεύδοντα πόδεσσιν.
317ὡς δ’ὅτε τις θοὸν ἵππον ἐπὶ δρόμον ἰσχανόωντα
318εἴργει ἐφεζόμενος, ὁ δ’ἐρυκανόωντα χαλινὸν
319δάπτει ἐπιχρεμέθων, στέρνον δέ οἱ ἀφριόωντος
320δεύεται, οὐ δ’ἵστανται ἐελδόμενοι πόδες οἴμης,
321πουλὺς δ’ἀμφ’ἔνα χῶρον ἐλαφροτάτοις ὑπὸ ποσσὶ
322ταρφέα κινυμένοιο πέλει κτύπος, ἀμφὶ δὲ χαῖται
323ῥώοντ’ἐσσυμένοιο, κάρη δ’εἰς ὕψος ἀείρει
324φυσιόων μάλα πολλά, νόος δ’ἐπιτέρπετ’ἄνακτος ·
325ὣς ἄρα κύδιμον υἷα μενεπτολέμου Ἀχιλῆος
326μήτηρ μὲν κατέρυκε, πόδες δέ οἱ ἐγκονέεσκον ·
327ἡ δὲ καὶ ἀχνυμένη περ ἑῷ ἐπαγάλλετο παιδί.
328ὃς δέ μιν ἀμφικύσας μάλα μυρία κάλλιπε μούνην
329μυρομένην ἀλεγεινὰ φίλου κατὰ δώματα πατρός ·
330οἵη δ’ἀμφὶ μέλαθρα μέγ’ἀσχαλόωσα χελιδὼν
331μύρεται αἰόλα τέκνα, τά που μάλα τετριγῶτα
332αἰνὸς ὄφις κατέδαψε καὶ ἤκαχε μητέρα κεδνήν,
333ἡ δ’ὁτέ μέν χήρην περιπέπταται ἀμφὶ καλιήν,
334ἄλλοτε δ’εὐτύκτοισι περὶ προθύροισι ποτᾶται
335αἰνὰ κινυρομένη τεκέων ὕπερ · ὣς ἄρα κείνου
336μύρετο Δηιδάμεια, καὶ υἱέος ἄλλοτε μέν που
337εὐνὴν ἀμφιχυθεῖσα μέγ’ἴαχεν, ἄλλοτε δ’αὖτε
338κλαῖεν ἐπὶ φλιῇσι · φίλῳ δ’ἐγκάτθετο κόλπῳ,
339εἴ τί οἱ ἐν μεγάροισι τετυγμένον ἦεν ἄθυρμα,
340ᾦ ἔπι τυτθὸς ἐὼν ἀταλὰς φρένας ἰαίνεσκεν ·
341ἀμφὶ δέ οἱ καὶ ἄκοντα λελειμμένον εἴ που ἴδοιτο,
342ταρφέα μιν φιλέεσκε, καὶ εἴ τί περ ἄλλο γοῶσα
343ἔδρακε παιδὸς ἑοῖο δαΐφρονος. οὐ δ’ὅ γε μητρὸς
344ἄσπετ’ὀδυρομένης ἔτ’ἐπέκλυεν, ἀλλ’ἀπάτερθε
345βαῖνε θοὴν ἐπὶ νῆα · φέρον δέ μιν ὠκέα γυῖα
346ἀστέρι παμφανόωντι πανείκελον. ἀμφὶ δ’ἄρ’αὐτῷ
347ἕσπετ’ὁμῶς Ὀδυσῆι δαΐφρονι Τυδέος υἱός,
348ἄλλοιτ’εἴκοσι φῶτες ἀρηράμενοι φρεσὶ θυμόν,
349τοὺς ἔχε κεδνοτάτους ἐν δώμασι Δηιδάμεια,
350καί σφας ἐῷ πόρε παιδὶ θοοὺς ἔμεναι θεράποντας.
351οἱ τότ’Ἀχιλλέος υἷα θρασὺν περιποιπνύεσκον
352ἐσσύμενον ποτὶ νῆα δι’ἄστεος · ὅς δ’ἐνὶ μέσσοις
353ἤιε καγχαλόων · κεχάροντο δὲ Νηρηῖναι
354ἀμφὶ Θέτιν · καὶ δ’αὐτὸς ἐγήθεε Κυανοχαίτης
355εἰσορόων Ἀχιλῆος ἀμύμονος ὄβριμον υἷα,
356ὡς ἤδη πολέμοιο λιλαίετο δακρυόεντος
357καίπερ ἐὼν ἔτι παιδνός, ἔτ’ἄχνοος · ἀλλά μιν ἀλκὴ
358καὶ μένος ὀτρύνεσκεν · ἑῆς δ’ἐξέσσυτο πάτρης,
359οἶος Ἄρης, ὅτε μῶλον ἐπέρχεται αἱματόεντα
360χωόμενος δηίοισι, μέμηνε δέ οἱ μέγα θυμός,
361καί οἱ ἐπισκύνιον βλοσυρὸν πέλει, ἀμφὶ δ’ἄρ’αὐτῷ
362ὄμματα μαρμαίρουσιν ἴσον πυρί, ταὶ δέ παρειαὶ
363κάλλος ὁμοῦ κρυόεντι φόβῳ καταειμέναι αἰεὶ
364φαίνοντ’ἐσσυμένου, τρομέουσι δὲ καὶ θεοὶ αὐτοί ·
365τοῖος ἔην Ἀχιλῆος ἐῢς πάις · οἱ δ’ἀνὰ ἄστυ
366εὔχοντ’ἀθανάτοισι σαωσέμεν ἐσθλὸν ἄνακτα
367ἀργαλέου παλίνορσον ἀπ’Ἄρεος · οἱ δ’ἐσάκουσαν
368εὐχομένων · ὁ δὲ πάντας ὑπείρεχεν, οἵ οἱ ἕποντο.
369ἐλθόντες δ’ἐπὶ θῖνα βαρυγδούποιο θαλάσσης
370εὗρον ἔπειτ’ἐλατῆρας ἐϋξόου ἔνδοθι νηὸς
371ἱστίατ’ἐντύνοντας ἐπειγομένουςτ’ἀνὰ νῆα ·
372αἶψα δ’ἐν αὐτοὶ ἔβαν · τοὶ δ’ἔκτοθι πείσματ’ἔλυσαν
373εὐνάςθ’, αἳ νήεσσι μέγα σθένος αἰὲν ἕπονται.
374τοῖσι δ’ἄρ’εὐπλοΐην πόσις ὤπασεν Ἀμφιτρίτης
375προφρονέως · μάλα γάρ οἱ ἐνὶ φρεσὶ μέμβλετ’Ἀχαιῶν
376τειρομένων ὑπὸ Τρωσὶ καὶ Εὐρυπύλῳ μεγαθύμῳ.
377οἱ δ’Ἀχιλήιον υἷα παρεζόμενοι ἑκάτερθε
378τέρπεσκον μύθοισιν ἑοῦ πατρὸς ἔργ’ἐνέποντες,
379ὅσσατ’ἀνὰ πλόον εὐρὺν ἐμήσατο καὶ ποτὶ γαίῃ
380Τηλέφου ἀγχεμάχοιο, καὶ ὁππόσα Τρῶας ἔρεξεν
381ἀμφὶ πόλιν Πριάμοιο φέρων κλέος Ἀτρείδῃσι ·
382τοῦ δ’ἄρ’ἰαίνετο θυμὸς ἐελδομένοιο καὶ αὐτοῦ
383πατρὸς ἀταρβήτοιο κλέος καὶ κῦδος ἀρέσθαι
384ἥ δέ που ἐν θαλάμοισιν ἀκηχεμένη περὶ παιδὶ
385ἐσθλὴ Δηιδάμεια πολύστονα δάκρυα χεῦε,
386καί οἱ ἐνὶ φρεσὶ θυμὸς ὑπ’ἀργαλέῃσιν ἀνίῃς
387τήκεθ’ὅπως ἀλαπαδνὸς ἐπ’ἀνθρακίῃσι μόλιβδος
388ἠὲ τρύφος κηροῖο · γόος δέ μιν οὔποτ’ἔλειπε
389δερκομένην ἐπὶ πόντον ἀπείριτον · οὕνεκα μήτηρ
390ἄχνυθ’ἐῷ περὶ παιδί, καὶ ἢν ἐπὶ δαῖτ’ἀφίκηται
7.390aτηλόθι κεκλόμενος φίλου ἀνδρὸς ἐς ἀλλότριον δῶ.
391καί ῥά οἱ ἱστία νηὸς ἀπόπροθι πολλὸν ἰούσης
392ἤδη ἀπεκρύπτοντο καὶ ἠέρι φαίνεθ’ὁμοῖα ·
393ἀλλ’ἡ μὲν στονάχιζε πανημερίη γοόωσα.
394νηῦς δ’ἔθεεν κατὰ πόντον ἐπισπομένου ἀνέμοιο
395τυτθὸν ἐπιψαύουσα πολυρροθίοιο θαλάσσης ·
396πορφύρεον δ’ἑκάτερθε περὶ τρόπιν ἔβραχε κῦμα ·
397αἶψα δὲ νηῦς μέγα λαῖτμα διήνυσε ποντοποροῦσα.
398ἀμφὶ δέ οἱ πέσε νυκτὸς ἔπι κνέφας · ἡ δ’ὑπ’ἀήτῃ
399πλῶε κυβερνήτῃτε διαπρήσσουσα θαλάσσης
400βένθεα · θεσπεσίη δὲ πρὸς οὐρανὸν ἤλυθεν Ἠώς.
401τοῖσι δ’ἄρ’Ἰδαίων ὀρέων φαίνοντο κολῶναι
402Χρῦσάτε καὶ Σμίνθειον ἕδος καὶ Σιγιὰς ἄκρη
403τύμβοςτ’Αἰακίδαο δαΐφρονος · ἀλλά μιν οὔτι
404υἱὸς Λαέρταο πύκα φρονέων ἐνὶ θυμῷ
405δεῖξε Νεοπτολέμῳ, ἵνα οἱ μὴ πένθος ἀέξῃ
406θυμὸς ἐνὶ στήθεσσι. παρημείβοντο δὲ νήσους
407αἶψα Καλυδναίας · Τένεδος δ’ἀπελείπετ’ὀπίσσω ·
408φαίνετο δ’αὖτ’Ἐλεοῦντος ἕδος, τόθι Πρωτεσιλάου
409σῆμα πέλει πτελέῃσι κατάσκιον αἰπεινῇσιν,
410αἵ ῥ’ὁπότ’ἀθρήσωσιν ἀνερχόμεναι δαπέδοιο
411Ἴλιον, αὐτίκα τῇσι θοῶς αὐαίνεται ἄκρα.
412νῆα δ’ἐρεσσομένην ἄνεμος φέρεν ἀγχόθι Τροίης ·
413ἵκετο δ’ᾗχι καὶ ἄλλαι ἔσαν παρὰ θίνεσι νῆες
414Ἀργείων, οἵ τῆμος ὀϊζυρῶς πονέοντο
415μαρνάμενοι περὶ τεῖχος, ὅπερ πάρος αὐτοὶ ἔδειμαν
416νηῶν ἔμμεναι ἕρκος ἐϋσθενέωνθ’ἅμα λαῶν
417ἐν πολέμῳ · τὸ δ’ἄρ’ἤδη ὑπ’Εὐρυπύλοιο χέρεσσι
418μέλλεν ἀμαλδύνεσθαι ἐρειπόμενον ποτὶ γαίῃ,
419εἰ μὴ ἄρ’αἶψ’ἐνόησε κραταιοῦ Τυδέος υἱὸς
420βαλλόμεν’ἕρκεα μακρά · θοῆς δ’ἄφαρ ἔκθορε νηός,
421θαρσαλέως δ’ἐβόησεν, ὅσον χάδε οἱ κέαρ ἔνδον ·
422“ὦ φίλοι, ἦ μέγα πῆμα κυλίνδεται Ἀργείοισι
423σήμερον · ἀλλ’ἄγε θάσσον ἐς αἰόλα τεύχεα δύντες
424ἴομεν ἐς πολέμοιο πολυκμήτοιο κυδοιμόν ·
425ἤδη γὰρ πύργοισιν ἐφ’ἡμετέροισι μάχονται
426Τρῶες ἐϋπτόλεμοι, τοὶ δὴ τάχα τείχεα μακρὰ
427ῥηξάμενοι πυρὶ νῆας ἐνιπρήσουσι μάλ’αἰνῶς ·
428νῶϊν δ’οὐκέτι νόστος ἐελδομένοις ἀνὰ θυμὸν
429ἔσσεται · ἀλλὰ καὶ αὐτοὶ ὑπέρ μόρον αἶψα δαμέντες
430κεισόμεθ’ἐν Τροίῃ, τεκέων ἑκὰς ἠδὲ γυναικῶν”.
431ὣς φάτο · τοὶ δ’ὤκιστα θοῆς ἐκ νηὸς ὄρουσαν
432πανσυδίῃ · πάντας γὰρ ἕλε τρόμος εἰσαΐοντας
433νόσφι Νεοπτολέμοιο δαΐφρονος, οὕνεκ’ἐῴκει
434πατρὶ φίλῳ μέγα κάρτος · ἔρως δέ οἱ ἔμπεσε χάρμης.
435καρπαλίμως δ’ἵκοντο ποτὶ κλισίην Ὀδυσῆος ·
436ἡ γὰρ ἔην ἄγχιστα νεὼς κυανοπρώροιο ·
437πολλὰ δ’ἄρ’ἐξημοιβὰ παραυτόθι τεύχεα κεῖτο,
438ἠμὲν Ὀδυσσῆος πυκιμήδεος ἠδὲ καὶ ἄλλων
439ἀντιθέων ἑτάρων, ὁπόσα κταμένων ἀφέλοντο.
440ἔνθ’ἐσθλὸς μὲν ἔδυ καλὰ τεύχεα, τοὶ δὲ χέρεια
441δῦσαν, ὅσοις ἀλαπαδνὸν ὑπὸ κραδίῃ πέλεν ἦτορ ·
442αὐτὰρ Ὀδυσσεὺς δύσαθ’ἅ οἱ Ἰθάκηθεν ἕποντο ·
443δῶκε δὲ Τυδείδῃ Διομήδεϊ κάλλιμα τεύχη
444κεῖνα, τὰ δὴ Σώκοιο βίην εἴρυσσε πάροιθεν ·
445υἱὸς δ’αὖτ’Ἀχιλῆος ἐδύσατο τεύχεα πατρός,
446καί οἱ φαίνετο πάμπαν ἀλίγκιος · ἀμφὶ δ’ἐλαφρὰ
447Ἡφαίστου παλάμῃσι περὶ μελέεσσιν ἀρήρει,
448καίπερ ἐόνθ’ἑτέροισι πελώρια · τῷ δ’ἅμα πάντα
449φαίνετο τεύχεα κοῦφα · κάρη γε μὲν οὔτι βάρυνε
7.449aπήληξ οὐ παλάμῃσιν ἐπέβρισεν δόρυ μακρὸν
450Πηλιάς, ἀλλά ἑ χερσὶ καὶ ἠλίβατόν περ ἐοῦσαν
451ῥηιδίως ἀνάειρεν ἔθ’αἵματος ἰσχανόωσαν.
452Ἀργείων δέ μιν ὅσσοι ἐπέδρακον, οὔτι δύναντο
453καίπερ ἐελδόμενοι σχεδὸν ἐλθέμεν, οὕνεκ’ἄρ’αὐτοὺς
454πᾶν περὶ τεῖχος ἔτειρε βαρὺς πολέμοιο κυδοιμός ·
455ὡς δ’ὅτ’ἀν’εὐρέα πόντον ἐρημαίῃ περὶ νήσῳ
456ἀνθρώπων ἀπάτερθεν ἐεργμένοι ἀσχαλόωσιν
457ἀνέρες, οὕςτ’ἀνέμοιο καταιγίδες ἀντιόωσαι
458εἴργουσιν μάλα πολλὸν ἐπὶ χρόνον, οἱ δ’ἀλεγεινοὶ
459νηὶ περιτρωχῶσι, καταφθινύθει δ’ἄρα πάντα
460ἤια, τειρομένοισι δ’ἐπιπνεύσῃ λιγὺς οὖρος ·
461ὣς ἄρ’Ἀχαιῶν ἔθνος ἀκηχέμενον τὸ πάροιθεν
462ἀμφὶ Νεοπτολέμοιο βίῃ κεχάροντο μολόντι
463ἐλπόμενοι στονόεντος ἀναπνεύσειν καμάτοιο.
464ὄσσε δέ οἱ μάρμαιρεν ἀναιδέος εὖτε λέοντος,
465ὅςτε κατ’οὔρεα μακρὰ μέγ’ἀσχαλόων ἐνὶ θυμῷ
466ἔσσυται ἀγρευτῇσιν ἐναντίον, οἵτέ οἱ ἤδη
467ἄντρῳ ἐπεμβαίνωσιν ἐρύσσασθαι μεμαῶτες
468σκύμνους οἰωθέντας ἑῶν ἀπὸ τῆλε τοκήων
469βήσσῃ ἐνὶ σκιερῇ, ἑ δ’ἄρ’ὑψόθεν ἔκ τινος ἄκρης
470ἀθρήσας ὀλοοῖσιν ἐπέσσυται ἀγρευτῇσι
471σμερδαλέον βλοσυρῇσιν ὑπαὶ γενύεσσι βεβρυχώς ·
472ὥς ἄρα φαίδιμος υἱὸς ἀταρβέος Αἰακίδαο
473θυμὸν ἐπὶ Τρώεσσιν ἐϋπτολέμοισιν ὄρινεν ·
474οἴμησεν δ’ἄρα πρῶτον, ὅπῃ μάλα δῆρις ὀρώρει
475ἄμ πεδίον · τῇ γάρ φρεσὶν ἔλπετο τεῖχος Ἀχαιῶν
476ῥηίτερον δηΐοισι κατὰ κλόνον ἐσσυμένοισιν,
477οὕνεκ’ἀκιδνοτέρῃσιν ἐπάλξεσιν ἠρήρειστο.
478σὺν δέ οἱ ἄλλοι ἔβαν μέγα μαιμώωντες Ἄρηι ·
479εὗρον δ’Εὐρύπυλον κρατερόφρονα, τῷ δ’ἅμ’ἑταίρους
480πύργῳ ἐπεμβεβαῶτας, ὀϊομένους περὶ θυμῷ
481ῥήξειν τείχεα μακρὰ καὶ Ἀργείους ἀπολέσσειν
482πανσυδίῃ · τοῖς δ’οὔτι θεοὶ τελέεσκον ἐέλδωρ ·
483ἀλλά σφεας Ὀδυσεύςτ’ἠδὲ σθεναρὸς Διομήδης
484ἰσόθεόςτε Νεοπτόλεμος δῖόςτε Λεοντεὺς
485ἄψ ἀπὸ τείχεος ὦσαν ἀπειρεσίοις βελέεσσιν.
486ὡς δ’ὅτ’ἀπὸ σταθμοῖο κύνες μογεροίτε νομῆες
487κάρτεϊ καὶ φωνῇ κρατεροὺς δεύουσι λέοντας
488πάντοθεν ἐσσύμενοι, τοὶ δ’ὄμμασι γλαυκιόωντες
489στρωφῶντ’ἔνθω καὶ ἔνθα λιλαιόμενοι μέγα θυμῷ
490πόρτιας ἠδὲ βόας μετὰ γαμφηλῇσι λαφύξαι,
491ἀλλὰ καὶ ὣς εἴκουσι κυνῶν ὑπὸ καρτεροθύμων
492σευόμενοι, μάλα γάρ σφιν ἐπαΐσσουσι νομῆες ·
493βαιόν, ὅσον τις ἵησι χερὸς περιμήκεα λᾶαν ·
494οὐ γὰρ Τρῶας ἔα νηῶν ἀπονόσφι φέβεσθαι
495Εὐρύπυλος, δηίων δὲ μάλα σχεδὸν ὀτρύνεσκε
496μίμνειν, εἰσόκε νῆας ἕλῃ καὶ πάντας ὀλέσσῃ
497Ἀργείους · Ζεὺς γάρ οἱ ἀπειρέσιον βάλε κάρτος.
498αὐτίκα δ’ὀκριόεσσαν ἑλὼν καὶ ἀτειρέα πέτρην
499ἧκεν ἐπεσσυμένως κατὰ τείχεος ἠλιβάτοιο ·
500σμερδαλέον δ’ἄρα πάντα περιπλατάγησε θέμεθλα
501ἕρκεος αἰπεινοῖο · δέος δ’ἕλε πάντας Ἀχαιοὺς
502τείχεος ὡς ἤδη συνοχωκότος ἐν κονίῃσιν.
503ἀλλ’οὐ δ’ὣς ἀπόρουσαν ἀταρτηροῖο κυδοιμοῦ,
504ἀλλ’ἔμενον θώεσσιν ἐοικότες ἠὲ λύκοισι,
505μήλων ληιστῆρσιν ἀναιδέσιν, οὕςτ’ἐν ὄρεσσιν
506ἄντρων ἐξελάσωσιν ὁμῶς κυσὶν ἀγροιῶται
507ἱέμενοι σκύμνοισι φόνον στονόεντα βαλέσθαι
508ἐσσυμένως, τοὶ δ’οὔτι βιαζόμενοι βελέεσσι
509χάζοντ’, ἀλλὰ μένοντες ἀμύνουσιν τεκέεσσιν ·
510ὥς οἵ ἀμυνόμενοι νηῶν ὕπερ ἠδὲ καὶ αὐτῶν
511μίμνον ἐν ὑσμίνῃ · τοῖς δ’Εὐρύπυλος θρασυχάρμης
512ἠπείλει μέγα πᾶσι νεῶν προπάροιθε θοάων ·
513“ἆ δειλοὶ καὶ ἄναλκιν ἐνὶ φρεσὶ θυμὸν ἔχοντες,
514οὐκ ἄν δὴ βελέεσσι νεῶν ἄπο ταρβήσαντα
515ἠλάσατ’, εἰ μὴ τεῖχος ἐμὴν ἀπέρυκεν ὁμοκλήν ·
516νῦν δέ μοι εὖτε λέοντι κύνες πτώσσοντες ἐν ὕλῃ
517μάρνασθ’ἔνδον ἐόντες ἀλευόμενοι φόνον αἰπύν ·
518ἤν δέ ποτ’ἐκ νηῶν ἐς Τρώιον οὖδας ἵκησθε,
519ὡς τὸ πάρος μεμαῶτες ἐπὶ μόθον, οὔ νύ τις ὑμέας
520ῥύσεται ἐκ θανάτοιο δυσηχέος, ἀλλ’ἅμα πάντες
521κείσεσθ’ἐν κονίῃσιν ἐμεῦ ὕπο δῃωθέντες”.
522ὣς ἔφατ’ἀκράαντον ἱεὶς ἔπος · οὐ δέ τι ᾔδη
523ὅττι ῥά οἱ μέγα πῆμα κυλίνδετο βαιὸν ἄπωθεν
524χερσὶ Νεοπτολέμοιο θρασύφρονος, ὅς μιν ἔμελλε
525δάμνασθ’οὐ μετὰ δηρὸν ὑπ’ἔγχεϊ μαιμώωντι
526οὐ δὲ μὲν οὐ δὲ τότ’ἔσκεν ἄτερ κρατεροῖο πόνοιο,
527ἀλλ’ἄρα Τρῶας ἔναιρεν ἀφ’ἕρκεος · οἱ δ’ἐφέβοντο
528βαλλόμενοι καθύπερθε · περικλονέοντο δ’ἀνάγκῃ
529Εὐρυπύλῳ · πάντας γὰρ ἀνιηρὸν δέος ᾕρει ·
530ὡς δ’ὅτε νηπίαχοι περὶ γούνασι πατρὸς ἑοῖο
531πτώσσουσι βροντὴν μεγάλου Διὸς ἀμφὶ νέφεσσι
532ῥηγνυμένην, ὅτε δεινὸν ἐπιστοναχίζεται αἰθήρ ·
533ὣς ἄρα Τρώιοι υἷες ἐν ἀνδράσι Κητείοισιν
534ἀμφὶ μέγαν βασιλῆα Νεοπτόλεμον φοβέοντο
535πᾶνθ’ὅ τι χερσὶν ἕηκεν · ἐς ἰθὺ γὰρ ἔπτατο πῆμα,
536δυσμενέων κεφαλῇσι φέρον πολύδακρυν Ἄρηα.
537οἱ δ’ἄρ’ἀμηχανίῃ βεβολημένοι ἔνδοθεν ἦτορ
538Τρῶες ἔφαντ’Ἀχιλῆα πελώριον εἰσοράασθαι
539αὐτὸν ὁμῶς τεύχεσσι · καὶ ἀμφασίην ἀλεγεινὴν
540κεῦθον ὑπὸ κραδίῃ, ἵνα μὴ δέος αἰνὸν ἵκηται
541ἐς φρένα Κητείων μη δ’Εὐρυπύλοιο ἄνακτος ·
542αὐτοῦ δ’ἄλλοθεν ἄλλος ἀπειρέσιον τρομέοντες
543μεσσηγὺς κακότητος ἔσαν κρυεροῦτε φόβοιο ·
544αἰδὼς γὰρ κατέρυκεν ὁμῶς καὶ δεῖμ’ἀλεγεινόν.
545ὡς δ’ὅτε παιπαλόεσσαν ὁδὸν κάτα ποσσὶν ἰόντες
546ἀνέρες ἀθρήσωσιν ἀπ’οὔρεος ἀΐσσοντα
547χείμαρρον, καναχὴ δὲ περιβρομέει περὶ πέτῃ,
548οὐ δ’ἔτι οἱ μεμάασιν ἀνὰ ῥόον ἠχὴεντα
549δύμεναι ἐγκονέοντες, ἐπεὶ παρὰ ποσσὶν ὄλεθρον
550δερκόμενοι τρομέουσι καὶ οὐκ ἀλέγουσι κελεύθου ·
551ὣς ἅρα Τρῶες ἔμιμνον ἐελδόμενοί περ ἀλύξαι
552τεῖχος ὔπ’Ἀργείων · τοὺς δ’Εὐρύπυλος θεοειδὴς
553αἰὲν ἐποτρύνεσκε ποτὶ κλόνον · ἦ γὰρ ἐώλπει
554πολλοὺς δηϊόωντα πελώριον ἐν δαῒ φῶτα
555χεῖρα καμεῖν καὶ κάρτος · ὁ δ’οὐκ ἀπέληγε μόθοιο.
556τῶν δ’ἄρ’Ἀθηναίη κρατερὸν πόνον εἰσορόωσα
557κάλλιπεν Οὐλύμποιο θυώδεος αἰπὰ μέλαθρα ·
558βῆ δ’ἄρ’ὑπὲρ κορυφὰς ὀρέων · οὐ δ’ἴχνεσι γαίης
559ψαῦε μέγ’ἐγκονέουσα · φέρεν δέ μιν ἱερὸς ἀὴρ
560εἰδομένην νεφέεσσιν, ἐλαφροτέρην δ’ἀνέμοιο.
561Τροίην δ’αἶψ’ἀφίκανε, πόδας δ’ἐπέθηκε κολώνῃ
562Σιγέου ἠνεμόεντος · ἐδέρκετο δ’ἔνθεν ἀϋτὴν
563ἀγχεμάχων ἀνδρῶν, κύδαινε δὲ πολλὸν Ἀχαιούς.
564υἱὸς δ’αὖτ’Ἀχιλῆος ἔχεν πολὺ φέρτατον ἄλλων
565θάρσος ὁμοῦ καὶ κάρτος, ἅτ’ἀνδράσιν εἰς ἕν ἰόντα
566τεύχουσιν μέγα κῦδος · ὁ δ’ἀμφοτέροισι κέκαστο,
567οὕνεκ’ἔην Διὸς αἷμα, φίλῳ δ’ἤικτο τοκῆι ·
568τῷ καὶ ἄτρεστος ἐὼν πολέας κτάνεν ἀγχόθι πύργων.
569ὡς δ’ἁλιεὺς κατὰ πόντον ἀνὴρ λελιημένος ἄγρης
570τεύχων ἰχθύσι πῆμα φέρει μένος Ἡφαίστοιο
571νηὸς ἑῆς ἔντοσθε, διεγρομένῃ δ’ὑπ’ἀϋτμῇ
572μαρμαίρει περὶ νῆα πυρὸς σέλας, οἱ δὲ κελαινῆς
573ἐξ ἁλὸς ἀΐσσουσι μεμαότες ὕστατον αἴγλην
574εἰσιδέειν, τοὺς γάρ ῥα τανυγλώχινι τριαίνῃ
575κτείνει ἐπεσσυμένους, γάνυται δέ οἱ ἦτορ ἐπ’ἄγρῃ ·
576ὣς ἄρα κύδιμος υἱὸς ἐϋπτολέμου Ἀχιλῆος
577λαΐνεον περὶ τεῖχος ἐδάμνατο δήϊα φῦλα
578ἀντί’ἐπεσσυμένων · πονέοντο δὲ πάντες Ἀχαιοὶ
579ἄλλοι ὁμῶς ἄλλῃσιν ἐπάλξεσιν · ἔβραχε δ’εὐρὺς
580αἰγιαλὸς καὶ νῆες, ἐπεστενάχοντο δὲ μακρὰ
581τείχεα βαλλομένων. κάματος δ’ὑπεδάμνατο λαοὺς
582ἄσπετος ἀμφοτέρωθε, λύοντο δὲ γυῖα καὶ ἀλκὴ
583αἰζηῶν · ἀλλ’οὔτι μενεπτολέμου Ἀχιλῆος
584ἄμφεχεν υἱέα δῖον, ἐπεὶ δέ οἱ ὄβριμον ἦτορ
585πάμπαν ἔην ἄτρυτον, ἀνιηρὸν δέος οὔτι
586ἥψατο μαρναμένοιο · μένος δ’ἀκάμαντι ἐῴκει
587ἀενάῳ ποταμῷ, τὸν ἀπειρεσίη πυρὸς ὁρμὴ
588οὔποτ’ἰοῦσ’ἐφόβησε, καὶ εἰ μέγα μαίνετ’ἀήτης
589Ἡφαίστου κλονέων ἱερὸν μένος, ἤν γὰρ ἵκηται
590ἐγγὺς ἐπὶ προχοῇσι μαραίνεται, οὐ δέ οἱ ἀλκὴ
591ἅψασθ’ἀργαλέη σθένει ὕδατος ἀκαμάτοιο ·
592ὥς ἄρα Πηλείδαο δαΐφρονος υἱέος ἐσθλοῦ
593οὔτε μόγος στονόεις οὔτ’ἄρ δέος ἥψατο γούνων
594αἰὲν ἐρειδομένοιο καὶ ὀτρύνοντος ἑταίρους.
595οὐ μὴν οὐ δὲ βέλος κείνου χρόα καλὸν ἵκανε
596πολλῶν βαλλομένων · ἀλλ’ὡς νιφάδες περὶ πέτρην
597πολλάκις ἠίχθησαν ἐτώσια · πάντα γὰρ εὐρὺ
598εἶργε σάκος βριαρήτε κόρυς, κλυτὰ δῶρα θεοῖο ·
599τοῖς ἐπικαγχαλόων κρατερὸς πάϊς Αἰακίδαο
600φοίτα μακρὰ βοῶν περὶ τείχεϊ πολλὰ κελεύων
601ἐς μόθον Ἀργείοισιν ἀταρβέσιν, οὕνεκα πάντων
602πολλὸν ἔην ὄχ’ἄριστος, ἔχεν δ’ἔτι θυμὸν ὁμοκλῆς
603λευγαλέης ἀκόρητον, ἑοῦ δ’ἄρα μήδετο πατρὸς
604τίσεσθ’ἀλγινόεντα φόνον · κεχάροντο δ’ἄνακτι
605Μυρμιδόνες · στυγερὴ δὲ πέλεν περὶ τεῖχος ἀϋτή.
606ἔνθα δύω κτάνε παῖδε πολυχρύσοιο Μέγητος,
607ὅς γόνος ἔσκε Δύμαντος, ἔχεν δ’ἐρικυδέας υἷας,
608εἰδότας εἶ μὲν ἄκοντα βαλεῖν, εὖ δ’ἵππον ἐλάσσαι
609ἐν πολέμῳ καὶ μακρὸν ἐπισταμένως δόρυ πῆλαι,
610τοὺς τέκε οἱ Περίβοια μιῇ ὠδῖνι παρ’ὄχθῃς
611Σαγγαρίου, Κέλτοντε καὶ Εὔβιον · οὐ δ’ἀπόναντο
612ὄλβου ἀπειρεσίοιο πολὺν χρόνον, οὕνεκα Μοῖραι
613παῦρον ἐπὶ σφίσι πάγχυ τέλος βιότοιο βάλοντο ·
614ἄμφω δ’ὡς ἴδον ἦμαρ ὁμῶς, ὥς κάτθανον ἄμφω
615χερσὶ Νεοπτολέμοιο θρασύφρονος, ὃς μὲν ἄκοντι
616βλήμενος ἐς κραδίην, ὁ δὲ χερμαδίῳ ἀλεγεινῷ
617κὰκ κεφαλῆς · βριαρὴ δὲ περιθραυσθεῖσα καρήνῳ,
618ἐθλάσθη τρυφάλεια καὶ ἐγκέφαλον συνέχευεν.
619ἀμφὶ δ’ἄρα σφίσι φῦλα περικτείνοντο καὶ ἄλλων
620μυρία δυσμενέων · μέγα δ’Ἄρεος ἔργον ὀρώρει,
621μέσφ’ὅτε δὴ βουλυτὸς ἐπήλυθεν, ἤνυτο δ’ἠὼς
622ἀμβροσίη, καὶ λαὸς ἀταρβέος Εὐρυπύλοιο
623χάσσατο τυτθὸν ἄπωθε νεῶν · οἱ δ’ἀγχόθι πύργων
624βαιὸν ἀνέπνευσαν · καὶ δ’αὐτοὶ Τρώιοι υἷες
625ἀμπαύοντο μόθοιο δυσηχέος, οὕνεκ’ἐτύχθη
626φύλοπις ἀργαλέη περὶ τείχεϊ. καί νύ χ’ἅπαντες
627Ἀργεῖοι τότε νηυσὶν ἐπὶ σφετέρῃσιν ὄλοντο,
628εἰ μὴ Ἀχιλλῆος κρατερὸς πάϊς ἤματι κείνῳ
629δυσμενέων ἀπάλαλκε πολὺν στρατὸν ἠδὲ καὶ αὐτὸν
630Εὐρύπυλον. τῷ δ’αἶψα γέρων σχεδὸν ἤλυθε Φοῖνιξ,
631καί μιν ἰδὼν θάμβησεν ἐοικότα Πηλείωνι ·
632ἀμφὶ δέ οἱ μέγα χάρμα καὶ ἄσπετον ἄλγος ἵκανεν,
633ἄλγος μὲν μνησθέντι ποδώκεος ἀμφ’Ἀχιλῆος,
634χάρμα δ’ἄρ’, οὕνεκά οἱ κρατερὸν παῖδ’εἰσενόησε ·
635κλαῖε δ’ὅ γ’ἀσπασίως, ἐπεὶ οὔποτε φῦλ’ἀνθρώπων
636νόσφι γόου ζώουσι, καὶ εἴ ποτε χάρμα φέρονται.
637ἀμφεχύθη δέ οἱ, εὖτε πατὴρ περὶ παιδὶ χυθείη,
638ὅςτε θεῶν ἰότητι πολὺν χρόνον ἄλγε’ἀνατλὰς
639ἔλθῃ ἑὸν ποτὶ δῶμα φίλῳ μέγα χάρμα τοκῆι ·
640ὣς ὁ Νεοπτολέμοιο κάρη καὶ στήθεα κύσσεν
641ἀμφιχυθείς, καὶ τοῖον ἀγασσάμενος φάτο μῦθον ·
642“χαῖρέ μοι, ὦ τέκος ἐσθλὸν Ἀχιλλέος, ὅν ποτ’ἔγωγε
643τυτθὸν ἐόντ’ἀτίταλλον ἐν ἀγκοίνῃσιν ἐμῇσι
644προφρονέως · ὁ δ’ἄρ’ὦκα θεῶν ἐρικυδέϊ βουλῇ
645ἔρνος ὅπως ἐριθηλὲς ἀέξετο · καί οἱ ἔγωγε
646γήθεον εἰσορόων ἠμὲν δέμας ἠδὲ καὶ ἀλκήν ·
647ἔσκε δέ μοι μέγ’ὄνειαρ · ἴσον δέ ἑ παιδὶ τίεσκον
648τηλυγέτῳ · ὁ δ’ἄρ’ἶσον ἑῷ πατρὶ τῖεν ἐμὸν κῆρ ·
649κείνῳ μὲν γὰρ ἔγωγε πατήρ, ὁ δ’ἄρ’υἱὸς ἔμοιγε
650ἔσκε νόῳ · φαίης κεν ἰδὼν ἑνὸς αἵματος εἶναι
651εἵνεχ’ὁμοφροσύνης · ἀρετῇ δ’ὅ γε φέρτερος ἦεν
652πολλόν, ἐπεὶ μακάρεσσι δέμας καὶ κάρτος ἐῴκει.
653τῷ σύγε πάμπαν ἔοικας · ἐγὼ δ’ἄρα κεῖνον ὀΐω
654ζωὸν ἔτ’Ἀργείοισι μετέμμεναι · οὗ μ’ἄχος ὀξὺ
655ἀμφέχει ἤματα πάντα, λυγρῷ δ’ἐπὶ γήραϊ θυμὸν
656τείρομαι · ὡς ὄφελόν με χυτὴ κατὰ γαῖα κεκεύθει
657κείνου ἔτι ζώοντος · ὁ καὶ πέλει ἀνέρι κῦδος
658κηδεμονῆος ἑοῦ ὑπὸ χείρεσι ταρχυθῆναι.
659ἀλλά, τέκος, κείνου μὲν ἐγὼν οὐ λήσομαι ἦτορ
660ἀχνύμενος · σὺ δὲ μήτι χαλέπτεο πένθεϊ θυμόν ·
661ἀλλ’ἄγε Μυρμιδόνεσσι καὶ ἱπποδάμοισιν Ἀχαιοῖς
662τειρομένοις ἐπάμυνε μέγ’ἀμφ’ἀγαθοῖο τοκῆος
663χωόμενος δηίοισι · κλέος δέ τοι ἔσσεται ἐσθλὸν
664Εὐρύπυλον δαμάσαντι μάχης ἀκόρητον ἐόντα ·
665τοῦ γὰρ ὑπέρτερός ἐσσι καὶ ἔσσεαι, ὅσσον ἀρείων
666σεῖο πατὴρ κείνοιο πέλεν μογεροῖο τοκῆος”.
667ὣς φάμενον προσέειπε πάϊς ξανθοῦ Ἀχιλῆος ·
668“ὦ γέρον, ἡμετέρην ἀρετὴν ἀνὰ δηϊοτῆτα
669αἶσα διακρινέει κρατερὴ καὶ ὑπέρβιος Ἄρης”.
670ὣς εἰπὼν αὐτῆμαρ ἐέλδετο τείχεος ἐκτὸς
671σεύεσθ’ἐν τεύχεσσιν ἑοῦ πατρός · ἀλλά μιν ἔσχε
672νύξ, ἥτ’ἀνθρώποισι λύσιν καμάτοιο φέρουσα
673ἔσσυτ’ἀπ’ὠκεανοῖο καλυψαμένη δέμας ὄρφνῃ.
674Ἀργείων δέ μιν υἷες ἴσον κρατερῷ Ἀχιλῆι
675κύδαινον παρὰ νηυσὶ γεγηθότες, οὕνεκ’ἄρ’αὐτοὺς
676θαρσαλέους κατέτευξεν ἰὼν ἐπὶ δῆριν ἑτοίμως ·
677το- τοὔνεκά μιν τίεσκον ἀγακλειτοῖς γεράεσσιν
678ἄσπετα δῶρα διδόντες, ἅτ’ἀνέρι πλοῦτον ὀφέλλει ·
679οἱ μὲν γὰρ χρυσόντε καὶ ἄργυρον, οἱ δὲ γυναῖκας
680δμωίδας, οἱ δ’ἄρα χαλκὸν ἀάσπετον, οἱ δὲ σίδηρον,
681ἄλλοι δ’οἶνον ἐρυθρὸν ἐν ἀμφιφορεῦσιν ὄπασσαν
682ἵππουςτ’ὠκύποδας καὶ ἀρήϊα τεύχεα φωτῶν
683φάρεάτ’εὐποίητα γυναικῶν κάλλιμα ἔργα ·
684τοῖς ἔπι θυμὸν ἴαινε Νεοπτολέμοιο φίλον κῆρ.
685καί ῥ’οἱ μὲν δόρποιο ποτὶ κλισίῃσι μέλοντο
686υἱὸν Ἀχιλλῆος θεοειδέα κυδαίνοντες
687ἶσον ἐπουρανίοισιν ἀτειρέσι · τῷ δ’Ἀγαμέμνων
688πόλλ’ἐπικαγχαλόων τοῖον ποτὶ μῦθον ἔειπεν ·
689“ἀτρεκέως πάϊς ἐσσὶ θρασύφρονος Αἰακίδαο,
690ὦ τέκος, οὕνεκά οἱ κρατερὸν μένος ἠδὲ καὶ εἶδος
691καὶ μέγεθος καὶ θάρσος ἰδὲ φρένα ἔνδον ἔοικας ·
692τῷ σοι ἐγὼ μέγα θυμὸν ἰαίνομαι · ἦ γὰρ ἔολπα
693σῇσιν ὑπαὶ παλάμῃσι καὶ ἔγχεϊ δήϊα φῦλα
694καὶ Πριάμοιο πόληα περικλειτὴν ἐναρίξαι,
695οὕνεκα πατρὶ ἔοικας · ἐγὼ δ’ἄρα κεῖνον ὀΐω
696εἰσοράαν παρὰ νηυσίν, ὅτε Τρώεσσιν ὁμόκλα
697χωόμενος Πατρόκλοιο δεδουπότος · ἀλλ’ὁ μὲν ἤδη
698ἐστὶ σὺν ἀθανάτοισι · σὲ δ’ἐκ μακάρων προέηκε
699σήμερον Ἀργείοισιν ἀπολλυμένοις ἐπαμῦναι”.
700ὣς φάμενον προσέειπεν Ἀχιλλέος ὄβριμος υἱός ·
701“εἴθε μιν, ὦ Ἀγάμεμνον, ἔτι ζώοντα κίχανον,
702ὄφρα καὶ αὐτὸς ἄθρησεν ἑὸν θυμήρεα παῖδα
703οὔτι καταισχύνοντα βίην πατρός, ὥσπερ ὀΐω
704ἔσσεσθ’, ἤν με σόωσιν ἀκηδέες Οὐρανίωνες”.
705ὣς ἄρ’ἔφη πινυτῇσιν ἀρηράμενος φρεσὶ θυμόν ·
706λαοὶ δ’ἀμφιέποντες ἐθάμβεον ἀνέρα δῖον.
707ἀλλ’ὅτε δὴ δόρποιο καὶ εἰλαπίνης κορέσαντο,
708δὴ τότ’ἄρ’Αἰακίδαο θρασύφρονος ὄβριμος υἱὸς
709ἀνστὰς ἐκ δόρποιο ποτὶ κλισίην ἀφίκανε
710πατρὸς ἑοῦ. τὰ δὲ πολλὰ δαϊκταμένων ἡρώων
711ἔντεά οἱ παρέκεινθ’· αἱ δ’ἀμφί μιν ἄλλοθεν ἄλλαι
712χήρην ληιάδες κλισίην ἐπιπορσύνεσκον
713ὡς ζώοντος ἄνακτος · ὁ δ’ὡς ἴδεν ἔντεα Τρώων
714καὶ δμωάς, στονάχησεν · ἔρως δέ μιν εἷλε τοκῆος ·
715ὡς δ’ὅτ’ἀνὰ δρυμὰ πυκνὰ καὶ ἄγκεα ῥωπήεντα
716σμερδαλέοιο λέοντος ὑπ’ἀγρευτῇσι δαμέντος
717σκύμνος ἐς ἄντρον ἵκηται ἐΰσκιον, ἀμφὶ δὲ πάντῃ
718ταρφέα παπταίνει κενεὸν σπέος, ἀθρόα δ’αὐτοῦ
719ὀστέα δερκόμενος κταμένων πάρος οὐκ ὀλίγων περ
720ἵππων ἠδὲ βοῶν μεγάλ’ἄχνυται ἀμφὶ τοκῆος ·
721ὣς ἄρα θαρσαλέοιο πάϊς τότε Πηλείδαο
722θυμὸν ἐπαχνώθη · δμωαὶ δέ μιν ἀμφαγάσαντο ·
723καὶ δ’αὐτὴ Βρισηίς, ὅτ’ἔδρακεν υἷ’Ἀχιλῆος,
724ἄλλοτε μὲν θυμῷ μέγ’ἐγήθεεν, ἄλλοτε δ’αὖτε
725ἄχνυτ’Ἀχιλλῆος μεμνημένη · ἐν δέ οἱ ἦτορ
726ἀμφασίῃ βεβόλητο κατὰ φρένας, ὡς ἐτεόν περ
727αὐτοῦ ἔτι ζώοντος ἀταρβέος Αἰακίδαο.
728Τρῶες δ’αὖτ’ἀπάνευθε γεγηθότες ὄβριμον ἄνδρα
729Εὐρύπυλον κύδαινον ἐνὶ κλισίῃσι καὶ αὐτοί,
730ὁππόσον Ἕκτορα δῖον, ὅτ’Ἀργείους ἐδάϊζε
731ῥυόμενος πτολίεθρον ἑὸν καὶ κτῆσιν ἅπασαν.
732ἀλλ’ὅτε δὴ μερόπεσσιν ἐπὶ γλυκὺς ἤλυθεν ὕπνος,
733δὴ τότε Τρώιοι υἷες ἰδ’Ἀργεῖοι μενεχάρμαι
734νόσφι φυλακτήρων εὗδον βεβαρηότες ὕπνῳ.