Quintus

Posthomerica, 3

1
αὐτὰρ ἐπεὶ φάος ἦλθεν ἐϋθρόνου Ἠριγενείης,
2
δὴ τότ’ἄρ’Ἀντιλόχοιο νέκυν ποτὶ νῆας ἔνεικαν
3
αἰχμηταὶ Πύλιοι μεγάλα στενάχοντες ἄνακτα
4
καί μιν ταρχύσαντο παρ’ᾐόσιν Ἑλλησπόντου
5
πολλὰ μάλ’ἀχνύμενοι · περὶ δ’ἔστενον ὄβριμοι υἷες
6
Ἀργείων · πάντας γὰρ ἀμείλιχον ἄμφεχε πένθος
7
Νέστορι ἦρα φέροντας · δ’οὐ μέγα δάμνατο θυμῷ ·
8
ἀνδρὸς γὰρ πινυτοῖο περὶ φρεσὶ τλήμεναι ἄλγος
9
θαρσαλέως καὶ μή τι κατηφιόωντ’ἀκάχησθαι.
10
Πηλείδης δ’ἑτάροιο χολούμενος Ἀντιλόχοιο
11
σμερδνὸν ἐπὶ Τρώεσσι κορύσσετο · τοὶ δέ καὶ αὐτοὶ
12
καίπερ ὑποτρομέοντες ἐϋμμελίην Ἀχιλῆα
13
τείχεος ἐξεχέοντο μεμαότες, οὕνεκ’ἄρα σφι
14
κῆρες ἐνὶ στέρνοισι θράσος βάλον · γὰρ ἔμελλον
15
πολλοὶ ἀνοστήτοιο κατελθέμεν Ἀϊδονῆος
16
χερσὶν ὕπ’Αἰακίδαο δαΐφρονος, ὅς ῥα καὶ αὐτὸς
17
φθεῖσθαι ὁμῶς ἤμελλε παρὰ Πριάμοιο πόληι.
18
αἶψα δ’ἄρ’ἀμφοτέρωθε συνήλυθον εἰς ἕνα χῶρον
19
Τρώων ἔθνεα πολλὰ μενεπτολέμωντ’Ἀργείων
20
μαιμώωντ’ἐς Ἄρηα διεγρομένου πολέμοιο.
21
Πηλείδης δ’ἐν τοῖσι πολὺν περιδάμνατο λαὸν
22
δυσμενέων · πάντῃ δὲ φερέσβιος αἵματι γαῖα
23
δεύετο, καὶ νεκύεσσι περιστείνοντο ῥέεθρα
24
Ξάνθου καὶ Σιμόεντος · δ’ἑσπόμενος κεράϊζε
25
μέχρις ἐπὶ πτολίεθρον, ἐπεὶ φόβος ἄμφεχε λαούς.
26
καί νύ κε πάντας ὄλεσσε, πύλας δ’εἰς οὖδας ἔρεισε
27
θαιρῶν ἐξερύσας, καὶ συνέαξεν ὀχῆας
28
δόχμιος ἐγχριμφθείς, Δαναοῖσι δὲ θῆκε κέλευθον
29
ἐς Πριάμοιο πόληα, διέπραθε δ’ὄλβιον ἄστυ,
30
εἰ μή οἱ μέγα Φοῖβος ἀνηλέϊ χώσατο θυμῷ,
31
ὡς ἴδεν ἄσπετα φῦλα δαϊκταμένων ἡρώων.
32
αἶψα δ’ἀπ’Οὐλύμποιο κατήλυθε θηρὶ ἐοικὼς
33
ἰοδόκην ὤμοισιν ἔχων καὶ ἀναλθέας ἰούς ·
34
ἔστη δ’Αἰακίδαο καταντίον · ἀμφὶ δ’ἄρ’αὐτῷ
35
γωρυτὸς καὶ τόξα μὲγ’ἴαχεν · ἐκ δέ οἱ ὄσσων
36
πῦρ ἄμοτον μάρμαιρε · ποσὶν δ’ὑπεκίνυτο γαῖα.
37
σμερδαλέον δ’ἤϋσε μέγας θεός, ὄφρ’Ἀχιλῆα
38
τρέψῃ ἀπὸ πτολέμοιο θεοῦ ὄπα ταρβήσαντα
39
θεσπεσίην, καὶ Τρῶας ὑπὲκ θανάτοιο σαώσῃ ·
40
χάζεο, Πηλείδη, Τρώων ἑκάς, οὐ γὰρ ἔοικεν
41
οὔ σ’ἔτι δυσμενέεσσι κακὰς ἐπὶ κῆρας ἰάλλειν,
42
μή σε καὶ ἀθανάτων τις ἀπ’Οὐλύμποιο χαλέψῃ.
43
ὣς ἄρ’ἔφη · δ’ἄρ’οὔτι θεοῦ τρέσεν ἄμβροτον αὐδήν ·
44
ἤδη γάρ οἱ Κῆρες ἀμείλιχοι ἀμφεποτῶντο ·
45
τοὔνεκ’ἄρ’οὐκ ἀλέγιζε θεοῦ, μέγα δ’ἴαχεν ἄντην ·
46
Φοῖβε, τί με θεοῖσι καὶ οὐ μεμαῶτα μάχεσθαι
47
ὀτρύνεις Τρώεσσιν ὑπερφιάλοισιν ἀμύνων;
48
ἤδη γὰρ καὶ πρόσθε μ’ἀποστρέψας ὀρυμαγδοῦ
49
ἤπαφες, ὁππότε πρῶτον ὑπεξεσάωσας ὀλέθρου
50
Ἕκτορα, τῷ μέγα Τρῶες ἀνὰ πτόλιν εὐχετόωντο.
51
ἀλλ’ἀναχάζεο τῆλε καὶ ἐς μακάρων ἕδος ἄλλων
52
ἔρχεο, μή σε βάλοιμι καὶ ἀθάνατόν περ ἐόντα.
53
ὣς εἰπὼν ἀπάτερθε θεὸν λίπε, βῆ δ’ἐπὶ Τρῶας,
54
οἵ ῥ’ἔτι που φεύγεσκον ἀεὶ προπάροιθε πόληος,
55
καὶ τοὺς μὲν σεύεσκεν · δ’ἀσχαλόων ἐνὶ θυμῷ
56
Φοῖβος ἑὸν κατὰ θυμὸν ἔπος ποτὶ τοῖον ἔειπεν ·
57
πόποι, ὡς γε μαίνετ’ἀνὰ φρένας · ἀλλά οἱ οὔτι
58
οὐ δ’αὐτὸς Κρονίδης ἔτ’ἀλέξεται οὔτε τις ἄλλος
59
οὕτω μαργαίνοντι καὶ ἀντιόωντι θεοῖσιν.
60
ὣς ἄρ’ἔφη, καὶ ἄϊστος ὁμοῦ νεφέεσσιν ἐτύχθη ·
61
ἠέρα δ’ἑσσάμενος στυγερὸν προέηκε βέλεμνον,
62
καί θοῶς οὔτησε κατὰ σφυρόν · αἶψα δ’ἀνῖαι
63
δῦσαν ὑπὸ κραδίην · δ’ἀνετράπετ’ἠΰτε πύργος,
64
ὅντε βίη τυφῶνος ὑποχθονίῃ στροφάλιγγι
65
ῥήξῃ ὑπὲρ δαπέδοιο κραδαινομένης βαθὺ γαίης ·
66
ὣς ἐκλίθη δέμας ἠῢ κατ’οὔδεος Αἰακίδαο.
67
ἀμφὶ δὲ παπτήνας ὀλοὸν καὶ ἔπος ἀκράαντον ὁμόκλα ·
68
τίς νύ μοι αἰνὸν ὀϊστὸν ἐπιπροέηκε κρυφηδόν;
69
τλήτω μευ κατέναντα καὶ εἰς ἀναφανδὸν ἱκέσθαι,
70
ὄφρα δέ οἱ μέλαν αἷμα καὶ ἔγκατα πάντα χυθείη
71
ἡμετέρῳ περὶ δουρὶ καὶ Ἄϊδα λυγρὸν ἵκηται ·
72
οἶδα γὰρ ὡς οὔτις με δυνήσεται ἐγγύθεν ἐλθὼν
73
ἐγχείῃ δαμάσασθαι ἐπιχθονίων ἡρώων,
74
οὐ δ’εἴπερ στέρνοισι μάλ’ἄτρομον ἦτορ ἔχῃσιν,
75
ἄτρομον ἦτορ ἔχῃσι λίην καὶ χάλκεος εἴη ·
76
κρύβδα δ’ἀνάλκιδες αἰὲν ἀγαυοτέρους λοχόωσι.
77
τῷ μευ ἴτω κατέναντα, καὶ εἰ θεὸς εὔχεται εἶναι
78
χωόμενος Δαναοῖς, ἐπεὶ νύ μοι ἦτορ ἔολπεν
79
ἔμμεναι Ἀπόλλωνα λυγρῇ κεκαλυμμένον ὄρφνῃ.
80
ὣς γάρ μοι τὸ πάροιθε φίλη διεπέφραδε μήτηρ
81
κείνου ὑπαὶ βελέεσσιν ὀϊζυρῶς ἀπολέσθαι
82
Σκαιῇς ἀμφὶ πύλῃσι · τὸ δ’οὐκ ἀνεμώλιον ἦεν.
83
καὶ λυγρὸν ὀϊστὸν ἀμειλίκτοισι χέρεσσιν
84
ἕλκεος ἐξείρυσσεν ἀναλθέος · ἐκ δέ οἱ αἷμα
85
ἔσσυτο τειρομένοιο · πότμος δέ οἱ ἦτορ ἐδάμνα.
86
ἀσχαλόων δ’ἔρριψε βέλος · τὸ δ’ἄρ’αἶψα κιοῦσαι
87
πνοιαὶ ἀνηρείψαντο, δόσαν δέ μιν Ἀπόλλωνι
88
ἐς Διὸς οἰχομένῳ ζάθεον πέδον · οὐ γὰρ ἐῴκει
89
ἄμβροτον ἰὸν ὀλέσθαι ἀπ’ἀθανάτοιο μολόντα.
90
δεξάμενος δ’ γε κραιπνὸς ἀφίκετο μακρὸν Ὄλυμπον
91
ἄλλων ἀθανάτων ἐς ὁμήγυριν, ᾗχι μάλιστα
92
πανσυδίῃ ἀγέροντο μάχην ἐσορώμενοι ἀνδρῶν ·
93
οἱ μὲν γὰρ Τρώεσσι μενοίνεον εὖχος ὀρέξαι
94
οἱ δ’αὖτ’Ἀργείοις, διὰ δ’ἄνδιχα μητιόωντες
95
δέρκοντο κτείνοντας ἀνὰ μόθον ὀλλυμένουςτε.
96
τὸν δ’ὁπότ’εἰσενόησε Διὸς πινυτὴ παράκοιτις,
97
αὐτίκα μιν νείκεσσεν ἀνιηροῖς ἐπέεσσιν ·
98
Φοῖβε, τί τόδ’ἔρεξας ἀτάσθαλον ἤματι τῷδε,
99
λησάμενος κείνοιο, τὸν ἀθάνατοι γάμον αὐτοὶ
100
ἀντιθέῳ Πηλῆι συνήρσαμεν; ἐν δὲ σὺ μέσσοις
101
δαινυμένοις ἤειδες, ὅπως Θέτιν ἀργυρόπεζαν
102
Πηλεὺς ἤγετ’ἄκοιτιν ἁλὸς μέγα λαῖτμα λιποῦσαν,
103
καί σευ φορμίζοντος ἐπήιεν ἀθρόα φῦλα,
104
θῆρέςτ’οἰωνοίτε βαθυσκόπελοίτε κολῶναι
105
καὶ ποταμοὶ καὶ πᾶσα βαθύσκιος ἤιεν ὕλη.
106
ἀλλὰ τά γ’ἐξελάθου, καὶ ἀμείλιχον ἔργον ἔρξας
107
κτείνας ἀνέρα δῖον, ὃν ἀθανάτοισι σὺν ἄλλοίς
108
νέκταρ ἀποσπένδων ἠρήσαο παῖδα γενέσθαι
109
ἐκ Θέτιδος Πηλῆι · τεῆς δ’ἐπελήσαο ἀρῆς
110
ἦρα φέρων λαοῖσι κραταιοῦ Λαομέδοντος,
111
πάρα βουκολέεσκες · δ’ἀθάνατόν περ ἐόντα
112
θνητὸς ἐὼν ἀκάχιζε · σὺ δ’ἀφρονέων ἐνὶ θυμῷ
113
ἦρα φέρεις Τρώεσσι λελασμένος ὅσσ’ἐμόγησας.
114
σχέτλιος, οὔ νύ τι οἶδας ἐνὶ φρεσὶ λευγαλέῃσιν,
115
οὔθ’ὅτις ἀργαλέος καὶ ἐπάξιος ἄλγεα πάσχειν,
116
οὔθ’ὅτις ἀθανάτοισι τετιμένος · γὰρ Ἀχιλλεὺς
117
ἤπιος ἄμμι τέτυκτο καὶ ἐξ ἡμέων γένος ἦεν.
118
ἀλλ’οὐ μὰν Τρώεσσιν ἐλαφρότερον πόνον οἴω
119
ἔσσεσθ’Αἰακίδαο δεδουπότος, οὕνεκ’ἄρ’αὐτοῦ
120
υἱὸς ἀπὸ Σκύροιο θοῶς ἐς ἀπηνέα δῆριν
121
Ἀργείοις ἐπαρωγὸς ἐλεύσεται εἴκελος ἀλκὴν
122
πατρὶ ἑῷ · πολέσιν δὲ κακὸν δηίοισι πελάσσει.
123
νυ σοὶ οὐ Τρώων ἐπιμέμβλεται, ἀλλ’Ἀχιλῆι
124
ἀμφ’ἀρετῆς ἐμέγηρας, ἐπεὶ πέλε φέρτατος ἀνδρῶν;
125
νήπιε, πῶς ἔτι σοῖσιν ἐν ὄμμασι Νηρηίνην
126
ὄψει ἐν ἀθανάτοισι Διὸς ποτὶ δώματ’ἰοῦσαν,
127
σε πάρος κύδαινε καὶ ὡς φίλον ἔδρακεν υἷα;
128
μέγα νεικείουσα πολυσθενέος Διὸς υἷα
129
Ἥρη ἀκηχεμένη · δ’ἄρ’οὐκ ἀπαμείβετο μύθῳ ·
130
ἅζετο γὰρ παράκοιτιν ἑοῦ πατρὸς ἀκαμάτοιο ·
131
οὐ δέ οἱ ὀφθαλμοῖσι καταντίον εἰσοράασθαι
132
ἔσθενεν, ἀλλ’ἀπάνευθε θεῶν ἄλληκτον ἐόντων
133
ἧστο κατωπιόων · ἄμοτον δέ οἱ ἐσκύζοντο
134
ἀθάνατοι κατ’Ὄλυμπον ὅσοι Δαναοῖσιν ἄμυνον ·
135
ὅσσοι δ’αὖ Τρώεσσι μενοίνεον εὖχος ὀρέξαι,
136
κεῖνοί μιν κύδαινον ἐνὶ φρεσὶ καγχαλόωντες
137
κρύβδ’Ἥρης · πάντες γὰρ ἐναντίον Οὐρανίωνες
138
ἅζοντ’ἀσχαλόωσαν. δ’οὔπω λήθετο θυμοῦ
139
Πηλείδης · ἔτι γάρ οἱ ἀμαιμακέτοις ἐνὶ γυίοις
140
ἔζεεν αἷμα κελαινὸν ἐελδομένοιο μάχεσθαι.
141
οὐ δ’ἄρα οἱ Τρώων τις ἐτόλμα ἐγγὺς ἱκέσθαι
142
βλημένου, ἀλλ’ἀπάνευθεν ἀφέστασαν, εὖτε λέοντος
143
ἀγρόται ἐν ξυλόχοισι τεθηπότες, ὅντε βάλῃσι
144
θηρητήρ, δ’ἄρ’οὔτι πεπαρμένος ἦτορ ἄκοντι
145
λήθεται ἠνορέης, ἀλλὰ στρέφετ’ἄγριον ὄμμα
146
σμερδαλέον βλοσυρῇσιν ὑπαὶ γενύεσσι βεβρυχώς.
147
ὣς ἄρα Πηλείδαο χόλος καὶ λοίγιον ἕλκος
148
θυμὸν ἄδην ὀρόθυνε · θεοῦ δέ μιν ἰὸς ἐδάμνα.
149
ἀλλὰ καὶ ὣς ἀνόρουσε καὶ ἔνθορε δυσμενέεσσι
150
πάλλων ὄβριμον ἔγχος · ἕλεν δ’Ὀρυθάονα δῖον,
151
Ἕκτορος ἐσθλὸν ἑταῖρον, ἔσω κροτάφοιο τυχήσας ·
152
οὐ γάρ οἱ κόρυς ἔσχε μακρὸν δόρυ, μαιμώωντος
153
ἀλλὰ δι’αὐτῆς αἶψα καὶ ὀστέου ἔνδον ἵκανεν
154
ἶνας ἐς ἐγκεφάλοιο, κέδασσε δέ οἱ θαλερὸν κῆρ.
155
Ἱππόνοον δ’ἐδάμασσε κατ’ὀφρύος ἔγχος ἐρείσας
156
ἐς θέμεθλ’ὀφθαλμοῖο · χαμαὶ δέ οἱ ἔκπεσε γλήνη
157
ἐκ βλεφάρων · ψυχὴ δὲ κατ’Ἄϊδος ἐξεποτήθη.
158
Ἀλκαθόου δ’ἄρ’ἔπειτα διὰ γναθμοῖο περήσας
159
γλῶσσαν ὅλην ἀνέκερσεν · δ’ἐς πέδον ἤριπε γαίης
160
ἐκπνείων, αἰχμὴ δὲ δι’οὔατος ἐξεφαάνθη.
161
καὶ τοὺς μὲν κατέπεφνε καταντίον ἀΐσσοντας
162
δῖος ἀνήρ · πολλῶν δὲ καὶ ἄλλων θυμὸν ἔλυσε
163
φευγόντων · ἔτι γάρ οἱ ἐνὶ φρεσὶν ἔζεεν αἷμα.
164
ἀλλ’ὅτε οἱ ψύχοντο μέλη καὶ ἀπήιε θυμός,
165
ἔστη ἐρεισάμενος μελίῃ ἔπι · τοὶ δ’ἐπέτοντο
166
πανσυδίῃ τρομέοντες, δέ σφισι τοῖον ὁμόκλα ·
167
δειλοὶ Τρῶες καὶ Δάρδανοι, οὐ δὲ θανόντος
168
ἔγχος ἐμὸν φεύξεσθε ἀμείλιχον, ἀλλ’ἅμα πάντες
169
τίσετ’ἄρ’αἰνὸν ὄλεθρον Ἐριννύσιν ἡμετέρῃσιν.
170
ὣς φάτο · τοὶ δ’ἀΐοντες ὑπέτρεσαν, εὖτ’ἐν ὄρεσσι
171
φθόγγον ἐριβρύχοιο νεβροὶ τρομέωσι λέοντος
172
δείλαιοι μέγα θῆρα πεφυζότες · ὣς ἄρα λαοὶ
173
Τρώων ἱπποπόλων ἠδ’ἀλλοδαπῶν ἐπικούρων
174
ὑστατίην Ἀχιλῆος ὑποτρομέεσκον ὁμοκλήν,
175
ἐλπόμενοί μιν ἔτ’ἔμμεν ἀνούτατον. ὃς δ’ὑπὸ πότμῳ
176
θυμὸν τολμήεντα καὶ ὄβριμα γυῖα βαρυνθεὶς
177
ἤριπεν ἀμφὶ νέκυσσιν ἀλίγκιος οὔρεϊ μακρῷ ·
178
γαῖα δ’ὑπεπλατάγησε, καὶ ἄσπετον ἔβραχε τεύχη
179
Πηλείδαο πεσόντος ἀμύμονος. οἱ δ’ἔτι θυμῷ
180
δήιοι εἰσορόωντες ἀπειρέσιον τρομέεσκον ·
181
ὡς δ’ὅτε θῆρα δαφοινὸν ὑπ’αἰζηοῖσι δαμέντα
182
μῆλα περιτρομέουσι παρὰ σταθμὸν ἀθρήσαντα
183
βλήμενον, οὐ δέ οἱ ἄγχι παρελθέμεναι μεμάασιν,
184
ἀλλά μιν ὡς ζώοντα νέκυν περιπεφρίκασιν ·
185
ὣς Τρῶες φοβέοντο καὶ οὐκέτ’ἐόντ’Ἀχιλῆα.
186
ἀλλὰ καὶ ὣς ἐπέεσσι Πάρις μέγα θαρσύνεσκε
187
λαόν, ἐπεὶ φρεσὶν ᾗσιν ἐγήθεεν · γὰρ ἐώλπει
188
Ἀργείους παύσασθαι ἀμαιμακέτοιο κυδοιμοῦ
189
Πηλείδαο πεσόντος · γὰρ Δαναοῖς πέλεν ἀλκή ·
190
φίλοι, εἰ ἐτεόν μοι ἀρήγετε εὐμενέοντες,
191
σήμερον ἠὲ θάνωμεν ὑπ’Ἀργείοισι δαμέντες,
192
ἠὲ σαωθέντες ποτὶ Ἴλιον εἰρύσσωμεν
193
ἵπποις Ἑκτορέοισι δεδουπότα Πηλείωνα,
194
οἵ μ’ἐς δηιοτῆτα κασιγνήτοιο θανόντος
195
ἀχνύμενοι φορέουσιν ἑὸν ποθέοντες ἄνακτα ·
196
τοῖς εἴ πως ἐρύσαιμεν Ἀχιλλέα δῃωθέντα,
197
ἵπποις μὲν μέγα κῦδος ὀρέξομεν ἠδὲ καὶ αὐτῷ
198
Ἕκτορι, εἴ γέ τίς ἐστι κατ’Ἄϊδος ἀνθρώποισιν
199
νόος ἠὲ θέμιστες · γὰρ κακὰ μήσατο Τρῶας.
200
καί μιν Τρωιάδες μεγάλα φρεσὶ καγχαλόωσαι
201
ἀμφιπεριστήσονται ἀνὰ πτόλιν, ἠΰτε λυγραὶ
202
πορδάλιες τεκέων κεχολωμέναι ἠὲ λέαιναι
203
ἀνδρὶ πολυκμήτῳ μογερῆς ἐπιίστορι θήρης ·
204
ὣς Τρῳαὶ περὶ νεκρὸν ἀποκταμένου Ἀχιλῆος
205
ἀθρόαι ἀΐξουσιν ἀπειρέσιον κοτέουσαι,
206
αἱ μὲν ὑπὲρ τοκέων κεχολωμέναι, αἱ δὲ καὶ ἀνδρῶν,
207
αἱ δ’ἄρ’ὑπὲρ παίδων, αἱ δὲ γνωτῶν ἐριτίμων.
208
γηθήσει δὲ μάλιστα πατὴρ ἐμὸς ἠδὲ γέροντες,
209
ὅσσους οὐκ ἐθέλοντας ἐν ἅστεϊ γῆρας ἐρύκει,
210
τόνδ’ἡμεῖς εἴπερτε ποτὶ πτόλιν εἰρύσσαντες
211
θήσομεν οἰωνοῖσιν ἀερσιπέτῃσιν ἐδωδήν.
212
ὣς φάτο · τοὶ δὲ νέκυν κρατερόφρονος Αἰακίδαο
213
ἀμφέβαν ἐσσυμένως, οἵ μιν φοβέοντο πάροιθεν,
214
Γλαῦκόςτ’Αἰνείαςτε καὶ ὀβριμόθυμος Ἀγήνωρ
215
ἄλλοιτ’οὐλομένοιο δαήμονες ἰωχμοῖο,
216
εἰρύσσαι μεμαῶτες ἐς Ἰλίου ἱερὸν ἄστυ.
217
ἀλλά οἱ οὐκ ἀμέλησε θεοῖς ἐναλίγκιος Αἴας,
218
ἀλλὰ θοῶς περίβη · πάντας δ’ὑπὸ δούρατι μακρῷ
219
ὤθει ἀπὸ νέκυος. τοὶ δ’οὐκ ἀπέληγον ὁμοκλῆς,
220
ἀλλά οἱ ἀμφεμάχοντο περισταδὸν ἀΐσσοντες
221
αἰὲν ἐπασσύτεροι, τανυχειλέες εὖτε μέλισσαι,
222
αἱ ῥάθ’ἑὸν περὶ σίμβλον ἀπειρέσιαι ποτέωνται
223
ἄνδρ’ἀπαμυνόμεναι, δ’ἄρ’οὐκ ἀλέγων ἐπιούσας
224
κηροὺς ἐκτάμνησι μελίχροας, αἱ δ’ἀκάχονται
225
καπνοῦ ὑπὸ ῥιπῆς ἠδ’ἀνέρος, ἀλλ’ἄρα καὶ ὣς
226
ἀντίαι ἀΐσσουσιν, δ’οὐκ ὄθετ’οὐ δ’ἄρα βαιόν ·
227
ὣς Αἴας τῶν οὔτι μάλ’ἐσσυμένων ἀλέγιζεν,
228
ἀλλ’ἄρα πρῶτον ἐνήραθ’ὑπὲρ μαζοῖο τυχήσας
229
Μαιονίδην Ἀγέλαον, ἔπειτα δὲ Θέστορα δῖον.
230
εἷλε δ’ἄρ’Ὠκύθοον καὶ Ἀγέστρατον ἠδ’Ἀγάνιππον
231
ζωρόντε Νίσσοντε περικλειτόντ’Ἐρύμαντα,
232
ὅς Λυκίηθεν ἵκανεν ὑπὸ μεγαλήτορι Γλαύκῳ,
233
ναῖε δ’ γ’αἰπεινὸν Μελανίππιον ἱρὸν Ἀθήνης
234
ἀντία Μασσικύτοιο Χελιδονίης σχεδὸν ἄκρης,
235
τὴν μέγ’ὑποτρομέουσι τεθηπότες εἰν ἁλὶ ναῦται,
236
εὖτε περιγνάμπτωσι μάλα στυφελὰς περὶ πέτρας.
237
τοῦ δ’ἄρ’ἀποφθιμένοιο κλυτὸς πάϊς Ἱππολόχοιο
238
παχνώθη κατὰ θυμόν, ἐπεί ῥά οἱ ἔσκεν ἑταῖρος ·
239
καί ῥα θοῶς Αἴαντα κατ’ἀσπίδα πουλυβόειαν
240
οὔτασεν, ἀλλά οἱ οὔτι διήλασεν ἐς χρόα καλόν ·
241
ῥινοὶ γάρ μιν ἔρυντο βοῶν καὶ ὑπ’ἀσπίδι θώρηξ,
242
ὅς ῥά οἱ ἀκαμάτοισι περὶ μελέεσσιν ἀρήρει.
243
Γλαῦκος δ’οὐκ ἀπέληγεν ἀταρτηροῖο κυδοιμοῦ
244
Αἰακίδην Αἴαντα δαμασσέμεναι μενεαίνων,
245
καί οἱ ἐπευχόμενος μέγ’ἀπείλεεν ἄφρονι θυμῷ ·
246
Αἶαν, ἐπεί νύ σέ φασι μέγ’ἔξοχον ἔμμεναι ἄλλων
247
Ἀργείων, σοὶ δ’αἰὲν ἐπιφρονέουσι μάλιστα
248
ἄσπετον, ὡς Ἀχιλῆι δαΐφρονι, τῷ σε θανόντι
249
οἴω συνθανέεσθαι ἐπ’ἤματι τῷδε καὶ αὐτόν.
250
ὥς ἔφατ’ἀκράαντον ἱεὶς ἔπος · οὐ δέ τι ᾔδη,
251
ὅσσον ἀμείνονος ἀνδρὸς ἐναντίον ἔγχος ἐνώμα.
252
τὸν δ’ὑποδερκόμενος προσέφη μενεδήιος Αἴας ·
253
δείλ’, οὔ νύ τι οἶδας, ὅσον σέο φέρτερος Ἕκτωρ
254
ἔπλετ’ἐνὶ πτολέμοισι; μένος δ’ἀλέεινε καὶ ἔγχος
255
ἡμέτερον · πινυτὲν γὰρ ὁμῶς ἔχε κάρτεϊ θυμόν.
256
σοὶ δ’ἤτοι νόος ἐστὶ ποτὶ ζόφον, ὅς ῥά μοι ἔτλης
257
ἐς μόθον ἐλθέμεναι μέγ’ἀμείνονί περ γεγαῶτι ·
258
οὐ γάρ μευ ξεῖνος πατρώιος εὔχεαι εἶναι,
259
οὐ δέ με δωτίνῃσι παραιφάμενος πολέμοιο
260
νόσφιν ἀποστρέψεις ὡς Τυδέος ὄβριμον υἷα ·
261
ἀλλὰ καὶ εἰ κείνοιο φύγες μένος, οὔ σ’ἔτ’ἔγωγε
262
ζωὸν ἀπὸ πτολέμοιο μεθήσομαι ἀπονέεσθαι.
263
ἄλλοισι πέποιθας ἀνὰ κλόνον, οἵ μετὰ σεῖο
264
μυίῃς οὐτιδανῇσιν ἐοικότες ἀΐσσουσιν
265
ἀμφὶ νέκυν Ἀχιλῆος ἀμύμονος; ἀλλ’ἄρα καὶ τοῖς
266
δώσω ἐπεσσύμενος θάνατον καὶ κῆρας ἐρεμνάς.
267
ὣς εἰπὼν Τρώεσσιν ἐνεστρωφᾶτο, λέων ὡς
268
ἐν κυσὶν ἀγρευτῇσι κατ’ἄγκεα μακρὰ καὶ ὕλην.
269
πολλοὺς δ’αἶψ’ἐδάμασσε μεμαότας εὖχος ἀρέσθαι
270
Τρῶας ὁμῶς Λυκίοισι · περιτορομέοντο δὲ λαοί,
271
ἰχθύες ὡς ἀνὰ πόντον ἐπερχομένου ἀλεγεινοῦ
272
κήτεος δελφῖνος ἁλιτρεφέος μεγάλοιο
273
ὣς Τρῶες φοβέοντο βίην Τελαμωνιάδαο
274
αἰὲν ἐπεσσυμένοιο κατὰ κλόνον · ἀλλ’ἄρα καὶ ὥς
275
μάρναντ’, ἀμφὶ δὲ νεκρὸν Ἀχιλλέος ἄλλοθεν ἄλλοι
276
μυρίοι ἐν κονίῃσιν, ὅπως σύες ἀμφὶ λέοντα,
277
κτείνοντ’· οὐλομένη δὲ περὶ σφίσι δῆρις ὀρώρει.
278
ἔνθα καὶ Ἱππολόχοιο δαΐφρονα δάμνατο παῖδα
279
Αἴας ὀβριμόθυμος · δ’ὕπτιος ἀμφ’Ἀχιλῆα
280
κάππεσεν, εὖτ’ἐν ὄρεσσι περὶ στερεὴν δρύα θάμνος ·
281
ὣς γε δουρὶ δαμεὶς περικάππεσε Πηλείωνι
282
βλήμενος · ἀμφὶ δὲ οἱ κρατερὸς πάϊς Ἀγχίσαο
283
πολλὰ πονησάμενος σὺν ἀρηιφίλοις ἑτάροισιν
284
εἴρυσεν ἐς Τρῶας, καὶ ἐς Ἰλίου ἱερὸν ἄστυ
285
δῶκε φέρειν ἑτάροισι μέγ’ἀχνυμένοις περὶ θυμῷ.
286
αὐτὸς δ’ἀμφ’Ἀχιλῆι μαχέσκετο · τὸν δ’ἄρα δουρὶ
287
μυῶνος καθύπερθεν ἀρήιος οὔτασεν Αἴας
288
χειρὸς δεξιτερῆς · δ’ἄρ’ἐσσυμένως ἀπόρουσεν
289
ἐξ ὀλοοῦ πολέμοιο, κίεν δ’ἄφαρ ἄστεος εἴσω ·
290
ἀμφὶ δέ οἱ πονέοντο περίφρονες ἰητῆρες,
291
οἵ ῥά οἱ αἷμα κάθηραν ἀφ’ἕλκεος, ἄλλατε πάντα
292
τεῦχον, ὅσ’οὐταμένων ὀλοὰς ἀκέονται ἀνίας.
293
Αἴας δ’αἰὲν ἐμάρνατ’ἀλίγκιος ἀστεροπῇσι
294
κτείνων ἄλλοθεν ἄλλον, ἐπεὶ μέγα τείρετο θυμῷ
295
ἀχνύμενος κέαρ ἔνδον ἀνεψιοῖο δαμέντος.
296
ἄγχι δὲ Λαέρταο δαΐφρονος υἱὸς ἀμύμων
297
μάρνατο δυσμενέεσσι · φέβοντο δέ μιν μέγα λαοί.
298
κτεῖνε δὲ Πεισάνδροιο θοὸν καὶ ἀρήϊον υἷα
299
Μαίναλον, ὅς ναίεσκε περικλυτὸν οὖδας Ἀβύδου ·
300
τῷ δ’ἔπι δῖον ἔπεφνεν Ἀτύμνιον, ὅν ποτε Νύμφη
301
Πηγασὶς ἠΰκομος σθεναρῷ τέκεν Ἠμαθίωνι
302
Γρηνίκου ποταμοῖο παρὰ ῥόον · ἀμφὶ δ’ἄρ’αὐτῷ
303
Πρωτέος υἷα δάϊξεν Ὀρέσβιον, ὅςτε μακεδνῆς
304
Ἴδης ναιετάασκεν ὑπὸ πτύχας, οὐ δέ μήτηρ
305
δέξατο νοστήσαντα περικλειτὴ Πανάκεια,
306
ἀλλ’ἐδάμη παλάμῃσιν Ὀδυσσέος, ὅςτε καὶ ἄλλων
307
πολλῶν θυμὸν ἔλυσεν ὑπ’ἔγχεϊ μαιμώωντι
308
κτείνων ὅν κε κίχῃσι περὶ νέκυν. ἀλλά μιν Ἄλκων
309
υἱὸς ἀρηϊθόοιο Μεγακλέος ἔγχεϊ τύψε
310
πὰρ γόνυ δεξιτερόν · περὶ δὲ κνημῖδα φαεινὴν
311
ἔβλυσεν αἷμα κελαινόν · δ’ἕλκεος οὐκ ἀλέγιζεν,
312
ἀλλ’ἄφαρ οὐτήσαντι κακὸν γένεθ’, οὕνεκ’ἄρ’αὐτὸν
313
ἱέμενον πολέμοιο δι’ἀσπίδος οὔτασε δουρί ·
314
ὦσε δέ μιν μεγάλῃτε βίῃ καὶ κάρτεϊ χειρὸς
315
ὕπτιον ἐς γαῖαν · κανάχησε δέ οἱ πέρι τεύχη
316
βλημένου ἐν κονίῃσι, περὶ μελέεσσι δὲ θώρηξ
317
δεύετο φοινήεντι λύθρῳ · δὲ λοίγιον ἔγχος
318
ἐκ χροὸς ἐξείρυσσε καὶ ἀσπίδος, ἕσπετο δ’αἰχμῇ
319
θυμὸς ἀπὸ μελέων, ἔλιπεν δέ μιν ἄμβροτος αἰών.
320
τοῦ δ’ἑτάροις ἐπόρουσε καὶ οὐτάμενός περ Ὀδυσσεύς,
321
οὐ δ’ἀπέληγε μόθοιο δυσηχέος. ὥς δὲ καὶ ἄλλοι
322
πάντες ὁμῶς ἐπιμὶξ Δαναοὶ μέγαν ἀμφ’Ἀχιλῆα
323
προφρονέως ἐμάχοντο, πολύν δ’ὑπὸ χείρεσι λαὸν
324
ἐσσυμένως ἐδάϊζον ἐϋξέστῃς μελίῃσιν.
325
εὖτ’ἄνεμοι θοὰ φύλλα κατὰ χθονὸς ἀμφιχέωνται
326
λάβρον ἐπιβρίσαντες ἀν’ἄλσεα ὑλήεντα
327
ἀρχομένου λυκάβαντος, ὅτε φθινύθουσιν ὀπῶραι ·
328
ὥς τοὺς ἐγχείῃσι βάλον Δαναοὶ μενεχάρμαι ·
329
μέμβλετο γὰρ πάντεσσιν Ἀχιλλέος ἀμφὶ θανόντος,
330
ἐκπάγλως δ’Αἴαντι δαΐφρονι · τοὔνεκ’ἄρ’ἔμπης
331
Τρῶας ἄδην ἐδάϊζε κακῇ ἐναλίγκιος Αἴσῃ.
332
τῷ δ’ἔπι τόξ’ἐτίταινε Πάρις · τὸν δ’αἶψα νοήσας
333
κάββαλε χερμαδίῳ κατὰ κράατος · ἐν δ’ἄρ’ἔθλασσεν
334
ἀμφίφαλον κυνέην ὀλοὸς λίθος · ἀμφὶ δέ μιν νὺξ
335
μάρψεν. δ’ἐν κονίῃσι κατήριπεν, οὐ δέ οἱ ἰοὶ
336
ἤρκεσαν ἱεμένῳ · ἐκέχυντο δ’ἄρ’ἄλλυδις ἄλλοι
337
ἐν κονίῃ, κενεὴ δὲ παρεκτετάνυστο φαρέτρη ·
338
τόξον δ’ἔκφυγε χεῖρε. φίλοι δέ μιν ἁρπάξαντες
339
ἵπποις Ἑκτορέοισι φέρον ποτὶ Τρώιον ἄστυ
340
βαιὸν ἔτ’ἀμπνείοντα καὶ ἀργαλέον στενάχοντα ·
341
οὐ δὲ μὲν ἔντε’ἄνακτος ἑκὰς λίπον, ἀλλὰ καὶ αὐτὰ
342
ἐκ πεδίοιο κόμισσαν ἑῷ βασιλῆι φέροντες.
343
τῷ δ’Αἴας ἐπὶ μακρὸν ἀΰτεεν ἀσχαλόων κῆρ ·
344
κύον, ὡς θανάτοιο βαρὺ σθένος ἐξυπάλυξας
345
σήμερον · ἀλλὰ σοὶ εἶθαρ ἐλεύσεται ὕστατον ἦμαρ
346
τινος Ἀργείων ὑπὸ χείρεσιν ἐμεῦ αὐτοῦ.
347
νῦν δ’ἐμοὶ ἄλλα μέμηλε περὶ φρεσίν, ὡς Ἀχιλῆος
348
ἐκ φόνου ἀργαλέοιο νέκυν Δαναοῖσι σαώσω.
349
ὣς εἰπὼν δηΐοισι κακὰς ἐπὶ κῆρας ἴαλλεν,
350
οἵ ῥ’ἔτι δηριόωντο νέκυν πέρι Πηλείωνος.
351
οἱ δέ οἱ ὡς ἄθρησαν ὑπὸ σθεναρῇσι χέρεσσι
352
πολλοὺς ἐκπνείοντας, ὑπέτρεσαν οὐ δ’ἔτ’ἔμιμνον,
353
οὐτιδανοῖς γύπεσσιν ἐοικότες, οὕςτε φοβήσῃ
354
αἰετὸς οἰωνῶν προφερέστατος, εὖτ’ἐν ὄρεσσι
355
πώεα δαρδάπτωσι λύκοις ὕπο δῃωθέντα ·
356
ὣς τοὺς ἄλλυδις ἄλλον ἀπεσκέδασε θρασὺς Αἴας
357
χερμαδίοισι θοοῖσι καὶ ἄορι καὶ μένεϊ .
358
οἱ δὲ μέγα τρομέοντες ἀπὸ πτολέμοιο φέβοντο
359
πανσυδίῃ, ψήρεσσιν ἐοικότες, οὕςτε δαΐζων
360
κίρκος ἐπισσεύει, τοὶ δ’ἰλαδὸν ἄλλος ἐπ’ἄλλῳ
361
ταρφέες ἀΐσσουσιν ἀλευόμενοι μέγα πῆμα ·
362
ὣς οἵ γ’ἐκ πολέμοιο ποτὶ Πριάμοιο πόληα
363
φεῦγον ὀϊζυρῶς ἐπιειμένοι ἀκλέα φύζαν
364
Αἴαντος μεγάλοιο περιτρομέοντες ὁμοκλήν,
365
ὅς ῥ’ἕπετ’ἀνδρομέῳ πεπαλαγμένος αἵματι χεῖρας.
366
καί νύ κε δὴ μάλα πάντας ἐπασσυτέρους ἀπόλεσσεν,
367
εἰ μὴ πεπταμένῃσι πύλῃς ἐσέχυντο πόληα
368
βαιὸν ἀναπνείοντες, ἐπεὶ φόβος ἦτορ ἵκανε ·
369
τοὺς δ’ἔλσας ἀνὰ ἄστυ, νομεὺς ὡς αἰόλα μῆλα,
370
ἤϊεν ἐς πεδίον, χθόνα δ’οὐ ποσὶ μάρπτεν ἑοῖσιν
371
ἐμβαίνων τεύχεσσι καὶ αἵματι καὶ κταμένοισι ·
372
κεῖτο γὰρ εὐρὺς ὅμιλος ἀπειρεσίῃ ἐπὶ γαίῃ
373
ἄχρις ἐφ’Ἑλλήσποντον ἀπ’εὐρυχόροιο πόληος
374
αἰζηῶν κταμένων, ὁπόσους λάχε δαίμονος Αἶσα.
375
ὡς δ’ὅτε λήιον αὖον ὑπ’ἀμητῆρσι πέσῃσι
376
πυκνὸν ἐόν, τὰ δὲ πολλὰ καταυτόθι δράγματα κεῖται
377
βριθόμενα σταχύεσσι, γέγηθε δὲ θυμὸς ἐπ’ἔργῳ
378
ἀνέρος εἰσορόωντος, ὅτις κλυτὸν οὖδας ἔχῃσιν ·
379
ὣς οἵ γ’ἀμφοτέρωθε κακῷ δμηθέντες ὀλέθρῳ
380
κεῖντο πολυκλαύτοιο λελασμένοι ἰωχμοῖο
381
πρηνέες · οὐ δέ τι Τρῶας Ἀχαιῶν φέρτατοι υἷες
382
σύλεον ἐν κονίῃσι καὶ αἵματι δῃωθέντας,
383
πρὶν Πηλήιον υἷα πυρῇ δόμεν, ὅς σφιν ὄνειαρ
384
ἔπλετ’ἐνὶ πτολέμοισιν ἑῷ μέγα κάρτεϊ θύων.
385
τοὔνεκά μιν βασιλῆες ἀπὸ πτολέμου ἐρύσαντες
386
ἀμφὶ νέκυν πονέοντο ἀπείριτον, εὖ δὲ φέροντες
387
κάτθεσαν ἐν κλισίῃσι νεῶν προπάροιθε θοάων ·
388
ἀμφὶ δέ μιν μάλα πάντες ἀγειράμενοι στενάχοντο
389
ἀχνύμενοι κατὰ θυμόν · γὰρ πέλε κάρτος Ἀχαιῶν,
390
καὶ τότ’ἐνὶ κλισίῃσι λελασμένος ἐγχειάων
391
κεῖτο βαρυγδούποιο παρ’ᾐόσιν Ἑλλησπόντου,
392
οἷος ὑπερφίαλος Τιτυὸς πέσεν, ὁππότε Λητὼ
393
ἐρχομένην Πυθώδε βιάζετο, καί χολωθεὶς
394
ἀκάματόν περ ἐόντα θοῶς ὑπεδάμνατ’Ἀπόλλων
395
λαιψηροῖς βελέεσσιν, δ’ἀργαλέῳ ἐνὶ λύθρῳ
396
πουλυπέλεθρος ἔκειτο κατὰ χθονὸς εὐρυπέδοιο
397
μητρὸς ἑῆς · δ’υἷα περιστονάχησε πεσόντα
398
ἐχθόμενον μακάρεσσι, γέλασσε δὲ πότνια Λητώ ·
399
τοῖος ἄρ’Αἰακίδης δηΐων ἐπικάππεσε γαίῃ
400
χάρμα φέρων Τρώεσσι, γόον δ’ἀλίαστον Ἀχαιῶν
401
λαῷ μυρομένων · περὶ δ’ἔβρεμε βένθεα πόντου.
402
θυμὸς δ’αὐτίκα πᾶσι κατεκλάσθη φίλος ἔνδον
403
ἐλπομένων κατὰ δῆριν ὑπὸ Τρώεσσιν ὀλέσθαι ·
404
μνησάμενοι δ’ἄρα τοί γε φίλων παρὰ νηυσὶ τοκήων,
405
τοὺς λίπον ἐν μεγάροισι, νεοδμήτωντε γυναικῶν,
406
αἵ που ὀδυρόμεναι μίνυθον κενεοῖς λεχέεσσι
407
νηπιάχοις σὺν παισὶ φίλους ποτιδέγμεναι ἄνδρας,
408
μᾶλλον ἀνεστενάχοντο · γόου δ’ἔρος ἔμπεσε θυμῷ ·
409
κλαῖον δ’αὖτ’ἀλίαστον ἐπὶ ψαμάθοισι βαθείῃς
410
πρηνέες ἐκχύμενοι μεγάλῳ περὶ Πηλείωνι
411
χαίτας ἐκ κεφαλῆς προθελύμνους δηϊόωντες,
412
χευάμενοι δ’ᾔσχυναν ἄδην ψαμάθοισι κάρηνα.
413
οἵη δ’ἐκ πολέμοιο βροτῶν ἐς τεῖχος ἀλέντων
414
οἰμωγὴ πέλεται, ὅτε δήϊοι ἐμμεμαῶτες
415
καίωσιν μέγα ἄστυ, κατακτείνωσι δὲ λαοὺς
416
πανσυδίῃ, πάντῃ δὲ διὰ κτῆσιν φορέωνται ·
417
τοίη τις παρὰ νηυσὶν Ἀχαιῶν ἔπλετ’ἀϋτή,
418
οὕνεκ’ἀοσσητὴρ Δαναῶν πάϊς Αἰακίδαο
419
κεῖτο μέγας παρὰ νηυσὶ θεοκμήτοισι βελέμνοις,
420
οἷος Ἄρης, ὅτε μιν δεινὴ θεὸς ὀβριμοπάτρη
421
Τρώων ἐν πεδίῳ πολυαλθέϊ κάββαλε πέτρῃ.
422
Μυρμιδόνες δ’ἄλληκτον ἀνεστενάχοντ’Ἀχιλῆα
423
εἰλόμενοι περὶ νεκρὸν ἀμύμονος οἷο ἄνακτος ·
424
ἠπίου, ὃς πάντεσσιν ἴσος πάρος ἦεν ἑταῖρος ·
425
οὐ γὰρ ὑπερφίαλος πέλεν ἀνδράσιν οὐ δ’ὀλοόφρων,
426
ἀλλὰ σαοφροσύνῃ καὶ κάρτεϊ πάντ’ἐκέκαστο.
427
Αἴας δ’ἐν πρώτοισι μέγα στενάχων ἐγεγώνει
428
πατροκασιγνήτοιο φίλον ποθέων ἅμα παῖδα,
429
βλήμενον ἐκ θεόφιν · θνητῶν γε μὲν οὔτινι βλητὸς
430
ἦεν, ὅσοι ναίουσιν ἐπὶ χθονὸς εὐρυπέδοιο.
431
τὸν τότε κῆρ ἀχέων ὀλοφύρετο φαίδιμος Αἴας,
432
ἄλλοτε μὲν κλισίας Πηληιάδαο δαμέντος
433
ἐσφοιτῶν, ὁτὲ δ’αὖτε παρὰ ψαμάθοισι θαλάσσης
434
ἐκχύμενος μάλα πουλύς, ἔπος δ’ὀλοφύρατο τοῖον ·
435
Ἀχιλεῦ μέγα ἕρκος ἐϋσθενέων Ἀργείων,
436
κάτθανες ἐν Τροίῃ Φθίης ἑκὰς εὐρυπέδοιο
437
ἔκποθεν ἀπροφάτοιο λυγρῷ βεβλημένος ἰῷ,
438
τόν ῥα ποτὶ κλόνον ἄνδρες ἀνάλκιδες ἰθύνουσιν ·
439
οὐ γάρ τις πίσυνός γε σάκος μέγα νωμήσασθαι
440
ἠδὲ περὶ κροτάφοισιν ἐπισταμένως ἐς Ἄρηα
441
εὖ θέσθαι πήληκα καὶ ἐν παλάμῃ δόρυ πῆλαι
442
καὶ χαλκὸν δηΐοισι περὶ στέρνοισι δαΐξαι
443
ἰοῖσίν γ’ἀπάνευθεν ἀπεσσύμενος πολεμίζει ·
444
εἰ γάρ σευ κατέναντα τότ’ἤλυθεν, ὅς σ’ἔβαλέν περ,
445
οὐκ ἄν ἀνουτητί γε τεοῦ φύγεν ἔγχεος ὁρμήν ·
446
ἀλλὰ Ζεὺς τάχα που τάδε μήδετο πάντ’ἀπολέσσαι,
447
ἡμέων δ’ἐν καμάτοισιν ἐτώσια ἔργα τίθησιν ·
448
ἤδη γὰρ Τρώεσσι κατ’Ἀργείων τάχα νίκην
449
νεύσει, ἐπεὶ τόσσον περ Ἀχαιῶν ἕρκος ἀπηύρα.
450
πόποι, ὡς ἄρα πάγχυ γέρων ἐν δώμασι Πηλεύς
451
ὀχθήσει μέγα πένθος ἀτερπέϊ γήραϊ κύρσας ·
452
αὐτὴ μὲν φήμη μιν ἀπορραίσει τάχα θυμόν ·
453
ὧδε δέ οἱ καὶ ἄμεινον ὀϊζύος αἶψα λαθέσθαι ·
454
εἰ δέ κεν οὐ φθίσῃ κακὴ περὶ υἱέος ὄσσα,
455
δειλὸς χαλεποῖς ἐνὶ πένθεσι γῆρας ἰάψει
456
αἰὲν ἐπ’ἐσχαρόφιν βίοτον κατέδων ὀδύνῃσι,
457
Πηλεύς, ὃς μακάρεσσι φίλος περιώσιον ἦεν ·
458
ἀλλ’οὐ πάντα τελοῦσι θεοὶ μογεροῖσι βροτοῖσιν.
459
ὣς μὲν ἀσχαλόων ὀλοφύρετο Πηλείωνα.
460
Φοῖνιξ δ’αὖθ’ γεραιὸς ἀάσπετα κωκύεσκεν
461
ἀμφιχυθεὶς δέμας ἠῢ θρασύφρονος Αἰακίδαο ·
462
καί ῥ’ὀλοφυδνὸν ἄϋσε μέγ’ἀχνύμενος πινυτὸν κῆρ ·
463
ὤλεό μοι, φίλε τέκνον, ἐμοὶ δ’ἄχος αἰὲν ἄφυκτον
464
κάλλιπες · ὡς ὄφελόν με χυτὴ κατὰ γαῖα κεκεύθει
465
πρὶν σέο πότμον ἰδέσθαι ἁμείλιχον · οὐ γὰρ ἔμοιγε
466
ἄλλο χερειότερον ποτ’ἐσήλυθεν ἐς φρένα πῆμα,
467
οὐ δ’ὅτε πατρίδ’ἐμὴν λιπόμην ἀγανούςτε τοκῆας
468
φεύγων ἐς Πηλῆα δι’Ἑλλάδος, ὅς μ’ὑπέδεκτο,
469
καί μοι δῶρα πόρεν, Δολόπεσσι δὲ θῆκεν ἀνάσσειν
470
καὶ σέ γ’ἐν ἀγκοίνῃσι φορεύμενος ἀμφὶ μέλαθρον
471
κόλπῳ ἐμῷ κατέθηκε καὶ ἐνδυκέως ἐπέτελλε
472
νηπίαχον κομέειν, ὡσεὶ φίλον υἷα γεγῶτα ·
473
τῷ πιθόμην · σὺ δ’ἐμοῖσι περὶ στέρνοισι γεγηθὼς
474
πολλάκι παππάζεσκες ἔτ’ἄκριτα χείλεσι βάζων,
475
καί μευ νηπιέῃσιν ἄδην ἐνὶ σῇσι δίηνας
476
στήθεάτ’ἠδὲ χιτῶνας · ἔχον δέ σε χερσὶν ἐμῇσι
477
πολλὸν καγχαλόων, ἐπεὶ νύ μοι ἦτορ ἐώλπει
478
θρέψειν κηδεμονῆα βίου καὶ γήραος ἄλκαρ.
479
καὶ τὰ μὲν ἐλπομένῳ βαιὸν χρόνον ἔπλετο πάντα.
480
νῦν δὲ σύγ’οἴχῃ ἄϊστος ὑπὸ ζόφον · ἀμφὶ δ’ἐμὸν κῆρ
481
ἄχνυτ’ὀϊζυρῶς, ἐπεὶ νύ με κῆδος ἰάπτει
482
λευγαλέον · τὸ καὶ εἴθε καταφθίσειε γοῶντα
483
πρὶν Πηλῆα πυθέσθαι ἀμύμονα, τόν περ ὀΐω
484
κωκύσειν ἀλίαστον, ὅτ’ἀμφί φῆμις ἵκηται ·
485
οἴκτιστον γὰρ νῶιν ὑπὲρ σέθεν ἔσσεται ἄλγος
486
πατρίτε σῷ καὶ ἐμοί, τοί περ μέγα σεῖο θανόντος
487
ἀχνύμενοι τάχα γαῖαν ὑπὲρ Διὸς ἄσχετον Αἶσαν
488
δυσόμεθ’ἐσσυμένως · καί κεν πολὺ λώιον εἴη,
489
ζώειν ἀπάνευθεν ἀοσσητῆρος ἑοῖο.
490
ῥ’ γέρων ἀλίαστον ἐνὶ φρεσὶ πένθος ἀέξων.
491
πὰρ δέ οἱ Ἀτρείδης ὀλοφύρετο δάκρυα χεύων ·
492
ᾤμωξεν δ’ὀδύνῃσι μέγ’αἰθόμενος κέαρ ἔνδον ·
493
ὤλεο, Πηλείδη, Δαναῶν μέγα φέρτατε πάντων,
494
ὤλεο, καὶ στρατὸν εὐρὺν ἀνερκέα θῆκας Ἀχαιῶν ·
495
ῥηίτεροι δ’ἄρα σεῖο καταφθιμένοιο πέλονται
496
δυσμενέσιν · σὺ δὲ χάρμα πεσὼν μέγα Τρωσὶν ἔθηκας,
497
οἵ σε πάρος φοβέοντο λέονθ’ὡς αἰόλα μῆλα ·
498
νῦν δ’ἐπὶ νηυσὶ θοῇσι λιλαιόμενοι μαχέονται.
499
Ζεῦ πάτερ, ῥά τι καὶ σὺ βροτοὺς ψευδέσσι λόγοισι
500
θέλγεις, ὃς κατένευσας ἐμοὶ Πριάμοιο ἄνακτος
501
ἄστυ διαπραθέειν, νῦν δ’οὐ τελέεις ὅσ’ὑπέστης,
502
ἀλλὰ λίην ἀπάφησας ἐμὰς φρένας · οὐ γὰρ ὀΐω
503
εὑρέμεναι πολέμοιο τέκμωρ φθιμένου Ἀχιλῆος.
504
ὣς ἔφατ’ἀχνύμενος κέαρ ἔνδοθεν · ἀμφὶ δὲ λαοὶ
505
κώκυον ἐκ θυμοῖο θρασὺν περὶ Πηλείωνα ·
506
τοῖς δ’ἄρ’ἐπεβρόμεον νῆες περιμυρομένοισιν ·
507
ἠχὴ δ’ἄσπετος ὦρτο δι’αἰθέρος ἀκαμάτοιο.
508
ὡς δ’ὅτε κύματα μακρὰ βίῃ μεγάλου ἀνέμοιο
509
ὀρνύμεν’ἐκ πόντοιο πρὸς ἠιόνας φορέονται
510
σμερδαλέον, πάντη δὲ προσαγνυμένης ἁλὸς αἰεὶ
511
ἀκταὶ ὁμῶς ῥηγμῖσιν ἀπειρέσιαι βοόωσι ·
512
τοῖος ἄρ’ἀμφὶ νέκυν Δαναῶν στόνος αἰνὸς ὀρώρει
513
μυρομένων ἄλληκτον ἀταρβέα Πηλείωνα.
514
καί σφιν ὀδυρομένοισι τάχ’ἤλυθε κυανέη νύξ,
515
εἰ μὴ ἄρ’Ἀτρείδην προσεφώνεε Νηλέος υἱὸς
516
Νέστωρ, ὅς ῥάτ’ἔχεσκεν ἐνὶ φρεσὶ μυρίου ἄλγος
517
μνησάμενος σφοῦ παιδὸς ἐΰφρονος Ἀντιλόχοιο ·
518
Ἀργείων σκηπτοῦχε μέγα κρατέων Ἀγάμεμνον,
519
νῦν μὲν ἀποσχώμεσθα δυσηχέος αἶψα γόοιο
520
σήμερον · οὐ γὰρ ἔτ’αὖθις ἐρωήσει τις Ἀχαιοὺς
521
κλαυθμοῦ ἄδην κορέσασθαι ἐπ’ἤματα πολλὰ γοῶντας.
522
ἀλλ’ἄγε δὴ βρότον αἰνὸν ἀταρβέος Αἰακίδαο
523
λούσαντες λεχέεσσ’ἐνιθείομεν · οὐ γὰρ ἔοικεν
524
αἰσχύνειν ἐπὶ δηρὸν ἀκηδείῃσι θανόντας.
525
καὶ τὰ μὲν ὣς ἐπέτελλε περίφρων Νηλέος υἱός ·
526
αὐτὰρ γ’οἷς ἑτάροισιν ἐπισπέρχων ἐκέλευεν
527
ὕδατος ἐν πυρὶ θέντας ἄφαρ κρυεροῖο λέβητας
528
θερμῆναι λοῦσαίτε νέκυν, περίθ’εἵματα ἕσσαι
529
καλά, τά οἱ πόρε παιδὶ φίλῳ ἁλιπόρφυρα μήτηρ
530
ἐς Τροίην ἀνιόντι. θοῶς δ’ἐπίθησαν ἄνακτι ·
531
ἐνδυκέως δ’ἄρα πάντα πονησάμενοι κατὰ κόσμον
532
κάτθεσαν ἐν κλισίῃσι δεδουπότα Πηλείωνα.
533
τὸν δ’ἐσιδοῦσ’ἐλέησε περίφρων Τριτογένεια ·
534
στάζε δ’ἄρ’ἀμβροσίην κατὰ κράατος, ἥν ῥάτέ φασι
535
δηρὸν ἐρυκακέειν νεαρὸν χρόα κηρὶ δαμέντων ·
536
θῆκε δ’ἄρ ἑρσήεντα καὶ εἴκελον ἀμπνείοντι ·
537
σμερδαλὲον δ’ἄρ’ἐπισκύνιον νεκρῷ περ ἔτευξεν,
538
οἶόντ’ἀμφ’ἑτάροιο δαϊκταμένου Πατρόκλοιο
539
χωομένῳ ἐπέκειτο κατὰ βλοσυροῖο προσώπου ·
540
βριθύτερον δ’ἄρ’ἔθηκε δέμας καὶ ἄρειον ἰδέσθαι.
541
Ἀργείους δ’ἕλε θάμβος ὁμιλαδὸν ἀθρήσαντας
542
Πηλείδην ζώοντι πανείκελον, ὅς ῥ’ἐπὶ λέκτροις
543
ἐκχύμενος μάλα πουλὺς ἄδην εὕδοντι ἐῴκει.
544
ἀμφὶ δέ μιν μογεραὶ ληίτιδες, ἅς ῥά ποτ’αὐτός
545
Λῆμνόντε ζαθέην Κιλίκωντ’αἰπὺ πτολίεθρον
546
Θήβην Ἠετίωνος ἑλὼν ληίσσατο κούρας,
547
ἱστάμεναι γοάασκον ἀμύσσουσαι χρόα καλόν,
548
στήθεάτ’ἀμφοτέρῃσι πεπληγυῖαι παλάμῃσιν
549
ἐκ θυμοῦ στενάχεσκον ἐΰφρονα Πηλείωνα ·
550
τὰς γὰρ δὴ τίεσκε καί ἐκ δηΐων περ ἐούσας ·
551
πασάων δ’ἔκπαγλον ἀκηχεμένη κέαρ ἔνδον
552
Βρισηὶς παράκοιτις ἐϋπτολέμου Ἀχιλῆος
553
ἀμφὶ νέκυν στρωφᾶτο καὶ ἀμφοτέρῃς παλάμῃσι
554
δρυπτομένη χρόα καλὸν ἀΰτεεν · ἐκ δ’ἁπαλοῖο
555
στήθεος αἱματόεσσαι ἀνὰ σμώδιγγες ἄερθεν
556
θεινομένης · φαίης κεν ἐπὶ γλάγος αἷμα χέασθαι
557
φοίνιον · ἀγλαΐη δέ καὶ ἀχνυμένης ἀλεγεινῶς
558
ἱμερόεν μάρμαιρε · χάρις δέ οἱ ἄμφεχεν εἶδος ·
559
τοῖον δ’ἔκφατο μῦθον ὀϊζυρὸν γοόωσα ·
560
μοι ἐγὼ πάντων περιώσιον αἰνὰ παθοῦσα ·
561
οὐ γάρ μοι τόσσον περ ἐπήλυθεν ἄλλο τι πῆμα,
562
οὔτε κασιγνήτων οὔτ’εὐρυχόρου περὶ πάτρης,
563
ὅσσον σεῖο θανόντος · ἐπεὶ σύ μοι ἱερὸν ἦμαρ
564
καὶ φάος ἠελίοιο πέλες καὶ μείλιχος αἰὼν
565
ἐλπωρήτ’ἀγαθοῖο καὶ ἄσπετον ἄλκαρ ἀνίης
566
πάσηςτ’ἀγλαΐης πολὺ φέρτερος ἠδὲ τοκήων
567
ἔπλεο · πάντα γάρ οἶος ἔης δμωῇ περ ἐούσῃ ·
568
καί ῥά μ’ἔθηκας ἄκοιτιν ἑλὼν ἄπο δούλια ἔργα.
569
νῦν δέ τις ἐν νήεσσιν Ἀχαιῶν ἄξεται ἄλλος
570
Σπάρτην εἰς ἐρίβωλον ἐς πολυδίψιον Ἄργος ·
571
καί νύ κεν ἀμφιπολεῦσα κακὰς ὑποτλήσομ’ἀνίας
572
σεῦ ἀπονοσφισθεῖσα δυσάμμορος · ὡς ὄφελόν με
573
γαῖα χυτή ἐκάλυψε, πάρος δέο πότμον ἰδέσθαι.
574
ὣς μὲν δμηθέντ’ὀλοφύρετο Πηλείωνα
575
δμωῇς σὺν μογερῇσι καί ἀχνυμένοισιν Ἀχαιοῖς
576
μυρομένη καὶ ἄνακτα καὶ ἀνέρα · τῆς δ’ἀλεγεινὸν
577
οὔποτ’τέρσετο δάκρυ, κατείβετο δ’ἄχρις ἐπ’οὖδας
578
ἐκ βλεφάρων, ὡσείτε μέλαν κατὰ πίδακος ὕδωρ
579
πετραίης, ἦς πουλὺς ὕπερ παγετόςτε χιώντε
580
ἐκκέχυται στυφελοῖο κατ’οὔδεος, ἀμφὶ δὲ πάχνη
581
τήκεθ’ὁμῶς εὔρῳτε καὶ ἠελίοιο βολῇσι.
582
καὶ τότε δή ῥ’ἐσάκουσαν ὀρινομένοιο γόοιο
583
θυγατέρες Νηρῆος, ὅσαι μέγα βένθος ἔχουσι ·
584
πάσῃσιν δ’ἀλεγεινόν ὑπὸ κραδίην πέσεν ἄλγος ·
585
οἰκτρὸν δ’ἐστονάχησαν, ἐπίαχε δ’Ἑλλήσποντος ·
586
ἀμφὶ δὲ κυανέοισι καλυψάμεναι χρόα πέπλοις
587
ἐσσυμένως οἴμησαν, ὅπῃ στόλος ἔπλετ’Ἀχαιῶν,
588
πανσυδίῃ πολιοῖο δι’οἴδματος · ἀμφὶ δ’ἄρα σφι
589
νισσομένῃσι θάλασσα διίστατο · ταὶ δ’ἐφέροντο
590
κλαγγηδόν, κραιπνῇσιν ἐειδόμεναι γεράνοισιν
591
ὀσσομένῃς μέγα χεῖμα · περιστενάχοντο δὲ λυγρὸν
592
κήτεα μυρομένῃσιν · ἔσαν δ’ἄφαρ ᾗχι νέοντο
593
παῖδα κασιγνήτης κρατερόφρονα κωκύουσαι
594
ἐκπάγλως. Μοῦσαι δὲ θοῶς Ἑλικῶνα λιποῦσαι
595
ἤλυθον ἄλγος ἄλαστον ἐνὶ στέρνοισιν ἔχουσαι
596
ἀρνύμεναι τιμήν ἑλικώπιδι Νηρηίνῃ ·
597
Ζεύς δὲ μέγ’Ἀργείοισι καὶ ἄτρομον ἔμβαλε θάρσος,
598
ὄφρα μὴ ἐσθλὸν ὅμιλον ὑποδδείσωσι θεάων
599
ἀμφαδὸν ἀθρήσαντες ἀνά στρατόν · αἱ δ’Ἀχιλῆος
600
ἀμφὶ νέκυν στενάχοντο καὶ ἀθάνατοί περ ἐοῦσαι
601
πᾶσαι ὁμῶς · ἀκταὶ δὲ περίαχον Ἑλλησπόντου ·
602
δεύετο δὲ χθὼν πᾶσα περὶ νέκυν Αἰακίδαο
603
δάκρυσιν · ὥς μέγα πένθος ἀνέστενον · ἀμφὶ δὲ λαῶν
604
μυρομένων δακρύοισι φορύνετο τεύχεα πάντα
605
καὶ κλισίαι καὶ νῆες, ἐπεὶ μέγα πένθος ὀρώρει.
606
μήτηρ δ’ἀμφιχυθεῖσα κύσε στόμα Πηλείωνος
607
παιδὸς ἑοῦ, καὶ τοῖον ἔπος φάτο δακρυχέουσα ·
608
γηθείτω ῥοδόπεπλος ἀν’οὐρανόν Ἠριγένεια,
609
γηθείτω φρεσὶν ᾖσι μεθεὶς χόλον Ἀστεροπαίου
610
ἄξιος εὐρυρέεθρος ἰδὲ Πριάμοιο γενέθλη ·
611
αὐτάρ ἐγὼ πρὸς Ὄλυμπον ἀφίξομαι, ἀμφί δὲ ποσσὶ
612
κείσομαι ἀθανάτοιο Διὸς μεγάλα στενάχουσα,
613
οὕνεκά μ’οὐκ ἐθέλουσαν ὑπ’ἀνέρι δῶκε δαμῆναι,
614
ἀνέρι, τὸν τάχα γῆρας ἀμείλιχον ἀμφιμέμαρπε,
615
κῆρέςτ’ἐγγὺς ἔασι τέλος θανάτοιο φέρουσαι.
616
ἀλλά μοι οὐ κείνοιο μέλει τόσον, ὡς Ἀχιλῆος,
617
ὅν μοι Ζεύς κατένευσεν ἐν Αἰακίδαο δόμοισιν
618
ἴφθιμον θήσειν, ἐπεὶ οὔτι μοι ἥνδανεν εὐνή ·
619
ἀλλ’ὁτὲ μὲν ζαὴς ἄνεμος πέλον, ἄλλοτε δ’ὕδωρ,
620
ἄλλοτε δ’οἰωνῷ ἐναλίγκιος πυρὸς ὁρμῇ ·
621
οὐ δέ με θνητός ἀνὴρ δύνατ’ἐν λεχέεσσι δαμάσσαι
622
φαινομένην, ὅσα γαῖα καὶ οὐρανὸς ἐντὸς ἐέργει,
623
μέσφ’ὅτε μοι κατένευσεν Ὀλύμπιος υἱέα δῖον
624
ἔκπαγλον θήσειν καὶ ἀρήϊον. ἀλλὰ τὰ μέν που
625
ἀτρεκέως ἐτέλεσσεν · γὰρ πέλε φέρτατος ἀνδρῶν ·
626
ἀλλά μιν ὠκύμορον ποιήσατο καί μ’ἀκάχησε.
627
τοὔνεκ’ἐς οὐρανὸν εἶμι · Διὸς δ’ἐς δώματ’ἰοῦσα
628
κωκύσω φίλον υἷα, καὶ ὁππόσα πρόσθ’ἐμόγησα
629
ἀμφ’αὐτῷ καὶ παισὶν ἀεικέα τειρομένοισι
630
μνήσω ἀκηχεμένη, ἵνα οἱ σὺν θυμὸν ὀρίνω.
631
ὣς ἔφατ’αἰνὰ γοῶσ’ἁλίη Θέτις · δέ οἱ αὐτὴ
632
Καλλιόπη φάτο μῦθον ἀρηραμένη φρεσὶ θυμόν ·
633
ἴσχεο κωκυτοῖο, θεὰ Θέτι, μη δ’ἀλύουσα
634
εἵνεκα παιδός ἑοῖο θεῶν μεδέοντι καὶ ἀνδρῶν
635
σκύζεο · καὶ γὰρ Ζηνὸς ἐριβρεμέταο ἄνακτος
636
υἷες ὁμῶς ἀπόλοντο κακῇ περὶ κηρὶ δαμέντες ·
637
κάτθανε δ’υἱὸς ἐμεῖο καὶ αὐτῆς ἀθανάτοιο
638
Ὀρφεύς, οὖ μολπῇσιν ἐφέσπετο πᾶσα μὲν ὕλη,
639
πᾶσα δ’ἄρ’ὀκριόεσσα πέτρη ποταμῶντε ῥέεθρα
640
πνοιαίτε λιγέων ἀνέμων ἀμέγαρτον ἀέντων
641
οἰωνοίτε θοῇσι διεσσύμενοι πτερύγεσσιν ·
642
ἀλλ’ἔτλην μέγα πένθος, ἐπεὶ θεὸν οὔτι ἔοικεν
643
πένθεσι λευγαλέοισι καὶ ἄλγεϊ θυμὸν ἀχεύειν.
644
τῷ σε καὶ ἀχνυμένην μεθέτω γόος υἱέος ἐσθλοῦ ·
645
καὶ γάρ οἱ κλέος αἰὲν ἐπιχθονίοισιν ἀοιδοὶ
646
καὶ μένος ἀείσουσιν ἐμῇτ’ἰότητι καὶ ἄλλων
647
Πιερίδων · σὺ δὲ μή τι κελαινῷ πένθεϊ θυμὸν
648
δάμνασο θηλυτέρῃσιν ἴσον γοόωσα γυναιξίν.
649
οὐκ ἀΐεις ὅτι πάντας, ὅσοι χθονὶ ναιετάουσιν,
650
ἀνθρώπους ὀλοὴ περιπέπταται ἄσχετος Αἶσα
651
οὐ δὲ θεῶν ἀλέγουσα; τόσον σθένος ἔλλαχε μούνη ·
652
καὶ νῦν Πριάμοιο πολυχρύσοιο πόληα
653
ἐκπέρσει Τρώωντε καὶ Ἀργείων ὀλέσασα
654
ἀνέρας, ὅν κ’ἐθέλῃσι · θεῶν δ’οὔτις μιν ἐρύξει.
655
ὣς φάτο Καλλιόπη πινυτὰ φρεσὶ μητιόωσα.
656
ἠέλιος δ’ἀπόρουσεν ἐς ὠκεανοῖο ῥέεθρα,
657
ὦρτο δὲ νὺξ μεγάλοιο κατ’ἠέρος ὀρφνήεσσα,
658
τε καὶ ἀχνυμένοισι πέλει θνητοῖσιν ὄνειαρ.
659
αὐτοῦ δ’ἐν ψαμάθοισιν Ἀχαιῶν ἔδραθον υἷες
660
ἰλαδὸν ἀμφὶ νέκυν μεγάλῃ βεβαρηότες ἄτῃ ·
661
ἀλλ’οὐχ ὕπνος ἔμαρπτε θεήν Θέτιν · ἄγχι δέ παιδὸς
662
ἧστο σὺν ἀθανάτῃς Νηρηίσιν · ἀμφὶ δὲ Μοῦσαι
663
ἀχνυμένην ἀνὰ θυμὸν ἀμοιβαδὶς ἄλλοθεν ἄλλη
664
πολλὰ παρηγορέεσκον, ὅπως λελάθοιτο γόοιο.
665
ἀλλ’ὅτε καγχαλόωσα δι’αἰθέρος ἤλυθεν ἠὼς
666
λαμπρότατον πᾶσίντε φάος Τρώεσσι φέρουσα
667
καὶ Πριάμῳ Δαναοὶ δὲ μέγ’ἀχνύμενοι Ἀχιλῆα
668
κλαῖον ἐπ’ἤματα πολλά, περιστενάχοντο δὲ μακραὶ
669
ἠιόνες πόντοιο, μέγας δ’ὀλοφύρετο Νηρεὺς
670
ἦρα φέρων κούρῃ Νηρηίδι, σὺν δέ οἱ ἄλλοι
671
εἰνάλιοι μύροντο θεοὶ φθιμένου Ἀχιλῆος
672
καὶ τότε δὴ μεγάλοιο νέκυν Πηληιάδαο
673
Ἀργεῖοι πυρὶ δῶκαν ἀάσπετα νηήσαντες
674
δοῦρα, τά οἱ φορέοντες ἀπ’οὔρεος Ἰδαίοιο
675
πάντες ὁμῶς ἐμόγησαν, ἐπεί σφεας ὀτρύνοντες
676
Ἀτρεῖδαι προέηκαν ἀπείριτον οἰσέμεν ὕλην,
677
ὄφρα θοῶς καίοιτο νέκυς κταμένου Ἀχιλῆος.
678
ἀμφὶ δὲ τεύχεα πολλὰ πυρῇ περινηήσαντο
679
αἰζηῶν κταμένων, πολλοὺς δ’ἐφύπερθε βάλοντο
680
Τρώων δῃώσαντες ὁμῶς περικαλλέας υἷας
681
ἵππουςτε χρεμέθοντας ἐϋσθενέαςθ’ἅμα ταύρους,
682
σὺν δ’ὄϊάςτε σύαςτ’ἔβαλον βρίθοντας ἀλοιφῇ ·
683
φάρεα δ’ἐκ χηλῶν φέρον ἄσπετα κωκύουσαι
684
δμωιάδες, καὶ πάντα πυρῆς καθύπερθε βάλοντο,
685
χρυσόντ’ἤλεκτρόντ’ἐπενήεον · ἀμφί δέ χαίτας
686
Μυρμιδόνες κείραντο, νέκυν δ’ἐκάλυψαν ἄνακτος ·
687
καὶ δ’αὐτὴ Βρισηὶς ἀκηχεμένη περὶ νεκρῷ
688
κειραμένη πλοκάμους πύματον πόρε δῶρον ἄνακτι.
689
πολλοὺς δ’ἀμφιφορῆας ἀλείφατος ἀμφεχέοντο,
690
ἄλλους δ’ἀμφὶ πυρῇ μέλιτος θέσαν ἠδὲ καὶ οἴνου
691
ἡδέος, οὗ μέθυ λαρὸν ὀδώδεε νέκταρι ἶσον.
692
ἄλλα δὲ πολλὰ βάλοντο θυώδεα θαῦμα βροτοῖσιν,
693
ὅσσα χθὼν φέρει ἐσθλὰ καὶ ὁππόσα δῖα θάλασσα.
694
ἀλλ’ὅτε δὴ περὶ πάγχυ πυρὴν διεκοσμήσαντο,
695
πεζοὶ ἅμ’ἱππήεσσι σὺν ἔντεσιν ἐρρώσαντο
696
ἀμφὶ πυρὴν πολύδακρυν. δ’ἔκποθεν Οὐλύμποιο
697
Ζεὺς ψεκάδας κατέχευεν ὑπὲρ νέκυν Αἰακίδαο
698
ἀμβροσίας, δίῃ δὲ φέρων Νηρηίδι τιμὴν
699
Ἑρμείην προέηκεν ἐς Αἴολον, ὄφρα καλέσσῃ
700
λαιψηρῶν ἀνέμων ἱερὸν μένος · γὰρ ἔμελλε
701
καίεσθ’Αἰακίδαο νέκυς. τοῦ δ’αἶψα μολόντος
702
Αἴολος οὐκ ἀπίθησε · καλεσσάμενος δ’ἀλεγεινὸν
703
καρπαλίμως Βορέην Ζεφύροιότε λάβρον ἀήτην
704
ἐς Τροίην προέηκε θοῇ θύοντας ἀέλλῃ ·
705
οἱ δὲ θοῶς οἴμησαν ὑπὲρ πόντοιο φέρεσθαι
706
ῥιπῇ ἀπειρεσίῃ · περὶ δ’ἴαχεν ἐσσυμένοισι
707
πόντος ὁμοῦ καὶ γαῖα · περικλονέοντο δ’ὕπερθε
708
πάντα νέφη μεγάλοιο δι’ἠέρος ἀΐσσοντα.
709
οἱ δὲ Διὸς βουλῇσι δαϊκταμένου Ἀχιλῆος
710
αἶψα πυρῇ ἐνόρουσαν ἀολλέες, ὦρτο δ’ἀϋτμὴ
711
Ἡφαίστου μαλεροῖο · γόος δ’ἀλίαστος ὀρώρει
712
Μυρμιδόνων · ἄνεμοι δὲ καὶ ἐσσύμενοί περ ἀέλλῃ
713
πᾶν ἦμαρ καὶ νύκτα νέκυν περιποιπνύοντες
714
καῖον ἐϋπνείοντες ὁμῶς · ἀνὰ δ’ἔγρετο πουλὺς
715
καπνὸς ἔς ἠέρα δῖαν, ἐπέστενε δ’ἄσπετος ὕλη
716
δαμναμένη πυρὶ πᾶσα, μέλαινα δὲ γίνετο τέφρη.
717
οἱ δὲ μέγ’ἐκτελέσαντες ἀτειρέες ἔργον ἀῆται
718
εἰς ἑὸν ἄντρον ἕκαστος ὁμοῦ νεφέεσσι φέροντο.
719
Μυρμιδόνες δ’, ὅτ’ἄνακτα πελώριον ὕστατον ἄλλων
720
ἤνυσε πῦρ ἀΐδηλον ἀποκταμένων περὶ νεκρῷ
721
ἵππωντ’αἰζηῶντε, καὶ ἄλλ’ὅσα δακρυχέοντες
722
ὄβριμον ἀμφὶ νέκυν κειμήλια θῆκαν Ἀχαιοί,
723
δὴ τότε πυρκαϊὴν οἴνῳ σβέσαν · ὀστέα δ’αὐτοῦ
724
φαίνετ’ἀριφραδέως, ἐπεὶ οὐχ ἑτέροισιν ὁμοῖα
725
ἦν, ἀλλ’οἷα Γίγαντος ἀτειρέος, οὐ δὲ μὲν ἄλλα
726
σὺν κείνοις ἐμέμικτ’, ἐπεὶ βόες ἠδὲ καὶ ἵπποι
727
καὶ παῖδες Τρώων μίγδα κταμένοισι καὶ ἄλλοις
728
βαιὸν ἄπωθε κέοντο περὶ νέκυν, ὃς δ’ἐνὶ μέσσοις
729
ῥιπῇ ὕφ’Ἡφαίστοιο δεδμημένος οἶος ἔκειτο.
730
τοῦ δὲ καὶ ὀστέα πάντα περιστενάχοντες ἑταῖροι
731
ἄλλεγον ἐς χηλὸν πολυχανδέατε βριαρήντε
732
ἀργυρέην, χρυσῷ δὲ διαυγέϊ πᾶσ’ἐκέκαστο ·
733
καὶ τὰ μὲν ἀμβροσίῃ καὶ ἀλείφασι πάγχυ δίηναν
734
κοῦραι Νηρῆος μέγ’Ἀχιλλέα κυδαίνουσαι,
735
ἐς δὲ βοῶν δημὸν θέσαν ἀθρόα πάγχυ χέασαι
736
σὺν μέλιτι λιαρῷ · μήτηρ δέ οἱ ἀμφιφορῆα
737
ὤπασε, τόν ῥα πάροιθε Διώνυσος πόρε δῶρον,
738
Ἡφαίστου κλυτὸν ἔργον ἐΰφρονος · ἔνι θῆκαν
739
ὀστέ’Ἀχιλλῆος μεγαλήτορος · ἀμφὶ δὲ τύμβον
740
Ἀργεῖοι καὶ σῆμα πελώριον ἀμφεβάλοντο
741
ἀκτῇ ἐπ’ἀκροτάτῃ παρὰ βένθεσιν Ἑλλησπόντου
742
Μυρμιδόνων βασιλῆα θρασὺν περικωκύοντες.
743
οὐ δὲ μὲν ἄμβροτοι ἵπποι ἀταρβέος Αἰακίδαο
744
μίμνον ἀδάκρυτοι παρὰ νήεσιν, ἀλλὰ καὶ αὐτοὶ
745
μύροντο σφετέροιο δαϊκταμένου βασιλῆος,
746
οὐ δ’ἔθελον μογεροῖσιν ἔτ’ἀνδράσιν οὐ δὲ μὲν ἵπποις
747
μίσγεσθ’Ἀργείων ὀλοὸν περὶ πένθος ἔχοντες,
748
ἀλλ’ὑπὲρ ὠκεανοῖο ῥοὰς καὶ Τηθύος ἄντρα
749
ἀνθρώπων ἀπάτερθεν ὀϊζυρῶν φορέεσθαι,
750
ἧχί σφεας τὸ πάροιθεν ἐγείνατο δῖα Ποδάργη
751
ἄμφω ἀελλόποδας Ζεφύρῳ κελάδοντι μιγεῖσα.
752
καί νύ κεν αἶψ’ἐτέλεσσαν ὅσα σφίσι μήδετο θυμός,
753
εἰ μή σφεας κατέρυξε θεῶν νόος, ὄφρ’Ἀχιλῆος
754
ἔλθοι ἀπὸ Σκύροιο θοὸς πάϊς, ὅν ῥα καὶ αὐτοὶ
755
δέχνυνθ’, ὁππόθ’ἵκοιτο ποτὶ στρατόν, οὕνεκ’ἄρα σφι
756
θέσφατα γεινομένοισι Χάους ἱεροῖο θύγατρες
757
Μοῖραι ἐπεκλώσαντο καὶ ἀθανάτοις περ ἐοῦσι
758
πρῶτα Ποσειδάωνι δαμήμεναι, αὐτὰρ ἔπειτα
759
θαρσαλέῳ Πηλῆι καὶ ἀκαμάτῳ Ἀχιλῆι,
760
τέτρατον αὖτ’ἐπὶ τοῖσι Νεοπτολέμῳ μεγαθύμῳ,
761
τὸν καὶ ἐς Ἠλύσιον πεδίον μετόπισθεν ἔμελλον
762
Ζηνὸς ὑπ’ἐννεσίῃσι φέρειν μακάρων ἐπὶ γαῖαν.
763
τοὔνεκα καὶ στυγερῇ βεβολημένοι ἦτορ ἀνίῃ
764
μίμνον πὰρ νήεσσιν ἑὸν κατὰ θυμὸν ἄνακτα
765
τὸν μὲν ἀκηχέμενοι τὸν δ’αὖ ποθέοντες ἰδέσθαι.
766
καὶ τότ’ἐριγδούποιο λιπὼν ἁλὸς ὄβριμον οἶδμα
767
ἤλυθεν Ἐννοσίγαιος ἐπ’ᾐόνας · οὐ δέ μιν ἄνδρες
768
ἔδρακον, ἀλλὰ θεῇσι παρίστατο Νηρηίνῃς ·
769
καί ῥα Θέτιν προσέειπεν ἔτ’ἀχνυμένην Ἀχιλῆος ·
770
ἴσχεο νῦν περὶ παιδὸς ἀπειρέσιον γοόωσα ·
771
οὐ γὰρ γε φθιμένοισι μετέσσεται, ἀλλὰ θεοῖσιν
772
ὡς ἠῢς Διόνυσος ἰδὲ σθένος Ἡρακλῆος ·
773
οὐ γάρ μιν μόρος αἰνὸς ὑπὸ ζόφον αἰὲν ἐρύξει
774
οὐ δ’Ἀΐδης, ἀλλ’αἶψα καὶ ἐς Διὸς ἵξεται αὐγάς ·
775
καί οἱ δῶρον ἔγωγε θεουδέα νῆσον ὀπάσσω
776
Εὔξεινον κατὰ πόντον, ὅπῃ θεὸς ἔσσεται αἰεὶ
777
σὸς πάϊς · ἀμφὶ δὲ φῦλα περικτιόνων μέγα λαῶν
778
κεῖνον κυδαίνοντα θυηπολίῃς ἐρατεινῇς
779
ἶσον ἐμοὶ τίσουσι · σὺ δ’ἴσχεο κωκύουσα
780
ἐσσυμένως καὶ μή τι χαλέπτεο πένθεϊ θυμόν.
781
ὣς ἐπὼν ἐπὶ πόντον ἀπήιεν εἴκελος αὔρῃ
782
παρφάμενος μύθοισι Θέτιν · τῆς δ’ἐν φρεσὶ θυμὸς
783
βαιὸν ἀνέπνευσεν · τὰ δέ οἱ θεὸς ἐξετέλεσσεν.
784
Ἀργεῖοι δὲ γοῶντες ἀπήιον, ᾗχι ἑκάστῳ
785
νῆες ἔσαν, τὰς ἦγον ἀφ’Ἑλλάδος · αἱ δ’Ἑλικῶνα
786
Πιερίδες νίσσοντο, καὶ εἰς ἅλα Νηρηῖναι
787
δῦσαν ἀναστενάχουσαι ἐΰφρονα Πηλείωνα.