Posthomerica, 8
ἦμος δ’ἠελίοιο φάος περικίδνατο γαῖαν
2ἐκ περάτων ἀνιόντος, ὅθι σπέος Ἠριγενείης,
3δὴ τότε που Τρῶες καὶ Ἀχαιῶν ὄβριμοι υἷες
4θωρήσσονθ’ἑκάτερθεν ἐπειγόμενοι ποτὶ δῆριν ·
5καὶ τοὺς μὲν πάϊς ἐσθλὸς Ἀχιλλέος ὀτρύνεσκεν
6ἀντιάαν Τρώεσσιν ἀταρβέα θυμὸν ἔχοντας,
7τοὺς δ’ἄρα Τηλεφίδαο μέγα σθένος · ἦ γὰρ ἐώλπει
8τεῖχος μὲν χαμάδις βαλέειν νῆάςτ’ἀμαθῦναι
9ἐν πυρὶ λευγαλέῳ, λαοὺς δ’ὑπὸ χερσὶ δαΐξαι.
10ἀλλά οἱ ἐλπωρὴ μὲν ἔην ἐναλίγκιος αὔρῃ
11μαψιδίῃ · κῆρες δὲ μάλα σχεδὸν ἑστηυῖαι
12πολλὸν καγχαλάασκον ἐτώσια μητιόωντι.
13καὶ τότε Μυρμιδόνεσσιν Ἀχιλλέος ἄτρομος υἱὸς
14θαρσαλέον φάτο μῦθον ἐποτρύνων πονέεσθαι ·
15“κέκλυτέ μευ, θεράποντες, ἀρήϊον ἐν φρεσὶ θυμὸν
16θέντες, ἵν’Ἀργείοισιν ἄκος πολέμου ἀλεγεινοῦ
17δυσμενέεσσι δὲ πῆμα γενώμεθα · μη δέ τις ἡμέων
18ταρβείτω · κρατερὴ γὰρ ἄδην ἐκ θάρσεος ἀλκὴ
19γίνεται ἀνθρώποισι · δέος δὲ βίην ἀμαθύνει
20καὶ νόον · ἀλλ’ἄγε πάντες ἐς Ἄρεα καρτύνασθε,
21ὄφρα μὴ ἀμπνεύσῃ Τρώων στρατός, ἀλλ’Ἀχιλῆα
22φαίη ἔτι ζώοντα μετέμμεναι Ἀργείοισιν”.
23ὣς εἰπὼν ὤμοισι πατρώια δύσατο τεύχη
24πάντοθε μαρμαίροντα · Θέτις δ’ἠγάλλετο θυμῷ
25ἐξ ἁλὸς εἰσορόωσα μέγα σθένος υἱωνοῖο.
26καί ῥα θοῶς οἴμησε πρὸ τείχεος αἰπεινοῖο
27ἐμβεβαὼς ἵπποισιν ἑοῦ πατρὸς ἀθανάτοισιν ·
28οἷος δ’ἐκ περάτων ἀναφαίνεται ὠκεανοῖο
29ἠέλιος θηητὸν ἐπὶ χθόνα πῦρ ἀμαρύσσων,
30πῦρ, ὅτε οἱ πώλοισι καὶ ἅρματι συμφέρετ’ἀστὴρ
31Σείριος, ὅςτε βροτοῖσι φέρει πολυκηδέα νοῦσον ·
32τοῖος ἐπὶ Τρώων στρατὸν ἤιεν ὄβριμος ἥρως
33υἱὸς Ἀχιλλῆος · φόρεον δέ μιν ἄμβροτοι ἵπποι,
34τούς οἱ ἐελδομένῳ νηῶν ἄπο λαὸν ἐλάσσαι
35ὤπασεν Αὐτομέδων · ὃς γάρ σφεας ἡνιόχευεν ·
36ἵπποι δ’αὖτ’ἐχάρησαν ἑὸν φορέοντες ἄνακτα
37εἴκελον Αἰακίδῃ · τῶν δ’ἄφθιτον ἦτορ ἐώλπει
38ἔμμεναι ἀνέρα κεῖνον Ἀχιλλέος οὔτι χερείω.
39ὣς δὲ καὶ Ἀργεῖοι μέγα καγχαλόωντες ἄγερθεν
40ἀμφὶ Νεοπτολέμοιο βίην ἄμοτον μεμαῶτες
41λευγαλέοις σφήκεσσιν ἐοικότες, οὕςτε κλονήσῃ
42χηραμοῦ ἐκποτέονται, ἐελδόμενοι χρόα θεῖναι
43ἀνδρόμεον, πάντες δὲ περὶ στέγος ὁρμαίνοντες
44τεύχουσιν μέγα πῆμα παρεσσυμένοισι βροτοῖσιν
45ὣς οἵ γ’ἐκ νηῶν καὶ τείχεος ἐξεχέοντο
46μαιμώωντες Ἄρηι · πολὺς δ’ἐστείνετο χῶρος.
47πᾶν πεδίον δ’ἀπάνευθεν ἐλάμπετο τεύχεσι φωτῶν
48ἠελίου καθύπερθεν ἀπείριτα μαρμαίροντος ·
49οἷον δὲ νέφος εἶσι δι’ἠέρος ἀπλήτοιο
50πνοιῇσιν μεγάλῃσιν ἐλαυνόμενον Βορέαο,
51ἦμος δὴ νιφετόςτε πέλει καὶ χείματος ὥρη
52ἀργαλέη, πάντῃ δὲ περιστέφει οὐρανὸν ὄρφνη ·
53ὣς τῶν πλήθετο γαῖα συνερχομένων ἑκάτερθε
54νηῶν βαιὸν ἄπωθε · κόνις δ’εἰς οὐρανὸν εὐρὺν
55πέπτατ’ἀειρομένη · κανάχιζε δὲ τεύχεα φωτῶν,
56σὺν δὲ καὶ ἅρματα πολλά · διεσσύμενοι δ’ἐπὶ μῶλον
57ἵπποι ἐπεχρεμέτιζον · ἐὴ δ’ἐκέλευεν ἕκαστον
58ἀλκὴ ἀνιηρὴν ἐς φύλοπιν ὀτρύνουσα.
59ὡς δ’ὅτε κύματα μακρὰ δύο κλονέουσιν ἀῆται
60σμερδαλέον βρομέοντες ἀνὰ πλατὺ χεῦμα θαλάσσης
61ἔκποθεν ἀλλήλοισι περιρρηγνύντες ἀέλλας,
62ὁππότε χεῖμ’ἀλεγεινὸν ἀν’εὐρέα βένθεα πόντου
63μαίνετ’, ἀμαιμακέτη δὲ περιστένει Ἀμφιτρίτη
64κύμασι λευγαλέοισι, τὰ δ’ἄλλοθεν ἄλλα φέρονται
65οὔρεσιν ἠλιβάτοισιν ἐοικότα, τῶν δ’ἀλεγεινὴ
66ὀρνυμένων ἑκάτερθε πέλει κατὰ πόντον ἰωή ·
67ὣς οἳ γ’ἀμφοτέρωθεν ἐπ’Ἄρεα συμφορέοντο
68σμερδαλέον μεμαῶτες · ἔρις δ’ὀρόθυνε καὶ ἀλκὴ.
69σὺν δ’ἔβαλον βροντῇσιν ἐοικότες ἤ στεροπῇσιν,
70αἵτε μέτα κτυπέουσι δι’ἠέρος, ὁππότ’ἀῆται
71λάβροι ἐριδμαίνωσι, καὶ ὁππότε λάβρον ἀέντες
72σὺν νέφεα ῥήξωσι Διὸς μέγα χωομένοιο
73ἀνδράσιν, οἵτ’ἐρίτιμον ὑπὲρ Θέμιν ἔργα κάμωνται ·
74ὣς οἵ γ’ἀλλήλοισιν ἐπέχραον · ἔγχεϊ δ’ἔγχος
75συμφέρετ’, ἀσπίδι δ’ἀσπίς, ἐπ’ἀνέρα δ’ἤιεν ἀνὴρ.
76πρῶτος δ’ὄβριμος υἱὸς ἐϋπτολέμου Ἀχιλῆος
77δάμνατ’ἐῢν Μελανῆα καὶ ἀγλαὸν Ἀλκιδάμαντα
78υἷας Ἀλεξινόμοιο δαΐφρονος, ὅςτ’ἐνὶ κοίλῃ
79Καύνῳ ναιετάασκε διειδέος ἀγχόθι λίμνης
80Ἴμβρῳ ὑπὸ νιφόεντι παραὶ ποσὶ Ταρβήλοιο.
81κτεῖνε δὲ Κασσάνδροιο θοὸν ποσὶ παῖδα Μένητα,
82ὃν τέκε δῖα Κρέουσα παρὰ προχοῇς ποταμοῖο
83Λίνδου ἐϋρρείταο, μενεπτολέμων ὅθι Καρῶν
84πείρατα καὶ Λυκίης ἐρικυδέος ἄκρα πέλονται.
85εἷλε δ’ἄρ’αἰχμητῆρα Μόρυν Φρυγίηθε μολόντα ·
86τῷ δ’ἄρ’ὁμῶς Πόλυβόντε καὶ Ἱππομέδοντα κατέκτα,
87τὸν μὲν ὑπὸ κραδίην, τὸν δ’ἐς κληῖδα τυχήσας ·
88δάμνατο δ’ἄλλοθεν ἄλλον · ἐπέστενε δ’αἶα νέκυσσι
89Τρώων · οἱ δ’ὑπόεικον ἐοικότες αὐαλέοισι
90θάμνοις, οὓς ὀλοοῖο πυρὸς κατεδάμνατ’ἀϋτμὴ
91ῥηιδίως ἐπιόντος ὀπωρινοῦ Βορέαο ·
92ὣς τοῦ ἐπεσσυμένοιο κατηρείποντο φάλαγγες.
93Αἰνείας δ’ἐδάμασσεν Ἀριστόλοχον μενεχάρμην
94πλήξας χερμαδίῳ κατὰ κράατος · ἐν δ’ἄρ’ἔθλασσεν
95ὀστέα σὺν πήληκι · λίπεν δ’ἄφαρ ὀστέα θυμός.
96Τυδείδης δ’Εὔμαιον ἕλεν θοόν, ὅς ῥάτ’ἔναιε
97Δάρδανον αἰπήεσσαν, ἵν’Ἀγχίσαο πέλονται
98εὐναί, ὅπου Κυθέρειαν ἐν ἀγκοίνῃσι δάμασσεν.
99ἔνθ’Ἀγαμέμνων κτεῖνεν ἐῢν Στράτον · οὐ δ’ὅ γε Θρῄκην
100ἵκετ’ἀπὸ πτολέμοιο, φίλης δ’ἑκὰς ἔφθιτο πάτρης.
101Μηριόνης δ’ἐδάμασσε Χλέμον Πεισήνορος υἷα
102ἀντιθέου Γλαύκοιο φίλον καὶ πιστὸν ἑταῖρον
103ὅς ῥάτε ναιετάασκε παρὰ προχοῇς Λιμύροιο,
104καί ῥά μιν ὡς βασιλῆα περικτίονες τίον ἄνδρες
105Γλαύκου ἀποκταμένοιο καὶ οὐκέτι κοιρανέοντος,
106πάντες, ὅσοι Φοίνικος ἕδος περὶ πάγχυ νέμοντο
107αἰπύτε Μασσικύτοιο ῥίον ῥωχμόντε Χιμαίρης.
108ἄλλος δ’ἄλλον ἔπεφνε κατὰ μόθον · ἐν δ’ἄρα τοῖσιν
109Εὐρύπυλος πολέεσσι κακὰς ἐπὶ κῆρας ἴαλλε
110δυσμενέσιν · πρῶτον δὲ μενεπτόλεμον κατέπεφνεν
111Εὔρυτον, αὐτάρ ἔπειτα Μενοίτιον αἰολομίτρην,
112ἀντιθέους ἑτάρους Ἐλεφήνορος · ἀμφὶ δ’ἄρα σφὶν
113Ἅρπαλον, ὅς ῥ’Ὀδυσῆος ἐΰφρονος ἔσκεν ἑταῖρος ·
114ἀλλ’ὁ μὲν οὖν ἀπάτερθεν ἔχεν πόνον, οὐ δ’ἐπαμύνειν
115ἔσθενεν ᾧ θεράποντι δεδουπότι · τοῦ δ’ἄρ’ἑταῖρος
116Ἄντιφος ὀβριμόθυμος ἀποκταμένοιο χολώθη,
117καὶ βάλεν Εὐρυπύλοιο καταντίον · ἀλλά μιν οὔτι
118οὔτασεν, οὕνεκά οἱ κρατερόν δόρυ τυτθὸν ἄπωθεν
119ἔμπεσε Μελανίωνι δαΐφρονι, τόν ποτε μήτηρ
120γείνατο πὰρ προχοῇσιν ἐϋρρείταο Καΐκου
121Κλείτη καλλιπάρῃος ὑποδμηθεῖσ’Ἐρυλάῳ.
122Εὐρύπυλος δ’ἑτάροιο χολωσάμενος κταμένοιο
123Ἀντίφῳ αἶψ’ἐπόρουσεν · ὁ δ’ἔκφυγε ποσσὶ θοοῖσιν
124ἐς πληθὺν ἑτάρων · κρατερὸν δέ μιν οὔτι δάμασσεν
125ἔγχος Τηλεφίδαο δαΐφρονος, οὕνεκ’ἔμελλεν
126ἀργαλέως ὀλέεσθαι ὑπ’ἀνδροφόνοιο Κύκλωπος
127ὕστερον · ὣς γάρ που στυγερῇ ἐπιήνδανε Μοίρῃ.
128Εὐρύπυλος δ’ἑτέρωθεν ἐπῴχετο · τοῦ δ’ὑπὸ δουρὶ
129αἰὲν ἐπεσσυμένοιο κατήριπε πουλὺς ὅμιλος ·
130ἠΰτε δένδρεα μακρὰ βίῃ δμηθέντα σιδήρου
131οὔρεσιν ἐν λασίοισιν ἀναπλήσωσι φάραγγας
132κεκλιμέν’ἄλλοθεν ἄλλα κατὰ χθονός · ὣς ἄρ’Ἀχαιοὶ
133δάμναντ’Εὐρυπύλοιο δαΐφρονος ἐγχείῃσι,
134μέσφ’ὅτε οἱ κίεν ἄντα μέγα φρονέων ἐνὶ θυμῷ
135υἱὸς Ἀχιλλῆος. τώ δ’ἄμφω δούρατα μακρὰ
136ἐν παλάμῃσι τίνασσον ἐπί σφισι μαιμώωντες ·
137Εὐρύπυλος δέ ἑ πρῶτος ἀνειρόμενος προσέειπε ·
138“τίς πόθεν εἰλήλουθας ἐναντίον ἄμμι μάχεσθαι;
139ἦ σε πρὸς Ἄϊδα Κῆρες ἀμείλικτοι φορέουσιν ·
140οὐ γάρ τίς μ’ὑπάλυξεν ἐν ἀργαλέῃ ὑσμίνῃ ·
141ἀλλά μοι ὅσσοι ἔναντα λιλαιόμενοι μαχέσασθαι
142δεῦρο κίον, πάντεσσι φόνον στονόεντ’ἐφέηκα
143ἀργαλέως, πάντων δὲ παρὰ Ξάνθοιο ῥέεθρα
144ὀστέατε σάρκαςτε κύνες διὰ πάντ’ἐδάσαντο.
145ἀλλά μοι εἰπέ, τίς ἐσσι, τίνος δ’ἐπαγάλλεαι ἵπποις”;
146ὣς φάμενον προσέειπεν Ἀχιλλέος ὄβριμος υἱός ·
147“τίπτε μ’ἐπισπεύσοντα ποτὶ κλόνον αἱματόεντα
148ἐχθρὸς ἐὼν ὡς εἴτε φίλα φρονέων ἐρεείνεις
149εἰπέμεναι γενεήν, ἥνπερ μάλα πολλοὶ ἴσασιν;
150υἱὸς Ἀχιλλῆος κρατερόφρονος, ὅςτε τοκῆα
151σεῖο πάροιθ’ἐφόβησε βαλὼν περιμήκεϊ δουρί ·
152καί νύ κέ μιν θανάτοιο κακαὶ περὶ Κῆρες ἔμαρψαν,
153εἰ μή οἱ στονόεντα θοῶς ἰήσατ’ὄλεθρον.
154ἵπποι δ’, οἳ φορέουσιν, ἐμοῦ πατρὸς ἀντιθέοιο,
155οὓς τέκεθ’Ἅρπυια Ζεφύρῳ πάρος εὐνηθεῖσα,
156οἵτε καὶ ἀτρύγετον πέλαγος διὰ ποσσὶ θέουσιν
157ἀκρονυχὶ ψαύοντες, ἴσον δ’ἀνέμοισι φέρονται.
158νῦν δ’ἐπεὶ οὖν γενεὴν ἐδάη ἵππωντε καὶ αὐτοῦ,
159καὶ δόρατος πείρησαι ἀτειρέος ἡμετέροιο
160γνώμεναι ἄντα βίην · γενεὴ δέ οἱ ἐν κορυφῇσι
161Πηλίου αἰπεινοῖο τομὴν ὅθι λεῖπε καὶ ὕλην”.
162ἦ ῥα καὶ ἐξ ἵππων χαμάδις θόρε κύδιμος ἀνήρ
163πάλλων ἐγχείην περιμήκετον · ὃς δ’ἑτέρωθεν
164χερσὶν ὑπὸ κρατερῇσιν ἀπειρεσίην λάβε πέτρην,
165καί ῥα Νεοπτολέμοιο κατ’ἀσπίδος ἧκε φέρεσθαι
166χρυσείης. τὸν δ’οὔτι προσεσσυμένη στυφέλιξεν,
167ἀλλ’ἅτε πρὼν εἱστήκει ἀπείριτος οὔρεϊ μακρῷ,
168τόν ῥα διιπετέων ποταμῶν μένος οὐ δ’ἅμα πάντων
169ἄψ ὦσαι δύναται, ὁ γὰρ ἔμπεδον ἐρρίζωται ·
170ὣς μένεν ἄτρομος αἰὲν Ἀχιλλέος ὄβριμος υἱός.
171ἀλλ’οὐ δ’ὣς τάρβησε θρασὺ σθένος Εὐρυπύλοιο
172ἄσχετον υἷ’Ἀχιλῆος, ἐπεί ῥά μιν ὀτρύνεσκε
173θάρσος ἐὸν καὶ κῆρες · ὑπὸ κραδίῃσι δὲ θυμὸς
174ἔζεεν ἀμφοτέροισι · περὶ σφίσι δ’αἰόλα τεύχη
175ἔβραχεν · οἱ δ’ἅτε θῆρες ἐπῄεσαν ἀλλήλοισι
176σμερδαλέοι, τοῖσίντε κατ’οὔρεα δῆρις ἀέξει,
177ὁππότε λευγαλέῳ λιμῷ βεβολημένοι ἦτορ
178ἢ βοὸς ἢ ἐλάφοιο περὶ κταμένου πονέωνται
179ἄμφω παιφάσσοντες, ἐπικτυπέουσι δὲ βῆσσαι
180μαρναμένων · ὣς οἴ γε συνῄεσαν ἀλλήλοισι
181δῆριν συμφορέοντες ἀμείλιχον. ἀμφὶ δὲ μακραὶ
182λαῶν ἀμφοτέρωθεν ἄσην πονέοντο φάλαγγες
183ἐς μόθον · ἀργαλέη δὲ περὶ σφίσι δῆρις ὀρώρει.
184οἱ δ’ἀνέμων ῥιπῇσιν ἐοικότες αἰψηρῇσι
185σύν ῥ’ἔβαλον μελίῃσι μεμαότες αἷμα κεδάσσαι
186ἀλλήλων · τοὺς δ’αἰὲν ἐποτρύνεσκεν Ἐνυὼ
187ἐγγύθεν ἱσταμένη · τοὶ δ’οὐκ ἀπέληγον ὀμοκλῆς,
188ἀλλά σφεας ἐδάϊζον ἐς ἀσπίδας, ἄλλοτε δ’αὖτε
189οὔταζον κνημῖδας ἰδ’ὑψιλόφους τρυφαλείας ·
190καί τις καὶ χροὸς ἥψατ’ἐπεὶ πόνος αἰνὸς ἔπειγε
191θαρσαλέους ἥρωας · ἔρις δ’ἐπετέρπετο θυμῷ
192κείνους εἰσορόωσα · πολὺς δ’ἐξέρρεεν ἱδρὼς
193ἀμφοτέρων · οἱ δ’αἰὲν ἐκαρτύνοντο μένοντες ·
194ἄμφω γὰρ μακάρων ἔσαν αἵματος · οἱ δ’ἀπ’Ὀλύμπου —
195οἱ μὲν γὰρ κύδαινον Ἀχιλλέος ὄβριμον υἷα,
196οἱ δ’αὖτ’Εὐρύπυλον θεοειδέα · τοὶ δ’ἑκάτερθεν
197μάρναντ’ἀκμήτοισιν ἐειδόμενοι σκοπέλοισιν
198ἠλιβάτων ἀρέων · μέγα δ’ἔβραχον ἀμφοτέρωθεν
199θεινόμεναι μελίῃσι θάμ’ἀσπίδες · ὀψὲ δὲ μακρὴ
200Πηλιὰς Εὐρυπύλοιο διήλυθεν ἀνθερεῶνος
201πολλὰ πονησαμένη · τοῦ δ’ἔκχυτο φοίνιον αἷμα
202ἐσσυμένως · ψυχὴ δὲ δι’ἕλκεος ἐξεποτήθη
203ἐκ μελέων ὀλοὴ δὲ κατ’ὀφθαλμῶν πέσεν ὄρφνη.
204ἤριπε δ’ἐν τεύχεσσι κατὰ χθονός, ἠΰτε βλωθρὴ
205ἢ πίτυς ἤ ἐλάτη κρυεροῦ Βορέαο βίηφιν
206ἐκ ῥιζέων ἐριποῦσα · τόσην ἐπικάππεσε γαῖαν
207Εὐρυπύλοιο δέμας · μέγα δ’ἔβραχε Τρώιον οὖδας
208καὶ πεδίον. χλοερὴ δὲ θοῶς κατεχεύατο νεκρῷ
209ἀχροίη καὶ καλὸν ἀπημάλδυνεν ἔρευθος.
210τῷ δ’ἐπικαγχαλόων μεγάλ’εὔχετο καρτερός ἥρως ·
211“Εὐρύπυλ’, ἦπου ἔφης Δαναῶν νέας ἠδὲ καὶ αὐτοὺς
212δῃώσειν καὶ πάντας ὀϊζυρῶς ἀπολέσσειν
213ἡμέας · ἀλλὰ σοὶ οὔτι θεοὶ τελέεσκον ἐέλδωρ,
214ἀλλ’ὑπ’ἐμοί δ’ἐδάμασσε καὶ ἀκάματόν περ ἐόντα
215πατρὸς ἐμοῖο μέγ’ἔγχος, ὅπερ βροτὸς οὔτις ἀλύξει
216ἡμῖν ἄντα μολὼν οὐ δ’εἰ παγχάλκεος ἦεν”.
217ἦ ῥα καὶ ἐκ νέκυος περιμήκετον εἴρυσεν αἰχμὴν
218ἐσσυμένως · Τρῶες δὲ μέγ’ἔτρεσαν εἰσορόωντες
219ἀνέρα καρτερόθυμον · ὁ δ’αὐτίκα τεύχε’ἀπούρας
220δῶκε θοοῖς ἑτάροισι φέρειν ποτὶ νῆας Ἀχαιῶν ·
221αὐτὸς δ’ἐς θοὸν ἅρμα θορὼν καὶ ἀτειρέας ἵππους
222ἤιεν, οἷόςτ’εἶσι δι’αἰθέρος ἀπλήτοιο
223ἐκ Διὸς ἀκαμάτοιο σὺν ἀστεροπῇσι κεραυνός,
224ὅντε περιτρομέουσι καὶ ἀθάνατοι κατιόντα
225νόσφι Διὸς μεγάλοιο, ὁ δ’ἐσσύμενος ποτὶ γαῖαν
226δένδρεάτε ῥήγνυσι καὶ οὔρεα παιπαλόεντα ·
227ὣς ὁ θοῶς Τρώεσσιν ἐπέσσυτο πῆμα κορύσσων ·
228δάμνατο δ’ἄλλοθεν ἄλλος, ὅσους κίχον ἄμβροτοι ἵπποι ·
229πλήθετο δὲ χθονὸς οὖδας, ἄδην δ’ἐρυθαίνετο λύθρῳ.
230ὡς δ’ὅτε μυρία φύλλα κατ’οὔρεος ἐν βήσσῃσι
231ταρφέα πεπτηῶτα χυτὴν κατὰ γαῖαν ἐρέψῃ ·
232ὣς Τρώων τότε λαὸς ἀάσπετος ἐν χθονὶ κεῖτο
233χερσὶ Νεοπτολέμοιο καὶ Ἀργείων ἐριθύμων,
234ὧν ἄπλετον μετὰ χερσὶν ὑπέρρεεν αἷμα κελαινὸν
235ἀνδρῶν ἠδ’ἵππων · μάλα δ’ἄντυγες ἀμφ’ὀχέεσσι
236κινύμεναι δεύοντο περὶ στροφάλιγξιν ἑῇσι.
237καί νύ κε Τρώιοι υἷες ἔσω πυλέων ἀφίκοντο,
238πόρτιες εὖτε λέοντα φοβεύμεναι ἢ σύες ὄμβρον,
239εἰ μὴ Ἄρης ἀλεγεινὸς ἀρηγέμεναι μενεαίνων
240Τρωσὶ φιλοπτολέμοισι κατήλυθεν Οὐλύμποιο
241κρύβδ’ἄλλων μακάρων · φόρεον δέ μιν ἐς μόθον ἵπποι
242αἴθων καὶ Φλόγιος, Κόναβος δ’ἐπὶ τοῖσι Φόβοςτε,
243τοὺς Βορέῃ κελάδοντι τέκε βλοσυρῶπις Ἐριννὺς
244πῦρ ὀλοὸν πνείοντας · ὑπέστενε δ’αἰόλος αἰθὴρ
245ἐσσυμένων ποτὶ δῆριν. ὁ δ’ὀτραλέως ἀφίκανεν
246ἐς Τροίην · ὑπὸ δ’αἶα μέγ’ἔκτυπε θεσπεσίοισιν
247ἵππων ἀμφὶ πόδεσσι · μολὼν δ’ἄγχιστα κυδοιμοῦ
248πῆλε δόρυ βριαρόν · μέγα δ’ἴαχε Τρωσὶ κελεύων
249ἀντιάαν δηίοισι κατὰ κλόνον · οἱ δ’ἀΐοντες
250θεσπεσίην ὄπα πάντες ἐθάμβεον · οὐ γὰρ ἴδοντο
251ἄμβροτον ἀθανάτοιο θεοῦ δέμας οὐ δὲ μὲν ἵππους ·
252ἠέρι γὰρ κεκάλυπτο. νόησε δὲ θέσκελον αὐδὴν
253ἔκποθεν ἀΐσσουσαν ἄδην εἰς οὔατα Τρώων
254ἀντιθέου Ἑλένοιο κλυτὸς νόος · ἐν δ’ἄρα θυμῷ
255γήθησεν καὶ λαὸν ἀπεσσύμενον μέγ’ἀΰτει ·
256“ἆ δειλοί, τί φέβεσθε φιλοπτολέμου Ἀχιλῆος
257υἱέα θαρσαλέον; θνητός νύ τίς ἐστι καὶ αὐτός,
258οὐ δέ οἱ ἶσον Ἄρηι πέλει σθένος, ὃς μέγ’ἀρήγει
259ἧμιν ἐελδομένοισι · βοᾷ δ’ὅ γε μακρὰ κελεύων
260μάρνασθ’Ἀργείοισι κατὰ κλόνον · ἀλλ’ἄγε θυμῷ
261τλῆτε φίλοι καὶ θάρσος ἐνὶ στήθεσσι βάλεσθε ·
262οὐ γὰρ ἀμείνονα Τρωσὶν ὀΐομαι ἄλλον ἱκέσθαι
263ἀλκτῆρα πτολέμοιο · τί γὰρ ποτὶ δῆριν Ἄρηος
264λώιον, εὖτε βροτοῖσι κορυσσομένοις ἐπαμύνει;
265ὅς νῦν ἧμιν ἵκανεν ἐπίρροθος · ἀλλὰ καὶ αὐτοὶ
266μνήσασθε πτολέμοιο, δέος δ’ἀπὸ νόσφι βάλεσθε”.
267ὣς φάτο · τοὶ δ’ἵσταντο καταντίον Ἀργείοισιν ·
268ἠΰτ’ἐνὶ ξυλόχοισι κύνες κατέναντα λύκοιο
269φεύγοντες τὸ πάροιθε βίην τρέψωσι μάχεσθαι
270ταρφέα μηλονόμοιο παροτρύνοντος ἔπεσσιν ·
271ὣς ἄρα Τρώιοι υἷες ἀνὰ μόθον αἰνὸν Ἄρηος
272δείματος ἐκτὸς ἔσαν · κατὰ δ’ἀντίον ἀνέρος ἀνὴρ
273μάρνατο θαρσαλέως · περὶ δ’ἔκτυπεν ἔντεα φωτῶν
274θεινόμενα ξιφέεσσι καὶ ἔγχεσι καὶ βελέεσσιν ·
275αἰχμαὶ δ’ἐς χρόα δῦνον · ἐδεύετο δ’αἵματι πολλῷ
276δεινὸς Ἄρης · ὀλέκοντο δ’ἀνὰ μόθον ἄλλος ἐπ’ἄλλῳ
277μαρναμένων ἑκάτερθε · μάχη δ’ἔχεν ἶσα τάλαντα.
278ὡς δ’ὁπότ’αἰζηοὶ μεγάλης ἀνὰ γουνὸν ἀλωῆς
279ὄρχατον ἀμπελόεντα διατμήξωσι σιδήρῳ
280σπερχόμενοι, τῶν δ’ἶσον ἀέξεται εἰς ἔριν ἔργον,
281οὕνεκ’ἴσοι τελέθουσιν ὁμηλικίῃτε βίῃτε ·
282ὣς τῶν ἀμφοτέρωθε μάχης ἀλεγεινὰ τάλαντα
283ἶσα πέλεν · Τρῶες γὰρ ὑπέρβιον ἐνθέμενοι κῆρ
284μίμνον ἀταρβήτοιο πεποιθότες Ἄρεος ἀλκῇ;
285Ἀργεῖοι δ’ἄρα παιδὶ μενεπτολέμου Ἀχιλῆος.
286κτεῖνον δ’ἀλλήλους · ὀλοὴ δ’ἀνὰ μέσσον Ἐνυὼ
287στρωφᾶτ’ἀλγινόεντι λύθρῳ πεπαλαγμένη ὤμους
288καὶ χέρας · ἐκ δέ οἱ αἰνὸς ἀπὸ μελέων ῥέεν ἱδρώς ·
289οὐ δ’ἑτέροισιν ἄμυνεν, ἴσῃ δ’ἐπετέρπετο χάρμῃ
290ἁζομένη φρεσὶν ᾗσι Θέτιν καὶ δῖον Ἄρηα.
291ἔνθα Νεοπτόλεμος τηλεκλειτὸν Περιμήδεα
292δάμναθ’, ὃς οἰκί’ἔναιε παρὰ Σμινθήιον ἄλσος ·
293τῷ δ’ἔπι Κέστρον ἔπεφνε μενεπτόλεμόντε Φάληρον
294καὶ κρατερὸν Περίλαον ἐϋμμελίηντε Μενάλκην,
295ὃν τέκετ’Ἰφιάνασσα παρὰ ζάθεον πόδα Κίλλης
296τεχνήεντι Μέδοντι δαήμονι τεκτοσυνάων ·
297ἀλλ’ὁ μὲν οἴκοι ἔμιμνε φίλῃ ἐνὶ πατρίδι γαίῃ ·
298παιδὸς δ’οὐκ ἀπόνητο · δόμον δέ οἱ ἔργατε πάντα
299χηρωσταὶ μετόπισθεν ἀποφθιμένοιο δάσαντο
300Δηίφοβος δὲ Λύκωνα μενεπτόλεμον κατέπεφνε
301τυτθὸν ὑπὲρ βουβῶνα τυχών · περὶ δ’ἔγχεϊ μακρῷ
302ἔγκατα πάντ’ἐχύθησαν · ὅλη δ’ἐξέσσυτο νηδύς.
303Αἰνείας δὲ Δύμαντα κατέκτανεν, ὃς τὸ πάροιθεν
304Αὐλίδα ναιετάασκε, συνέσπετο δ’Ἀρκεσιλάῳ
305ἐς Τροίην · ἀλλ’οὔτι φίλην πάλιν ἔδρακε γαῖαν.
306Εὐρύαλος δ’ἐδάμασσε βαλὼν ἀλεγεινὸν ἄκοντα
307Ἀστραῖον · τοῦ δ’αἶψα διὰ στέρνοιο ποτήθη
308αἰχμὴ ἀνιηρή, στομάχου δ’ἀπέκερσε κελεύθους
309ἀνέρι κῆρα φέρουσα · μίγη δέ οἱ εἴδατα λύθρῳ.
310τοῦ δ’ἄρα βαιὸν ἄπωθεν ἕλεν μεγάθυμος Ἀγήνωρ
311Ἱππομένην, Τεύκροιο δαΐφρονος ἐσθλὸν ἑταῖρον,
312τύψας ἐς κληῖδα θοῶς · σὺν δ’αἵματι θυμὸς
313ἔκθορεν ἐκ μελέων · ὀλοὴ δέ μιν ἀμφεχύθη νύξ.
314Τεύκρῳ δ’ἔμπεσε πένθος ἀποκταμένου ἑτάροιο,
315καὶ βάλεν ὠκὺν ὀϊστὸν Ἀγήνορος ἄντα τανύσσας ·
316ἀλλά οἱ οὔτι τύχησεν ἀλευαμένου μάλα τυτθόν ·
317ἔμπεσε δ’ἐγγὺς ἐόντι δαΐφρονι Δηιοφόντῃ
318λαιὸν ἐς ὀφθαλμόν, διὰ δ’οὔατος ἐξεπέρησε
319δεξιτεροῦ, γλήνην δὲ διέτμαγεν, οὕνεκα Μοῖραι
320ἀργαλέον βέλος ὦσαν ὅπῃ φίλον · ὃς δ’ἔτι ποσσὶν
321ὀρθὸς ἀνασκαίρεσκε · βαλὼν δ’ὅ γε δεύτερον ἰὸν
322λαιμῷ ἐπερροίζησε · διέθρισε δ’αὐχένος ἶνας
323ἄντικρυς ἀΐξας · τὸν δ’ἀργαλέη κίχε Μοῖρα.
324ἄλλος δ’ἄλλῳ τεῦχε φόνον · κεχάροντο δὲ Κῆρες
325καὶ Μόρος, ἀλγινόεσσα δ’Ἔρις μέγα μαιμώωσα
326ἤϋσεν μάλα μακρόν, Ἄρης δέ οἱ ἀντεβόησε
327σμερδαλέον, Τρώεσσι δ’ἐνέπνευσεν μέγα θάρσος,
328Ἀργείοισι δὲ φύζαν, ἄφαρ δ’ἐλέλιξε φάλαγγας.
329ἀλλ’οὐχ υἷα φόβησεν Ἀχιλλέος · ἀλλ’ὅ γε μίμνων
330μάρνατο θαρσαλέως, ἐπὶ δ’ἔκτανεν ἄλλον ἐπ’ἄλλῳ ·
331ὡς δ’ὅτε τις μυίῃσι περὶ γλάγος ἐρχομένῃσι
332χεῖρα περιρρίψῃ κοῦρος νέος, αἱ δ’ὑπὸ πληγῇ
333τυτθῇ δαμνάμεναι σχεδὸν ἄγγεος ἄλλοθεν ἄλλαι
334θυμὸν ἀποπνείουσι, πάϊς δ’ἐπιτέρπεται ἔργῳ ·
335ὣς ἄρα φαίδιμος υἱὸς ἀμειλίκτου Ἀχιλῆος
336γήθεεν ἀμφὶ νέκυσσι καὶ οὐκ ἀλέγιζεν Ἄρηος
337Τρωσὶν ἐποτρύνοντος · ἐτίνυτο δ’ἄλλοθεν ἄλλον
338λαοῦ ἐπαΐσσοντος · ὅπως δ’ἀνέμοιο θυέλλας
339μίμνῃ ἐπεσσυμένας ὄρεος μεγάλοιο κολώνη,
340ὣς ἄρα μίμνεν ἄτρεστος. Ἄρης δέ οἱ ἐμμεμαῶτι
341χώετο, καί οἱ ἔμελλεν ἐναντία δηριάασθαι
342αὐτὸς ἀπορρίψας ἱερὸν νέφος, εἰ μὴ Ἀθήνη
343ἔκποθεν Οὐλύμποιο θόρεν ποτὶ δάσκιον Ἴδην ·
344ἔτρεμε δὲ χθὼν δῖα καὶ ἠχήεντα ῥέεθρα
345Ξάνθου · τόσσον ἔσεισε · δέος δ’ἀμφέκλασε θυμὸν
346νυμφάων, φοβέοντο δ’ὑπὲρ Πριάμοιο πόληος ·
347τεύχεσι δ’ἀμβροσίοισι περὶ στεροπαὶ ποτέοντο ·
348σμερδαλέοι δὲ δράκοντες ἀπ’ἀσπίδος ἀκαμάτοιο
349πῦρ ἄμοτον πνείεσκον · ἄνω δ’ἔψαυε νέφεσσι
350θεσπεσίη τρυφάλεια. θοῷ δ’ἤμελλεν Ἄρηι
351μάρνασθ’ἐσσυμένως, εἰ μὴ Διὸς ἠῢ νόημα
352ἀμφοτέρους ἐφόβησεν ἀπ’αἰθέρος αἰπεινοῖο
353βροντήσας ἀλεγεινόν. Ἄρης δ’ἀπεχάζετο χάρμης ·
354δὴ γάρ οἱ μεγάλοιο Διὸς διεφαίνετο θυμός ·
355ἵκετο δ’ἐς Θρῄκην δυσχείμερον, οὐ δ’ἔτι Τρώων
356μέμβλετό οἱ κατὰ θυμὸν ὑπέρβιον · οὐ δὲ μὲν ἐσθλὴ
357Παλλὰς ἔτ’ἐν πεδίῳ Τρώων μένεν, ἀλλὰ καὶ αὐτὴ
358ἷξεν Ἀθηναίων ἱερὸν πέδον. οἱ δ’ἔτι χάρμης
359μνώοντ’οὐλομένης · δεύοντο δὲ Τρώιοι υἷες
360ἀλκῆς · Ἀργεῖοι δὲ μέγ’ἱέμενοι πολέμοιο
361χαζομένοισιν ἕποντο κατ’ἴχνιον, ἠΰτ’ἀῆται
362νήεσιν ἐσσυμένῃς ὑπὸ λαίφεσιν εἰς ἁλὸς οἶδμα
363ὄβριμον, ἢ θάμνοισι πυρὸς μένος, ἢ κεμάδεσσιν
364ὀτρηροὶ κατ’ὄρεσφι κύνες λελιημένοι ἄγρης ·
365ὣς Δαναοὶ δηίοισιν ἐπήιον, οὕνεκ’ἄρ’αὐτοὺς
366υἱὸς Ἀχιλλῆος μεγάλῳ δορὶ θαρσύνεσκε
367κτείνων ὅν κε κίχῃσι κατὰ κλόνον · οἱ δ’ἐπὶ φύζαν
368χασσάμενοι κατέδυσαν ἐς ὑψίπυλον πτολίεθρον.
369Ἀργεῖοι δ’ἄρα τυτθὸν ἀνέπνευσαν πολέμοιο
370ἔλσαντες Πριάμοιο κατὰ πτόλιν ἔθνεα Τρώων,
371ἄρνας ὅπως σταθμοῖσιν ἐπ’οἰοπόλοισι νομῆες ·
372ὡς δ’ὁπότ’ἀμπνείωσι βόες μέγα κεκμηῶτες
373ἄχθος ἀνειρύσσαντες ἄνω ποτὶ δύσβατον ἄκρην
374πυκνὸν ἀνασθμαίνοντες ὑπὸ ζυγόν · ὥς ἄρ’Ἀχαιοὶ
375ἄμπνεον ἐν τεύχεσσι κεκμηκότες. ἀμφὶ δὲ πύργους
376μάρνασθαι μεμαῶτες ἐκυκλώσαντο πόληα ·
377οἱ δ’ἄρ’ἑῇσι πύλῃσιν ἐπειρύσσαντες ὀχῆας
378ἐν τείχεσσιν ἔμιμνον ἐπεσσυμένων μένος ἀνδρῶν.
379ὡς δ’ὅτε μηλοβοτῆρες ἐνὶ σταθμοῖσι μένωσι
380λαίλαπα κυανέην, ὅτε χείματος ἦμαρ ἵκηται
381λάβρον ὁμοῦ στεροπῇσι καὶ ὕδατι καὶ νιφάδεσσι
382ταρφέσιν, οἱ δὲ μάλ’οὔτι λιλαιόμενοί περ ἱκέσθαι
383ἐς νομὸν ἀΐσσουσιν, ἄχρις μέγα λωφήσειε
384χεῖμα καὶ εὐρύποροι ποταμοὶ μεγάλα βρομέοντες ·
385ὣς οἵ γ’ἐν τείχεσσι μένον τρομέοντες ὁμοκλὴν
386δυσμενέων · λαοὶ δὲ θοῶς ἐπέχυντο πόληι.
387ὡς δ’ὁπότε ψῆρες τανυσίπτεροι ἠὲ κολοιοὶ
388καρπῷ ἐλαϊνέῳ θαμέες περὶ πάγχυ πέσωσι
389βρώμης ἱέμενοι θυμηδέος, οὐ δ’ἄρα τούς γε
390αἰζηοὶ βοόωντες ἀποτρωπῶσι φέβεσθαι,
391πρὶν φαγέειν, λιμὸς γὰρ ἀναιδέα θυμὸν ἀέξει ·
392ὣς Δαναοὶ Πριάμοιο τότ’ἀμφεχέοντο πόληι
393ὄβριμοι · ἐν δὲ πύλῃσι πέσον μεμαῶτες ἐρύσσαι
394ἔργον ἀπειρέσιον κρατερόφρονος Ἐννοσιγαίου.
395Τρῶες δ’οὐ λήθοντο μάχης μάλα περ δεδιῶτες,
396ἀλλὰ καὶ ὥς πύργοισιν ἐφεσταότες πονέοντο
397νωλεμές · ἰοὶ δ’αἰὲν ἐϋδμήτων ἀπὸ τειχέων
398θρῶσκον ὁμῶς λάεσσι καὶ αἰγανέῃσι θοῇσι
399δυσμενέων ἐς ὅμιλον, ἐπεί σφισι τλήμονα Φοῖβος
400ἧκε βίην · ἔτι γάρ οἱ ἀμύνειν ἤθελε θυμὸς
401Τρωσὶν ἐϋπτολέμοισι καὶ Ἕκτορος οἰχομένοιο.
402ἔνθ’ἄρα Μηριόνης στυγερὸν προέηκε βέλεμνον
403καὶ βάλε Φυλοδάμαντα φίλον κρατεροῖο Πολίτεω
404τυτθὸν ὑπὸ γναθμοῖο · πάγη δ’ὑπὸ λαιμὸν ὀϊστός.
405κάππεσε δ’αἰγυπιῷ ἐναλίγκιος, ὅντ’ἀπὸ πέτρης
406ἰῷ ἐϋγλώχινι βαλὼν αἰζηὸς ὀλέσσῃ ·
407ὣς ὁ θοῶς πύργοιο κατήριπεν αἰπεινοῖο ·
408γυῖα δέ οἱ λίπε θυμός · ἐπέβραχε δ’ἔντεα νεκρῷ.
409τῷ δ’ἐπικαγχαλόων υἱὸς κρατεροῖο Μόλοιο
410ἄλλον ἀφῆκεν ὀϊστὸν ἐελδόμενος μέγα θυμῷ
411υἷα βαλεῖν Πριάμοιο πολυτλήτοιο Πολίτην ·
412ἀλλ’ὁ μὲν αἶψ’ἀλέεινε παρακλίνας ἑτέρωσε
413ὅν δέμας, οὐ δέ οἱ ἰὸς ἐπὶ χρόα καλὸν ἴαψεν.
414ὡς δ’ὅθ’ἁλὸς κατὰ βένθος ἐπειγομένης νεὸς οὔρῳ
415ναύτης παιπαλόεσσαν ἰδὼν ἐν χεύματι πέτρην
416νῆα παρατρέψῃ λελιημένος ἐξυπαλύξαι
417χειρὶ παρακλίνας οἰήιον, ᾗχί ἑ θυμὸς
418ὀτρύνει, τυτθὴ δὲ βίη μέγα πῆμ’ἀπερύκει ·
419ὣς ἄρ’ὅ γε προϊδὼν ὀλοὸν βέλος ἔκφυγε πότμον.
420οἱ δ’αἰεὶ μάρναντο · λύθρῳ δ’ἐρυθαίνετο τείχη
421πύργοιθ’ὑψηλοὶ καὶ ἐπάλξιες, ᾗχίτε Τρῶες
422ἰοῖσι κτείνοντο πολυσθενέων ὑπ’Ἀχαιῶν ·
423οὐ δὲ μὲν οἵ γ’ἀπάνευθε πόνων ἔσαν, ἀλλ’ἄρα καὶ τῶν
424πολλοὶ γαῖαν ἔρευθον · ὀρώρει δ’αἰπὺς ὄλεθρος
425βαλλομένων ἑκάτερθε · λυγρὴ δ’ἐπετέρπετ’Ἐνυὼ
426δῆριν ἐπικλονέουσα κασιγνήτη Πολέμοιο.
427καί νύ κε δὴ ῥήξαντο πύλας καὶ τείχεα Τροίης
428Ἀργεῖοι, μάλα γάρ σφιν ἀάσπετον ἔπλετο κάρτος,
429εἰ μὴ ἄρ’αἶψ’ἐβόησεν ἀγακλειτὸς Γανυμήδης
430οὐρανοῦ ἐκκατιδών · μάλα γὰρ περιδείδιε πάτρης ·
431“Ζεῦ πάτερ, εἰ ἐτεόν γε τεῆς ἔξ εἰμι γενέθλης,
432σῇσι δ’ὑπ’ἐννεσίῃσι λιπὼν ἐρικυδέα Τροίην
433εἰμὶ μετ’ἀθανάτοισι, πέλει δέ μοι ἄμβροτος αἰών,
434τῷ μευ νῦν ἐσάκουσον ἀκηχεμένου μέγα θυμῷ ·
435οὐ γὰρ τλήσομαι ἄστυ καταιθόμενον προσιδέσθαι
436οὐ δ’ἄρ’ἀπολλυμένην γενεὴν ἐν δηιοτῆτι
437λευγαλέῃ, τῆς οὔ τι χερειότερον πέλει ἄλγος ·
438σοὶ δὲ καὶ εἰ μέμονε κραδίη τάδε μηχανάασθαι,
439ἔρξον ἐμεῦ ἄπο νόσφιν · ἐλαφρότερον δέ μοι ἄλγος
440ἔσσεται, ἢν μὴ ἔγωγε μετ’ὄμμασιν οἷσιν ἴδωμαι ·
441κεῖνο γὰρ οἴκτιστον καὶ κύντατον, ὁππότε πάτρην
442δυσμενέων παλάμῃσιν ἐρειπομένην τις ἴδηται”.
443ἦ ῥα μέγα στενάχων Γανυμήδεος ἀγλαὸν ἦτορ.
444καὶ τότ’ἄρα Ζεὺς αὐτὸς ἀπειρεσίοις νεφέεσσι
445νωλεμέως ἐκάλυψε κλυτὴν Πριάμοιο πόληα ·
446ἠχλύνθη δὲ μάχη φθισίμβροτος · οὐ δέ τις ἀνδρῶν
447ἐξιδέειν ἐπὶ τεῖχος ἔτ’ἔσθενεν, ᾗχι τέτυκτο ·
448ταρφέσι γὰρ νεφέεσσι διηνεκέως κεκάλυπτο ·
449ἀμφὶ δ’ἄρα βρονταίτε καὶ ἀστεροπαὶ κτυπέοντο
450οὐρανόθεν. Δαναοὶ δὲ Διὸς κτύπον εἰσαΐοντες
451θάμβεον · ἐν δ’ἄρα τοῖσι μέγ’ἴαχε Νηλέος υἱός ·
452“ὦ κλυτοὶ Ἀργείων σημάντορες, οὐκέτι νῶιν
453ἔσσεται ἔμπεδα γυῖα Διὸς μέγα θαρσαλέοισι
454Τρωσὶν ἀμύνοντος · μάλα γὰρ μέγα πῆμα κυλίνδει
455ἡμῖν · ἀλλ’ἄγε θᾶσσον ἑὰς ἐπὶ νῆας ἰόντες
456παυσώμεσθα πόνοιο καὶ ἀργαλέοιο κυδοιμοῦ,
457μὴ δὴ πάντας ἐνιπρήσῃ μάλα περ μενεαίνων.
458τοῦ νῦν μὲν τεράεσσι πιθώμεθα · τῷ γὰρ ἔοικε
459πάντας ἀεὶ πεπιθέσθαι, ἐπεὶ μάλα φέρτατός ἐστιν
460ἰφθίμωντε θεῶν ὀλιγοσθενέωντ’ἀνθρώπων ·
461καὶ γὰρ Τιτήνεσσιν ὑπερφιάλοισι χολωθεὶς
462οὐρανόθεν κατέχευε πυρὸς μένος · ἡ δ’ὑπένερθε
463καίετο πάντοθε γαῖα, καὶ ὠκεανοῦ πλατὺ χεῦμα
464ἔζεεν ἐκ βυσσοῖο καὶ ἐς πέρατ’ἄχρις ἱκέσθαι ·
465καὶ ποταμῶν τέρσοντο ῥοαὶ μάλα μακρὰ ῥεόντων ·
466δάμνατο δ’ὁππόσα φῦλα φερέσβιος ἔτρεφε γαῖα
467ἠδ’ὅσα πόντος ἔφερβεν ἀπείριτος ἠδ’ὁπόσ’ὕδωρ
468ἀενάων ποταμῶν · ἐπὶ δέ σφισιν ἄσπετος αἰθὴρ
469τέφρῃ ὑπεκρύφθη καὶ λιγνύϊ · τείρετο δὲ χθών ·
470το- τοὔνεκ’ἐγῶ δείδοικα Διὸς μένος ἤματι τῷδε.
471ἀλλ’ἴομεν ποτὶ νῆας, ἐπεὶ Τρώεσσιν ἀρήγει
472σήμερον · αὐτὰρ ἔπειτα καὶ ἡμῖν κῦδος ὀρέξει ·
473ἄλλοτε γάρτε φίλη πέλει ἠώς, ἄλλοτε δ’ἐχθρή ·
474καὶ δ’οὔπω δὴ μοῖρα διαπραθέειν κλυτὸν ἄστυ,
475εἰ ἐτεὸν Κάλχαντος ἐτήτυμος ἔπλετο μῦθος
476τόν ῥα πάρος κατέλεξεν ὁμηγερέεσσιν Ἀχαιοῖς
477δῃῶσαι Πριάμοιο πόλιν δεκάτῳ ἐνιαυτῷ”.
478ὣς φάτο · τοὶ δ’ἀπάνευθε περικλυτὸν ἄστυ λιπόντες
479χάσσαντ’ἐκ πολέμοιο Διὸς τρομέοντες ὁμοκλήν ·
480ἀνέρι γὰρ πεπίθοντο παλαιῶν ἴστορι μύθων.
481ἀλλ’οὐ δ’ὣς ἀμέλησαν ἀποκταμένων ἐνὶ χάρμῃ ·
482ἀλλά σφεας τάρχυσαν ἀπὸ πτολέμου ἐρύσαντες ·
483οὐ γὰρ δὴ κείνους νέφος ἄμφεχεν, ἀλλὰ πόληα
484ὑψηλὴν καὶ τεῖχος ἀνέμβατον, ᾧ πέρι πολλοὶ
485Τρώων υἷες Ἄρηι καὶ Ἀργείων ἐδάμησαν.
486ἐλθόντες δ’ἐπὶ νῆας ἀρήια τεύχεα θέντο,
487καί ῥα κόνιν καὶ ἱδρῶτα λύθροντ’ἀποφαιδρύναντο
488κύμασιν ἐμβεβαῶτες ἐϋρρόου Ἑλλησπόντου.
489Ἡέλιος δ’ἀκάμαντας ὑπὸ ζόφον ἤλασεν ἵππους ·
490νὺξ δ’ἐχύθη περὶ γαῖαν, ἀπέτραπε δ’ἀνέρας ἔργων ·
491Ἀργεῖοι δ’Ἀχιλῆος ἐϋπτολέμου θρασὺν υἷα
492ἶσα τοκῆι τίεσκον · ὁ δ’ἐν κλισίῃσιν ἀνάκτων
493δαίνυτο καγχαλόων · κάματος δέ μιν οὔτι βάρυνεν,
494οὕνεκά οἱ στονόεντα Θέτις μελεδήματα γυίων
495ἐξέλετ’, ἀκμήτῳ δ’ἐναλίγκιον εἰσοράασθαι
496τεῦξεν · ὁ δ’ἐκ δόρποιο κορεσσάμενος κρατερὸν κῆρ
497ἐς κλισίην ἀφίκανεν ἑοῦ πατρός, ἔνθα οἱ ὕπνος
498ἀμφεχύθη · Δαναοὶ δὲ νεῶν προπάροιθεν ἴαυον
499αἰὲν ἀμειβόμενοι φυλακάς · φοβέοντο γὰρ αἰνῶς,
500Τρώων μή ποτε λαὸς ἢ ἀγχεμάχων ἐπικούρων
501νῆας ἐνιπρήσῃ, νόστου δ’ἀπὸ πάντας ἀμέρσῃ.
502ὣς δ’αὕτως Πριάμοιο κατὰ πτόλιν ἔθνεα Τρώων
503ἀμφὶ πύλας καὶ τεῖχος ἀμοιβαδὸν ὑπνώεσκον
504Ἀργείων στονόεσσαν ὑποτρομέοντες ὁμοκλήν.