Quintus

Posthomerica, 1

1
εὖθ’ὑπὸ Πηλείωνι δάμη θεοείκελος Ἕκτωρ
2
καί πυρὴ κατέδαψε καὶ ὀστέα γαῖα κεκεύθει,
3
δὴ τότε Τρῶες ἔμιμνον ἀνὰ Πριάμοιο πόληα
4
δειδιότες μένος ἠῢ θρασύφρονος Αἰακίδαο ·
5
ἠΰτ’ἐνὶ ξυλόχοισι βόες βλοσυροῖο λέοντος
6
ἐλθέμεν οὐκ ἐθέλουσιν ἐναντίαι, ἀλλὰ φέβονται
7
ἰληδὸν πτώσσουσαι ἀνὰ ῥωπήια πυκνά ·
8
ὥς οἱ ἀνὰ πτολίεθρον ὑπέτρεσαν ὄβριμον ἄνδρα
9
μνησάμενοι προτέρων, ὁπόσων ἀπὸ θυμὸν ἴαψεν
10
θύων Ἰδαίοιο περὶ προχοῇσι Σκαμάνδρου,
11
ἠδ’ὅσσους φεύγοντας ὑπὸ μέγα τεῖχος ὄλεσσεν,
12
Ἕκτοράθ’ὡς ἐδάμασσε καὶ ἀμφείρυσσε πόληι,
13
ἄλλουςθ’ὡς ἐδάϊξε δι’ἀκαμάτοιο θαλάσσης
14
ὁππότε δὴ τὰ πρῶτα φέρε Τρώεσσιν ὄλεθρον.
15
τῶν οἵ γε μνησθέντες ἀνὰ πτολίεθρον ἔμιμνον.
16
ἀμφὶ δ’ἄρα σφίσι πένθος ἀνιηρὸν πεπότητο
17
ὡς ἤδη στονόεντι καταιθομένης πυρὶ Τροίης.
18
καὶ τότε Θερμώδοντος ἀπ’εὐρυπόροιο ῥεέθρων
19
ἤλυθε Πενθεσίλεια θεῶν ἐπιειμένη εἶδος,
20
ἄμφω καὶ στονόεντος ἐελδομένη πολέμοιο
21
καὶ μέγ’ἀλευαμένη στυγερὴν καὶ ἀεικέα φήμην,
22
μή τις ἑὸν κατὰ δῆμον ἐλεγχείῃσι χαλέψῃ
23
ἀμφὶ κασιγνήτης, ἧς εἵνεκα πένθος ἄεξεν,
24
Ἱππολύτης · τὴν γάρ ῥα κατέκτανε δουρὶ κραταιῷ,
25
οὐ μὲν δή τι ἑκοῦσα, τιτυσκομένη δ’ἐλάφοιο ·
26
τοὔνεκ’ἄρα Τροίης ἐρικυδέος ἵκετο γαῖαν.
27
πρὸς δ’ἔτι οἱ τόδε θυμὸς ἀρήιος ὁρμαίνεσκεν,
28
ὄφρα καθηραμένη περὶ λύματα λυγρὰ φόνοιο
29
σμερδαλέας θυέεσσιν Ἐριννύας ἱλάσσηται,
30
αἵ οἱ ἀδελφειῆς κεχολωμέναι αὐτίχ’ἕποντο
31
ἄφραστοι · κεῖναι γὰρ ἀεὶ περὶ ποσσὶν ἀλιτρῶν
32
στρωφῶντ’, οὐ δέ τιν’ἐστὶ θεὰς ἀλιτόνθ’ὑπαλύξαι.
33
σὺν δέ οἱ ἄλλαι ἕποντο δυώδεκα πᾶσαι ἀγαυαί,
34
πᾶσαι ἐελδόμεναι πόλεμον καὶ ἀεικέα χάρμην,
35
αἵ οἱ δμωίδες ἔσκον ἀγακλειταί περ ἐοῦσαι ·
36
ἀλλ’ἄρα πασάων μέγ’ὑπείρεχε Πενθεσίλεια ·
37
ὡς δ’ὅτ’ἀν’οὐρανὸν εὐρὺν ἐν ἀστράσι δῖα σελήνη
38
ἐκπρέπει ἐν πάντεσσιν ἀριζήλη γεγαυῖα
39
αἰθέρος ἀμφιραγέντος ὑπὸ νεφέων ἐριδούπων,
40
εὖτ’ἀνέμων εὕδῃσι μένος μέγα λάβρον ἀέντων ·
41
ὣς γ’ἐν πάσῃσι μετέπρεπεν ἐσσυμένῃσιν.
42
ἔνθ’ἄρ’ἔην Κλονίη Πολεμοῦσάτε Δηρινόητε
43
Εὐάνδρητε καὶ Ἀντάνδρη καὶ δῖα Βρέμουσα
44
ἠδὲ καὶ Ἱπποθόη, μετὰ δ’Ἁρμοθόη κυανῶπις
45
Ἀλκιβίητε καὶ Ἀντιβρότη καὶ Δηριμάχεια,
46
τῇ δ’ἔπι Θερμώδωσα μέγ’ἔγχεϊ κυδιόωσα ·
47
τόσσαι ἄρ’ἀμφιέποντο δαΐφρονι Πενθεσιλείῃ ·
48
οἵη δ’ἀκαμάτοιο κατέρχεται Οὐλύμποιο
49
Ἠὼς μαρμαρέοισιν ἀγαλλομένη φρένας ἵπποις
50
Ὡράων μετ’ἐϋπλοκάμων, μετὰ δέ σφισι πάσῃς
51
ἐκπρέπει ἀγλαὸν εἶδος ἀμωμήτοις περ ἐούσῃς ·
52
τοίη Πενθεσίλεια μόλεν ποτὶ Τρώιον ἄστυ
53
ἔξοχος ἐν πάσῃσιν Ἀμαζόσιν · ἀμφὶ δὲ Τρῶες
54
πάντοθεν ἐσσύμενοι μέγ’ἐθάμβεον, εὖτ’ἐσίδοντο
55
Ἄρες ἀκαμάτοιο βαθυκνήμιδα θύγατρα
56
εἰδομένην μακάρεσσιν, ἐπεί ῥά οἱ ἀμφὶ προσώπῳ
57
ἄμφω σμερδαλέοντε καὶ ἀγλαὸν εἶδος ὀρώρει,
58
μειδιόωσ’ἐρατεινόν, ὑπ’ὀφρύσι δ’ἱμερόεντες
59
ὀφθαλμοὶ μάρμαιρον ἀλίγκιον ἀκτίνεσσιν,
60
αἰδὼς δ’ἀμφερύθηνε παρήια, τῶν δ’ἐφύπερθε
61
θεσπεσίη ἐπέκειτο χάρις καταειμένη ἀλκήν.
62
λαοὶ δ’ἀμφεγάνυντο καὶ ἀχνύμενοι τὸ πάροιθεν ·
63
ὡς δ’ὁπότ’ἀθρήσαντες ἀπ’οὔρεος ἀγροιῶται
64
Ἶριν ἀνεγρομένην ἐξ εὐρυπόροιο θαλάσσης,
65
ὄμβρου ὅτ’ἰσχανόωσι θεουδέος, ὁππότ’ἀλωαὶ
66
ἤδη ἀπαυαίνονται ἐελδόμεναι Διὸς ὕδωρ,
67
ὀψὲ δ’ὑπηχλύνθη μέγας οὐρανός, οἱ δ’ἐσιδόντες
68
ἐσθλὸν σῆμ’ἀνέμοιο καὶ ὑετοῦ ἐγγὺς ἐόντος
69
χαίρουσιν, τὸ πάροιθεν ἐπιστενάχοντες ἀρούραις ·
70
ὣς ἄρα Τρώιοι υἷες, ὅτ’ἔδρακον ἔνδοθι πάτρης
71
δεινὴν Πενθεσίλειαν ἐπὶ πτόλεμον μεμαυῖαν,
72
γήθεον · ἐλπωρὴ γὰρ ὅτ’ἐς φρένας ἀνδρὸς ἵκηται
73
ἀμφ’ἀγαθοῦ, στονόεσσαν ἀμαλδύνει κακότητα.
74
τοὔνεκα καὶ Πριάμοιο νόος πολέα στενάχοντος
75
καὶ μέγ’ἀκηχεμένοιο περὶ φρεσὶ τυτθὸν ἰάνθη ·
76
ὡς δ’ὅτ’ἀνὴρ ἀλαοῖσιν ἐπ’ὄμμασι πολλὰ μογήσας
77
ἱμείρων ἰδέειν ἱερὸν φάος θανέεσθαι
78
πόνῳ ἰητῆρος ἀμύμονος ἠὲ θεοῖο
79
ὄμματ’ἀπαχλύσαντος ἴδῃ φάος ἠριγενείης,
80
οὐ μὲν ὅσον τὸ πάροιθεν, ὅμως δ’ἄρα βαιὸν ἰάνθη
81
πολλῆς ἐκ κακότητος, ἔχει δ’ἔτι πήματος ἄλγος
82
αἰνὸν ὑπὸ βλεφάροισι λελειμμένον · ὣς ἄρα δεινὴν
83
υἱὸς Λαομέδοντος ἐσέδρακε Πενθεσίλειαν ·
84
παῦρον μὲν γήθησε, τὸ δὲ πλέον εἰσέτι παίδων
85
ἄχνυτ’ἀποκταμένων. ἄγε δ’εἰς ἑὰ δώματ’ἄνασσαν,
86
καί μιν προφρονέως τίεν ἔμπεδον εὖτε θύγατρα
87
τηλόθι νοστήσασαν ἐεικοστῷ λυκάβαντι,
88
καί οἱ δόρπον ἔτευξε πανείδατον, οἷον ἔδουσι
89
κυδάλιμοι βασιλῆες, ὅτ’ἔθνεα δῃώσαντες
90
δαίνυντ’ἐν θαλίῃσιν ἀγαλλόμενοι περὶ νίκης ·
91
δῶρα δέ οἱ πόρε καλὰ καὶ ὄλβια, πολλὰ δ’ὑπέστη
92
δωσέμεν, ἢν Τρώεσσι δαϊζομένοις ἐπαμύνῃ.
93
δ’ἄρ’ὑπέσχετο ἔργον, οὔποτε θνητὸς ἐώλπει,
94
δῃώσειν Ἀχιλῆα καὶ εὐρέα λαὸν ὀλέσσειν
95
Ἀργείων, πυρσὸν δὲ νεῶν καθύπερθε βαλέσθαι ·
96
νηπίη · οὐ δέ τι ᾔδη ἐϋμμελίην Ἀχιλῆα,
97
ὅσσον ὑπέρτατος ἦεν ἐνὶ φθισήνορι χάρμῃ.
98
τῆς δ’ὡς οὖν ἐπάκουσεν ἐῢς πάϊς Ἠετίωνος
99
Ἀνδρομάχη, μάλα τοῖα φίλῳ προσελέξατο θυμῷ ·
100
δειλή, τί νυ τόσσα μέγα φρονέουσ’ἀγορεύεις;
101
οὐ γάρ τοι σθένος ἐστὶν ἀταρβέϊ Πηλείωνι
102
μάρνασθ’, ἀλλὰ σοὶ ὦκα φόνον καὶ λοιγὸν ἐφήσει.
103
λευγαλέη, τί μέμηνας ἀνὰ φρένας; νύ τοι ἄγχι
104
ἕστηκεν Θανάτοιο τέλος καὶ δαίμονος Αἶσα.
105
Ἕκτωρ γὰρ σέο πολλὸν ὑπέρτερος ἔπλετο δουρί ·
106
ἀλλ’ἐδάμη κρατερός περ ἐών, μέγα δ’ἤκαχε Τρῶας,
107
οἵ θεὸν ὣς πάντες ἀνὰ πτόλιν εἰσορόωντο ·
108
καί μοι ἔην μέγα κῦδος ἰδ’ἀντιθέοις τοκέεσσι
109
ζωὸς ἐών · ὡς εἴ με χυτὴ κατὰ γαῖα κεκεύθει,
110
πρίν δι’ἀνθερεῶνος ὑπ’ἔγχεϊ θυμὸν ὀλέσσαι.
111
νῦν δ’ἄρ’ἀάσπετον ἄλγος ὀϊζυρῶς ἐσάθρησα,
112
κεῖνον ὅτ’ἀμφὶ πόληα ποδώκεες εἴρυον ἵπποι
113
ἀργαλέως Ἀχιλῆος, μ’ἀνέρος εὖνιν ἔθηκε
114
κουριδίου, τό μοι αἰνὸν ἄχος πέλει ἤματα πάντα.
115
ὣς φάθ’ἑὸν κατὰ θυμὸν ἐΰσφυρος Ἠετιώνη
116
μνησαμένη πόσιος · μάλα γὰρ μέγα πένθος ἀέξει
117
ἀνδρὸς ἀποφθιμένοιο σαόφροσι θηλυτέρῃσιν.
118
ἠέλιος δὲ θοῇσιν ἑλισσόμενος περὶ δίνῃς
119
δύσατ’ἐς ὠκεανοῖο βαθὺν ῥόον, ἤνυτο δ’ἠώς.
120
οἱ δ’ὅτε δὴ παύσαντο ποτοῦ δαιτόςτ’ἐρατεινῆς,
121
δὴ τότε που δμῳαὶ στόρεσαν θυμήρεα λέκτρα
122
ἐν Πριάμοιο δόμοισι θρασύφρονι Πενθεσιλείῃ ·
123
δὲ κιοῦσ’εὕδεσκεν · ὕπνος δέ οἱ ὄσσε κάλυψε
124
νήδυμος ἀμφιπεσών · μόλε δ’αἰθέρος ἐξ ὑπάτοιο
125
Παλλάδος ἐννεσίῃσι μένος δολόεντος Ὀνείρου,
126
ὅππως μιν λεύσσουσα κακὸν Τρώεσσι γένηται
127
οἷτ’αὐτῇ, μεμαυῖα ποτὶ πτολέμου στροφάλιγγα.
128
καὶ τὰ μὲν ὣς ὥρμαινε δαΐφρων Τριτογένεια ·
129
τῇ δ’ἄρα λυγρὸς Ὄνειρος ἐφίστατο πατρὶ ἐοικώς,
130
καί μιν ἐποτρύνεσκε ποδάρκεος ἄντ’Ἀχιλῆος
131
θαρσαλέως μάρνασθαι ἐναντίον · δ’ἀΐουσα
132
γήθεεν ἐν φρεσὶ πάμπαν · ὀΐσσατο γὰρ μέγα ἔργον
133
ἐκτελέσειν αὐτῆμαρ ἀνὰ μόθον ὀκρυόεντα ·
134
νηπίη · ῥ’ἐπίθησεν ὀϊζυρῷ περ Ὀνείρῳ
135
ἑσπερίῳ, ὃς φῦλα πολυτλήτων ἀνθρώπων
136
θέλγει ἐνὶ λεχέεσσιν ἄδην ἐπικέρτομα βάζων,
137
ὅς μιν ἄρ’ἐξαπάφησεν ἐποτρύνων πονέεσθαι.
138
ἀλλ’ὅτε δή ῥ’ἐπόρουσε ῥοδόσφυρος ἠριγένεια,
139
δὴ τότε Πενθεσίλεια μέγ’ἐνθεμένη φρεσὶ κάρτος
140
ἐξ εὐνῆς ἀνέπαλτο καὶ ἀμφ’ὤμοισιν ἔδυνε
141
τεύχεα δαιδαλόεντα, τά οἱ θεὸς ὤπασεν Ἄρης.
142
πρῶτα μὲν ἂρ κνήμῃσιν ἐπ’ἀργυφέῃσιν ἔθηκε
143
κνημῖδας χρυσέας, αἵ οἱ ἔσαν εὖ ἀραρυῖαι ·
144
ἕσσατο δ’αὖ θώρηκα παναίολον · ἀμφὶ δ’ἄρ’ὤμοις
145
θήκατο κυδιόωσα μέγα ξίφος, πέρι πάντη
146
κουλεὸς εὖ ἤσκητο δι’ἀργύρου ἠδ’ἐλέφαντος ·
147
ἂν δ’ἕλετ’ἀσπίδα δῖαν ἀλίγκιον ἄντυγι μήνης,
148
θ’ὑπὲρ ὠκεανοῖο βαθυρρόου ἀντέλλῃσιν
149
ἥμισυ πεπληθυῖα περὶ γναμπτῇσι κεραίῃς ·
150
τοίη μαρμαίρεσκεν ἀάσπετον · ἀμφὶ δὲ κρατὶ
151
θῆκε κόρυν κομόωσαν ἐθείρῃσι χρυσέῃσιν ·
152
ὣς μὲν μορόεντα περὶ χροΐ θήκατο τεύχη.
153
ἀστεροπῇ δ’ἀτάλαντος ἐείδετο, τὴν ἀπ’Ὀλύμπου
154
ἐς γαῖαν προΐησι Διὸς μένος ἀκαμάτοιο
155
δεικνὺς ἀνθρώποισι μένος βαρυηχέος ὄμβρου
156
ἠὲ πολυρροίζων ἀνέμων ἄλληκτον ἰωήν.
157
αὐτίκα δ’ἐγκονέουσα διὲκ μεγάροιο νέεσθαι
158
δοιοὺς εἵλετ’ἄκοντας ὑπ’ἀσπίδα, δεξιτερῇ δὲ
159
βουπλῆγ’ἀμφίτυπον, τόν οἱ Ἔρις ὤπασε δεινὴ
160
θυμοβόρου πολέμοιο πελώριον ἔμμεναι ἄλκαρ.
161
τῷ ἐπικαγχαλόωσα τάχ’ἤλυθεν ἔκτοθι πύργων
162
Τρῶας ἐποτρύνουσα μάχην ἐς κυδιάνειραν
163
ἐλθέμεναι · τοὶ δ’ὦκα συναγρόμενοι πεπίθοντο
164
ἄνδρες ἀριστῆες, καίπερ πάρος οὐκ ἐθέλοντες
165
στήμεναι ἄντ’Ἀχιλῆος · γὰρ περιδάμνατο πάντας.
166
δ’ἄρα κυδιάασκεν ἀάσχετον · ἕζετο δ’ἵππῳ
167
καλῷ, ὠκυτάτῳ, τόν οἱ ἄλοχος Βορέαο
168
ὤπασεν Ὠρείθυια πάρος Θρῄκηνδε κιούσῃ
169
ξείνιον, ὅςτε θοῇσι μετέπρεπεν Ἁρπυίῃσι.
170
τῷ ῥα τόθ’ἑζομένη λίπεν ἄστεος αἰπὰ μέλαθρα
171
ἐσθλὴ Πενθεσίλεια · λυγραὶ δέ μιν ὀτρύνεσκον
172
κῆρες ὁμῶς πρώτηντε καὶ ὑστατίην ἐπὶ δῆριν
173
ἐλθέμεν · ἀμφὶ δὲ Τρῶες ἀνοστήτοισι πόδεσσι
174
πολλοὶ ἕποντ’ἐπὶ δῆριν ἀναιδέα τλήμονι κούρῃ
175
ἰλαδόν, ἠΰτε μῆλα μετὰ κτίλου, ὅςθ’ἅμα πάντων
176
νισσομένων προθέῃσι δαημοσύνῃσι νομῆος ·
177
ὣς ἄρα τῇ γ’ἐφέποντο βίῃ μέγα μαιμώωντες
178
Τρῶες ἐϋσθενέες καὶ Ἀμαζόνες ὀβριμόθυμοι.
179
δ’οἵη Τριτωνίς, ὅτ’ἤλυθεν ἄντα Γιγάντων,
180
Ἔρις ἐγρεκύδοιμος ἀνὰ στρατὸν ἀΐσσουσα,
181
τοίη ἐνὶ Τρώεσσι θοὴ πέλε Πενθεσίλεια.
182
καὶ τότε δὴ Κρονίωνι πολυτλήτους ἀναείρας
183
χεῖρας Λαομέδοντος ἐΰς γόνος ἀφνειοῖο
184
εὔχετ’ἐς ἱερὸν αἰπὺ τετραμμένος Ἰδαίοιο
185
Ζηνός, ὃς Ἴλιον αἰὲν ἑοῖς ἐπιδέρκεται ὄσσοις ·
186
κλῦθι, πάτερ, καὶ λαὸν Ἀχαιικὸν ἤματι τῷδε
187
δὸς πεσέειν ὑπὸ χερσὶν Ἀρηιάδος βασιλείης,
188
καὶ δ’αὖ μιν παλίνορσον ἐμὸν ποτὶ δῶμα σάωσον
189
ἁζόμενος τεὸν υἷα πελώριον ὄβριμον Ἄρην,
190
αὐτήνθ’, οὕνεκ’ἔοικεν ἐπουρανίῃσι θεῇσιν
191
ἐκπάγλως, καὶ σεῖο θεοῦ γένος ἐστὶ γενέθλης.
192
αἴδεσσαι δ’ἐμὸν ἦτορ, ἐπεὶ κακὰ πολλὰ τέτληκα
193
παίδων ὀλλυμένων, οὕς μοι περὶ Κῆρες ἔμαρψαν
194
Ἀργείων παλάμῃσι κατὰ στόμα δηιοτῆτος ·
195
αἴδεο δ’, ἕως ἔτι παῦροι ἀφ’αἵματός εἰμεν ἀγαυοῦ
196
Δαρδάνου, ἕως ἀδάϊκτος ἔτι πτόλις, ὄφρα καὶ ἡμεῖς
197
ἐκ φόνου ἀργαλέοιο καὶ Ἄρεος ἀμπνεύσωμεν.
198
ῥα μέγ’εὐχόμενος · τῷ δ’αἰετὸς ὀξὺ κεκληγὼς
199
ἤδη ἀποπνείουσαν ἔχων ὀνύχεσσι πέλειαν
200
ἐσσυμένως οἴμησεν ἀριστερός · ἀμφὶ δὲ θυμῷ
201
τάρβησε Πριάμοιο νόος, φάτο δ’οὐκέτ’ἀθρήσειν
202
ζωὴν Πενθεσίλειαν ἀπὸ πτολέμοιο κιοῦσαν ·
203
καὶ τὸ μὲν ὣς ἤμελλον ἐτήτυμον ἤματι κείνῳ
204
κῆρες ὑπεκτελέειν · δ’ἄρ’ἄχνυτο θυμὸν ἐαγώς.
205
Ἀργεῖοι δ’ἀπάνευθεν ἐθάμβεον, εὖτ’ἐσίδοντο
206
Τρῶας ἐπεσσυμένους καὶ Ἀρηίδα Πενθεσίλειαν,
207
τοὺς μὲν δὴ θήρεσσιν ἐοικότας, οἵτ’ἐν ὄρεσσι
208
ποίμνῃς εἰροπόκοισι φόνον στονόεντα φέρουσι,
209
τὴν δὲ πυρὸς ῥιπῇ ἐναλίγκιον, τ’ἐπὶ θάμνοις
210
μαίνεται ἀζαλέοισιν ἐπειγομένου ἀνέμοιο ·
211
καί τις ἅμ’ἀγρομένοισιν ἔπος ποτὶ τοῖον ἔειπεν ·
212
τίς δὴ Τρῶας ἔγειρε μεθ’Ἕκτορα δῃωθέντα,
213
οὓς φάμεν οὐκέτι νῶιν ὑπαντιάσειν μεμαῶτας;
214
νῦν δ’ἄφαρ ἀΐσσουσι λιλαιόμενοι μέγα χάρμης.
215
καί νύ τις ἐν μέσσοισιν ἐποτρύνει πονέεσθαι ·
216
φαίης κεν θεὸν ἔμμεν, ἐπεὶ μέγα μήδεται ἔργον.
217
ἀλλ’ἄγε θάρσος ἄατον ἐνὶ στέρνοισι λαβόντες
218
ἀλκῆς μνησώμεσθα δαΐφρονος · οὐ δὲ γὰρ ἡμεῖς
219
νόσφι θεῶν Τρώεσσι μαχησόμεθ’ἤματι τῷδε.
220
ὣς φάτο · τοὶ δὲ φαεινὰ περὶ σφίσι τεύχεα θέντες
221
νηῶν ἐξεχέοντο μένος καταειμένοι ὤμοις ·
222
σὺν δ’ἔβαλον θήρεσσιν ἐοικότες ὠμοβόροισι
223
δῆριν ἐς αἱματόεσσαν, ὁμοῦ δ’ἔχον ἔντεα καλά,
224
ἔγχεα καὶ θώρηκας ἐϋσθενέαςτε βοείας
225
καὶ κόρυθας βριαράς, ἕτερος δ’ἑτέρου χρόα χαλκῷ
226
τύπτον ἀπηλεγέως · τὸ δ’ἐρεύθετο Τρώιον οὖδας.
227
ἔνθ’ἕλε Πενθεσίλεια Μολίονα Περσίνοόντε
228
Εἴλισσόντε καὶ Ἀντίθεον καὶ ἀγήνορα Λέρνον
229
Ἵππαλμόντε καὶ Αἱμονίδην κρατερόντ’Ἐλάσιππον ·
230
Δηρινόη δ’ἕλε Λαογόνον, Κλονίη δὲ Μένιππον,
231
ὅς ῥα πάρος Φυλακῆθεν ἐφέσπετο Πρωτεσιλάῳ,
232
ὅππως κε Τρώεσσιν ἐϋσθενέεσσι μάχηται.
233
τοῦ δ’ἄρ’ἀποφθιμένοιο Ποδάρκεϊ θυμὸς ὀρίνθη
234
Ἰφικληιάδῃ · τὸν γὰρ μέγα φίλαθ’ἑταίρων ·
235
αἶψα δ’ γ’ἀντιθέην Κλονίην βάλε, τῆς δὲ διαπρὸ
236
ἦλθε δόρυ στιβαρὸν κατὰ νηδύος, ἐκ δέ οἱ ὦκα
237
δουρὶ χύθη μέλαν αἷμα, συνέσπετο δ’ἔγκατα πάντα ·
238
τῆς δ’ἄρα Πενθεσίλεια χολώσατο, καί ῥα Ποδάρκεα
239
οὔτασεν ἐς μυῶνα παχὺν περιμήκεϊ δουρὶ
240
χειρὸς δεξιτερῆς, διὰ δὲ φλέβας αἱματοέσσας
241
κέρσε, μέλαν δέ οἱ αἷμα δι’ἕλκεος οὐταμένοιο
242
ἔβλυσεν ἐσσυμένως · δ’ἄρα στενάχων ἀπόρουσεν
243
εἰσοπίσω · μάλα γάρ οἱ ἐδάμνατο θυμὸν ἀνίη ·
244
τοῦ δ’ἄρ’ἀπεσσυμένοιο ποθὴ Φυλάκεσσιν ἐτύχθη
245
ἄσπετος · ὃς δ’ἄρα βαιὸν ἀπὸ πτολέμοιο λιασθεὶς
246
κάτθανε καρπαλίμως σφετέρων ἐν χερσὶν ἑταίρων.
247
Ἰδομενεὺς δὲ Βρέμουσαν ἐνήρατο δούρατι τύψας
248
δεξιτερὸν παρὰ μαζόν, ἄφαρ δέ οἱ ἦτορ ἔλυσεν ·
249
δ’ἔπεσεν μελίῃ ἐναλίγκιος, ἥντ’ἐν ὄρεσσι
250
δουροτόμοι τέμνουσιν ὑπείροχον, δ’ἀλεγεινὸν
251
ῥοῖζον ὁμῶς καὶ δοῦπον ἐρειπομένη προΐησιν ·
252
ὣς ἀνοιμώξασα πέσεν, τῆς δ’ἂψεα πάντα
253
λῦσε μόρος, ψυχὴ δ’ἐμίγη πολυαέσιν αὔραις.
254
Εὐάνδρην δ’ἄρα Μηριόνης ἰδὲ Θερμώδωσαν
255
εἷλεν ἐπεσσυμένας ὀλοὴν ἀνὰ δηιοτῆτα
256
τῇ μὲν ἄρ’ἐς κραδίην ἐλάσας δόρυ, τῇ δ’ὑπὸ νηδὺν
257
φάσγανον ἐγχρίμψας · τὰς δ’ἐσσυμένως λίπεν αἰών.
258
Δηρινόην δ’ἐδάμασσεν Ὀϊλέος ὄβριμος υἱὸς
259
ἔγχεϊ ὀκριόεντι διὰ κληῖδα τυχήσας.
260
Ἀλκιβίης δ’ἄρα Τυδείδης καὶ Δηριμαχείης
261
ἄμφω κρᾶτ’ἀπέκοψε σὺν αὐχέσιν ἄχρις ἐπ’ὤμους
262
ἄορι λευγαλέῳ · ταὶ δ’ἠΰτε πόρτιες ἄμφω
263
κάππεσον, ἅςτ’αἰζηὸς ἄφαρ ψυχῆς ἀπαμέρσῃ
264
κόψας αὐχενίους στιβαρῷ βουπλῆγι τένοντας ·
265
ὣς αἱ Τυδείδαο πέσον παλάμῃσι δαμεῖσαι
266
Τρώων ἂμ πεδίον σφετέρων ἀπὸ νόσφι καρήνων.
267
τῇσι δ’ἔπι Σθένελος κρατερὸν κατέπεφνε Κάβειρον,
268
ὃς κίεν ἐκ Σηστοῖο λιλαιόμενος πολεμίζειν
269
Ἀργείοις, οὐ δ’αὖθις ἑὴν νοστήσατο πάτρην.
270
τοῦ δὲ Πάρις κραδίην ἐχολώσατο δῃωθέντος,
271
καί ῥ’ἔβαλε Σθενέλοιο καταντίον · οὐ δ’ἄρα τόν γε
272
οὔτασεν ἐσσύμενός περ, ἀπεπλάγχθη γὰρ ὀϊστὸς
273
ἄλλῃ, ὅπῃ μιν Κῆρες ἀμείλιχοι ἰθύνεσκον ·
274
κτεῖνε δ’ἄρ’ἐσσυμένως Εὐήνορα χαλκεομίτρην,
275
ὅς ῥ’ἐκ Δουλιχίοιο κίεν Τρώεσσι μάχεσθαι.
276
τοῦ δ’ἄρ’ἀποφθιμένοιο πάϊς Φυλῆος ἀγαυοῦ
277
ὠρίνθη · μάλα δ’ὦκα λέων ὣς πώεσι μήλων
278
ἔνθορε · τοὶ δ’ἅμα πάντες ὑπέτρεσαν ὄβριμον ἄνδρα ·
279
κτεῖνε γὰρ Ἰτυμονῆα καὶ Ἱππασίδην Ἀγέλαον,
280
οἵ ῥ’ἀπὸ Μιλήτοιο φέρον Δαναοῖσιν ὁμοκλὴν
281
Νάστῃ ὑπ’ἀντιθέῳ καὶ ὑπ’Ἀμφιμάχῳ μεγαθύμῳ,
282
οἳ Μυκάλην ἐνέμοντο Λάτμοιότε λευκὰ κάρηνα
283
Βράγχουτ’ἄγκεα μακρὰ καὶ ἠιόεντα Πάνορμον
284
Μαιάνδρουτε ῥέεθρα βαθυρρόου, ὅς ῥ’ἐπὶ γαῖαν
285
Καρῶν ἀμπελόεσσαν ἀπὸ Φρυγίης πολυμήλου
286
εἶσι πολυγνάμπτοισιν ἑλισσόμενος προχοῇσι.
287
καὶ τοὺς μὲν κατέπεφνε Μέγης δηιοτῆτι ·
288
ἄλλους δ’αὖτ’ἐδάμασσεν, ὅσους κίχε δουρὶ κελαινῷ ·
289
ἐν γάρ οἱ στέρνοισι θράσος βάλε Τριτογένεια,
290
ὄφρα κε δυσμενέεσσιν ὀλέθριον ἦμαρ ἐφείη.
291
Δρησαῖον δ’ἐδάμασσεν ἀρηίφιλος Πολυποίτης,
292
τὸν τέκε δῖα Νέαιρα περίφρονι Θειοδάμαντι
293
μιχθεῖσ’ἐν λεχέεσσιν ὑπαὶ Σιπύλῳ νιφόεντι,
294
ᾗχι θεοὶ Νιόβην λᾶαν θέσαν, ἧς ἔτι δάκρυ
295
πουλὺ μάλα στυφελῆς καταλείβεται ὑψόθι πέτρης,
296
καί οἱ συστοναχοῦσι ῥοαὶ πολυηχέος Ἕρμου
297
καὶ κορυφαὶ Σιπύλου περιμήκεες, ὧν καθύπερθεν
298
ἐχθρὴ μηλονόμοισιν ἁεὶ περιπέπτατ’ὀμίχλη ·
299
δὲ πέλει μέγα θαῦμα παρεσσυμένοισι βροτοῖσιν,
300
οὕνεκ’ἔοικε γυναικὶ πολυστόνῳ, τ’ἐπὶ λυγρῷ
301
πένθεϊ μυρομένη μάλα μυρία δάκρυα χεύει ·
302
καὶ τὸ μὲν ἀτρεκέως φῂς ἔμμεναι, ὁππότ’ἄρ’αὐτὴν
303
τηλόθεν ἀθρήσειας · ἐπὴν δέ οἱ ἐγγὺς ἵκηαι,
304
φαίνεται αἰπήεσσα πέτρη Σιπύλοιότ’ἀπορρώξ.
305
ἀλλ’ μὲν μακάρων ὀλοὸν χόλον ἐκτελέουσα
306
μύρεται ἐν πέτρῃσιν ἔτ’ἀχνυμένῃ εἰκυῖα.
307
ἄλλοι δ’ἀμφ’ἄλλοισι φόνον καὶ κῆρ’ἐτίθεντο
308
ἀργαλέην · δεινὸς γὰρ ἐνεστρωφᾶτο Κυδοιμὸς
309
λαοῖς ἐν μέσσοισιν · ἀταρτηρὸν δέ οἱ ἄγχι
310
εἱστήκει Θανάτοιο τέλος, περὶ δέ σφισι Κῆρες
311
λευγαλέαι στρωφῶντο φόνον στονόεντα φέρουσαι.
312
πολλῶν δ’ἐν κονίῃσι λύθη κέαρ ἤματι κείνῳ
313
Τρώωντ’Ἀργείωντε, πολὺς δ’ἀλαλητὸς ὀρώρει ·
314
οὐ γάρ πως ἀπέληγε μένος μέγα Πενθεσιλείης,
315
ἀλλ’ὥς τίςτε βόεσσι κατ’οὔρεα μακρὰ λέαινα
316
ἐνθόρῃ ἀΐξασα βαθυσκοπέλου διὰ βήσσης
317
αἵματος ἱμείρουσα, τό οἱ μάλα θυμὸν ἰαίνει ·
318
ὣς τῆμος Δαναοῖσιν Ἀρηιὰς ἔνθορε κούρη.
319
οἱ δ’ὀπίσω χάζοντο τεθηπότα θυμὸν ἔχοντες,
320
δ’ἕπετ’ἠΰτε κῦμα βαρυγδούποιο θαλάσσης
321
νήεσιν ὠκείῃσιν, ὅθ’ἱστία λευκὰ πετάσσῃ
322
οὖρος ἐπειγόμενος, βοόωσι δὲ πάντοθεν ἄκραι
323
πόντου ἐρευγομένοιο ποτὶ χθονὸς ᾐόνα μακρήν.
324
ὣς γ’ἑσπομένη Δαναῶν ἐδάϊζε φάλαγγας,
325
καί σφιν ἐπηπείλησε μέγα φρεσὶ κυδιόωσα ·
326
κύνες, ὡς Πριάμοιο κακὴν ἀποτίσετε λώβην
327
σήμερον · οὐ γάρ πώ τις ἐμὸν σθένος ἐξυπαλύξας
328
χάρμα φίλοις τοκέεσσι καὶ υἱάσιν ἠδ’ἀλόχοισιν
329
ἔσσεται · οἰωνοῖς δὲ βόσις καὶ θηρσὶ θανόντες
330
κείσεσθ’, οὐ δέ τι τύμβος ἐφ’ὑμέας ἵξεται αἴης.
331
πῇ νῦν Τυδείδαο βίη, πῇ δ’Αἰακίδαο,
332
ποῦ δὲ καὶ Αἴαντος; τοὺς γὰρ φάτις ἔμμεν ἀρίστους ·
333
ἀλλ’ἐμοὶ οὐ τλήσονται ἐναντία δηριάασθαι,
334
μή σφιν ἀπὸ μελέων ψυχὰς φθιμένοισι πελάσσω.
335
ῥα καὶ Ἀργείοισι μέγα φρονέουσ’ἐνόρουσε
336
θηρὶ βίην εἰκυῖα, πολὺν δ’ὑπεδάμνατο λαὸν
337
ἄλλοτε μὲν βουπλῆγι βαρυστόμῳ, ἄλλοτε δ’αὖτε
338
πάλλουσ’ὀξὺν ἄκοντα · φέρεν δέ οἱ αἰόλος ἵππος
339
ἰοδόκην καὶ τόξον ἀμείλιχον, εἴ που ἄρ’αὐτῇ
340
χρειὼ ἀν’αἱματόεντα μόθον βελέων ἀλεγεινῶν
341
καὶ τόξοιο πέλοιτο · θοοὶ δέ οἱ ἄνδρες ἕποντο
342
Ἕκτορος ἀγχεμάχοιο κασίγνητοίτε φίλοιτε
343
ὄβριμον ἐν στέρνοισιν ἀναπνείοντες Ἄρηα,
344
οἳ Δαναοὺς ἐδάϊζον ἐϋξέστῃς μελίῃσι ·
345
τοὶ δὲ θοοῖς φύλλοισιν ἐοικότες ψεκάδεσσι
346
πῖπτον ἐπασσύτεροι, μέγα δ’ἔστενεν ἄσπετος αἶα
347
αἵματι δευομένη νεκύεσσίτε πεπληθυῖα ·
348
ἵπποι δ’ἀμφὶ βέλεσσι πεπαρμένοι μελίῃσιν
349
ὑστάτιον χρεμέτιζον ἑὸν μένος ἐκπνείοντες ·
350
οἱ δὲ κόνιν βρυγμοῖσι δεδραγμένοι ἀσπαίρεσκον ·
351
τοὺς δ’ἄρα Τρώιοι ἵπποι ἐπεσσύμενοι μετόπισθεν
352
ἄντλον ὅπως στείβεσκον ὁμοῦ κταμένοισι πεσόντας.
353
καί τις ἐνὶ Τρώεσσιν ἀγάσσατο μακρὰ γεγηθώς,
354
ὡς ἴδε Πενθεσίλειαν ἀνὰ στρατὸν ἀΐσσουσαν
355
λαίλαπι κυανέῃ ἐναλίγκιον, τ’ἐνὶ πόντῳ
356
μαίνεθ’, ὅτ’Αἰγοκερῆι συνέρχεται ἠελίου ἴς ·
357
καί ῥ’ γε μαψιδίῃσιν ἐπ’ἐλπωρῇσιν ἔειπεν ·
358
φίλοι, ὡς ἀναφανδὸν ἀπ’οὐρανοῦ εἰλήλουθε
359
σήμερον ἀθανάτων τις, ἵν’Ἀργείοισι μάχηται
360
ἡμῖν ἦρα φέρουσα Διὸς κρατερόφρονι βουλῇ,
361
ὃς τάχα που μέμνηται ἐϋσθενέος Πριάμοιο,
362
ὅς ῥά οἱ εὔχεται εἶναι ἀφ’αἵματος ἀθανάτοιο.
363
οὐ γὰρ τήνδε γυναῖκά γ’ὀΐομαι εἰσοράασθαι
364
αὕτως θαρσαλέηντε καὶ ἀγλαὰ τεύχε’ἔχουσαν,
365
ἀλλ’ἄρ’Ἀθηναίην καρτερόθυμον Ἐνυὼ
366
Ἔριδ’ κλειτὴν Λητωίδα · καί μιν ὀΐω
367
σήμερον Ἀργείοισι φόνον στονόεντα βαλέσθαι
368
νῆάςτ’ἐμπρήσειν ὀλοῷ πυρί, τῇσι πάροιθεν
369
ἤλυθον ἐς Τροίην νῶιν κακὰ πολλὰ φέροντες,
370
ἤλυθον ἄσχετον ἄμμιν ὑπ’Ἄρεϊ πῆμα φέροντες ·
371
ἀλλ’οὐ μὰν παλίνορσοι ἐς Ἑλλάδα νοστήσαντες
372
πάτρην εὐφρανέουσιν, ἐπεὶ θεὸς ἄμμιν ἀρήγει.
373
ὣς ἄρ’ἔφη Τρώων τις ἐνὶ φρεσὶ πάγχυ γεγηθώς,
374
νήπιος · οὐ δ’ἄρ’ἐφράσσατ’ἐπεσσύμενον βαρὺ πῆμα
375
οἷ αὐτῷ καὶ Τρωσὶ καὶ αὐτῇ Πενθεσιλείῃ.
376
οὐ γάρ πώ τι μόθοιο δυσηχέος ἀμφιπέπυστο
377
Αἴας ὀβριμόθυμος ἰδὲ πτολίπορθος Ἀχιλλεύς,
378
ἀλλ’ἄμφω περὶ σῆμα Μενοιτιάδαο κέχυντο
379
μνησάμενοι ἑτάροιο · γόος δ’ἔχεν ἄλλυδις ἄλλον.
380
τοὺς γὰρ δὴ μακάρων τις ἐρήτυε νόσφι κυδοιμοῦ,
381
ὄφρ’ἀλεγεινὸν ὄλεθρον ἀναπλήσωσι δαμέντες
382
πολλοὶ ὑπὸ Τρώεσσι καὶ ἐσθλῇ Πενθεσιλείῃ,
383
σφιν ἐπασσυτέροις κακὰ μήδετο, καί οἱ ἄεξεν
384
ἀλκὴ ὁμῶς καὶ θάρσος ἐπὶ πλέον, οὐ δέ ποτ’αἰχμὴν
385
μαψιδίην ἴθυνεν, ἀεὶ δ’ νῶτα δάϊζε
386
φευγόντων στέρνα καταντίον ἀϊσσόντων ·
387
θερμῷ δ’αἵματι πάμπαν ἐδεύετο, γυῖα δ’ἐλαφρὰ
388
ἔπλετ’ἐπεσσυμένης · κάματος δ’οὐ δάμνατο θυμὸν
389
ἄτρομον, ἀλλ’ἀδάμαντος ἔχεν μένος · εἰσέτι γάρ μιν,
1.389a
οὔπω ἐπὶ κλόνον αἰνὸν ἐποτρύνουσ’Ἀχιλῆα,
390
αἶσα λυγρὴ κύδαινεν, ἀπόπροθι δ’ἑστηυῖα
391
χάρμης κυδιάασκεν ὀλέθριον, οὕνεκ’ἔμελλε
392
κούρην οὐ μετὰ δηρὸν ὑπ’Αἰακίδαο χέρεσσι
393
δάμνασθ’· ἀμφὶ δέ μιν ζόφος ἔκρυφε · τὴν δ’ὀρόθυνεν
394
αἰὲν ἄϊστος ἐοῦσα καὶ ἐς κακὸν ἦγεν ὄλεθρον
395
ὕστατα κυδαίνουσ’· δ’ἄλλοθεν ἄλλον ἔναιρεν,
396
ὡς δ’ὁπόθ’ἑρσήεντος ἔσω κήποιο θοροῦσα
397
ποίης ἐλδομένη θυμηδέος εἴαρι πόρτις
398
ἀνέρος οὐ παρεόντος ἐπέσσυται ἄλλοθεν ἄλλῃ
399
σινομένη φυτὰ πάντα νέον μάλα τηλεθόωντα,
400
καὶ τὰ μὲν ἂρ κατέδαψε, τὰ δ’ἐν ποσὶν ἠμάλδυνεν ·
401
ὣς ἄρ’Ἀχαιῶν υἷας ἐπεσσυμένη καθ’ὅμιλον
402
κούρη Ἐνυαλίη τοὺς μὲν κτάνε, τοὺς δ’ἐφόβησε.
403
Τρωιάδες δ’ἀπάνευθεν ἀρήια ἔργα γυναικὸς
404
θαύμαζον, πολέμοιο δ’ἔρως λάβεν ἱπποδάμοιο
405
Ἀντιμάχοιο θύγατρα Μενεπτολέμοιο δ’ἄκοιτιν
406
Τισιφόνην · κρατερῇσι δ’ὑπὸ φρεσὶν ἐμμεμαυῖα
407
θαρσαλέον φάτο μῦθον ὁμήλικας ὀτρύνουσα
408
δῆριν ἐπὶ στονόεσσαν · ἔγειρε δέ οἱ θράσος ἀλκήν ·
409
φίλαι, ἄλκιμον ἦτορ ἐνὶ στέρνοισι λαβοῦσαι
410
ἀνδράσιν ἡμετέροισιν ὁμοίιον, οἳ περὶ πάτρης
411
δυσμενέσιν μάρνανται ὑπὲρ τεκέωντε καὶ ἡμέων,
412
οὔποτ’ἀναπνείοντες ὀϊζύος ἀλλὰ καὶ αὐταὶ
413
παρθέμεναι φρεσὶ θυμὸν ἴσης μνησώμεθα χάρμης ·
414
οὐ γὰρ ἀπόπροθέν εἰμεν ἐϋσθενέων αἰζηῶν,
415
ἀλλ’οἷον κείνοισι πέλει μένος ἔστι καὶ ἡμῖν ·
416
ἶσοι δ’ὀφθαλμοὶ καὶ γούνατα, πάντα δ’ὁμοῖα,
417
ξυνὸν δ’αὖ πάντεσσι φάος καὶ νήχυτος ἀήρ,
418
φορβὴ δ’οὐχ ἑτέρη · τί δ’ἐπ’ἀνδράσι λώιον ἄλλο
419
θῆκε θεός; τῷ μή τι φεβώμεθα δηιοτῆτα.
420
οὐχ ὁράατε γυναῖκα μέγ’αἰζηῶν προφέρουσαν
421
ἀγχεμάχων; τῆς δ’οὔτι πέλει σχεδὸν οὔτε γενέθλη
422
οὔτ’ἄρ’ἑὸν πτολίεθρον, ὑπὲρ ξείνοιο δ’ἄνακτος
423
μάρναται ἐκ θυμοῖο καὶ οὐκ ἐμπάζεται ἀνδρῶν
424
ἐνθεμένη φρεσὶ θάρσος ἀταρτηρόντε νόημα ·
425
ἡμῖν δ’ἄλλοθεν ἄλλα παραὶ ποσὶν ἄλγεα κεῖται ·
426
τῇς μὲν γὰρ φίλα τέκνα καὶ ἀνέρες ἀμφὶ πόληι
427
ὤλλυνθ’, αἱ δὲ τοκῆας ὀδυρόμεθ’οὐκέτ’ἐόντας ·
428
ἄλλαι δ’αὖτ’ἀκάχηνται ἀδελφειῶν ἐπ’ὀλέθρῳ
429
καὶ πηῶν · οὐ γάρ τις ὀϊζυρῆς κακότητος
430
ἄμμορος · ἐλπωρὴ δὲ πέλει καὶ δούλιον ἦμαρ
431
εἰσιδέειν · τῷ μή τις ἔτ’ἀμβολίη πολέμοιο
432
εἴη τειρομένῃσιν · ἔοικε γὰρ ἐν δαῒ μᾶλλον
433
τεθνάμεν μετόπισθεν ὑπ’ἀλλοδαποῖσιν ἄγεσθαι
434
νηπιάχοις ἅμα παισὶν ἀνιηρῇ ὑπ’ἀνάγκῃ
435
ἄστεος αἰθομένοιο καὶ ἀνδρῶν οὐκέτ’ἐόντων.
436
ὣς ἄρ’ἔφη · πάσῃσι δ’ἔρως στυγεροῖο μόθοιο
437
ἔμπεσεν · ἐσσυμένως δὲ πρὸ τείχεος ὁρμαίνεσκον
438
βήμεναι ἐν τεύχεσσιν ἀρηγέμεναι μεμαυῖαι
439
ἄστεϊ καὶ λαοῖσιν · ὀρίνετο δέ σφισι θυμός.
440
ὡς δ’ὅτ’ἔσω σίμβλοιο μέγ’ἰύζωσι μέλισσαι
441
χείματος οὐκέτ’ἐόντος, ὅτ’ἐς νομὸν ἐντύνονται
442
ἐλθέμεν, οὐ δ’ἄρα τῇσι φίλον πέλει ἔνδοθι μίμνειν,
443
ἄλλη δ’αὖθ’ἑτέρην προκαλίζεται ἐκτὸς ἄγεσθαι ·
444
ὣς ἄρα Τρωιάδες ποτὶ φύλοπιν ἐγκονέουσαι
445
ἀλλήλας ὤτρυνον · ἀπόπροθι δ’εἴρια θέντο
446
καὶ ταλάρους, ἀλεγεινὰ δ’ἐπ’ἔντεα χεῖρας ἴαλλον.
447
καί νύ κεν ἄστεος ἐκτὸς ἅμα σφετέροισιν ὄλοντο
448
ἀνδράσι καὶ σθεναρῇσιν Ἀμαζόσιν ἐν δαῒ κείνῃ,
449
εἰ μή σφεας κατέρυξε πύκα φρονέουσα Θεανὼ
450
ἐσσυμένας πινυτοῖσι παραυδήσασ’ἐπέεσσι ·
451
τίπτε ποτὶ κλόνον αἰνὸν ἐελδόμεναι πονέεσθαι,
452
σχέτλιαι, οὔτι πάροιθε πονησάμεναι περὶ χάρμης,
453
ἀλλ’ἄρα νηίδες ἔργον ἐπ’ἄτλητον μεμαυῖαι
454
ὄρνυσθ’ἀφραδέως; οὐ γὰρ σθένος ἔσσεται ἶσον
455
ἡμῖν καὶ Δαναοῖσιν ἐπισταμένοισι μάχεσθαι.
456
αὐτὰρ Ἀμαζόσι δῆρις ἀμείλιχος ἱππασίαιτε
457
εὔαδον ἐξ ἀρχῆς καὶ ὅσ’ἀνέρες ἔργα μέλονται ·
458
τοὔνεκ’ἄρα σφίσι θυμὸς ἀρήιος αἰὲν ὄρωρεν,
459
οὐ δ’ἀνδρῶν δεύονται, ἐπεὶ πόνος ἐς μέγα κάρτος
460
θυμὸν ἀνηέξησε καὶ ἄτρομα γούνατ’ἔθηκε.
461
τὴν δὲ φάτις καὶ Ἄρηος ἔμεν κρατεροῖο θύγατρα ·
462
τῷ οἱ θηλυτέρην τιν’ἐριζέμεν οὔτι ἔοικεν ·
463
ἠὲ τάχ’ἀθανάτων τις ἐπήλυθεν εὐχομένοισιν.
464
πᾶσι δ’ἄρ’ἀνθρώποισιν ὁμὸν γένος, ἀλλ’ἐπὶ ἔργα
465
στρωφῶντ’ἄλλος ἐπ’ἄλλα · πέλει δ’ἄρα κεῖνο φέριστον
466
ἔργον, τι φρεσὶν ᾖσιν ἐπιστάμενος πονέηται ·
467
τοὔνεκα δηιοτῆτος ἀποσχόμεναι κελαδεινῆς
468
ἱστὸν ἐπεντύνεσθε φίλων ἔντοσθε μελάθρων.
469
ἁνδράσι δ’ἡμετέροισι περὶ πτολέμοιο μελήσει.
470
ἐλπωρὴ δ’ἀγαθοῖο τάχ’ἔσσεται, οὕνεκ’Ἀχαιοὺς
471
δερκόμεθ’ὀλλυμένους, μέγα δὲ κράτος ὄρνυται ἀνδρῶν
472
ἡμετέρων · οὐ δ’ἔστι κακοῦ δέος · οὔτι γὰρ ἄστυ
473
δήιοι ἀμφὶς ἔχουσιν ἀνηλέες, οὔτ’ἀλεγεινὴ
474
γίνετ’ἀναγκαίη καὶ θηλυτέρῃσι μάχεσθαι.
475
ὣς φάτο · ταὶ δ’ἐπίθοντο παλαιοτέρῃ περ ἐούσῃ,
476
ὑσμίνην δ’ἀπάνευθεν ἐσέδρακον, δ’ἔτι λαοὺς
477
δάμνατο Πενθεσίλεια, περιτρομέοντο δ’Ἀχαιοί,
478
οὐ δέ σφιν θανάτοιο πέλε στονόεντος ἄλυξις ·
479
ἀλλ’ἅτε μηκάδες αἶγες ὑπὸ βλοσυρῇσι γένυσσι
480
πορδάλιος κτείνοντο, ποθὴ δ’ἔχεν οὐκέτι χάρμης
481
ἀνέρας ἀλλὰ φόβοιο, καὶ ἄλλυδις ἤιον ἄλλοι
482
οἱ μὲν ἀπορρίψαντες ἐπὶ χθόνα τεύχε’ἀπ’ὤμων,
483
οἱ δ’ἄρα σὺν τεύχεσσι, καὶ ἡνιόχων ἀπάνευθεν
484
ἵπποι ἴσαν φεύγοντες · ἐπεσσυμένοις δ’ἄρα χάρμα
485
ἔπλετ’, ἀπολλυμένων δὲ πολὺς στόνος · οὐ δέ τις ἀλκὴ
486
γίνετο τειρομένοισι · μινυνθάδιοι δὲ πέλοντο
487
πάντες, ὅσους ἐκίχανεν ἀνὰ κρυερὸν στόμα χάρμης.
488
ὡς δ’ὅτ’ἐπιβρίσασα μέγα στονόεσσα θύελλα
489
ἄλλα μὲν ἐκ ῥιζέων χαμάδις βάλε δένδρεα μακρὰ
490
ἄνθεσι τηλεθόωντα, τὰ δ’ἐκ πρέμνοιο κέδασσεν
491
ὑψόθεν, ἀλλήλοισι δ’ἐπὶ κλασθέντα κέχυνται ·
492
ὣς Δαναῶν κέκλιντο πολὺς στρατὸς ἐν κονίῃσι
493
Μοιράων ἰότητι καὶ ἔγχεϊ Πενθεσιλείης.
494
αὐτὰρ ἐπεὶ καὶ νῆες ἐνιπρήσεσθαι ἔμελλον
495
χερσὶν ὕπο Τρώων, τότε που μενεδήιος Αἴας
496
οἰμωγῆς ἐσάκουσε καὶ Αἰακίδην προσέειπεν ·
497
Ἀχιλεῦ, περὶ δή μοι ἀπείριτος ἤλυθεν αὐδὴ
498
οὔασιν ὡς πολέμοιο συνεσταότος μεγάλοιο ·
499
ἀλλ’ἴομεν, μὴ Τρῶες ὑποφθάμενοι παρὰ νηυσὶν
500
Ἀργείους ὀλέσωσι, καταφλέξωσι δὲ νῆας ·
501
νῶιν δ’ἀμφοτέροισιν ἐλεγχείη ἀλεγεινὴ
502
ἔσσεται · οὐ γὰρ ἔοικε Διὸς μεγάλοιο γεγῶτας
503
αἰσχύνειν πατέρων ἱερὸν γένος, οἵ ῥα καὶ αὐτοὶ
504
τὸ πρὶν ἅμ’Ἡρακλῆι δαΐφρονι Λαομέδοντος
505
Τροίην, ἀγλαὸν ἄστυ, διέπραθον ἐγχείῃσι ·
506
ὡς καὶ νῦν τελέεσθαι ὑφ’ἡμετέρῃσιν ὀΐω
507
χερσίν, ἐπεὶ μέγα κάρτος ἀέξεται ἀμφοτέροισιν.
508
ὣς φάτο · τῷ δ’ἐπίθησε θρασὺ σθένος Αἰακίδαο ·
509
κλαγγὴν γὰρ στονόεσσαν ὑπέκλυεν οὔασιν οἷσιν.
510
ἄμφω δ’ὡρμήθησαν ἐπ’ἔντεα μαρμαίροντα ·
511
καὶ τὰ μὲν ἑσσάμενοι κατεναντίον ἔσταν ὁμίλου ·
512
τῶν δ’ἄρα τεύχεα καλὰ μέγ’ἔβραχε · μαίνετο δέ σφιν
513
ἶσον θυμὸς Ἄρηι · τόσον σθένος ἀμφοτέροισι
514
δῶκεν ἐπειγομένοισι σακέσπαλος Ἀτρυτώνη.
515
Ἀργεῖοι δ’ἐχάρησαν, ἐπεὶ ἴδον ἄνδρε κραταιὼ
516
εἰδομένω παίδεσσιν Ἀλωῆος μεγάλοιο,
517
οἵ ποτ’ἐπ’εὐρὺν Ὄλυμπον ἔφαν θέμεν οὔρεα μακρὰ
518
Ὄσσαντ’αἰπεινὴν καὶ Πήλιον ὑψικάρηνον,
519
ὅππως δὴ μεμαῶτε καὶ οὐρανὸν εἰσαφίκωνται ·
520
τοῖοι ἄρ’ἀντέστησαν ἀταρτηροῦ πολέμοιο
521
Αἰακίδαι, μέγα χάρμα λιλαιομένοισιν Ἀχαιοῖς,
522
ἄμφω ἐπειγόμενοι δηίων ἀπὸ λαὸν ὀλέσσαι.
523
πολλοὺς δ’ἐγχείῃσιν ἀμαιμακέτῃσι δάμασσαν ·
524
ὡς δ’ὅτε πίονα μῆλα βοοδμητῆρε λέοντε
525
εὑρόντ’ἐν ξυλόχοισι φίλων ἀπάνευθε νομήων
526
πανσυδίῃ κτείνωσιν, ἄχρις μέλαν αἷμα πιόντες
527
σπλάγχνων ἐμπλήσωνται ἑὴν πολυχανδέα νηδύν ·
528
ὣς οἵ γ’ἄμφω ὄλεσσαν ἀπειρέσιον στρατὸν ἀνδρῶν.
529
ἔνθ’Αἴας ἕλε Δηίοχον καὶ ἀρήιον Ὕλλον,
530
Εὐρύνομόντε φιλοπτόλεμον καὶ Ἐνυέα δῖον.
531
ἀντάνδρην δ’ἄρα Πηλείδης ἕλε καὶ Πολεμοῦσαν
532
ἠδὲ καὶ Ἀντιβρότην, μετὰ δ’Ἱπποθόην ἐρίθυμον,
533
τῇσι δ’ἔφ’Ἁρμοθόην · ἐπὶ δ’ᾤχετο λαὸν ἅπαντα
534
σὺν Τελαμωνιάδῃ μεγαλήτορι · τῶν δ’ὑπὸ χερσὶ
535
πυκναίτε σθεναραίτε κατηρείποντο φάλαγγες
536
ῥεῖα καὶ ὀτραλέως, ὡσεὶ πυρὶ δάσκιος ὕλη
537
οὔρεος ἐν ξυνοχῇσιν ἐπισπέρχοντος ἀήτεω.
538
τοὺς δ’ὁπότ’εἰσενόησε δαΐφρων Πενθεσίλεια
539
θῆρας ὅπως θύνοντας ἀνὰ μόθον ὀκρυόεντα,
540
ἀμφοτέρων ὥρμησε καταντίον, ἠΰτε λυγρὴ
541
πόρδαλις ἐν ξυλόχοισιν ὀλέθριον ἦτορ ἔχουσα
542
αἰνὰ περισσαίνουσα θόρῃ κατέναντ’ἐπιόντων
543
ἀγρευτέων, οἵπερ μιν ἐν ἔντεσι θωρηχθέντες.
544
ἐσσυμένην μίμνουσι πεποιθότες ἐγχείῃσιν ·
545
ὣς ἄρα Πενθεσίλειαν ἀρήιοι ἄνδρες ἔμιμνον
546
δούρατ’ἀειράμενοι · περὶ δέ σφισι χαλκὸς ἀΰτει
547
κινυμένων · πρώτη δ’ἔβαλεν περιμήκετον ἔγχος
548
ἐσθλὴ Πενθεσίλεια · τὸ δ’ἐς σάκος Αἰακίδαο
549
ἷξεν, ἀπεπλάγχθη δὲ διατρυφὲν εὖτ’ἀπὸ πέτρης ·
550
τοῖ’ἔσαν Ἡφαίστοιο περίφρονος ἄμβροτα δῶρα.
551
δ’ἕτερον μετὰ χερσὶ τιτύσκετο θοῦρον ἄκοντα
552
Αἴαντος κατέναντα καὶ ἀμφοτέροισιν ἀπείλει ·
553
νῦν μὲν ἐμῆς ἀπὸ χειρὸς ἐτώσιον ἔκθορεν ἔγχος ·
554
ἀλλ’ὀΐω τάχα τῷδε μένος καὶ θυμὸν ὀλέσσειν
555
ὑμέων ἀμφοτέρων, οἵτ’ἄλκιμοι εὐχετάασθε
556
ἔμμεναι ἐν Δαναοῖσιν · ἐλαφροτέρη δὲ μόθοιο
557
ἔσσεται ἱπποδάμοισι τότε Τρώεσσιν ὀϊζύς.
558
ἀλλά μοι ἆσσον ἵκεσθε κατὰ κλόνον, ὄφρ’ἐσίδησθε,
559
ὅσσον Ἀμαζόσι κάρτος ἐνὶ στήθεσσιν ὄρωρεν ·
560
καὶ γάρ μευ γένος ἐστὶν Ἀρήιον · οὐ δέ με θνητὸς
561
γείνατ’ἀνήρ, ἀλλ’αὐτὸς Ἄρης ἀκόρητος ὁμοκλῆς ·
562
τοὔνεκά μοι μένος ἐστὶ πολὺ προφερέστατον ἀνδρῶν.
563
, μέγα καγχαλόωσα κατὰ φρένας · ἧκε δ’ἄρ’ἔγχος
1.563a
δεύτερον · οἱ δ’ἐγέλασσαν, ἄφαρ δέ οἱ ἤλασεν αἰχμὴ
564
Αἴαντος κνημῖδα πανάργυρον. οὐ δέ οἱ εἴσω
565
ἤλυθεν ἐς χρόα καλὸν ἐπειγομένη περ ἱκέσθαι ·
566
οὐ γὰρ δὴ πέπρωτο μιγήμεναι αἵματι κείνου
567
δυσμενέων στονόεσσαν ἐπὶ πτολέμοισιν ἀκωκήν.
568
Αἴας δ’οὐκ ἀλέγιζεν Ἀμαζόνος, ἀλλ’ἄρα Τρώων
569
ἐς πληθὺν ἀνόρουσε · λίπεν δ’ἄρα Πηλείωνι
570
οἴῳ Πενθεσίλειαν, ἐπεί ῥά οἱ ἐν φρεσὶ θυμὸς
571
ᾔδεεν, ὡς Ἀχιλῆι καὶ ἰφθίμη περ ἐοῦσα
572
ῥηίδιος πόνος ἔσσεθ’ὅπως ἴρηκι πέλεια.
573
δὲ μέγα στονάχησεν ἐτώσια δοῦρα βαλοῦσα ·
574
καί μιν κερτομέων προσεφώνεε Πηλέος υἱός ·
575
γύναι, ὡς ἁλίοισιν ἀγαλλομένη ἐπέεσσιν
576
ἡμέων ἤλυθες ἄντα λιλαιομένη πολεμίζειν,
577
οἳ μέγα φέρτατοί εἰμεν ἐπιχθονίων ἡρώων ·
578
ἐκ γὰρ δὴ Κρονίωνος ἐριγδούποιο γενέθλης
579
εὐχόμεθ’ἐκγεγάμεν · τρομέεσκε δὲ καὶ θοὸς Ἕκτωρ
580
ἡμέας, εἰ καὶ ἄπωθεν ἐσέδρακεν ἀΐσσοντας
581
δῆριν ἐπὶ στονόεσσαν · ἐμὴ δέ μιν ἔκτανεν αἰχμὴ
582
καὶ κρατερόν περ ἐόντα · σὺ δ’ἐν φρεσὶ πάγχυ μέμηνας,
583
μέγ’ἔτλης καὶ νῶιν ἐπηπείλησας ὄλεθρον
584
σήμερον · ἀλλὰ σοὶ εἶθαρ ἐλεύσεται ὕστατον ἦμαρ ·
585
οὐ δὲ γὰρ οὐ δ’αὐτός σε πατὴρ ἔτι ῥύσεται Ἄρης
586
ἐξ ἐμέθεν · τίσεις δὲ κακὸν μόρον, εὖτ’ἐν ὄρεσσι
587
κεμμὰς ὁμαρτήσασα βοοδμητῆρι λέοντι.
588
οὔπω τόδ’ἄκουσας, ὅσων ὑποκάππεσε γυῖα
589
Ξάνθου πὰρ προχοῇσιν ὑφ’ἡμετέρῃς παλάμῃσιν;
590
σευ πευθομένης μάκαρες φρένας ἐξείλοντο
591
καὶ νόον, ὄφρα σε Κῆρες ἀμείλιχοι ἀμφιχάνωσιν;
592
ὣς εἰπὼν οἴμησε κραταιῇ χειρὶ τιταίνων
593
λαοφόνον δόρυ μακρὸν ὑπαὶ Χείρωνι πονηθέν ·
594
αἶψα δ’ὑπὲρ μαζοῖο δαΐφρονα Πενθεσίλειαν
595
οὔτασε δεξιτεροῖο · μέλαν δέ οἱ ἔρρεεν αἷμα
596
ἐσσυμένως · δ’εἶθαρ ὑπεκλάσθη μελέεσσιν ·
597
ἐκ δ’ἔβαλεν χειρὸς πέλεκυν μέγαν · ἀμφὶ δέ οἱ νὺξ
598
ὀφθαλμοὺς ἤχλυσε καὶ ἐς φρένα δῦσαν ἀνῖαι.
599
ἀλλὰ καὶ ὣς ἄμπνυε καὶ εἴσιδε δήιον ἄνδρα
600
ἤδη μιν μέλλοντα καθελκέμεν ὠκέος ἵππου ·
601
ὥρμηνεν δ’ χειρὶ μέγα ξίφος εἰρύσσασα
602
μεῖναι ἐπεσσυμένοιο θοοῦ Ἀχιλῆος ἐρωήν,
603
κραιπνῶς ἵπποιο κατ’ὠκυτάτοιο θοροῦσα
604
λίσσεσθ’ἀνέρα δῖον, ὑποσχέσθαι δέ οἱ ὦκα
605
χαλκὸν ἅλις καὶ χρυσόν, τε φρένας ἔνδον ἰαίνει
606
θνητῶν ἀνθρώπων, εἰ καὶ μάλα τις θρασὺς εἴη,
607
τοῖς ἤν πως πεπίθοιτ’ὀλοὸν σθένος Αἰακίδαο ·
608
καὶ ὁμηλικίην αἰδεσσάμενος κατὰ θυμὸν ·
609
δῴη νόστιμον ἦμαρ ἐελδομένῃ περ ἀλύξαι.
610
καὶ τὸ μὲν ὣς ὥρμαινε · θεοὶ δ’ἑτέρωσε βάλοντο.
611
τῇ γὰρ ἐπεσσύμενος μέγ’ἐχώσατο Πηλέος υἱός,
612
καί οἱ ἄφαρ συνέπειρεν ἀελλόποδος δέμας ἵππου ·
613
εὖτέ τις ἀμφ’ὀβελοῖσιν ὑπὲρ πυρὸς αἰθαλόεντος
614
σπλάγχνα διαμπείρῃσιν ἐπειγόμενος ποτὶ δόρπον,
615
ὥς τις στονόεντα βαλὼν ἐν ὄρεσσιν ἄκοντα
616
θηρητὴρ ἐλάφοιο μέσην διὰ νηδύα κέρσῃ
617
ἐσσυμένως, πταμένη δὲ διαμπερὲς ὄβριμος αἰχμὴ
618
πρέμνον ἐς ὑψικόμοιο πάγη δρυὸς ἠέ νυ πεύκης ·
619
ὣς ἄρα Πενθεσίλειαν ὁμῶς περικαλλέϊ ἵππῳ
620
ἀντικρὺ διάμησεν ὑπ’ἔγχεϊ μαιμώωντι
621
Πηλείδης · δ’ὦκα μίγη κονίῃ καὶ ὀλέθρῳ
622
εὐσταλέως ἐριποῦσα κατ’οὔδεος · οὐ δέ οἱ αἰδὼς
623
ᾔσχυνεν δέμας ἠΰ · τάθη δ’ἐπὶ νηδύα μακρῷ
624
δουρὶ περισπαίρουσα, θοῷ δ’ἐπεκέκλιτο ἵππῳ ·
625
εὖτ’ἐλάτη κλασθεῖσα βίῃ κρυεροῦ Βορέαο,
626
ἥντέ που αἰπυτάτην ἀνάτ’ἄγκεα μακρὰ καὶ ὕλην,
627
οἷ αὐτῇ μέγ’ἄγαλμα, τρέφει παρὰ πίδακι γαῖα ·
628
τοίη Πενθεσίλεια κατ’ὠκέος ἤριπεν ἵππου
629
θηητή περ ἐοῦσα · κατεκλάσθη δέ οἱ ἁλκή.
630
Τρῶες δ’ὡς ἐσίδοντο δαϊκταμένην ἐνὶ χάρμῃ,
631
πανσυδίῃ τρομέοντες ἐπὶ πτόλιν ἐσσεύοντο
632
ἄσπετ’ἀκηχέμενοι μεγάλῳ περὶ πένθεϊ θυμόν.
633
ὡς δ’ὅτ’ἀν’εὐρέα πόντον ἐπιβρίσαντος ἀήτεω
634
ναῦται νῆ’ὀλέσαντες ὑπεκπροφύγωσιν ὄλεθρον,
635
παῦροι πολλὰ καμόντες ὀϊζυρῆς ἁλὸς εἴσω,
636
ὀψὲ δ’ἄρα σφίσι γαῖα φάνη σχεδὸν ἠδὲ καὶ ἄστυ,
637
τοὶ δὲ μόγῳ στονόεντι τετρυμένοι ἅψεα πάντα
638
ἐξ ἁλὸς ἀΐσσουσι μέγ’ἀχνύμενοι περὶ νηὸς
639
ἠδ’ἑτάρων, οὓς αἰνὸν ὑπὸ ζόφον ἤλασε κῦμα ·
640
ὣς Τρῶες ποτὶ ἄστυ πεφυζότες ἐκ πολέμοιο
641
κλαῖον πάντες Ἄρηος ἀμαιμακέτοιο θύγατρα
642
καὶ λαούς, οἳ δῆριν ἀνὰ στονόεσσαν ὄλοντο.
643
τῇδ’ἐπικαγχλόων μεγάλ’εὔχετο Πηλέος υἱός ·
644
κεῖσό νυν ἐν κονίῃσι κυνῶν βόσις ἠδ’οἰωνῶν,
645
δειλαίη · τίς γάρ σε παρήπαφεν ἀντί’ἐμεῖο
646
ἐλθέμεν; που ἔφησθα μάχης ἄπο νοστήσασα
647
οἰσέμεν ἄσπετα δῶρα παρά Πριάμοιο γέροντος
648
κτείνασ’Ἀργείους · ἀλλ’οὐ τόδε σοίγε νόημα
649
ἀθάνατοι ἐτέλεσσαν, ἐπεὶ μέγα φέρτατοί εἰμεν
650
ἡρώων, Δαναοῖσι φάος μέγα, Τρωσὶ δὲ πῆμα
651
ἠδὲ σοὶ αἰνομόρῳ, ἐπειή νύ σε Κῆρες ἐρεμναὶ
652
καὶ νόος ἐξορόθυνε γυναικῶν ἔργα λιποῦσαν
653
βήμεναι ἐς πόλεμον, τόν περ τρομέουσι καὶ ἄνδρες.
654
ὣς εἰπὼν μελίην ἐξείρυσε Πηλέος υἱὸς
655
ὠκέος ἐξ ἵπποιο καὶ αἰνῆς Πενθεσιλείης ·
656
ἄμφω δ’ἀσπαίρεσκον ὑφ’ἓν δόρυ δῃωθέντες.
657
ἀμφὶ δέ οἱ κρατὸς κόρυν εἵλετο μαρμαίρουσαν
658
ἠελίου ἀκτῖσιν ἀλίγκιον Διὸς · αἴγλῃ ·
659
τῆς δὲ καὶ ἐν κονίῃσι καὶ αἵματι πεπτηυίης
660
ἐξεφάνη ἐρατῇσιν ὑπ’ὀφρύσι καλά πρόσωπα
661
καίπερ ἀποκταμένης. οἱ δ’, ὡς ἴδον, ἀμφιέποντες
662
Ἀργεῖοι θάμβησαν, ἐπεὶ μακάρεσσιν ἐῴκει.
663
κεῖτο γὰρ ἐν τεύχεσσι κατὰ χθονὸς ἠΰτ’ἀτειρὴς
664
Ἄρτεμις ὑπνώουσα, Διὸς τέκος, εὖτε κάμῃσι
665
γυῖα κατ’οὔρεα μακρὰ θοοὺς βάλλουσα λέοντας ·
666
αὐτὴ γάρ μιν ἔτευξε καὶ ἐν φθιμένοισιν ἀγητὴν
667
Κύπρις ἐϋστέφανος κρατεροῦ παράκοιτις Ἄρηος,
668
ὄφρα τι καὶ Πηλῆος ἀμύμονος υἷ’ἀκαχήσῃ.
669
πολλοὶ δ’εὐχετόωντο κατ’οἰκία νοστήσαντες
670
τοίης ἧς ἀλόχοιο παρὰ λεχέεσσιν ἰαῦσαι.
671
καὶ δ’Ἀχιλεὺς ἀλίαστον ἑῷ ἐνετείρετο θυμῷ,
672
οὕνεκά μιν κατέπεφνε καὶ οὐκ ἄγε δῖαν ἄκοιτιν
673
Φθίην εἰς εὔπωλον, ἐπεὶ μέγεθόςτε καὶ εἶδος
674
ἔπλετ’ἀμώμητόςτε καὶ ἀθανάτῃσιν ὁμοίη.
675
Ἄρεϊ δ’ἔμπεσε πένθος ὑπὸ φρένας ἀμφὶ θυγατρὸς
676
θυμὸν ἀκηχεμένῳ · τάχα δ’ἔκθορεν Οὐλύμποιο
677
σμερδαλέῳ ἀτάλαντος ἐΰ κτυπέοντι κεραυνῷ,
678
ὅντε Ζεὺς προΐησιν, δ’ἀκαμάτης ἀπὸ χειρὸς
679
ἔσσυται ἐπὶ πόντον ἀπείριτον ἐπὶ γαῖαν
680
μαρμαίρων, τῷ δ’ἀμφὶ μέγας πελεμίζετ’Ὄλυμπος ·
681
τοῖος Ἄρης ταναοῖο δι’ἠέρος ἀσχαλόων κῆρ
682
ἔσσυτο σὺν τεύχεσσιν, ἐπεὶ μόρον αἰνὸν ἄκουσε
683
παιδὸς ἑῆς · τῷ γάρ ῥα κατ’οὐρανὸν εὐρὺν ἐόντι
684
αὖραι μυθήσαντο θοαὶ Βορέαο θύγατρες
685
κούρης αἰνὸν ὄλεθρον · δ’ὡς κλύεν, ἶσος ἀέλλῃ
686
Ἰδαίων ὀρέων ἐπεβήσατο · τοῦ δ’ὑπὸ ποσσὶν
687
ἄγκεα κίνυτο μακρὰ βαθύρρωχμοίτε χαράδραι
688
καὶ ποταμοὶ καὶ πάντες ἀπειρέσιοι πόδες Ἴδης.
689
καί νύ κε Μυρμιδόνεσσι πολύστονον ὤπασεν ἦμαρ,
690
εἰ μή μιν Ζεὺς αὐτὸς ἀπ’Οὐλύμποιο φόβησε
691
σμερδαλέῃς στεροπῇσι καὶ ἀργαλέοισι κεραυνοῖς,
692
οἵ οἱ πρόσθε ποδῶν θαμέες ποτόωντο δι’αἴθρης
693
δεινὸν ἀπαιθόμενοι · δ’ἄρ’εἰσορόων ἐνόησε
694
πατρὸς ἐριγδούποιο μέγα βρομέουσαν ὁμοκλήν ·
695
ἔστη δ’ἐσσύμενός περ ἐπὶ πτολέμοιο κυδοιμόν.
696
ὡς δ’ὅτ’ἀπ’ἠλιβάτου σκοπιῆς περιμήκεα λᾶαν
697
λάβρος ὁμῶς ἀνέμοισιν ἀπορρήξῃ Διὸς ὄμβρος,
698
ὄμβρος ἄρ’ἠὲ κεραυνός, ἐπικτυπέουσι δὲ βῆσσαι
699
λάβρα κυλινδομένοιο, δ’ἀκαμάτῳ ὑπὸ ῥοίζῳ
700
ἔσσυτ’ἁναθρώσκων μάλα ταρφέα, μέχρις ἵκηται
701
χῶρον ἐπ’ἰσόπεδον, σταίη δ’ἄφαρ οὐκ ἐθέλων περ ·
702
ὣς Διὸς ὄβριμος υἱὸς Ἄρης ἀέκοντί γε θυμῷ
703
ἔστη ἐπειγόμενός περ, ἐπεὶ μακάρων μεδέοντι
704
πάντες ὁμῶς εἴκουσιν Ὀλύμπιοι, οὕνεκ’ἄρ’αὐτῶν
705
πολλὸν ὑπέρτατός ἐστι, πέλει δέ οἱ ἄσπετος ἀλκή.
706
πολλὰ δέ πορφύροντα θοὸς νόος ὀτρύνεσκεν
707
ἄλλοτε μέν Κρονίδαο μέγ’ἀσχαλόωντος ἐνιπὴν
708
σμερδαλέην τρομέοντα πρὸς οὐρανὸν ἀπονέεσθαι,
709
ἄλλοτε δ’οὐκ ἀλέγειν σφετέρου πατρός, ἀλλ’Ἀχιλῆι
710
μῖξαι ἐν αἵματι χεῖρας ἀτειρέας. ὀψὲ δέ οἱ κῆρ
711
μνήσαθ’, ὅσοι καὶ Ζηνὸς ἐνὶ πτολέμοισι δάμησαν
712
υἱέες, οἷς οὐ δ’αὐτὸς ἐπήρκεσεν ὀλλυμένοισιν ·
713
τοὔνεκ’ἀπ’Ἀργείων ἑκάς ἤϊεν · γὰρ ἔμελλεν
714
κεῖσθαι ὁμῶς Τιτῆσι δαμεὶς στονόεντι κεραυνῷ,
715
εἰ Διὸς ἀθανάτοιο παρὲκ νόον ἄλλα μενοίνα.
716
καὶ τότ’ἀρήϊοι υἷες ἐϋσθενέων Ἀργείων
717
σύλεον ἐσσυμένως βεβροτωμένα τεύχεα νεκρῶν
718
πάντῃ ἐπεσσύμενοι · μέγα δ’ἄχνυτο Πηλέος υἱὸς
719
κούρης εἰσορόων ἐρατὸν σθένος ἐν κονίῃσι ·
720
τοὔνεκά οἱ κραδίην ὀλοαὶ κατέδαπτον ἀνῖαι
721
ὁππόσον ἀμφ’ἑτάροιο πάρος Πατρόκλοιο δαμέντος.
722
Θερσίτης δέ μιν ἄντα κακῷ μέγα νείκεσε μύθῳ ·
723
Ἀχιλεῦ φρένας αἰνέ, τίη νύ σευ ἤπαφε δαίμων
724
θυμὸν ἐνὶ στέρνοισιν Ἀμαζόνος εἵνεκα λυγρῆς,
725
νῶιν κακὰ πολλὰ λιλαίετο μητίσασθαι;
726
τῆς τοι ἐνὶ φρεσὶ σῇσι γυναιμανές ἦτορ ἔχοντι
727
μέμβλεται ὡς ἀλόχοιο πολύφρονος, ἥντ’ἐπὶ ἕδνοις
728
κουριδίην μνήστευσας ἐελδόμενος γαμέεσθαι.
729
ὥς σ’ὄφελον κατὰ δῆριν ὑποφθαμένη βάλε δουρί,
730
οὕνεκα θηλυτέρῃσιν ἄδην ἐπιτέρπεαι ἦτορ,
731
οὐ δέ νύ σοί τι μέμηλεν ἐνὶ φρεσὶν οὐλομένῃσιν
732
ἀμφ’ἀρετῆς κλυτὸν ἔργον, ἐπὴν ἐσίδησθα γυναῖκα.
733
σχέτλιε, ποῦ νύ τοί ἐστιν ἐῢ σθένος ἠδὲ νόημα;
734
πῇ δὲ βίη βασιλῆος ἀμύμονος; οὐ δέ τι οἶσθα
735
ὅσσον ἄχος Τρώεσσι γυναιμανέουσι τέτυκται;
736
οὐ γὰρ τερπωλῆς ὀλοώτερον ἄλλο βροτοῖσιν
737
ἐς λέχος ἱεμένης, τ’ἄφρονα φῶτα τίθησι
738
καὶ πινυτόν περ ἐόντα · πόνῳ δ’ἄρα κῦδος ὀπηδεῖ ·
739
ἀνδρὶ γὰρ αἰχμητῇ νίκης κλέος ἔργατ’Ἄρηος
740
τερπνά · φυγοπτολέμῳ δὲ γυναικῶν εὔαδεν εὐνή.
741
μέγα νεικείων · δέ οἱ περιχώσατο θυμῷ
742
Πηλείδης ἐρίθυμος · ἄφαρ δέ χειρὶ κραταιῇ
743
τύψε κατὰ γναθμοῖο καὶ οὔατος · οἱ δ’ἅμα πάντες
744
ἐξεχύθησαν ὀδόντες ἐπὶ χθόνα, κάππεσε δ’αὐτὸς
745
πρηνής · ἐκ δέ οἱ αἷμα διὰ στόματος πεφόρητο
746
ἀθρόον · αἶψα δ’ἄναλκις ἀπὸ μελέων φύγε θυμὸς
747
ἀνέρος οὐτιδανοῖο · χάρη δ’ἄρα λαὸς Ἀχαιῶν ·
748
τοὺς γὰρ νείκεε πάμπαν ἐπεσβολίῃσι κακῇσιν
749
αὐτὸς ἐὼν λωβητός · γὰρ Δαναῶν πέλεν αἰδώς.
750
καί ῥά τις ὧδ’εἴπεσκεν ἀρηϊθόων Ἀργείων ·
751
οὐκ ἀγαθὸν βασιλῆας ὑβριζέμεν ἀνδρὶ χέρηι
752
ἀμφαδὸν οὔτε κρυφηδόν, ἐπεὶ χόλος αἰνὸς ὀπηδεῖ ·
753
ἔστι Θέμις, καὶ γλῶσσαν ἀναιδέα τίνυται Ἄτη,
754
τ’αἰεὶ μερόπεσσιν ἐπ’ἄλγεσιν ἄλγος ἀέξει.
755
ὣς ἄρ’ἔφη Δαναῶν τις · δ’ἀσχαλόων ἐνὶ θυμῷ
756
Πηλείδης ἐρίθυμος ἔπος ποτὶ τοῖον ἔειπεν ·
757
κεῖσό νυν ἐν κονίῃσι λελασμένος ἀφροσυνάων ·
758
οὐ γὰρ ἀμείνονι φωτὶ χρεών κακὸν ἀντί’ἐρίζειν ·
759
καί που τὸ πάροιθεν Ὀδυσσῆος ταλαὸν κῆρ
760
ἀργαλέως ὤρινας ἐλέγχεα μυρία βάζων ·
761
ἀλλ’οὐ Πηλείδης τοι ὁμοίιος ἐξεφαάνθην,
762
ὅς σευ θυμὸν ἔλυσα καὶ οὐκέτι χειρὶ βαρείῃ
763
πληξάμενος · σὲ δὲ πότμος ἀμείλιχος ἀμφεκάλυψεν,
764
σῇ δ’ὀλιγοδρανίῃ θυμὸν λίπες · ἀλλ’ἀπ’Ἀχαιῶν
765
ἔρρε καὶ ἐν φθιμένοισιν ἐπεσβολίας ἀγόρευε.
766
ὣς ἔφατ’Αἰακίδαο θρασύφρονος ἄτρομος υἱός.
767
Τυδείδης δ’ἄρα μοῦνος ἐν Ἀργείοις Ἀχιλῆι
768
χώετο Θερσίταο δεδουπότος, οὕνεκ’ἄρ’αὐτοῦ
769
εὔχετ’ἀφ’αἵματος εἶναι, ἐπεὶ πέλεν ὃς μὲν ἀγαυοῦ
770
Τυδέος ὄβριμος υἱός, δ’Ἀγρίου ἰσοθέοιο,
771
ἀγρίου, ὅςτ’Οἰνῆος ἀδελφεὸς ἔπλετο δίου ·
772
Οἰνεὺς δ’υἱέα γείνατ’ἀρήιον ἐν Δαναοῖσι
773
Τυδέα · τοῦ δ’ἐτέτυκτο πάϊς σθεναρὸς Διομήδης.
774
τοὔνεκα Θερσίταο περὶ κταμένοιο χαλέφθη.
775
καί νύ κε Πηλείωνος ἐναντίον ἤρατο χεῖρας,
776
εἰ μή μιν κατέρυξαν Ἀχαιῶν φέρτατοι υἷες,
777
πολλὰ παρηγορέοντες ὁμιλαδόν · ὣς δὲ καὶ αὐτὸν
778
Πηλείδην ἑτέρωθεν ἐρήτυον · γὰρ ἔμελλον
779
ἤδη καὶ ξιφέεσσιν ἐριδμαίνειν οἱ ἄριστοι
780
Ἀργείων · τοὺς γάρ ῥα κακὸς χόλος ὀτρύνεσκεν.
781
ἀλλ’οἱ μὲν πεπίθοντο παραιφασίῃσιν ἑταίρων.
782
οἱ δὲ μέγ’οἰκτείραντες ἀγαυὴν Πενθεσίλειαν
783
Ἀτρεῖδαι βασιλῆες ἀγασσάμενοί καὶ αὐτοὶ
784
Τρωσὶ δόσαν ποτὶ ἄστυ φέρειν ἐρικυδέος Ἴλου
785
σὺν σφοῖσιν τεύχεσσιν, ἐπεὶ Πριάμοιο νόησαν
786
ἀγγελίην προϊέντος · γὰρ φρεσὶν ᾗσι μενοίνα
787
κούρην ὀβριμόθυμον ὁμῶς τεύχεσσι καὶ Ἵππῳ
788
ἐς μέγα σῆμα βαλέσθαι ἀφνειοῦ Λαομέδοντος.
789
καί οἱ πυρκαϊὴν νηήσατο πρόσθε πόληος
790
ὑψηλήν, εὐρεῖαν · ὕπερθε δὲ θήκατο κούρην
791
πολλοῖς σὺν κτεάτεσσιν, ὅσα κταμένῃ ἐπεῴκει
792
ἐν πυρὶ συγκείασθαι ἐϋκτεάνῳ βασιλείῃ ·
793
καὶ τὴν μὲν κατέδαψε θοὸν μένος Ἡφαίστοιο,
794
φλὸξ ὀλοή · λαοὶ δὲ περισταδὸν ἄλλοθεν ἄλλοι
795
πυρκαϊὴν σβέσσαντο θοῶς εὐώδεϊ οἴνῳ.
796
ὀστέα δ’ἀλλέξαντες ἄδην ἐπέχευαν ἄλειφα
797
ἡδὺ καὶ ἐς κοίλην χηλὸν θέσαν · ἀμφὶ δ’ἄρ’αὐτοῖς
798
πίονα δημὸν ὕπερθε βάλον βοός, τ’ἀγέλῃσιν
799
Ἰδαίοις ἐν ὄρεσσι μετέπρεπε φερβομένῃσι.
800
Τρῶες δ’ὥστε θύγατρα φίλην περικωκύσαντες
801
ἀχνύμενοι τάρχυσαν ἐΰδμητον περὶ τεῖχος
802
πύργῳ ἔπι προὔχοντι παρ’ὀστέα Λαομέδοντος
803
ἦρα φέροντες Ἄρηι καὶ αὐτῇ Πενθεσιλείῃ.
804
καί οἱ παρκατέθαψαν Ἀμαζόνας, ὅσσαι ἅμ’αὐτῇ
805
ἑσπόμεναι ποτὶ δῆριν ὑπ’Ἀργείοισι δάμησαν ·
806
οὐ γάρ σφιν τύμβοιο πολυκλαύτοιο μέγηραν
807
Ἀτρεῖδαι, Τρώεσσι δ’ἐϋπτολέμοισιν ὄπασσαν
808
ἐκ βελέων ἐρύσασθαι ὁμῶς κταμένοισι καὶ ἄλλοις ·
809
οὐ γὰρ ἐπὶ φθιμένοισι πέλει κότος, ἀλλ’ἐλεεινοὶ
810
δήιοι οὐκέτ’ἐόντες, ἐπὴν ἀπὸ θυμὸς ὄληται.
811
Ἀργεῖοι δ’ἀπάνευθε δόσαν πυρὶ πολλὰ κάρηνα
812
ἡρώων, οἳ δή δή ὁμοῦ κτάθεν ἠδ’ἐδάμησαν
813
Τρώων ἐν παλάμῃσιν ἀνὰ στόμα δηιοτῆτος,
814
πολλὰ μάλ’ἀχνύμενοι κταμένων ὕπερ. ἔξοχα δ’ἄλλων
815
ἀμφ’ἀγαθοῦ μύροντο Ποδάρκεος · οὐ γάρ ἐπ’ἐσθλοῦ
816
δεύετ’ἀδελφειοῖο μάχῃ ἔνι Πρωτεσιλάου ·
817
ἀλλ’ μὲν ἤδη πρόσθεν ὑφ’Ἕκτορι κεῖτο δαϊχθεὶς
818
ἠΰς Πρωτεσίλαος · δ’ἔγχεϊ Πενθεσιλείης
819
βλήμενος Ἀργείοισι λυγρὸν περικάββαλε πένθος ·
820
τοὔνεκά οἱ πληθὺν μὲν ἀπόπροθι ταρχύσαντο
821
τεθναότων · κείνῳ δέ πέριξ ἐβάλοντο καμόντες
822
οἴῳ σῆμ’ἀρίδηλον, ἐπεὶ θρασὺς ἔπλετο θυμῷ.
823
νόσφι δὲ Θερσίταο λυγρὸν δέμας οὐτιδανοῖο
824
θάψαντες ποτὶ νῆας ἐϋπρώρους ἀφίκοντο
825
Αἰακίδην Ἀχιλῆα μέγα φρεσὶ κυδαίνοντες.
826
ἦμος δ’αἰγλήεσσα κατ’ὠκεανοῖο βεβήκει
827
ἠώς, ἀμφὶ δὲ γαῖαν ἐκίδνατο θεσπεσίη νύξ,
828
δὴ τότ’ἄρ’ἐν κλισίῃς Ἀγαμέμνονος ἀφνειοῖο
829
δαίνυτο Πηλείδαο βίη · σὺν δ’ἄλλοι ἄριστοι
830
τέρποντ’ἐν θαλίῃς μέχρις ἠῶ δῖαν ἱκέσθαι.