Posthomerica, 12
ἀλλ’ὅτε δὴ μάλα πολλὰ κάμον περὶ τείχεα Τροίης
2αἰχμηταὶ Δαναοί, πολέμου δ’οὐ γίνετο τέκμωρ,
3δὴ τότ’ἀριστήων ἄγυριν ποιήσατο Κάλχας
4εὖ εἰδὼς ἀνὰ θυμὸν ὑπ’ἐννεσίῃς Ἑκάτοιο
5πτήσιας οἰωνῶν ἠδ’ἀστέρας ἄλλατε πάντα
6σήμαθ’, ὅσ’ἀνθρώποισι θεῶν ἰότητι πέλονται,
7καί σφιν ἀγειρομένοισιν ἔπος ποτὶ τοῖον ἔειπε ·
8“μηκέτι πὰρ τείχεσσιν ἐφεζόμενοι πονέεσθε,
9ἀλλ’ἄλλην τινὰ μῆτιν ἐνὶ φρεσὶ μητιάασθε
10καὶ δόλον, ὅς λαοῖσι καὶ ἡμῖν ἔσσετ’ὄνειαρ ·
11ἦ γὰρ ἔγωγε χθιζὸν ἐσέδρακον ἐνθάδε σῆμα ·
12ἴρηξ σεῦε πέλειαν · ἐπειγομένη δ’ἄρα κείνη
13χηραμὸν ἐς πέτρης κατεδύσατο · τῇ δ’ὁ χολωθεὶς
14ἀργαλέως μάλα πολλὸν ἐπὶ χρόνον ἀγχόθι μίμνε
15χηραμοῦ · ἡ δ’ἀλέεινεν · ὁ δ’ἐνθέμενος χόλον αἰνὸν
16θάμνῳ ὑπεκρύφθη · ἡ δ’ἔκθορεν ἀφραδίῃσιν
17ἔμμεναι ἐλπομένη μιν ἀπόπροθεν · ὅς δ’ἐπαερθεὶς
18δειλαίῃ τρήρωνι φόνον στονόεντ’ἐφέηκε ·
19τῷ νῦν μήτι βίῃ πειρώμεθα Τρώιον ἄστυ
20περσέμεν, ἀλλ’εἴ πού τι δόλος καὶ μῆτις ἀνύσσῃ”.
21ὣς ἄρ’ἔφη · τῶν δ’οὔτις ἔφη φρεσὶ τεκμήρασθαι
22ἄλκαρ ὀϊζυροῖο μόθου · δίζοντο δὲ μῆχος
23εὑρέμεναι · μοῦνος δὲ σαοφροσύνῃσι νόησεν
24υἱὸς Λαέρταο καὶ ἀντίον ἔκφατο μῦθον ·
25“ὦ φίλ’, ἐπουρανίοισι τετιμένε πάγχυ θεοῖσιν,
26εἰ ἐτεὸν πέπρωται ἐϋπτολέμοισιν Ἀχαιοῖς
27ἐκπέρσαι Πριάμοιο δολοφροσύνῃσι πόληα,
28ἵππον τεκτήναντες ἀριστέες ἐς λόχον ἄνδρες
29βησόμεθ’ἀσπασίως · λαοὶ δ’ἀπὸ νόσφι νέεσθαι
30ἐς Τένεδον σὺν νηυσίν, ἐνιπρῆσαι δ’ἄρα πάντες
31ἃς κλισίας, ἵνα Τρῶες ἀπ’ἄστεος ἀθρήσαντες
32ἐς πεδίον προχέωνται ἀταρβέες · ἀλλά τις ἀνὴρ
33θαρσαλέος, τόν γ’οὔτις ἐπίσταται ἐν Τρώεσσι,
34μιμνέτω ἔκτοθεν ἵππου ἀρήϊον ἐνθέμενος κῆρ,
35ὅστις ὑποκρίναιτο βίην ὑπέροπλον Ἀχαιῶν
36ῥέξαι ὑπὲρ νόστοιο λιλαιομένων μέγ’ἀλύξαι,
37ἵππῳ ὑποπτήξας εὐεργέϊ ·” τὸν δ’ἐκάμοντο
38Παλλάδι χωομένῃ Τρώων ὕπερ αἰχμητάων “·
39καὶ τὰ μὲν ὣς ἐπὶ δηρὸν ἀνειρομένοισι πιφαύσκειν,
40εἰσόκε οἱ πεπίθωνται ἀταρτηροί περ ἐόντες,
41ἐς δὲ πόλιν μιν ἄγωσι θοῶς ἐλεεινὸν ἐόντα,
42ὄφρ’ἡμῖν ἀλεγεινὸν ἐς Ἄρεα σῆμα πέληται,
43τοῖς μὲν ἄρ’αἰθαλόεντα θοῶς ἀνὰ πυρσὸν ἀείρας,
44τοὺς δ’ἄρ’ἐποτρύνας ἐκβήμεναι εὐρέος ἵππου
45ὁππότε Τρώιοι υἷες ἀκηδέες ὑπνώωσιν”.
46ὣς φάτο · τὸν δ’ἄρα πάντες ἐπῄνεον · ἔξοχα δ’ἄλλων
47Κάλχας μιν θαύμαζεν, ὅπως ὑπεθήκατ’Ἀχαιοῖς
48μῆτιν καὶ δόλον ἐσθλόν, ὃς Ἀργείοισιν ἔμελλε
49νίκης ἔμμεναι ἄλκαρ, ἀτὰρ μέγα Τρώεσι πῆμα ·
50το- τοὔνεκ’ἀριστήεσσιν ἐϋπτολέμοισι μετηύδα ·
51“μηκέτι νῦν δόλον ἄλλον ἐνὶ φρεσὶ μητιάασθε,
52ὦ φίλοι, ἀλλὰ πιθέσθαι ἐϋπτολέμῳ Ὀδυσῆι ·
53οὐ γάρ οἱ ἔσσετ’ἄπρηκτον ἐϋφρονέοντι νόημα ·
54ἤδη γὰρ Δαναοῖσι θεοὶ τελέουσιν ἐέλδωρ,
55σήματα δ’οὐκ ἀτέλεστ’ἀναφαίνεται ἄλλοθεν ἄλλα ·
56Ζηνὸς μὲν γὰρ ὕπερθε μέγα κτυπέουσι δι’αἴθρης
57βρονταὶ ὁμῶς στεροπῇσι · παραΐσσουσι δὲ λαοὺς
58δεξιοὶ ὄρνιθες ταναῇ ὀπὶ κεκλήγοντες.
59ἀλλ’ἄγε μηκέτι πολλὸν ἐπὶ χρόνον ἀμφὶ πόληα
60μίμνωμεν · Τρωσὶν γὰρ ἐνέπνευσεν μέγ’ἀνάγκη
61θάρσος, ὅ περ πρὸς Ἄρηα καὶ οὐτιδανόν περ ἐγείρει ·
62κάρτιστοι δὲ τότ’ἄνδρες ἐπὶ μόθον, ὁππότε θυμὸν
63παρθέμενοι στονόεντος ἀφειδήσωσιν ὀλέθρου ·
64ὡς νῦν Τρώιοι υἷες ἀταρβέες ἀμφιμάχονται
65ἄστυ περὶ σφέτερον · μέγα δέ σφισι μαίνεται ἦτορ”.
66ὣς φάμενον προσέειπεν Ἀχιλλέος ὄβριμος υἱός ·
67“ὦ Κάλχαν, δηΐοισι καταντίον ἄλκιμοι ἄνδρες
68μάρνανται · τοὶ δ’ἐντὸς ἀλευάμενοι ἀπὸ πύργων
69οὐτιδανοὶ πονέονται, ὅσων φρένα δεῖμα χαλέπτει ·
70τῷ νῦν μήτε δόλον φραζώμεθα, μήτε τι μῆχος
71ἄλλο · πόνῳ γὰρ ἔοικεν ἀριστέας ἔμμεναι ἄνδρας
72καὶ δορί · θαρσαλέοι γὰρ ἀμείνονες ἐν δαῒ φῶτες”.
73ὣς φάμενον προσέειπε μένος Λαερτιάδαο ·
74“ὦ τέκος ὀβριμόθυμον ἀταρβέος Αἰακίδαο,
75ταῦτα μέν, ὡς ἐπέοικεν ἀμύμονι φωτὶ ἐσθλῷ,
76θαρσαλέως μάλα πάντα διίκεο χερσὶ πεποιθώς ·
77ἀλλ’οὔτ’ἀκαμάτοιο τεοῦ πατρὸς ἄτρομος ἀλκὴ
78ἔσθενεν ὄλβιον ἄστυ διαπραθέειν Πριάμοιο
79οὔθ’ἡμεῖς μάλα πολλὰ πονεύμενοι · ἀλλ’ἄγε θᾶσσον
80Κάλχαντος βουλῇσι θοάς ἐπὶ νῆας ἰόντες
81ἵππον τεκταίνωμεν ὑπαὶ παλάμῃσιν Ἐπειοῦ,
82ὅς ῥάτε πολλὸν ἄριστος ἐν Ἀργείοισι τέτυκται
83εἵνεκα τεκτοσύνης · δέδαεν δέ μιν ἔργον Ἀθήνη”.
84ὣς φάτο · τῷ δ’ἄρα πάντες ἀριστῆες πεπίθοντο
85νόσφι Νεοπτολέμοιο δαΐφρονος · οὐ δὲ μὲν ἐσθλὸν
86πεῖθε Φιλοκτήταο νόον κρατερὰ φρονέοντος ·
87ὑσμίνης γὰρ ἔτ’ἔσκον ὀϊζυρῆς ἀκόρητοι.
88ὥρμαινον δὲ μάχεσθαι ἀνὰ κλόνον · ἀμφὶ δὲ λαοὺς
89σφωιτέρους ἐκέλευον ἀπειρέσιον περὶ τεῖχος
90πάντα φέρειν, ὅσα δῆριν ἐνὶ πτολέμοισιν ὀφέλλει,
91ἐλπόμενοι πτολίεθρον ἐΰκτιτον ἐξαλαπάξαι ·
92ἄμφω γὰρ βουλῇσι θεῶν ἐς δῆριν ἵκοντο.
93καί νύ κεν αἶψα τέλεσσαν, ὅσα σφίσιν ἤθελε θυμός,
94εἰ μὴ Ζεὺς νεμέσησεν ἀπ’αἰθέρος, ἀμφὶ δὲ γαῖαν
95Ἀργείων ἐλέλιξεν ὑπαὶ ποσί, σὺν δ’ἐτίναξεν
96ἠέρα πᾶσαν ὕπερθε, βάλεν δ’ἀκάμαντα κεραυνὸν
97ἡρώων προπάροιθεν · ὑπεσμαράγησε δὲ πᾶσα
98Δαρδανίη · τῶν δ’αἶψα μετετράπετ’ἠῢ νόημα
99ἐς φόβον · ἐκ δ’ἐλάθοντο βίης καὶ κάρτεος ἐσθλοῦ,
100καί ῥα κλυτῷ Κάλχαντι καὶ οὐκ ἐθέλοντε πίθοντο ·
101ἐς δ’ἄρα νῆας ἵκοντο σὺν Ἀργείοισι καὶ ἄλλοις
102μάντιν ἀγασσάμενοι, τὸν ἄρ’ἐκ Διὸς ἔμμεν ἔφαντο,
103ἐκ Διὸς ἢ Φοίβοιο · πίθοντο δέ οἱ μάλα πάντα.
104ἦμος δ’αἰγλήεντα περιστρέφετ’οὐρανὸν ἄστρα
105πάντοθε μαρμαίροντα, πόνου δ’ἐπιλήθεται ἀνήρ,
106δὴ τότ’Ἀθηναίη μακάρων ἕδος αἰπὺ λιποῦσα
107ἤλυθε παρθενικῇ ἁπαλόχροϊ πάντ’εἰκυῖα
108ἐς νῆας καὶ λαόν · ἀρηιφίλου δ’ἄρ’Ἐπειοῦ
109ἔστη ὑπὲρ κεφαλῆς ἐν ὀνείρατι, καί μιν ἀνώγει
110τεῦξαι δούριον ἵππον · ἔφη δέ οἱ ἐγκονέοντι
111αὐτὴ συγκαμέειν, αὐτὴ δ’ἄφαρ ἀγχόθι βῆναι
112ἔργον ἐς ὀτρύνουσα. θεῆς δ’ὅ γε μῦθον ἀκούσας
113καγχαλόων ἀνὰ θυμὸν ἀκηδέος ἔκθορεν ὕπνου ·
114ἔγνω δ’ἀθάνατον θεὸν ἄμβροτον · οὐ δέ οἱ ἦτορ
115ἄλλο παρὲξ ὥρμαινε, νόον δ’ἔχεν αἰὲν ἐπ’ἔργῳ
116θεσπεσίῳ · πινυτὴ δὲ περὶ φρένας ἤιε τέχνη.
117Ἠὼς δ’ὁππόθ’ἵκανεν ἀπωσαμένη κνέφας ἠῢ
118εἰς ἔρεβος, χαροπὴ δὲ δι’ἠέρος ἤιεν αἴγλη,
119δὴ τότε θεῖον ὄνειρον ἐν Ἀργείοισιν Ἐπειός,
120ὡς ἴδεν, ὡς ἤκουσεν, ἐελδομένοισιν ἔειπεν ·
121οἱ δέ οἱ εἰσαΐοντες ἀπειρέσιον κεχάροντο.
122καὶ τότ’ἄρ’Ἀτρέος υἷες ἐς ἄγκεα τηλεθάοντα
123Ἴδης ὑψικόμοιο θοοὺς προέηκαν ἱκέσθαι
124ἀνέρας · οἱ δ’ἐλάτῃσιν ἐπιβρίσαντες ἀν’ὕλην,
125τάμνον δένδρεα μακρά · περικτυπέοντο δὲ βῆσσαι
126θεινομένων · δολιχαὶ δὲ κατ’οὔρεα μακρὰ κολῶναι
127δεύοντ’ἐκ ξυλόχοιο · νάπη δ’ἀνεφαίνετο πᾶσα
128θήρεσιν οὐκέτι τόσσον ἐπήρατος, ὡς τὸ πάροιθε ·
129πρέμνα δ’ἀπαυαίνοντο βίην ποθέοντ’ἀνέμοιο.
130καὶ τὰ μὲν ἂρ πελέκεσσι διατμήγοντες Ἀχαιοὶ
131ἐσσυμένως φορέεσκον ἐπ’ᾐόνας Ἑλλησπόντου
132ἐξ ὄρεος λασίοιο · μόγησε δὲ θυμὸς ἐπ’ἔργῳ
133αἰζηῶντε καὶ ἡμιόνων · πονέοντο δὲ λαοὶ
134ἄσπετον ἄλλοθεν ἄλλος ὑποδρήσσοντες Ἐπειῷ ·
135οἱ μὲν γὰρ τέμνεσκον ὑπ’ὀκριόεντι σιδήρῳ
136δούρατα καὶ σανίδας διεμέτρεον · οἱ δ’ἄρ’ἀπ’ὄζους
137λείαινον πελέκεσσιν ἔτ’ἀπρίστων ἀπὸ φιτρῶν,
138ἄλλος δ’ἄλλο τι ῥέζε πονεύμενος · αὐτὰρ Ἐπειὸς
139ἵππου δουρατέοιο πόδας κάμεν, αὐτὰρ ἔπειτα
140νηδύα, τῇ δ’ἐφύπερθε συνήρμοσε νῶτα καὶ ἰξὺν
141ἐξόπιθεν, δειρὴν δὲ πάρος, καθύπερθε δὲ χαίτην
142αὐχένος ὑψηλοῖο καθήρμοσεν, ὡς ἐτεόν περ
143κινυμένην, λάσιον δὲ κάρη καὶ ἐΰτριχον οὐρήν,
144οὔατάτ’ὀφθαλμούςτε διειδέας ἄλλατε πάντα,
145οἷς ἐπικίνυται ἵππος · ἀέξετο δ’ἱερὸν ἔργον
146ὡς ἐτεὸν ζώοντος, ἐπεὶ θεὸς ἀνέρι τέχνην
147δῶκ’ἐρατήν · τετέλεστο δ’ἐνὶ τρισὶν ἤμασι πάντα
148Παλλάδος ἐννεσίῃσι · πολὺς δ’ἐπεγήθεε λαὸς
149Ἀργείων · θαύμαζε δ’ὅπως ἐπὶ δούρατι θυμὸς
150καὶ τάχος ἐκπεπόνητο ποδῶν, χρεμέθοντίτ’ἐῴκει.
151καὶ τότε δῖος Ἐπειὸς ὑπὲρ μεγακήτεος ἵππου
152εὔχετ’ἐπ’ἀκαμάτῳ Τριτωνίδι χεῖρας ὀρέξας ·
153“κλῦθι, θεὰ μεγάθυμε, σάου δ’ἐμὲ καὶ τεὸν ἵππον”.
154ὣς φάτο · τοῦ δ’ἐσάκουσε θεὰ πολύμητις Ἀθήνη,
155καί ῥά οἱ ἔργον ἔτευξεν ἐπιχθονίοισιν ἀγητὸν
156πᾶσιν, ὅσοι μιν ἴδοντο καὶ οἳ μετόπισθε πύθοντο.
157ἀλλ’ὅτε δὴ Δαναοὶ μὲν ἐγήθεον ἔργον Ἐπειοῦ
158δερκόμενοι, Τρῶες δὲ πεφυζότες ἔνδοθι πύργων
159μίμνον ἀλευάμενοι θάνατον καὶ ἀνηλέα κῆρα,
160δὴ τότ’ἐπ’Ὠκεανοῖο ῥοὰς καὶ Τηθύος ἄντρα
161Ζηνὸς ὑπερθύμοιο θεῶν ἀπάτερθε μολόντος
162ἔμπεσεν ἀθανάτοισιν ἔρις · δίχα δέ σφισι θυμὸς
163ἔπλετ’ὀρινομένων · ἀνέμων δ’ἐπιβάντες ἀέλλαις
164οὐρανόθεν φορέοντο ποτὶ χθόνα · τοῖσι δ’ὑπ’αἰθὴρ
165ἔβραχεν · οἱ δὲ μολόντες ἐπὶ Ξάνθοιο ῥέεθρα
166ἀλλήλων ἵσταντο καταντίον, οἱ μὲν Ἀχαιῶν
167οἱ δ’ἄρ’ὑπὲρ Τρώων · πολέμου δ’ἔρος ἔμπεσε θυμῷ.
168τοῖσι δ’ὁμῶς ἀγέροντο καὶ οἳ λάχον εὐρέα πόντον.
169καί ῥ’οἱ μὲν δολόεντα κοτεσσάμενοι μενέαινον
170ἵππον ἀμαλδῦναι σὺν νήεσιν, οἱ δ’ἐρατεινὴν
171Ἴλιον · αἶσα δ’ἔρυκε πολύτροπος, ἐς δὲ κυδοιμὸν
172τρέψε νόον μακάρεσσιν · Ἄρης δ’ἐξῆρχε μόθοιο,
173ἆλτο δ’Ἀθηναίης κατεναντίον · ὣς δὲ καὶ ἄλλοι
174σύμπεσον ἀλλήλοισι · περί σφισι δ’ἄμβροτα τεύχη
175χρύσεα κινυμένοισι μέγ’ἴαχεν · ἀμφὶ δὲ πόντος
176εὐρὺς ἐπεσμαράγησε · κελαινὴ δ’ἔτρεμε γαῖα
177ἀθανάτων ὑπὸ ποσσί · μακρὸν δ’ἅμα πάντες ἄϋσαν.
178σμερδαλέη δ’ἐνοπὴ μέχρις οὐρανὸν εὐρὺν ἵκανε,
179μέχρις ἐπ’Ἀϊδονῆος ὑπερθύμοιο βέρεθρον ·
180Τιτῆνες δ’ὑπένερθε μέγ’ἔτρεσαν · ἀμφὶ δὲ μακρὴ
181Ἴδη ἐπέστενε πᾶσα καὶ ἠχήεντα ῥέεθρα
182ἀενάων ποταμῶν, δολιχαὶ δ’ἅμα τοῖσι χαράδραι
183νῆέςτ’Ἀργείων Πριάμοιότε κύδιμον ἄστυ.
184ἀλλ’οὐκ ἀνθρώποισι πέλεν δέος · οὐ δ’ἐνόησαν
185αὐτῶν ἐννεσίῃσι θεῶν ἔριν · οἱ δὲ κολώνας
186χερσὶν ἀπορρήξαντες ἀπ’οὔρεος Ἰδαίοιο
187βάλλον ἐπ’ἀλλήλους · αἱ δὲ ψαμάθοισιν ὁμοῖαι
188ῥεῖα διεσκίδναντο θεῶν ἀμφ’ἄσχετα γυῖα
189ῥηγνύμεναι διὰ τυτθά. Διὸς δ’ἐπὶ πείρασι γαίης
190οὐ λάθον ἠῢ νόημα · λιπὼν δ’ἄφαρ Ὠκεανοῖο
191χεύματ’ἐς οὐρανὸν εὐρὺν ἀνήιε · τὸν δὲ φέρεσκον
192εὖρος καὶ Βορέης, Ζέφυρος δ’ἐπὶ τοῖσι Νότοςτε,
193τοὺς ὑπὸ θεσπέσιον ζυγὸν αἰόλος ἤγαγεν Ἶρις
194ἅρματος αἰὲν ἐόντος, ὅ οἱ κάμεν ἄμβροτος Αἰὼν
195χερσὶν ὑπ’ἀκαμάτῃσιν ἀτειρέος ἐξ ἀδάμαντος.
196ἵκετο δ’Οὐλύμποιο ῥίον μέγα · σὺν δ’ἐτίναξεν
197ἠέρα πᾶσαν ὕπερθε χολούμενος · ἄλλοθε δ’ἄλλαι
198βρονταὶ ὁμῶς στεροπῇσι μέγ’ἔκτυπον · ἐκ δὲ κεραυνοὶ
199ταρφέες ἐξεχέοντο ποτὶ χθόνα · καίετο δ’ἀὴρ
200ἄσπετον · ἀθανάτοισι δ’ὑπὸ φρένας ἔμπεσε δεῖμα ·
201πάντων δ’ἔτρεμε γυῖα καὶ ἀθανάτων περ ἐόντων.
202τῶν δὲ περιδδείσασα κλυτὴ Θέμις εὖτε νόημα
203ἆλτο διὰ νεφέων · τάχα δέ σφεας εἰσαφίκανεν ·
204οἴη γάρ στονόεντος ἀπόπροθι μίμνε μόθοιο ·
205τοῖον δ’ἔκφατο μῦθον ἐρυκανόωσα μάχεσθαι ·
206“ἴσχεσθ’ἰωχμοῖο δυσηχέος · οὐ γὰρ ἔοικε
207Ζηνὸς χωομένοιο μινυνθαδίων ἕνεκ’ἀνδρῶν
208μάρνασθ’αἰὲν ἐόντας, ἐπεὶ τάχα πάντες ἄϊστοι
209ἔσσεσθ’· ἦ γὰρ ὕπερθεν ἐφ’ὑμέας οὔρεα πάντα
210εἰς ἓν ἀναρρήξας οὔθ’υἱῶν οὔτε θυγατρῶν
211φείσεται, ἀλλ’ἄρα πάντας ὁμῶς ἐφύπερθε καλύψει
212γαίῃ ἀπειρεσίῃ · οὐ δ’ἔσσεται ὔμμιν ἄλυξις
213ἐς φάος · ἀργαλέος δὲ περὶ ζόφος αἰὲν ἐρύξει”.
214ὣς φάτο · τοὶ δ’ἐπίθοντο Διὸς τρομέοντες ὁμοκλήν,
215ὑσμίνης δ’ἴσχοντο, χόλον δ’ἀπὸ νόσφι βάλοντο
216ἀργαλέον, φιλότητα δ’ὁμήθεα ποιήσαντο ·
217καί ῥ’οἱ μὲν νίσσοντο πρὸς οὐρανόν, οἱ δ’ἁλὸς εἴσω,
218οἱ δ’ἀνὰ γαῖαν ἔμιμνον. ἐϋπτολέμοιστ δ’Ἀχαιοῖς
219υἱὸς Λαέρταο πύκα φρονέων φάτο μῦθον ·
220“ὦ κλυτοὶ Ἀργείων σημάντορες ὀβριμόθυμοι,
221νῦν μοι ἐελδομένῳ τεκμήρατε, οἵτινές ἐστε
222ἐκπάγλως κρατεροὶ καὶ ἀμύμονες · ἦ γὰρ ἱκάνει
223ἔργον ἀναγκαίης · ἀλλὰ μνησώμεθ’Ἄρηος,
224ἐς δ’ἵππον βαίνωμεν ἐΰξοον, ὄφρα κε τέκμωρ
225εὕρωμεν πολέμοιο δυσηχέος · ὣς γάρ ἄμεινον
226ἔσσεται ἤν κε δόλῳ καὶ μήδεσιν ἀργαλέοισιν
227ἄστυ μέγ’ἐκπέρσωμεν, οὖ εἵνεκα δεῦρο μολόντες
228πάσχομεν ἄλγεα πολλὰ φίλης ἀπὸ τηλόθι γαίης.
229ἀλλ’ἄγε δή, μένος ἠΰ καὶ ἄλκιμον ἐν φρεσί θέντες
230καὶ γάρ τις κατὰ δῆριν ἀνιηρῇ ὑπ’ἀνάγκῃ
231θαρσήσας ἀνὰ θυμὸν ἀμείνονα φῶτα κατέκτα
232χειρότερος γεγαώς · μάλα γὰρ μέγα θυμὸν ἀέξει
233θάρσος, ὅ πέρτε μάλιστα πέλει κλέος ἀνθρώποισιν.
234ἀλλ’ἄγ’, ἀριστῆες μὲν ἐῢν λόχου ἐντύνεσθε ·
235οἱ δ’ἄλλοι Τενέδοιο πρὸς ἱερὸν ἄστυ μολόντες
236μιμνέμεν, εἰσόκεν ἄμμε ποτὶ πτόλιν εἰρύσσωσι
237δήϊοι ἐλπόμενοι Τριτωνίδι δῶρον ἄγεσθαι.
238αἰζηῶν δέ τις ἐσθλός, ὃν οὐ σάφα Τρῶες ἴσασι,
239μιμνέτω ἄγχ’ἵπποιο σιδήρεον ἐνθέμενος κῆρ ·
240καί οἱ πάντα μέλοιτο μάλ’ἔμπεδον, ὁππόσ’ἔγωγε
241πρόσθ’ἐφάμην · καὶ μή τι περὶ φρεσὶν ἄλλο νοήσῃ,
242ὄφρα μὴ ἀμφαδὰ Τρωσὶν Ἀχαιῶν ἔργα πέληται”.
243ὣς φάτο · τὸν δὲ Σίνων ἀπαμείβετο κύδιμος ἀνὴρ
244ἄλλων δειδιότων · μάλα γὰρ μέγα ἔργον ἔμελλεν
245ἐκτελέειν · τῷ καί μιν ἐϋφρονέοντ’ἀνὰ θυμὸν
246εὐρὺς ἀγάσσατο λαός · ὁ δ’ἐν μέσσοισιν ἔειπεν ·
247“ὦ Ὀδυσεῦ καὶ πάντες Ἀχαιῶν φέρτατοι υἷες,
248ἔργον μὲν τόδ’ἔγωγε λιλαιομένοισι τελέσσω,
249εἰ καὶ ἀεικίζωσι καὶ εἰ πυρὶ μητιόωνται
250βάλλειν ζωὸν ἐόντα · τὸ γάρ νύ μοι εὔαδε θυμῷ,
251ἢ θανέειν δηΐοισιν ὑπ’ἀνδράσιν, ἢ ὑπαλύξαι
252Ἀργείοις μέγα κῦδος ἐελδομένοισι φέροντα”.
253ὣς φάτο θαρσαλέως · μέγα δ’Ἀργεῖοι κεχάροντο ·
254καί τις ἔφη · “ὡς τῷδε θεὸς μέγα θάρσος ἔδωκε
255σήμερον · οὐ γὰρ πρόσθεν ἔην θρασύς · ἀλλά ἑ δαίμων
256ὀτρύνει πάντεσσι κακὸν Τρώεσσι γενέσθαι
257ἢ νῶιν · νῦν γάρ που ὀΐομαι ἐσσυμένως περ
258ἀργαλέου πολέμοιο τέκμωρ ἀΐδηλον ἔσεσθαι”.
259ὣς ἄρ’ἔφη κατὰ λαὸν ἀρηϊφίλων τις Ἀχατῶν ·
260Νέστωρ δ’αὖθ’ἑτέρωθεν ἐποτρύνων μετέειπε ·
261“νῦν χρειώ, φίλα τέκνα, βίης καὶ θάρσεος ἐσθλοῦ ·
262νῦν γὰρ τέρμα πόνοιο θεοὶ καὶ ἀμύμονα νίκην
263ἧμιν ἐελδομένοισι φίλας ἐς χεῖρας ἄγουσιν ·
264ἀλλ’ἄγε θαρσαλέως πολυχανδέος ἔνδοθεν ἵππου
265βαίνετ’, ἐπεὶ μερόπεσσι κλέος μέγα θάρσος ὀπάξει ·
266ὡς ὄφελον μέγα κάρτος ἐμοῖς ἔτι γούνασι κεῖτο,
267οἶον ὅτ’Αἴσονος υἱὸς ἔσω νεὸς ὠκυπόροιο
268Ἀργῴης καλέεσκεν ἀριστέας, ὁππότ’ἔγωγε
269πρῶτος ἀριστήων καταβήμεναι ὁρμαίνεσκον,
270εἰ μὴ ἄρ’ἀντίθεος Πελίης ἀέκοντά μ’ἔρυκε ·
271νῦν δέ με γῆρας ἔπεισι πολύστονον · ἀλλ’ἄρα καὶ ὥς,
272ὡς νέος ἡβώων, καταβήσομαι ἔνδοθεν ἵππου
273θαρσαλέως · θάρσος δὲ κλέος καὶ κῦδος ὀπάσσει”.
274ὣς φάμενον προσέειπε πάϊς ξανθοῦ Ἀχιλῆος ·
275“ὧ Νέστορ, σὺ μέν ἐσσὶ νόῳ προφερέστατος ἀνδρῶν
276πάντων · ἀλλά σε γῆρας ἀμείλιχον ἀμφιμέμαρπεν,
277οὐ δέ τοι ἔμπεδός ἐστι βίη χατέοντι πόνοιο ·
278τῷ σε χρὴ Τενέδοιο πρὸς ᾐόνας ἀπονέεσθαι ·
279ἐς δὲ λόχον νέοι ἄνδρες ἔθ’ὑσμίνης ἀκόρητοι
280βησόμεθ’ὡς σύ, γεραιέ, λιλαιομένοις ἐπιτέλλεις”.
281ὣς φάτο · τοῦ δ’ἄγχιστα κιὼν Νηλήιος υἱὸς
282ἀμφοτέρας οἱ ἔκυσσε χέρας κεφαλήντ’ἐφύπερθεν,
283οὕνεχ’ὑπέσχετο πρῶτος ἐς εὐρέα δύμεναι ἵππον,
284αὐτὸν δ’αὖτε κέλευε γεραίτερον ἔκτοθι μίμνειν
285ἄλλοις σὺν Δαναοῖσιν · ἐέλδετο γὰρ πονέεσθαι ·
286καί ῥά μιν ἰωχμοῖο λιλαιόμενον προσέειπεν ·
287“ἐσσὶ πατρὸς κείνοιο βίῃ καὶ ἐΰφρονι μύθῳ
288ἀντιθέου Ἀχιλῆος · ἔολπα δὲ σῇσι χέρεσσιν
289Ἀργείους Πριάμοιο διαπραθέειν κλυτὸν ἄστυ ·
290ὀψὲ δ’ἄρ’ἐκ καμάτοιο μέγα κλέος ἔσσεται ἡμῖν
291πολλὰ πονησαμένοισι κατὰ κλόνον ἄλγεα λυγρά ·
292ἄλγεα μὲν παρὰ ποσσὶ θεοὶ θέσαν ἀνθρώποισιν,
293ἐσθλὰ δὲ πολλὸν ἄπωθε · πόνον δ’ἐς μέσσον ἔλασσαν ·
294το- τοὔνεκα ῥηιδίη μέν ἐς ἀργαλέην κακότητα
295αἰζηοῖσι κέλευθος, ἀνιηρὴ δ’ἐπὶ κῦδος,
296μέσφ’ὅτε τις στονόεντα πόνον διὰ ποσσὶ περήσῃ”.
297ὣς φάτο · τὸν δ’Ἀχιλῆος ἀμείβετο κύδιμος υἱός ·
298“ὦ γέρον, ὡς σύ γ’ἔολπας ἐνὶ φρεσί, τοῦτο πέλοιτο
299ἡμῖν εὐχομένοισιν, ἐπεὶ πολὺ λώιον οὕτως ·
300εἰ δ’ἑτέρως ἐθέλουσι θεοί, καὶ τοῦτο τετύχθω ·
301βουλοίμην γὰρ ὑπ’Ἄρεϊ ἐϋκλειῶς ἀπολέσθαι,
302ἠὲ φυγὼν Τροίηθεν ὀνείδεα πολλὰ φέρεσθαι”.
303ὣς εἰπὼν ὤμοισι κατ’ἄμβροτα θήκατο τεύχη
304πατρὸς ἑοῦ · τοὶ δ’αἶψα καὶ αὐτοὶ θωρήχθησαν
305ἡρώων οἱ ἄριστοι, ὅσοις θρασὺς ἔπλετο θυμός.
306τούς μοι νῦν καθ’ἕκαστον ἀνειρομένῳ σάφα Μοῦσαι
307ἔσπεθ’, ὅσοι κατέβησαν ἔσω πολυχανδέος ἵππου ·
308ὑμεῖς γὰρ πᾶσάν μοι ἐνὶ φρεσὶ θήκατ’ἀοιδήν,
309πρίν μοι ἔτ’ἀμφὶ παρειὰ κατασκίδνασθαι ἴουλον,
310σμύρνης ἐν δαπέδοισι περικλυτὰ μῆλα νέμοντι
311τρὶς τόσον Ἑρμοῦ ἄπωθεν, ὅσον βοόωντος ἀκοῦσαι,
312Ἀρτέμιδος περὶ νηὸν Ἐλευθερίῳ ἐνὶ κήπῳ,
313οὔρεΐτ’οὔτε λίην χθαμαλῷ οὔθ’ὑψόθι πολλῷ.
314πρῶτος μὲν κατέβαινεν ἐς ἵππον κητώεντα
315υἱὸς Ἀχιλλῆος, σὺν δὲ κρατερὸς Μενέλαος
316ἠδ’Ὀδυσεὺς Σθένελόςτε καὶ ἀντίθεος Διομήδης ·
317βῆ δὲ Φιλοκτήτηςτε καὶ Ἄντικλος ἠδὲ Μενεσθεύς,
318σὺν δὲ Θόας ἐρίθυμος ἰδὲ ξανθὸς Πολυποίτης,
319Αἴαςτ’Εὐρύπυλόςτε καὶ ἰσόθεος Θρασυμήδης,
320Μηριόνηςτε καὶ Ἰδομενεὺς ἀριδεικέτω ἄμφω,
321σὺν δ’ἄρ’ἐϋμμελίης Ποδαλείριος Εὐρύμαχόςτε
322Τεῦκρόςτ’ἀντίθεος καὶ Ἰάλμενος ὀβριμόθυμος,
323Θάλπιος Ἀντίμαχόςτε μενεπτόλεμόςτε Λεοντεύς ·
324σὺν δ’Εὔμηλος ἔβη θεοείκελος Εὐρύαλόςτε
325Δημοφόωντε καὶ Ἀμφίμαχος κρατερόςτ’Ἀγαπήνωρ,
326σὺν δ’Ἀκάμαςτε Μέγηςτε κραταιοῦ Φυλέος υἱός ·
327ἄλλοι δ’αὖ κατέβαινον, ὅσοι ἔσαν ἔξοχ’ἄριστοι,
328ὅσσους χάνδανεν ἵππος ἐΰξοος ἐντὸς ἐέργειν.
329ἐν δέ σφιν πύματος κατεβήσατο δῖος Ἐπειός,
330ὅς ῥα καὶ ἵππον ἔτευξεν · ἐπίστατο δ’ᾦ ἐνὶ θυμῷ
331ἠμὲν ἀναπτύξαι κείνου πτύχας ἠδ’ἐπερεῖσαι ·
332το- τοὔνεκα δὴ πάντων βῆ δεύτατος · εἴρυσε δ’εἴσω
333κλίμακας, ᾖς ἀνέβησαν · ὁ δ’αὖ μάλα πάντ’ἐπερείσας
334αὐτοῦ πὰρ κληῖδι καθέζετο · τοὶ δὲ σιωπῇ
335πάντες ἔσαν μεσσηγὺς ὁμῶς νίκης καὶ ὀλέθρου.
336οἱ δ’ἄλλοι νήεσιν ἐπέπλεον εὐρέα πόντον
337ἃς κλισίας πρήσαντες, ὅπῃ πάρος αὐτοὶ ἴαυον.
338τοῖσι δὲ κοιρανέοντε δύω κρατερόφρονε φῶτε
339σήμαινον, Νέστωρτε καὶ αἰχμητὴς Ἀγαμέμνων ·
340τοὺς δὲ καὶ ἐλδομένους καταβήμεναι ἔνδοθεν ἵππου
341Ἀργεῖοι κατέρυξαν, ἵν’ἐν νήεσσι μένοντες
342λαοῖς σημαίνωσιν, ἐπεὶ πολὺ λώιον ἄνδρες
343ἔργον ἐποίχονται, ὁπότ’εἰσορόωσιν ἄνακτες ·
344το- τοὔνεκ’ἄρ’ἔκτοθι μίμνον ἀριστῆές περ ἐόντες.
345οἱ δὲ θοῶς ἀφίκοντο πρὸς ἠιόνας Τενέδοιο ·
346εὐνὰς δ’ἔνθ’ἔβαλον κατὰ βένθεος · ἐκ δ’ἔβαν αὐτοὶ
347νηῶν ἐσσυμένως · ἀπὸ δ’ἔκτοθι πείσματ’ἔδησαν
348ἠιόνων · αὐτοὶ δὲ παραυτόθι μίμνον ἕκηλοι
349δέγμενοι, ὁππότε πυρσὸς ἐελδομένοισι φανείη.
350οἱ δ’ἄρ’ἐν ἵππῳ ἔσαν δηΐων σχεδόν, ἄλλοτε μέν που
351φθεῖσθαι ὀϊόμενοι, ὁτὲ ἱερὸν ἄστυ δαΐξαι ·
352καὶ τὰ μὲν ἐλπομένοισιν ἐπήλυθεν Ἠριγένεια.
353Τρῶες εἰσενόησαν ἐπ’ᾐόσιν Ἑλλησπόντου
354καπνὸν ἔτ’ἀΐσσοντα δι’ἠέρος · οὐ δ’ἄρα νῆας
355δέρκονθ’, αἵ σφιν ἔνεικαν ἀφ’Ἑλλάδος αἰνὸν ὄλεθρον.
356γηθόσυνοι δ’ἄρα πάντες ἐπέδραμον αἰγιαλοῖσι
357τεύχε’ἐφεσσάμενοι · ἔτι γὰρ δέος ἄμφεχε θυμόν ·
358ἵππον δ’εἰσενόησαν ἐΰξοον. ἀμφὶ δ’ἄρ’αὐτῷ
359θάμβεον ἑσταότες · μάλα γὰρ μέγα ἔργον ἐτύχθη ·
360ἀγχόθι δ’αὖτε Σίνωνα δυσάμμορον εἰσενόησαν ·
361καί μιν ἀνειρόμενοι Δαναῶν ὕπερ ἄλλοθεν ἄλλος
362μέσσον ἐκυκλώσαντο περισταδόν · ἀμφὶ δὲ μύθοις
363μειλιχίοις εἴροντο πάρος · μετέπειτα δ’ὁμοκλῇ
364σμερδαλέῃ · καὶ πολλὰ δολόφρονα φῶτα δάϊζον
365πολλὸν ἐπὶ χρόνον αἰέν · ὁ δ’ἔμπεδον ἠΰτε πέτρη
366μίμνεν ἀτειρέα γυῖ’ἐπιειμένος · ὀψὲ δ’ἄρ’αὐτοῦ
367οὔαθ’ὁμῶς καὶ ῥῖνας ἀπὸ μελέων ἐτάμοντο
368πάμπαν ἀεικίζοντες, ὅπως νημερτέα εἴπῃ,
369ὅππῃ ἔβαν Δαναοὶ σὺν νήεσιν, ἢ τί καὶ ἵππος
370ἔνδον ἐρητύεσκεν. ὁ δ’ἐνθέμενος φρεσὶ κάρτος
371λώβης οὐκ ἀλέγιζεν ἀεικέος, ἀλλ’ἐνὶ θυμῷ
372ἔτλη καὶ πληγῇσι καὶ ἐν πυρὶ τειρόμενός περ
373ἀργαλέως · Ἥρη γὰρ ἐνέπνευσεν μέγα κάρτος ·
374τοῖα δ’ἄρ’ἐν μέσσοισι δολοφρονέων ἀγόρευεν ·
375“Ἀργεῖοι μέν νηυσὶν ὑπὲρ πόντοιο φέβονται
376μακρῷ ἀκηδήσαντες ἐπὶ πτολέμῳ καὶ ἀνίῃ ·
377Κάλχαντος δ’ἰότητι δαΐφρονι Τριτογενείῃ
378ἵππον ἐτεκτήναντο, θεῆς χόλον ὄφρ’ἀλέωνται
379πάγχυ κοτεσσαμένης Τρώων ὕπερ · ἀμφὶ δὲ νόστου
380ἐννεσίῃς Ὀδυσῆος ἐμοὶ μενέαινον ὄλεθρον,
381ὄφρα με δῃώσωσι δυσηχέος ἄγχι θαλάσσης
382δαίμοσιν εἰναλίοις. ἐμὲ δ’οὐ λάθον, ἀλλ’ἀλεγεινὰς
383σπονδάςτ’οὐλοχύταςτε μάλ’ἐσσυμένως ὑπαλύξας
384ἀθανάτων βουλῇσι παραὶ ποσὶ κάππεσον ἵππου ·
385οἱ δὲ καὶ οὐκ ἐθέλοντες ἀναγκαίῃ με λίποντο
386ἁζόμενοι μεγάλοιο Διὸς κρατερόφρονα κούρην”.
387ὣς φάτο κερδοσύνῃσι καὶ οὐ κάμεν ἄλγεσι θυμόν ·
388ἀνδρὸς γὰρ κρατεροῖο κακὴν ὑποτλῆναι ἀνάγκην.
389τῷ δ’οἱ μὲν πεπίθοντο κατὰ στρατόν, οἱ δ’ἄρ’ἔφαντο
390ἔμμεναι ἠπεροπῆα πολύτροπον, οἷς ἄρα βουλὴ
391ἥνδανε Λαοκόωντος · ὁ γὰρ πεπνυμένα βάζων
392φῆ δόλον ἔμμεναι αἰνὸν ὑπ’ἐννεσίῃσιν Ἀχαιῶν,
393πάντας δ’ὀτρύνεσκε θοῶς ἐμπρησέμεν ἵππον,
394ἵππον δουράτεον καὶ γνώμεναι εἴ τι κεκεύθει.
395καί νύ κέ οἱ πεπίθοντο καὶ ἐξήλυξαν ὄλεθρον,
396εἰ μὴ Τριτογένεια, κοτεσσαμένη περὶ θυμῷ
397αὐτῷ καὶ Τρώεσσι καὶ ἄστεϊ, γαῖαν ἔνερθεν
398θεσπεσίην ἐλέλιξεν ὑπαὶ ποσὶ Λαοκόωντος.
399τῷ δ’ἄφαρ ἔμπεσε δεῖμα · τρόμος δ’ἀμφέκλασε γυῖα
400ἀνδρὸς ὑπερθύμοιο · μέλαινα δέ οἱ περὶ κρατὶ
401νὺξ ἐχύθη · στυγερὸν δὲ κατὰ βλεφάρων πέσεν ἄλγος,
402σὺν δ’ἔχεεν λασίῃσιν ὑπ’ὀφρύσιν ὄμματα φωτός ·
403γλῆναι δ’ἀργαλέῃσι πεπαρμέναι ἀμφ’ὀδύνῃσι
404ῥιζόθεν ἐκλονέοντο · περιστρωφῶντο δ’ὀπωπαὶ
405τειρόμεναι ὑπένερθεν · ἄχος δ’ἀλεγεινὸν ἵκανεν
406ἄχρι καὶ ἐς μήνιγγας ἰδ’ἐγκεφάλοιο θέμεθλα ·
407τοῦ δ’ὁτὲ μὲν φαίνοντο μεμιγμένοι αἵματι πολλῷ
408ὀφθαλμοί, ὁτὲ δ’αὖτε δυσαλθέα γλαυκιόωντες ·
409πολλάκι δ’ἔρρεον οἷον ὅτε στυφελῆς ἀπὸ πέτρης
410εἴβεται ἐξ ὀρέων νιφετῷ πεπαλαγμένον ὕδωρ ·
411μαινομένῳ δ’ἤικτο, καὶ ἔδρακε διπλόα πάντα
412αἰνὰ μάλα στενάχων. καὶ ἔτι Τρώεσσι κέλευεν,
413οὐ δ’ἀλέγιζε μόγοιο · φάος δέ οἱ ἐσθλὸν ἄμερσε
414δῖα θεά · λευκαὶ δ’ἄρ’ὑπὸ βλέφαρ’ἔσταν ὀπωπαὶ
415αἵματος ἐξ ὀλοοῖο · περιστενάχιζε δὲ λαὸς
416οἰκτείρων φίλον ἄνδρα, καὶ ἀθανάτην Ἀγελείην
417ἐρριγώς, μή τι παρήλιτεν ἀφραδίῃσιν,
418καί σφιν ἐς αἰνὸν ὄλεθρον ἀνεγνάμφθη νόος ἔνδον,
12.418aδειδιότων, μὴ δή σφι καὶ αὐτοῖς ἄλγος ἕπηται
419οὕνεκα λωβήσαντο δέμας μογεροῖο Σίνωνος
420ἐλπόμενοι κατὰ θυμὸν ἐτήτυμα πάντ’ἀγορεύσειν ·
421το- τοὔνεκα προφρονέως μιν ἄγον ποτὶ Τρώιον ἄστυ
422ὀψέ περ οἰκτείραντες. ἀγειρόμενοι δ’ἅμα πάντες
423σειρὴν ἀμφεβάλοντο θοῶς περιμήκεϊ ἵππῳ
424δησάμενοι καθύπερθεν, ἐπεί ῥά οἱ ἐσθλὸς Ἐπειὸς
425ποσσὶν ὑπὸ βριαροῖσιν ἐΰτροχα δούρατ’ἔθηκεν,
426ὄφρα κεν αἰζηοῖσιν ἐπὶ πτολίεθρον ἕπηται
427ἑλκόμενος Τρώων ὑπὸ χείρεσιν. οἱ δ’ἅμα πάντες
428εἷλκον ἐπιβρίσαντες ἀολλέες, ἠΰτε νῆα
429ἕλκωσιν μογέοντες ἔσω ἁλὸς ἠχηέσσης
430αἰζηοί, στιβαραὶ δὲ περιστενάχουσι φάλαγγες
431τριβόμεναι, δεινὸν δὲ τρόπις περιτετριγυῖα
432ἀμφὶς ὀλισθαίνουσα κατέρχεται εἰς ἁλὸς οἶδμα ·
433ὣς οἵ γε σφίσι πῆμα ποτὶ πτόλιν ἔργον Ἐπειοῦ
434πανσυδίῃ μογέοντες ἀνείρυον · ἀμφὶ δ’ἄρ’αὐτῷ
435πολλὸν ἄδην στεφέων ἐριθηλέα κόσμον ἔθεντο ·
436αὐτοὶ δ’ἐστέψαντο κάρη · μέγα δ’ἤπυον αὐλοὶ
437ἀλλήλοις ἐπικεκλόμενοι · ἐγέλασσε δ’Ἐνυὼ
438δερκομένη πολέμοιο κακὸν τέλος · ὑψόθι δ’Ἥρη
439τέρπετ’· Ἀθηναίη δ’ἐπεγήθεεν · οἱ δὲ μολόντες
440ἄστυ ποτὶ σφέτερον μεγάλης κρήδεμνα πόληος
441λυσάμενοι λυγρὸν ἵππον ἐσήγαγον · αἱ δ’ὀλόλυξαν
442Τρωιάδες, πᾶσαι δὲ περισταδὸν εἰσορόωσαι
443θάμβεον ὄβριμον ἔργον · ὃ δέ σφισιν ἔκρυφε πῆμα.
444Λαοκόων δ’ἔτ’ἔμιμνεν ἐποτρύνων ἑτάροισιν
445ἵππον ἀμαλδῦναι μαλερῷ πυρί · τοὶ δέ οἱ οὔτι
446πείθοντ’, ἀθανάτων γὰρ ὑποτρομέεσκον ὁμοκλήν.
447τῷ δ’ἔπι κύντερον ἄλλο θεὰ μεγάθυμος Ἀθήνη
448δυστήνοις τεκέεσσιν ἐμήδετο Λαοκόωντος.
449δὴ γάρ που πέλεν ἄντρον ὑπὸ στυφελώδεϊ πέτρῃ
450ἠερόεν, θνητοῖσιν ἀνέμβατον, ᾧ ἔνι θῆρες
451σμερδαλέοι ναίεσκον ἔτ’οὐλομένοιο γενέθλης
452Τυφῶνος νήσοιο κατὰ πτύχας, ἥντε Καλύδνην
453λαοὶ ἐπικλείουσιν ἔσω ἁλὸς ἀντία Τροίης.
454ἔνθεν ἀναστήσασα βίην καλέεσκε δρακόντων
455ἐς Τροίην · οἱ δ’αἶψα θεῆς ὕπο κινηθέντες
456νῆσον ὅλην ἐτίναξαν · ἐπεσμαράγησε δὲ πόντος
457νισσομένων, καὶ κῦμα διΐστατο · τοὶ δ’ἐφέροντο
458αἰνὸν λιχμώωντες · ἔφριξε δὲ κήτεα πόντου ·
459ἀμφὶ δ’ἄρα στενάχοντο μέγα Ξάνθοιο θύγατρες
460νύμφαι καὶ Σιμόεντος · ἀπ’Οὐλύμποιο δὲ Κύπρις
461ἄχνυτο · τοὶ δ’ἄφαρ ἷξον ὅπῃ θεὸς ὀτρύνεσκε,
462θήγοντες βλοσυρῇσι γενειάσι λοιγὸν ὀδόντων
463δυστήνοις ἐπὶ παισί · κακὴ δ’ἐπενίσσετο φύζα
464Τρῶας, ὅτ’εἰσενόησαν ἀνὰ πτόλιν αἰνὰ πέλωρα ·
465οὐ δέ τις αἰζηῶν οὐ δ’εἰ μένος ἄτρομος ἦεν
466μεῖναι ἔτλη · πάντας γὰρ ἀμείλιχον ἄμφεχε δεῖμα
467θῆρας ἀλευομένους, ὀδύνη δ’ἔχεν · ἂν δὲ γυναῖκες
468οἴμωζον · καί πού τις ἑῶν ἐπελήσατο τέκνων
469αὐτὴ ἀλευομένη στυγερὸν μόρον · ἀμφὶ δὲ Τροίη
470ἔστεν’ἐπεσσυμένων · πολλοὶ δ’ἄφαρ εἰς ἓν ἰόντες
471γυῖα περιδρύφθησαν · ἐνεστείνοντο δ’ἀγυιαῖς
472ἀμφιπεριπτώσσοντες. ἔλειπτο δὲ μοῦνος ἄπωθεν
473Λαοκόων ἅμα παισί · πέδησε γὰρ οὐλομένη Κὴρ
474καὶ θεός. οἱ δέ οἱ υἷας ὑποτρομέοντας ὄλεθρον
475ἀμφοτέρους ὀλοῇσιν ἀνηρείψαντο γένυσσι
476πατρὶ φίλῳ ὀρέγοντας ἑὰς χέρας · οὐ δ’ὅ γ’ἀμύνειν
477ἔσθενεν · ἀμφὶ δὲ Τρῶες ἀπόπροθεν εἰσορόωντες
478κλαῖον ὑπὸ κραδίῃσι τεθηπότες. οἱ δ’ἄρ’Ἀθήνης
479προφρονέως τελέσαντες ἀπεχθέα Τρωσὶν ἐφετμὴν
480ἄμφω ἀϊστώθησαν ὑπὸ χθόνα · τῶν δ’ἔτι σῆμα
481φαίνεθ’, ὅπου κατέδυσαν ἐς ἱερὸν Ἀπόλλωνος ·
482Περγάμῳ ἐν ζαθέῃ. προπάροιθε δὲ Τρώιοι υἷες
483παίδων Λαοκόωντος ἀμείλιχα δῃωθέντων
484τεῦξαν ἅμ’ἀγρόμενοι κενεὸν τάφον, ᾧ ἔπι δάκρυ
485χεῦε πατὴρ ἀλαοῖσιν ὑπ’ὄμμασιν · ἀμφὶ δὲ μήτηρ
486πολλὰ κινυρομένη κενεῷ ἐπαΰτεε τύμβῳ
487ἐλπομένη τι καὶ ἄλλο κακώτερον, ἔστενε δ’ἄτην
488ἀνέρος ἀφραδίῃς, μακάρων δ’ὑπεδείδιε μῆνιν ·
489ὡς δ’ὅτ’ἐρημαίην περιμύρεται ἀμφὶ καλιὴν
490πολλὰ μάλ’ἀχνυμένη κατὰ δάσκιον ἄγκος ἀηδών,
491ἧς ἔτι νήπια τέκνα, πάρος κελαδεινὸν ἀείδειν,
492δάμναθ’ὑπὸ γναθμοῖσι μένος βλοσυροῖο δράκοντος,
493μητέρι δ’ἄλγεα θῆκε, καὶ ἄσπετον ἀσχαλόωσα
494μύρεται ἀμφὶ δόμον κενεὸν μάλα κεκληγυῖα ·
495ὣς ἥ γε στενάχιζε λυγρῷ τεκέων ἐπ’ὀλέθρῳ
496μυρομένη κενεῷ περὶ σήματι · σὺν δέ οἱ ἄλλο
497πῆμα μάλ’ἀργαλέον πόσιος πέλεν ἀμφ’ἀλαοῖο.
498καί ῥ’ἡ μὲν φίλα τέκνα καὶ ἀνέρα κωκύεσκε
499τοὺς μὲν ἀποφθιμένους τὸν δ’ἄμμορον ἠελίοιο ·
500Τρῶες δ’ἀθανάτοισιν ἐπεντύνοντο θυηλὰς
501λείβοντες μέθυ λαρόν, ἐπεί σφισιν ἦτορ ἐώλπει
502λευγαλέου πολέμοιο βαρὺ σθένος ἐξυπαλύξειν.
503ἱερὰ δ’οὐ καίοντο, πυρὸς δ’ἐσβέννυτ’ἀϋτμή,
504ὄμβρου ὅπως καθύπερθε δυσηχέος ἐσσυμένοιο ·
505καπνὸς δ’αἱματόεις ἀνεκήκιε · μηρὰ δὲ πάντα
506πῖπτε χαμαὶ τρομέοντα · κατηρείποντο δὲ βωμοί ·
507σπονδαὶ δ’αἷμα γένοντο · θεῶν δ’ἐξέρρεε δάκρυ,
508καὶ νηοὶ δεύοντο λύθρῳ · στοναχαὶ δ’ἐφέροντο
509ἔκποθεν ἀπροφάτοιο · περισσείοντο δὲ μακρὰ
510τείχεα καὶ πύργοι μεγάλ’ἔκτυπον, ὡς ἀχέοντες ·
511αὐτόματοι δ’ἄρ’ὀχῆες ἀνωίγνυντο πυλάων
512αἰνὸν κεκλήγοντες · ἐπεστενάχοντο δὲ λυγρὸν
513ἐννύχιοι ὄρνιθες ἐρημαῖον βοόωντες ·
514ἄστρα δὲ πάντ’ἐφύπερθε θεοδμήτοιο πόληος
515ἀχλὺς ἀμφεκάλυψε καὶ ἀννεφέλου περ ἐόντος
516οὐρανοῦ αἰγλήεντος · ἀπαυαίνοντο δὲ δάφναι
517πὰρ νηῷ Φοίβοιο πάρος θαλεραί περ ἐοῦσαι ·
518ἐν δὲ λύκοι καὶ θῶες ἀναιδέες ὠρύσαντο
519ἔντοσθεν πυλέων · μάλα μυρία δ’ἄλλα φαάνθη
520σήματα Δαρδανίδῃσι καὶ ἄστεϊ πῆμα φέροντα.
521ἀλλ’οὐ δεῖμ’ἀλεγεινὸν ὑπὸ Τρώων φρένας ἷξε
522δερκομένων ἀλεγεινὰ τεράατα πάντα κατ’ἄστυ ·
523κῆρες γὰρ πάντων νόον ἔκβαλον, ὄφρ’ἐπὶ δαιτὶ
524πότμον ἀναπλήσωσιν ὑπ’Ἀργείοισι δαμέντες.
525οἴη δ’ἔμπεδον ἦτορ ἔχεν πινυτόντε νόημα
526Κασσάνδρη, τῆς οὔποτ’ἔπος γένετ’ἀκράαντον,
527ἀλλ’ἄρ’ἐτήτυμον ἔσκεν · ἀκούετο δ’ἔκ τινος αἴσης
528ὡς ἀνεμώλιον αἰέν, ἵν’ἄλγεα Τρωσὶ γένηται.
529ἡ ῥ’ὅτε σήματα λυγρὰ κατὰ πτόλιν εἰσενόησεν
530εἰς ἕν ἅμ’ἀΐσσοντα, μέγ’ἴαχεν, εὖτε λέαινα,
531ἥν ῥάτ’ἐνὶ ξυλόχοισιν ἀνὴρ λελιημένος ἄγρης
532οὐτάσῃ ἠὲ βάλῃ, τῆς δ’ἐν φρεσὶ μαίνεται ἦτορ
533πάντῃ ἀν’οὔρεα μακρά, πέλει δέ οἱ ἄσχετος ἀλκή ·
534ὥς ἄρα μαιμώωσα θεοπρόπον ἔνδοθεν ἦτορ
535ἤλυθεν ἐκ μεγάροιο · κόμαι δέ οἱ ἀμφεκέχυντο
536ὤμοις ἀργυφέοισι μετάφρενον ἄχρις ἰοῦσαι ·
537ὄσσε δέ οἱ μάρμαιρεν ἀναιδέα · τῆς ὑπὸ δειρή,
538ἐξ ἀνέμων ἅτε πρέμνον, ἄδην ἐλελίζετο πάντῃ.
539καί ῥα μέγα στονάχησε καὶ ἴαχε παρθένος ἐσθλή ·
540“ἆ δειλοί, νῦν βῆμεν ὑπὸ ζόφον · ἀμφὶ γὰρ ἡμῖν
541ἔμπλειον πυρὸς ἄστυ καὶ αἵματος ἠδὲ καὶ οἴτου
542λευγαλέου · πάντῃ δὲ τεράατα δακρυόεντα
543ἀθάνατοι φαίνουσι, καὶ ἐν ποσὶ τέρματ’ὀλέθρου.
544σχέτλιοι, οὐ δέ τι ἴστε κακὸν μόρον, ἀλλ’ἅμα πάντες
12.544aχαίρετ’ἄρ’ἀφραδέοντες, οἳ ἠγάγετ’ἐς πόλιν αὐτοὶ
545Ἀργείων λυγρὸν ἵππον ὃ γὰρ μέγα πῆμα κέκευθεν.
546ἀλλά μοι οὐ πείθεσθ’, οὐ δ’εἰ μάλα πόλλ’ἀγορεύω,
547οὕνεκ’Ἐριννύες ἄκρα γάμου κεχολωμέναι αἰνοῦ
548ἀμφ’Ἑλένης, καὶ Κῆρες ἀμείλιχοι ἀΐσσουσι
549πάντῃ ἀνὰ πτολίεθρον · ἐπ’εἰλαπίνῃ δ’ἀλεγεινῇ
550δαίνυσθ’ὕστατα δόρπα κακῷ πεφορυγμένα λύθρῳ
551ἤδη ἐπιψαύοντες ὁμὴν ὁδὸν εἰδώλοισι”.
552καί τις κερτομέων ὀλοφώιον ἔκφατο μῦθον ·
553“ὦ κούρη Πριάμοιο, τί ἤ νύ σε μάργος ἀνώγει
554γλῶσσα κακοφραδίητ’ἀνεμώλια πάντ’ἀγορεύειν;
555οὐ δέ σε παρθενικὴ καὶ ἀκήρατος ἀμφέχει αἰδώς,
556ἀλλά σε λύσσ’ὀλοὴ περιδέδρομε · τῷ νύ σε πάντες
557αἰὲν ἀτιμάζουσι βροτοὶ πολύμυθον ἐοῦσαν.
558ἔρρε καὶ Ἀργείοισι κακὴν προτιόσσεο φήμην
559ἠδ’αὐτῇ · τάχα γάρ σε καὶ ἀργαλεώτερον ἄλγος
560μίμνει Λαοκόωντος ἀναιδέος · οὐ γὰρ ἔοικεν
561ἀθανάτων φίλα δῶρα δαϊζέμεν ἀφραδέοντα”.
562ὣς ἄρ’ἔφη Τρώων τις ἀνὰ πτόλιν · ὥς δὲ καὶ ἄλλοι
563κούρην μωμήσαντο καὶ οὐ φάσαν ἄρτια βάζειν,
564οὕνεκ’ἄρα σφίσι πῆμα καὶ ἀργαλέον μένος Αἴσης
565ἄγχι παρειστήκει · τοὶ δ’οὐ νοέοντες ὄλεθρον
566κείνην κερτομέοντες ἀπέτρεπον εὐρέος ἵππου ·
567ἦ γάρ οἱ μενέαινε διὰ ξύλα πάντα κεδάσσαι,
568ἠὲ καταπρῆσαι μαλερῷ πυρί · το- τοὔνεκα πεύκης
569αἰθομένης ἔτι δαλὸν ἀπ’ἐσχαρεῶνος ἑλοῦσα
570ἔσσυτο μαιμώωσ’· ἑτέρῃ δ’ἐν χειρὶ φέρεσκεν
571ἀμφίτυπον βουπλῆγα · λυγροῦ δ’ἐπεμαίετο ἵππου,
572ὄφρα λόχον στονόεντα καὶ ἀμφαδὸν ἀθρήσωσι
573Τρῶες · τοὶ δέ οἱ αἶψα χερῶν ἀπὸ νόσφι βαλόντες
574πῦρ ὀλοόντε σίδηρον, ἀκηδέες ἐντύνοντο
575δαῖτα λυγρήν · μάλα γάρ σφας ἐπήιεν ὑστατίη νύξ.
576Ἀργεῖοι δ’ἔντοσθεν ἐγήθεον εἰσαΐοντες
577δαινυμένων ὅμαδον κατὰ Ἴλιον οὐ δ’ἀλεγόντων
578Κασσάνδρης, τήν ῥ’αὐτοὶ ἐθάμβεον, ὡς ἐτέτυκτο
579ἀτρεκέως εἰδυῖα νόον καὶ μῆτιν Ἀχαιῶν.
580ἡ δ’ἅτε πόρδαλις ἔσσυτ’ἐν οὔρεσιν ἀσχαλόωσα,
581ἥντ’ἀπὸ μεσσαύλοιο κύνες μογεροίτε νομῆες
582σεύοντ’ἐσσυμένως, ἡ δ’ἄγριον ἦτορ ἔχουσα
583ἐντροπαλιζομένη ἀναχάζεται τειρομένη περ ·
584ὣς ἥ εὐρέος ἵππου ἀπέσσυτο τειρομένη κῆρ
585Τρώων ἀμφὶ φόνῳ · μάλα γὰρ μέγα δέχνυτο πῆμα.