Posthomerica, 5
ἀλλ’ὅτε δή ῥ’ἄλλοι μὲν ἀπηνύσθησαν ἄεθλοι,
2δὴ τότ’Ἀχιλλῆος μεγαλήτορος ἄμβροτα τεύχη
3θῆκεν ἐνὶ μέσσοισι θεὰ Θέτις · ἀμφὶ δὲ πάντη
4δαίδαλα μαρμαίρεσκεν, ὅσα σθένος Ἡφαίστοιο
5ἀμφὶ σάκος ποίησε θρασύφρονος Αἰακίδαο.
6πρῶτα μὲν εὖ ἤσκητο θεοκμήτῳ ἐπὶ ἔργῳ
7οὐρανὸς ἠδ’αἰθήρ, γαίῃ δ’ἅμα κεῖτο θάλασσα ·
8ἐν δ’ἄνεμοι νεφέλαιτε σελήνητ’ἠέλιόςτε
9κεκριμέν’ἄλλυδις ἄλλα, τέτυκτο δὲ τείρεα πάντα,
10ὁππόσα δινήεντα κατ’οὐρανὸν ἀμφιφέρονται.
11τῷ δ’ἄρ’ὁμῶς ὑπένερθεν ἀπειρέσιος κέχυτ’ἀήρ ·
12ἐν τῷ δ’ὄρνιθες τανυχειλέες ἀμφεποτῶντο ·
13φαίης κε ζώοντας ἅμα πνοιῇσι φέρεσθαι.
14Τηθὺς δ’ἀμφετέτυκτο καὶ Ὠκεανοῦ βαθὺ χεῦμα ·
15τῶν δ’ἄφαρ ἐξεχέοντο ῥοαὶ ποταμῶν κελαδεινῶν
16κυκλόθεν ἄλλυδις ἄλλη ἑλισσομένων διὰ γαίης.
17ἀμφὶ δ’ἄρ’εὖ ἤσκηντο κατ’οὔρεα μακρὰ λέοντες
18σμερδαλέοι καὶ θῶες ἀναιδέες · ἐν δ’ἀλεγειναὶ
19ἄρκτοι πορδάλιέςτε, σύεςθ’ἅμα τῇσι πέλοντο
20ὄβριμοι ἀλγινόεντας ὑπὸ βλοσυρῇσι γένυσσι
21θήγοντες καναχηδὸν ἐΰ κτυπέοντας ὀδόντας ·
22ἐν δ’ἀγρόται μετόπισθε κυνῶν μένος ἰθύνοντες,
23ἄλλοι δ’αὖ λάεσσι καὶ αἰγανέῃσι θοῇσι
24βάλλοντες πονέοντο καταντίον, ὡς ἐτεόν περ.
25ἐν δ’ἄρα καὶ πόλεμοι φθισήνορες, ἐν δὲ κυδοιμοὶ
26ἀργαλέοι ἐνέκειντο · περικτείνοντο δὲ λαοὶ
27μίγδ’ἅμ’ἑοῖς ἵπποισι · πέδον δ’ἅπαν αἵματι πολλῷ
28δευομένῳ ἤικτο κατ’ἀσπίδος ἀκαμάτοιο.
29ἐν δὲ Φόβος καὶ Δεῖμος ἔσαν στονόεσσάτ’Ἐνυὼ
30αἵματι λευγαλέῳ πεπαλαγμένη ἅψεα πάντα,
31ἐν δ’Ἔρις οὐλομένη καὶ Ἐριννύες ὀβριμόθυμοι,
32ἡ μὲν ἐποτρύνουσα ποτὶ κλόνον ἄσχετον ἄνδρας
33ἐλθέμεν, αἱ δ’ὀλοοῖο πυρὸς πνείουσαι ἀϋτμήν.
34ἀμφὶ δὲ Κῆρες ἔθυνον ἀμείλιχοι, ἐν δ’ἄρα τῇσι
35φοίτα λευγαλέου Θανάτου μένος · ἀμφὶ δ’ἄρ’αὐτῷ
36ὑσμῖναι ἐνέκειντο δυσηχέες, ὧν περὶ πάντη
37ἐκ μελέων εἰς οὖδας ἀπέρρεεν αἷμα καὶ ἱδρώς.
38ἐν δ’ἄρα Γοργόνες ἔσκον ἀναιδέες · ἀμφὶ δ’ἄρα σφι
39σμερδαλέοι πεπόνηντο περὶ πλοχμοῖσι δράκοντες
40αἰνὸν λιχμώωντες · ἀπειρέσιον δ’ἄρα θαῦμα
41δαίδαλα κεῖνα πέλοντο μέγ’ἀνδράσι δεῖμα φέροντα
42οὕνεκ’ἔσαν ζωοῖσιν ἐοικότα κινυμένοισι.
43καὶ τὰ μὲν ἄρ πολέμοιο τεράατα πάντα τέτυκτο.
44εἰρήνης δ’ἀπάνευθεν ἔσαν περικαλλέος ἔργα ·
45ἀμφὶ δὲ μυρία φῦλα πολυτλήτων ἀνθρώπων
46ἄστεα καλὰ νέμοντο · δίκη δ’ἐπεδέρκετο πάντα ·
47ἄλλοι δ’ἄλλ’ἐπὶ ἔργα χέρας φέρον · ἀμφὶ δ’ἀλωαὶ
48καρποῖς ἐβρίθοντο · μέλαινα δὲ γαῖα τεθήλει.
49αἰπύτατον δ’ἐτέτυκτο θεοκμήτῳ ἐπὶ ἔργῳ
50καὶ τρηχὺ ζαθέης Ἀρετῆς ὄρος · ἐν δὲ καὶ αὐτὴ
51εἱστήκει φοίνικος ἐπεμβεβαυῖα κατ’ἄκρης
52ὑψηλή, ψαύουσα πρὸς οὐρανόν · ἀμφὶ δὲ πάντη
53ἀτραπιτοὶ θαμέεσσι διειργόμεναι σκοπέλοισιν
54ἀνθρώπων ἀπέρυκον ἐῢν πάτον, οὕνεκα πολλοὶ
55εἰσοπίσω χάζοντο τεθηπότες αἰπὰ κέλευθα,
56παῦροι δ’ἱερὸν οἶμον ἀνήιον ἱδρώοντες.
57ἐν δ’ἔσαν ἀμητῆρες ἀνὰ πλατὺν ὄγμον ἰόντες
58σπεύδοντες δρεπάνῃσι νεήκεσι, τῶν δ’ὑπὸ χερσὶ
5.58aἤνυτο λήιον αὖον · ἐφεσπόμενοι δ’ἔσαν ἄλλοι
59πολλοὶ ἀμαλλοδετῆρες · ἀέξετο δ’ἐς μέγα ἔργον.
60ἐν δὲ βόες ζεύγλῃσιν ὑπ’αὐχένας αἰὲν ἔχοντες,
61οἱ μὲν ἀπήνας εἷλκον ἐϋσταχύεσσιν ἀμάλλαις
62βριθομένας, οἱ δ’αὖθις, ἀροτρεύεσκον ἀρούρας ·
63τῶν δὲ πέδον μετόπισθε μελαίνετο, τοὶ δ’ἐφέποντο
64αἰζηοὶ μετὰ τοῖσι βοοσσόα κέντρα φέροντες
65χερσὶν ἀμοιβαδίῃς · ἀνεφαίνετο δ’ἄσπετον ἔργον.
66ἐν δ’αὐλοὶ κιθάραιτε παρ’εἰλαπίνῃσι πέλοντο ·
67ἐν δὲ νέων παρὰ ποσσὶ χοροὶ ἵσταντο γυναικῶν ·
68αἱ δ’ἄρ’ἔσαν ζωῇσιν ἀλίγκια ποιπνύουσαι.
69ἄγχι δ’ἄρ’ὀρχηθμοῦτε καὶ εὐφροσύνης ἐρατεινῆς
70ἀφρὸν ἔτ’ἀμφὶ κόμῃσιν ἔχουσ’ἀνεδύετο πόντου
71Κύπρις ἐϋστέφανος, τὴν δ’Ἵμερος ἀμφεποτᾶτο
72μειδιόων ἐρατεινὰ σύν ἠϋκόμοις Χαρίτεσσιν.
73ἐν δ’ἄρ’ἔσαν Νηρῆος ὑπερθύμοιο θύγατρες
74ἐξ ἁλὸς εὐρυπόροιο κασιγνήτην ἀνάγουσαι
75ἐς γάμον Αἰακίδαο δαΐφρονος · ἀμφὶ δὲ πάντες
76ἀθάνατοι δαίνυντο μακρὴν ἀνὰ Πηλίου ἄκρην ·
77ἀμφὶ δ’ἄρ’ὑδρηλοίτε καὶ εὐθαλέες λειμῶνες
78ἔσκον ἀπειρεσίοισι κεκασμένοι ἄνθεσι ποίης,
79ἄλσεάτε κρῆναίτε διειδέες ὕδατι καλῷ
80νῆες δὲ στονόεσσαι ὑπὲρ πόντοιο φέροντο,
81αἱ μὲν ἄρ’ἐσσύμεναι ἐπικάρσιαι, αἱ δὲ κατ’ἰθὺ
82νισσόμεναι · περὶ δέ σφιν ἀέξετο κῦμ’ἀλεγεινὸν
83ὀρνύμενον · ναῦται δὲ τεθηπότες ἄλλοθεν ἄλλος
84ἐσσυμένας φοβέοντο καταιγίδας, ὡς ἐτεόν περ,
85λαίφεα λεύκ’ἐρύοντες, ἵν’ἐκ θανάτοιο φύγωσιν ·
86οἱ δ’ἕζοντ’ἐπ’ἐρετμὰ πονεύμενοι · ἀμφὶ δὲ νηυσὶ
87πυκνὸν ἐρεσσομένῃσι μέλας λευκαίνετο πόντος.
88τοῖς δ’ἔπι κυδιόων μετὰ κήτεσιν εἰναλίοισιν
89ἤσκητ’Ἐννοσίγαιος · ἀελλόποδες δέ μιν ἵπποι
90ὡς ἐτεὸν σπεύδοντες ὑπὲρ πόντοιο φέρεσκον
91χρυσείῃ μάστιγι πεπληγότες · ἀμφὶ δὲ κῦμα
92στόρνυτ’ἐπεσσυμένων, ὁμαλὴ δ’ἄρα πρόσθε γαλήνη
93ἔπλετο · τοὶ δ’ἑκάτερθεν ἀολλέες ἀμφὶς ἄνακτα
94ἀγρόμενοι δελφῖνες ἀπειρέσιον κεχάροντο
95σαίνοντες βασιλῆα, κατ’ἠερόεν δ’ἁλὸς οἶδμα
96νηχομένοις εἴδοντο καὶ ἀργύρεοί περ ἐόντες.
97ἄλλα δὲ μυρία κεῖτο κατ’ἀσπίδα τεχνήεντα
98χερσὶν ὑπ’ἀθανάτῃς πυκινόφρονος Ἡφαίστοιο ·
99πάντα δ’ἄρ’ἐστεφάνωτο βαθὺς ῥόος Ὠκεανοῖο,
100οὕνεκ’ἔην ἔκτοσθε κατ’ἄντυγος, ᾗ ἔνι πᾶσα
101ἀσπὶς ἐνεστήρικτο, δέδεντο δὲ δαίδαλα πάντα.
102τῇ δ’ἄρα παρκατέκειτο κόρυς μέγα βεβριθυῖα ·
103Ζεὺς δέ οἱ ἀμφετέτυκτο μέγ’ἀσχαλόωντι ἐοικώς,
104οὐρανῷ ἐμβεβαώς · περὶ δ’ἀθάνατοι πονέοντο
105Τιτήνων ἐριδαινομένων Διὶ συμμεμαῶτες ·
106τοὺς δ’ἤδη κρατερὸν πῦρ ἄμφεχεν · ἐκ δὲ κεραυνοὶ
107ἄλληκτοι νιφάδεσσιν ἐοικότες ἐξεχέοντο
108οὐρανόθεν · Ζηνὸς γὰρ ἀάσπετον ὤρνυτο κάρτος ·
109οἱ δ’ἄρ’ἔτ’αἰθομένοισιν ἐοικότες ἀμπνείεσκον.
110ἀμφὶ δὲ θώρηκος γύαλον παρεκέκλιτο καλὸν
111ἄρρηκτον βριαρόντε, τὸ χάνδανε Πηλείωνα.
112κνημῖδες δ’ἤσκηντο πελώριαι · ἀμφὶ δ’ἐλαφραὶ
113μούνῳ ἔσαν Ἀχιλῆι μάλα στιβαραί περ ἐοῦσαι.
114ἀγχόθι δ’ἄσχετον ἆορ ἄδην περιμαρμαίρεσκε
115χρυσείῳ τελαμῶνι κεκασμένον ἀργυρέῳτε
116κουλεῷ ᾧ ἔπι κώπη ἀρηραμένη ἐλέφαντος
117θεσπεσίοις τεύχεσσι μετέπρεπε παμφανόωσα.
118τοῖς δὲ παρεκτετάνυστο κατὰ χθονὸς ὄβριμον ἔγχος,
119Πηλιὰς ὑψικόμοισιν ἐειδομένη ἐλάτῃσι
120λύθρου ἔτι πνείουσα καὶ αἵματος Ἑκτορέοιο.
121καὶ τότ’ἐν Ἀργείοισι Θέτις κυανοκρήδεμνος
122θεσπέσιον φάτο μῦθον ἀκηχεμένη Ἀχιλῆος ·
123“νῦν μὲν δὴ κατ’ἀγῶνος ἀέθλια πάντα τελέσθη,
124ὅσσ’ἐπὶ παιδὶ θανόντι μέγ’ἀχνυμένη κατέθηκα ·
125ἀλλ’ἴτω ὅςτ’ἐσάωσε νέκυν καὶ ἄριστος Ἀχαιῶν,
126καί νύ κέ οἱ θηητὰ καὶ ἄμβροτα τεύχε’ἕσασθαι
127δώσω, ἅ καὶ μακάρεσσι μέγ’εὔαδεν ἀθανάτοισιν”.
128ὥς φάτο · τοὶ δ’ἀνόρουσαν ἐριδμαίνοντ’ἐπέεσσιν
129υἱὸς Λαέρταο καὶ ἀντιθέου Τελαμῶνος
130Αἴας, ὅς μέγα πάντας ὑπείρεχεν ἐν Δαναοῖσιν,
131ἀστὴρ ὡς ἀρίδηλος ἀν’οὐρανὸν αἰγλήεντα
132ἕσπερος, ὅς μέγα πᾶσι μετ’ἀστράσι παμφαίνησι ·
133τῷ εἰκὼς τεύχεσσι παρίστατο Πηλείδαο ·
134ᾔτεε δ’Ἰδομενῆα κριτὴν καὶ Νηλέος υἷα
135ἠδ’ἄρα μητιόεντ’Ἀγαμέμνονα · τοὺς γὰρ ἐώλπει
136ἴδμεναι ἀτρεκέως ἐρικυδέος ἔργα μόθοιο ·
137ὥς δ’αὕτως Ὀδυσεὺς κείνοις ἐπὶ πάγχυ πεποίθει ·
138οἱ γὰρ ἔσαν πινυτοὶ καὶ ἀμύμονες ἐν Δαναοῖσι.
139Νέστωρ δ’Ἰδομενῆι καὶ Ἀτρέος υἱέϊ δίῳ
140ἄμφω ἐελδομένοισιν ἔπος φάτο νόσφιν ἀπ’ἄλλων ·
141“ὦ φίλοι, ἦ μέγα πῆμα καὶ ἄσχετον ἤματι τῷδε
142ἡμῖν συμφορέουσιν ἀκηδέες Οὐρανίωνες
143Αἴαντος μεγάλοιο περιφραδέοςτ’Ὀδυσῆος
144ἐσσυμένων ἐπὶ δῆριν ἀάσχετον ἀργαλέηντε ·
145τῶν γάρ ῥ’ὁπποτέρῳ δώῃ θεὸς εὖχος ἀρέσθαι
146γηθήσει κατὰ θυμόν, ὁ δ’αὖ μέγα πένθος ἀέξει
147πάντας ἀτεμβόμενος Δαναούς, περὶ δ’ἔξοχα πάντων
148ἡμέας · οὐ δ’ἔτι κεῖνος ἐν ἡμῖν ὡς τὸ πάροιθε
149στήσεται ἐν πολέμῳ · μέγα δ’ἔσσεται ἄλγος Ἀχαιοῖς,
150κείνων ὅντινα δεινὸς ἕλῃ χόλος, οὕνεκα πάντων
151ἡρώων προφέρουσιν, ὁ μὲν πολέμῳ, ὁ δὲ βουλῇ.
152ἀλλ’ἄγ’ἐμοὶ πείθεσθον, ἐπεί ῥα γεραίτερός εἰμι
153λίην, οὐκ ὀλίγον περ, ἔχω δ’ἐπὶ γήραϊ πολλῷ
154καὶ νόον, οὕνεκεν ἐσθλὰ καὶ ἄλγεα πολλὰ μόγησα ·
155αἰεὶ δ’ἐν βουλῇσι γέρων πολύϊδρις ἀμείνων
156ὁπλοτέρου πέλει ἀνδρός, ἐπεὶ μάλα μυρία οἶδε ·
157το- τοὔνεκα Τρωσὶν ἐφῶμεν ἐΰφροσι ταῦτα δικάσσαι
158ἀντιθέῳτ’Αἴαντι φιλοπτολέμῳτ’Ὀδυσῆι,
5.158aὅντινα δήιοι ἄνδρες ὑποτρομέουσι μάλιστα,
159ἠδ’ὅτις ἐξεσάωσε νέκυν Πηληιάδαο
160ἐξ ὀλοοῦ πολέμοιο · δορύκτητοι γὰρ ἐν ἡμῖν
161πολλοὶ Τρῶες ἔασι νεοδμήτῳ ὑπ’ἀνάγκῃ ·
162οἵ ῥα δίκην ἰθεῖαν ἐπὶ σφίσι ποιήσονται.
163οὔτινι ἦρα φέροντες, ἐπεὶ μάλα πάντας Ἀχαιοὺς
164ἶσον ἀπεχθαίρουσι κακῆς μεμνημένοι ἄτης”.
165ὥς φάμενον προσέειπεν ἐϋμμελίης Ἀγαμέμνων ·
166“ὦ γέρον, ὡς οὔτις πινυτώτερος ἄλλος ἐν ἡμῖν
167σεῖο πέλει Δαναῶν οὔτ’ἂρ νέος οὔτε παλαιός,
168ὅς φῂς Ἀργείοισιν ἀνηλεγέως χαλεπῆναι
169ἄνδρα τόν, ὅντινα τῶνδε θεοὶ μετόπισθε βάλωνται
170νίκης · οἱ γὰρ ἄριστοι ἐπὶ σφίσι δηριόωνται ·
171καί ῥά μοι ἔνδοθεν ἦτορ ἐνὶ φρεσὶ ταῦτα μενοινᾷ,
172ὄφρα δορυκτήτοισι δικασπολίην ὀπάσωμεν ·
173τοὺς καὶ ἀτεμβόμενός τις ὀλέθρια μήσεται ἔργα
174Τρωσὶν ἐϋπτολέμοισι, χόλον δ’οὐκ ἄμμιν ὀπάσσει”.
175ὣς φάτο · τοὶ δ’ἕνα θυμὸν ἐνὶ στέρνοισιν ἔχοντες
176ἀμφαδὸν ἠνήναντο δικασπολίην ἀλεγεινήν ·
177τῶν δ’ἄρ’ἀναινομένων Τρώων ἐρικυδέες υἷες
178ἕζοντ’ἐν μέσσοισι δορύκτητοί περ ἐόντες,
179ὄφρα θέμιν καὶ νεῖκος ἀρήιον ἰθύνωσιν.
180Αἴας δ’ἐν μέσσοισι μέγ’ἀσχαλόων φάτο μῦθον ·
181“ὦ Ὀδυσεῦ φρένας αἰνέ, τί τοι νόον ἤπαφε δαίμων
182ἶσον ἐμοὶ φρονέειν περὶ κάρτεος ἀκαμάτοιο;
183ἦ φῂς αἰνὸν ὅμιλον ἐρυκακέειν Ἀχιλῆος
184βλημένου ἐν κονίῃσιν, ὅτ’ἀμφί ἑ Τρῶες ἔβησαν,
185ὁππότ’ἐγὼ κείνοισι φόνον στονόεντ’ἐφέηκα
186σεῖο καταπτώσσοντος; ἐπεί νύ σε γείνατο μήτηρ
187δείλαιον καὶ ἄναλκιν, ἀφαυρότερόν περ ἐμεῖο,
188ὅσσον τίςτε κύων μεγαλοβρύχοιο λέοντος ·
189οὐ γάρ τοι στέρνοισι πέλει μενεδήιον ἦτορ,
190ἀλλὰ σοὶ ἀμφιμέμηλε δόλος καὶ ἀτάσθαλα ἔργα.
191ἠὲ τόδ’ἐξελάθου, ὅτ’ἐς Ἰλίου ἱερὸν ἄστυ
192ἐλθέμεναι ἀλέεινες ἅμ’ἀγρομένοισιν Ἀχαιοῖς,
193καί σε καταπτώσσοντα καὶ οὐκ ἐθέλοντ’ἐφέπεσθαι
194ἤγαγον Ἀτρεῖδαι; ὡς μὴ ὤφειλες ἱκέσθαι ·
195σῇς γὰρ ὑπ’ἐννεσίῃσι κλυτὸν Ποιάντιον υἷα
196Λήμνῳ ἐν ἠγαθέῃ λίπομεν μεγάλα στενάχοντα ·
197οὐκ οἴῳ δ’ἄρα τῷ γε λυγρὴν ἐπεμήσαο λώβην,
198ἀλλὰ καὶ ἀντιθέῳ Παλαμήδεϊ θῆκας ὄλεθρον,
199ὃς σέο φέρτερος ἔσκε βίῃ καὶ ἐΰφρονι βουλῇ.
200νῦν δ’ἤδη καὶ ἐμεῖο καταντίον ἐλθέμεν ἔτλης,
201οὔτ’εὐεργεσίης μεμνημένος, οὔτε τι θυμῷ
202ἁζόμενος σέο πολλὸν ὑπέρτερον, ὅς σ’ἐνὶ χάρμῃ
203ἐξεσάωσα πάροιθεν ὑποτρομέοντα κυδοιμὸν
204δυσμενέων, ὅτε σ’ἄλλοι ἀνὰ μόθον οἰωθέντα
205κάλλιπον ἐν δηίων ὁμάδῳ φεύγοντα καὶ αὐτόν ·
206ὡς ὄφελον καὶ ἐμεῖο θρασὺ σθένος ἐν δαῒ κείνῃ
207αὐτὸς Ζεὺς ἐφόβησεν ἀπ’αἰθέρος, ὄφρα σε Τρῶες
208ἀμφιτόμοις ξιφέεσσι διαμελεϊστὶ κέδασσαν
209δαῖτα κυσὶ σφετέροισι, καὶ οὐκ ἂν ἐμεῖο μενοίνας
210ἐλθέμεναι κατέναντα δολοφροσύνῃσι πεποιθώς.
211σχέτλιε, τίπτε βίῃ πολὺ φέρτατος ἔμμεναι ἄλλων
212εὐχόμενος μέσσοισιν ἔχεις νέας, οὐ δέ τι θυμῷ
213ἔτλης ὥσπερ ἔγωγε θοὰς ἔκτοσθεν ἐρύσσαι
214νῆας; ἐπεί νύ σε τάρβος ἐπήιεν. οὐ δὲ μὲν αἰνὸν
215πῦρ νηῶν ἀπάλαλκες · ἐγὼ δ’ὑπ’ἀταρβέϊ θυμῷ
216ἔστην καὶ πυρὸς ἄντα καὶ Ἕκτορος, ὅς μοι ὕπεικε
217πάντη ἐν ὑσμίνῃ · σὺ δέ μιν περιδείδιες αἰεί.
218ὡς ὄφελον τόδε νῶιν ἐνὶ πτολέμῳ τις ἄεθλον
219θῆκεν, ὅτ’ἀμφ’Ἀχιλῆι δεδουπότι δῆρις ὀρώρει,
220ὄφρ’ἐκ δυσμενέων με καὶ ἀργαλέοιο κυδοιμοῦ
221ἔδρακες ἔντεα καλὰ ποτὶ κλισίας φορέοντα
222αὐτῷ ὁμῶς Ἀχιλῆι δαΐφρονι · νῦν δ’ἄρα μύθων
223ἰδρείῃ πίσυνος μεγάλων ἐπιμαίεαι ἔργων ·
224οὐ γάρ τοι σθένος ἐστὶν ἐν ἔντεσιν ἀκαμάτοισι
225δύμεναι Αἰακίδαο δαΐφρονος, οὐ δὲ μέγ’ἔγχος
226νωμῆσαι παλάμῃσιν · ἐμοὶ δ’ἄρα πάντα τέτυκται
227ἄρμενα, καί μοι ἔοικε φορήμεναι ἀγλαὰ τεύχη
228οὔτι καταισχύνοντι θεοῦ περικαλλέα δῶρα.
229ἀλλὰ τί ἢ μύθοισιν ἐριδμαίνοντε κακοῖσιν
230ἕσταμεν ἀμφ’Ἀχιλῆος ἀμύμονος ἀγλαὰ τεύχη;
5.230aἀλλ’ἄγε χαλκείῃς πειρήσομεν ἐγχείῃσιν
231ὅστις φέρτερός ἐστιν ἐνὶ φθισήνορι χάρμῃ
232ἀλκῆς γὰρ τόδ’ἄεθλον ἀρήιον, οὐκ ἀλεγεινῶν
233θῆκεν ἐνὶ μέσσοισιν ἐπέων Θέτις ἀργυρόπεζα ·
234μύθων δ’εἰν ἀγορῇ χρειὼ πέλει ἀνθρώποισιν ·
235οἶδα γὰρ ὡς σέο πολλὸν ἀγαυότερος καὶ ἀρείων
236εἰμί · γένος δέ μοί ἐστιν, ὅθεν μεγάλῳ Ἀχιλῆι”.
237ὣς φάτο · τὸν δ’ἀλεγεινὰ παραβλήδην ἐνένιπεν
238υἱὸς Λαέρταο πολύτροπα μήδεα νωμῶν ·
239“Αἶαν ἀμετροεπές, τί νύ μοι τόσα μὰψ ἀγορεύεις;
240οὐτιδανόντέ μ’ἔφησθα καὶ ἀργαλέον καὶ ἄναλκιν
241ἔμμεναι, ὃς σέο πολλὸν ὑπέρτερος εὔχομαι εἶναι
242μήδεσι καὶ μύθοισι, τάτ’ἀνδράσι κάρτος ἀέξει ·
243καὶ γάρτ’ἠλίβατον πέτρην ἄρρηκτον ἐοῦσαν
244μήτι ὑποτμήγουσιν ἐν οὔρεσι λατόμοι ἄνδρες
245ῥηιδίως, μήτι δὲ μέγαν βαρυηχέα πόντον
246ναῦται ὑπεκπερόωσιν, ὅτ’ἄσπετα κυμαίνηται ·
247τέχνῃσιν δ’ἀγρόται κρατεροὺς δαμόωσι λέοντας
248πορδάλιάςτε σύαςτε καὶ ἄλλων ἔθνεα θηρῶν ·
249ταῦροι δ’ὀβριμόθυμοι ὑπὸ ζεύγλαις δαμόωνται
250ἀνθρώπων ἰότητι · νόῳ δέτε πάντα τελεῖται.
251αἰεὶ δ’ἀφραδέος πέλει ἀνέρος ἀμφὶ πόνοισι
252πᾶσι καὶ ἐν βουλῇσιν ἀνὴρ πολύϊδρις ἀμείνων ·
253το- τοὔνεκ’ἐϋφρονέοντα θρασὺς πάϊς Οἰνείδαο
254λέξατό μ’ἐκ πάντων ἐπιτάρροθον, ὄφρ’ἀφίκωμαι
255ἐς φύλακας · μέγα δ’ἔργον ὁμῶς ἐτελέσσαμεν ἄμφω ·
256καὶ δ’αὐτὸν Πηλῆος ἐϋσθενέος κλυτὸν υἷα
257ἤγαγον Ἀτρείδῃσιν ἐπίρροθον · ἢν δὲ καὶ ἄλλου
258ἥρωος χρειώ τις ἐν Ἀργείοισι πέληται,
259οὐ δ’ὅγε χερσὶ τεῇσιν ἐλεύσεται, οὐ δὲ μὲν ἄλλων
260Ἀργείων βουλῇσιν, ἐγὼ δέ ἑ μοῦνος Ἀχαιῶν
261ἄξω μειλιχίοισι παραυδήσας ἐπέεσσι
262δῆριν ἐς αἰζηῶν · μέγα γὰρ κράτος ἀνδράσι μῦθος
263γίνετ’ἐϋφροσύνῃ μεμελημένος · ἠνορέη δὲ
264ἄπρηκτος τελέθει μέγεθόςτ’εἰς οὐδὲν ἀέξει
265ἀνέρος, εἰ μή οἱ πινυτὴ ἐπὶ μῆτις ἕπηται.
266αὐτὰρ ἐμοὶ καὶ κάρτος ὁμῶς καὶ μῆτιν ὄπασσαν
267ἀθάνατοι · τεῦξαν δὲ μέγ’Ἀργείοισιν ὄνειαρ.
268οὐ δὲ μὲν ὡς σώ μ’ἔφησθα πάρος φεύγοντα σάωσας
269δηίου ἐξ ἐνοπῆς · οὐ γὰρ φύγον, ἀλλ’ἅμα πάντας
270Τρῶας ἐπεσσυμένους μένον ἔμπεδον · οἱ δ’ἐπέχυντο
271ἀλκῇ μαιμώωντες · ἐγὼ δ’ὑπὸ κάρτεϊ χειρῶν
272πολλῶν θυμὸν ἔλυσα · σὺ δ’οὐκ ἄρ’ἐτήτυμα βάζεις ·
273οὐ γὰρ ἔμοιγ’ἐπάμυνας ἀνὰ μόθον ἀλλὰ σοὶ αὐτῷ
274ἔστης ἦρα φέρων, μή τίς νύ σε δουρὶ δαμάσσῃ
275φεύγοντ’ἐκ πολέμοιο. νέας δ’ἐς μέσσον ἔρυσσα
276οὔτι περιτρομέων δηίων μένος, ἀλλ’ἵνα μῆχος
277αἰὲν ἅμ’Ἀτρείδῃσιν ὑπὲρ πολέμοιο φέρωμαι ·
278καὶ σὺ μὲν ἔκτοσθε στήσας νέας · αὐτὰρ ἔγωγε
279αὐτὸν ἀεικίσσας πληγῇς ὑπὸ λευγαλέῃσιν
280ἐς Τρώων πτολίεθρον ἐσήλυθον, ὄφρα πύθωμαι,
281ὁππόσα μητιόωνται ὑπὲρ πολέμου ἀλεγεινοῦ.
282οὐ δὲ μὲν Ἕκτορος ἔγχος ἐδείδιον, ἀλλὰ καὶ αὐτὸς
283ἐν πρώτοις ἀνόρουσα μαχέσσασθαι μενεαίνων
284κείνῳ, ὅτ’ἠνορέῃ πίσυνος προκαλέσσατο πάντας.
285νῦν δέ σευ ἀμφ’Ἀχιλῆι πολὺ πλέονας κτάνον ἄνδρας
286δυσμενέων, ἐσάωσα δ’ὁμῶς τεύχεσσι θανόντα.
287οὐ δέ μὲν ἐγχείην τρομέω σέθεν, ἀλλά με λυγρὸν
288ἕλκος ἔτ’ἀμφ’ὀδύνῃς περινίσσεται εἵνεκα τευχέων
289τῶνδ’ὑπερουτηθέντα δαϊκταμένουτ’Ἀχιλῆος ·
290καὶ δ’ἐμοὶ ὡς Ἀχιλῆι πέλει Διὸς ἔξοχον αἷμα”.
291ὣς ἄρ’ἔφη · τὸν δ’αὖθις ἀμείβετο καρτερὸς Αἴας ·
292“ὦ Ὀδυσεῦ δολομῆτα καὶ ἀργαλεώτατε πάντων,
293οὔ νύ σ’ἐκεῖσ’ἐνόησα πονεύμενον, οὐ δέ τις ἄλλος
294Ἀργείων, ὅτε Τρῶες Ἀχιλλέα δῃωθέντα
295ἑλκέμεναι μενέαινον · ἐγὼ δ’ὑπὸ δουρὶ καὶ ἀλκῇ
296τῶν μὲν γούνατ’ἔλυσα κατὰ μόθον, οὓς δ’ἐφόβησα
297αἰὲν ἐπεσσύμενος · τοὶ δ’ἀργαλέως φοβέοντο
298χήνεσιν ἢ γεράνοισιν ἐοικότες, οἷς ἐπορούσῃ
299αἰετὸς ἠιόεν πεδίον κάτα βοσκομένοισιν ·
300ὣς Τρῶες πτώσσοντες ἐμὸν δόρυ καὶ θοὸν ἆορ
301Ἴλιον ἐς κατέδυσαν ἀλευάμενοι μέγα πῆμα.
302σοὶ δὲ καὶ εἰ τότε κάρτος ἐπήλυθεν, οὔτι μευ ἄγχι
303μάρναο δυσμενέεσσιν, ἑκὰς δέ που ἦσθα καὶ αὐτὸς
304ἀμφ’ἄλλῃσι φάλαγξι πονεύμενος, οὐ περὶ νεκρῷ
305ἀντιθέου Ἀχιλῆος, ὅπου μάλα δῆρις ὀρώρει”.
306ὣς φάτο · τὸν δ’Ὀδυσῆος ἀμείβετο κερδαλέον κῆρ ·
307“Αἶαν, ἐγὼν οὐ σεῖο κακώτερος ἔλπομαι εἶναι
308οὐ νόον οὐ δὲ βίην, εἰ καὶ μάλα φαίδιμος ἐσσί ·
309ἀλλὰ νόῳ μὲν ἔγωγε πολὺ προφερέστερός εἰμι
310σεῖο μετ’Ἀργείοισι, βίῃ δέ τοι ἀμφήριστος
311ἢ καὶ ἀγαυότερος · τὸ δέ που καὶ Τρῶες ἴσασιν,
312οἵ με μέγα τρομέουσι καὶ ἢν ἀπάτερθεν ἴδωνται.
313καὶ δ’αὐτὸς σάφα οἶδας ἐμὸν μένος ἠδὲ καὶ ἄλλοι
314ἀμφὶ παλαισμοσύνῃ πολυτειρέϊ πολλὰ μογήσας,
315ὁππότε δὴ περὶ σῆμα δαϊκταμένου Πατρόκλοιο
316Πηλείδης ἐρίθυμος ἀγακλυτὰ θῆκεν ἄεθλα”.
317ὣς φάτο Λαέρταο κλυτὸς πάϊς ἀντιθέοιο.
318καὶ τότε Τρώιοι υἷες ἔριν δικάσαντ’ἀλεγεινὴν
319αἰζηῶν · νίκην δὲ καὶ ἄμβροτα τεύχεα δῶκαν
320πάντες ὁμοφρονέοντες ἐϋπτολέμῳ Ὀδυσῆι ·
321τοῦ δ’ἄμοτον γήθησε νόος · στονάχησε δὲ λαός.
322παχνώθη δ’Αἴαντος ἐῢ σθένος · αἶψα δ’ἄρ’αὐτῷ
323ἄτη ἀνιηρὴ περικάππεσε · πὰν δέ οἱ εἴσω
324ἔζεσε φοίνιον αἷμα · χολὴ δ’ὑπερέβλυσεν αἰνή ·
325ἥπατι δ’ἔγκατ’ἔμικτο · περὶ κραδίην δ’ἀλεγεινὸν
326ἷξεν ἄχος, καὶ δριμὺ δι’ἐγκεφάλοιο θεμέθλων
327ἐσσύμενον μήνιγγας ἄδην ἀμφήλυθεν ἄλγος,
328σὺν δ’ἔχεεν νόον ἀνδρός · ἐπὶ χθονὶ δ’ὄμματα πήξας
329ἔστη ἀκινήτῳ ἐναλίγκιος · ἀμφὶ δ’ἑταῖροι
330ἀχνύμενοί μιν ἄγεσκον ἐϋπρώρους ἐπὶ νῆας
331πολλὰ παρηγορέοντες · ὁ δ’ὑστατίην ποσὶν οἶμον
332ἤιεν οὐκ ἐθέλων · σχεδόθεν δέ οἱ ἕσπετο Μοῖρα.
333ἀλλ’ὅτε δὴ κατὰ νῆας ἔβαν καὶ ἀπείρονα πόντον,
334Ἀργεῖοι δόρποιο μεμαότες ἠδὲ καὶ ὕπνου,
335καὶ τότ’ἔσω μεγάλοιο Θέτις κατεδύσατο πόντου ·
336σὺν δέ οἱ ἄλλαι ἴσαν Νηρηίδες · ἀμφὶ δ’ἄρα σφι
337νήχετο κήτεα πολλά, τάτε τρέφει ἁλμυρὸν οἶδμα.
338αἱ δὲ μέγα σκύζοντο Προμηθέϊ μητιόεντι
339μνώμεναι, ὡς κείνοιο θεοπροπίῃσι Κρονίων
340δῶκε Θέτιν Πηλῆι καὶ οὐκ ἐθέλουσαν ἄγεσθαι.
341Κυμοθόη δ’ἐν τῇσι μέγ’ἀσχαλόωσ’ἀγόρευεν ·
342“ὤ πόποι, ὡς ὅ γε λυγρὸς ἐπάξια πήμαθ’ὑπέτλη
343δεσμῷ ἐν ἀρρήκτῳ, ὅτε οἱ μέγας αἰετὸς ἧπαρ
344κεῖρεν ἀεξόμενον κατὰ νηδύος ἔνδοθι δύνων”.
345ὣς φάτο Κυμοθόη κυανοπλοκάμοις ἁλίῃσιν.
346ἠέλιος δ’ἀπόρουσεν, ἐπεσκιόωντο δ’ἀλωαὶ
347νυκτὸς ἐπεσσυμένης, ἐπεκίδνατο δ’οὐρανὸν ἄστρα.
348Ἀργεῖοι δ’ἐπὶ νηυσὶ τανυπρώροισιν ἴαυον
349ὕπνῳ ὑπ’ἀμβροσίῳ δεδμημένοι ἠδὲ καὶ οἴνῳ
350ἡδέϊ, τὸν Κρήτηθε παρ’Ἰδομενῆος ἀγαυοῦ
351ναῦται ὑπὲρ πόντοιο πολυκλύστοιο φέρεσκον.
352Αἴας δ’Ἀργείοισι χολούμενος οὔτ’ἄρα δόρπου
353μνήσατ’ἐνὶ κλισίῃ μελιηδέος, οὔτε μιν ὕπνος
354ἄμφεχεν, ἀλλ’ὅ γ’ἑοῖσιν ἐν ἔντεσι δύσατο θύων ·
355εἵλετο δὲ ξίφος ὀξύ, καὶ ἄσπετα πορφύρεσκεν,
356ἢ ὅ γ’ἐνιπρήσῃ νῆας καὶ πάντας ὀλέσσῃ
357Ἀργείους, ἢ μοῦνον ὑπὸ ξίφεϊ στονόεντι
358δῃώσῃ μελεϊστὶ θοῶς δολόεντ’Ὀδυσῆα.
359καὶ τὰ μὲν ὥς ὥρμαινε, τὰ δὴ τάχα πάντ’ἐτέλεσσεν,
360εἰ μή οἱ Τριτωνὶς ἀάσχετον ἔμβαλε λύσσαν ·
361κήδετο γὰρ φρεσὶν ᾗσι πολυτλήτου Ὀδυσῆος
362ἱρῶν μνωομένη, τά οἱ ἔμπεδα κεῖνος ἔρεξε ·
363το- τοὔνεκα δὴ μεγάλοιο μένος Τελαμωνιάδαο
364τρέψεν ἀπ’Ἀργείων. ὁ δ’ἄρ’ἤιε λαίλαπι ἶσος
365σμερδαλέῃ στυγερῇσι καταιγίσι βεβριθυίῃ,
366ἥτε φέρει ναύτῃσι τέρας κρυεροῖο φόβοιο,
367Πληιὰς εὖτ’ἀκάμαντος ἐς ὠκεανοῖο ῥέεθρα
368δύεθ’ὑποπτώσσουσα περικλυτὸν Ὠρίωνα,
369ἠέρα συγκλονέουσα, μέμηνε δὲ χείματι πόντος ·
370τῇ εἰκὼς οἴμησεν, ὅπῃ μιν γυῖα φέρεσκον.
371πάντη δ’ἀμφιθέεσκεν ἀναιδέϊ θηρὶ ἐοικώς,
372ὅςτε βαθυσκοπέλοιο διέσσυται ἄγκεα βήσσης
373ἀφριόων γενύεσσι καὶ ἄλγεα πολλὰ μενοινῶν
374ἢ κυσὶν ἢ ἀγρόταις, οἵ οἱ τέκνα δῃώσωνται
375ἄντρων ἐξερύσαντες, ὁ δ’ἀμφὶ γένυσσι βεβρυχώς,
376εἴ που ἔτ’ἐν ξυλόχοισιν ἴδοι θυμήρεα τέκνα ·
377τῷ δ’εἴ τις κύρσειε μεμηνότα θυμὸν ἔχοντι,
378αὐτοῦ οἱ βιότοιο λυγρὸν περιτέλλεται ἦμαρ ·
379ὥς ὅ γ’ἀμείλιχα θῦνε, μέλαν δέ οἱ ἔζεεν ἦτορ,
380εὖτε λέβης ἀλίαστον ἐπ’ἐσχάρῃ Ἡφαίστοιο
381ῥοιβδηδὸν μαίνηται ὑπαὶ πυρὸς αἰθομένοιο,
382γάστρην ἀμφὶς ἅπασαν ὅτε ξύλα πολλὰ θέρηται,
383ἐννεσίῃς δρηστῆρος ἐπειγομένου ἐνὶ θυμῷ,
384εὐτραφέος σιάλοιο περὶ τρίχας ὥς κεν ἀμέρσῃ ·
385ὣς τοῦ ὑπὸ στέρνοισι πελώριος ἔζεε θυμός.
386μαίνετο δ’ἠΰτε πόντος ἀπείριτος ἠὲ θύελλα
387ἤ πυρὸς ἀκαμάτοιο θοὸν μένος, εὖτ’ἀλίαστον
388μαίνηται κατ’ὄρεσφι βίη μεγάλου ἀνέμοιο,
389πίπτῃ δ’αἰθομένη πυρὶ πάντοθεν ἄσπετος ὕλη ·
390ὣς Αἴας ὀδύνῃσι πεπαρμένος ὄβριμον ἦτορ
391μαίνετο λευγαλέως · ἄπλετος δέ οἱ ἔρρεεν ἀφρὸς
392ἐκ στόματος, βρυχὴ δὲ περὶ γναθμοῖσιν ὀρώρει ·
393τεύχεα δ’ἀμφ’ὤμοισιν ἐπέβραχε, τοὶ δ’ὁρόωντες
394πάντες ὁμῶς ἑνὸς ἀνδρὸς ὑποτρομέεσκον ὁμοκλήν.
395καὶ τότ’ἀπ’Ὠκεανοῖο κίε χρυσήνιος Ἠώς ·
396ὕπνος δ’οὐρανὸν εὐρὺν ἀνήιεν εἴκελος αὔρῃ,
397Ἥρῃ δὲ ξύμβλητο νέον πρὸς Ὄλυμπον ἰούσῃ
398Τηθύος ἐξ ἱερῆς, ὅθι που προτέρῃ μόλεν ἠοῖ ·
399ἡ δέ ἑ κύσσεν ἑλοῦσ’ὅτι οἱ πέλε γαμβρὸς ἀμύμων,
400ἐξ οὗ οἱ Κρονίωνα κατεύνασεν ἐν λεχέεσσιν
401Ἴδης ἀμφὶ κάρηνα χολούμενον Ἀργείοισιν ·
402αἶψα δ’ἄρ’ἡ μὲν ἔβη Ζηνὸς δόμον, ὅς δ’ἐπὶ λέκτρα
403Πασιθέης οἴμησεν · ἀνέγρετο δ’ἔθνεα φωτῶν.
404Αἴας δ’ἀκαμάτῳ ἐναλίγκιος Ὠρίωνι
405φοίτα ἐνὶ στέρνοισιν ἔχων ὀλοόφρονα λύσσαν ·
406ἐν δ’ἔθορεν μήλοισι, λέων ὥς ὀβριμόθυμος
407λιμῷ ὑπ’ἀργαλέῳ δεδμημένος ἄγριον ἦτορ ·
408καὶ τὰ μὲν ἐν κονίῃσιν ἐπασσύτερ’ἄλλοθεν ἄλλα
409κάββαλεν, ἠΰτε φύλλα μένος κρατεροῦ Βορέαο
410χεύῃ, ὅτ’ἀνομένου θέρεος μετὰ χεῖμα τράπηται ·
411ὥς Αἴας μήλοισι μέγ’ἀσχαλόων ἐνόρουσεν
412ἐλπόμενος Δαναοῖσι κακὰς ἐπὶ κῆρας ἰάλλειν.
413καὶ τότε δὴ Μενέλαος ἀδελφεῷ ἄγχι παραστὰς
414κρύβδ’ἄλλων Δαναῶν τοῖον ποτὶ μῦθον ἔειπε ·
415“σήμερον ἦ τάχα πᾶσιν ὀλέθριον ἔσσεται ἦμαρ
416Αἴαντος μεγάλοιο περὶ φρεσὶ μαινομένοιο,
417ὅς τάχα νῆας ἐνιπρήσει, κτανέει δὲ καὶ ἡμέας
418πάντας ἐνὶ κλισίῃσι κοτεσσάμενος περὶ τευχέων.
419ὡς ὄφελον μὴ τῶνδε Θέτις πέρι δῆριν ἔθηκε,
420μη δ’ἄρα Λαέρταο πάϊς μέγ’ἀμείνονι φωτὶ
421ἔτλη δηριάασθαι ἐναντίον ἄφρονι θυμῷ.
422νῦν δὲ μέγ’ἀασάμεσθα, κακὸς δέ τις ἤπαφε δαίμων ·
423ἕρκος γὰρ πολέμοιο δεδουπότος Αἰακίδαο
424μοῦνον ἔτ’ἦν Αἴαντος ἐΰ σθένος · ἀλλ’ἄρα καὶ τὸν
425ἡμῖν ἐξολέσουσι θεοὶ κακὰ νῶιν ἄγοντες,
426ὥς κεν πάντες ἄϊστον ἀναπλήσωμεν ὄλεθρον”.
427ὥς φάμενον προσέειπεν ἐϋμμελίης Ἀγαμέμνων ·
428“μὴ νῦν, ὦ Μενέλαε, μέγ’ἀχνύμενος περὶ θυμῷ
429σκύζεο μητιόεντι Κεφαλλήνων βασιλῆι ·
430οὐ γὰρ ὅ γ’αἴτιός ἐστιν, ἐπεὶ μάλα πολλάκις ἡμῖν
431γίνεται ἐσθλὸν ὄνειαρ, ἄχος δ’ἄρα δυσμενέεσσιν”.
432ὣς οἱ μὲν Δαναῶν ἀκαχήμενοι ἠγορόωντο.
433μηλονόμοι δ’ἀπάνευθε παρὰ Ξάνθοιο ῥεέθροις
434πτῶσσον ὑπὸ μυρίκῃσιν ἀλευάμενοι βαρὺ πῆμα ·
435ὡς δ’ὅταν αἰετὸν ὠκὺν ὑποπτώσσωσι λαγωοὶ
436θάμνοις ἐν λασίοισιν, ὁ δ’ἐγγύθεν ὀξὺ κεκληγὼς
437πωτᾶτ’ἔνθα καὶ ἔνθα τανυσσάμενος πτερύγεσσιν ·
438ὣς οἵ γ’ἄλλοθεν ἄλλος ὑπέτρεσαν ὄβριμον ἄνδρα.
439ὀψὲ δ’ὅ γ’ἀρνειοῖο κατακταμένου σχεδὸν ἔστη,
440καί ῥ’ὀλοὸν γελάσας τοῖον ποτὶ μῦθον ἔειπε ·
441“κεῖσό νυν ἐν κονίῃσι, κυνῶν βόσις ἠδ’οἰωνῶν ·
442οὐ γάρ σ’οὐ δ’Ἀχιλῆος ἐρύσσατο κύδιμα τεύχη,
443ὧν ἕνεκ’ἀφραδέων μέγ’ἀμείνονι δηριάασκες ·
444κεῖσο, κύον · δὲ γὰρ οὔτι γοήσεται ἀμφιπεσοῦσα
445κουριδίη μετὰ παιδὸς ἀάσχετον ἀσχαλόωσα,
446οὐ τοκέες · τοῖς οὔτι μετέσσεαι ἐλδομένοισι
447γήραος ἐσθλὸν ὄνειαρ, ἐπεί νύ σε τήλ’ἀπὸ πάτρης
448οἰωνοίτε κύνεςτε δεδουπότα δαρδάψουσιν”.
449ὣς ἄρ’ἔφη δολόεντα μετὰ κταμένοις Ὀδυσῆα
450κεῖσθαι ὀϊόμενος μεμορυγμένον αἵματι πολλῷ ·
451καὶ τότε οἱ Τριτωνὶς ἀπὸ φρενὸς ἠδὲ καὶ ὄσσων
452ἐσκέδασεν Μανίην βλοσυρὴν πνείουσαν ὄλεθρον ·
453ἡ δὲ θοῶς ἵκανε ποτὶ Στυγὸς αἰπὰ ῥέεθρα,
454ἧχι θοαὶ ναίουσιν Ἐριννύες, αἵτε βροτοῖσιν
455αἰὲν ὑπερφιάλοισι κακὰς ἐφιᾶσιν ἀνίας.
456Αἴας δ’, ὡς ἴδε μῆλα κατὰ χθονὸς ἀσπαίροντα,
457θάμβεεν ἐν φρεσὶ πάμπαν · ὀΐσατο γὰρ δόλον εἶναι
458ἐκ μακάρων · πάντεσσι δ’ὑπεκλάσθη μελέεσσι
459βλήμενος ἄλγεσι θυμὸν ἀπήιον · οὐ δ’ἄρα πρόσσω
460ἔσθενεν ἀσχαλόων ἐπιβήμεναι οὔτ’ἄρ’ὀπίσσω,
461ἀλλ’ἔστη σκοπιῇ ἐναλίγκιος, ἥτ’ἐν ὄρεσσι
462πασάων μάλα πολλὸν ὑπερτάτη ἐρρίζωται.
463ἀλλ’ὅτε οἱ πάλι θυμὸς ἐνὶ στήθεσσιν ἀγέρθη,
464λυγρὸν ἀνεστονάχησεν, ἔπος δ’ὀλοφύρετο τοῖον ·
465“ὤ μοι ἐγώ, τί νυ τόσσον ἀπέχθομαι ἀθανάτοισιν;
466οἵ με φρένας βλάψαντο, κακὴν δ’ἐπὶ λύσσαν ἔθεντο,
467μῆλα κατακτεῖναι, τά μοι οὐκ ἔσαν αἴτια θυμοῦ.
468ὡς ὄφελον τίσασθαι Ὀδυσσέος ἀργαλέον κῆρ
469χερσὶν ἐμῇς, ἐπεὶ ἦ με κακῇ περικάββαλεν ἄτῃ
470λυγρὸς ἐὼν μάλα πάγχυ · πάθοι γε μὲν ἄλγεα θυμῷ,
471ὁππόσα μητιόωνται Ἐριννύες ἀνθρώποισιν
472ἀργαλέοις · δοῖεν δὲ καὶ ἄλλοις Ἀργείοισιν
473ὑσμίνας ὀλοὰς καὶ πένθεα δακρυόεντα,
474αὐτῷτ’Ἀτρείδῃ Ἀγαμέμνονι · μη δ’ὅ γ’ἀπήμων
475ἔλθοι ἑὸν ποτὶ δῶμα λιλαιόμενός περ ἱκέσθαι.
476ἀλλὰ τί μοι στυγεροῖσι μετέμμεναι ἐσθλὸν ἐόντα;
477ἐρρέτω Ἀργείων ὀλοὸς στρατός · ἐρρέτω αἰὼν
478ἄσχετος · οὐ γὰρ ἔτ’ἐσθλὸς ἔχει γέρας, ἀλλὰ χερείων
479τιμήειςτε πέλει καὶ φίλτερος · ἦ γὰρ Ὀδυσσεὺς
480τίετ’ἐν Ἀργείοισιν, ἐμεῦ δ’ἐπὶ πάγχυ λάθοντο
481ἔργωνθ’, ὁππόσ’ἔρεξα καὶ ἔτλην εἵνεκα λαῶν”.
482ὣς εἰπὼν πάϊς ἐσθλὸς ἐϋσθενέος Τελαμῶνος
483Ἑκτόρεον ξίφος ὦσε δι’αὐχένος · ἐκ δέ οἱ αἷμα
484ἐσσύμενον κελάρυζεν. ὁ δ’ἐν κονίῃσι τανύσθη
485Τυφὼν ὥς, τὸν Ζηνὸς ἐνεπρήσαντο κεραυνοί ·
486ἀμφὶ δὲ γαῖα μέλαινα μέγα στονάχησε πεσόντος.
487καὶ τότε δὴ Δαναοὶ κίον ἀθρόοι, ὡς ἐσίδοντο
488κείμενον ἐν κονίῃσι · πάρος δέ οἱ οὔτις ἵκανεν
489ἐγγύς, ἐπεὶ μάλα πάντας ἔχεν δέος εἰσορόωντας.
490αἶψα δ’ἄρα κταμένῳ περικάππεσον · ἀμφὶ δὲ κρᾶτα
491πρηνέες ἐκχύμενοι κόνιν ἄσπετον ἀμφεχέοντο,
492καί σφιν ὀδυρομένων γόος αἰθέρα δῖον ἵκανεν ·
493ὡς δ’ὅταν εἰροπόκων ὀΐων ἄπο νήπια τέκνα
494ἀνέρες ἐξελάσωσιν, ἵνα σφίσι δαῖτα κάμωνται,
495αἱ δὲ μέγα σκαίρουσι διηνεκέως μεμακυῖαι
496μητέρες ἐκ τεκέων σηκούς πέρι χηρωθέντας ·
497ὥς οἵ γ’ἀμφ’Αἴαντα μέγα στένον ἤματι κείνῳ
498πανσυδίῃ · μέγα δέ σφιν ἐπέβραχε δάσκιος Ἴδη
499καὶ πεδίον καὶ νῆες ἀπειρεσίητε θάλασσα.
500Τεῦκρος δ’ἀμφ’αὐτῷ μάλα μήδετο κῆρας ἐπισπεῖν
501ἀργαλέας · τὸν δ’ἄλλοι ἀπὸ ξίφεος μεγάλοιο
502εἶργον. ὁ δ’ἀσχαλόων περικάππεσε τεθνειῶτι
503δάκρυα πολλὰ χέων ἀδινώτερα νηπιάχοιο,
504ὅςτε παρ’ἐσχαρεῶνι τέφρην περιειμένος ὤμοις
505κάκ κεφαλῆς μάλα πάμπαν ὀδύρεται ὀρφανὸν ἦμαρ
506μητρὸς ἀποφθιμένης, ἥ μιν τρέφε νήιδα πατρός ·
507ὣς ὅ γε κωκύεσκε κασιγνήτοιο δαμέντος
508ἑρπύζων περὶ νεκρόν, ἔπος δ’ὀλοφύρετο τοῖον ·
509“Αἶαν καρτερόθυμε, τί ἤ νύ τοι ἐβλάβετ’ἦτορ
510οἷ αὐτῷ στονόεντα φόνον καὶ πῆμα βαλέσθαι;
511ἦ ἵνα Τρώιοι υἷες ὀϊζύος ἀμπνεύσωσιν,
512Ἀργείους δ’ὀλέσωσι σέθεν κταμένοιο κιόντες;
513οὐ γὰρ τοῖσδ’ἔτι θάρσος ὅσον πάρος ὀλλυμένοισιν
514ἔσσεται ἐν πολέμῳ · σὺ γὰρ ἔπλεο πήματος ἄλκαρ ·
515οὐ δ’ἔτ’ἐμοὶ νόστοιο τέλος σέο δεῦρο θανόντος
516ἁνδάνει, ἀλλὰ καὶ αὐτὸς ἐέλδομαι ἐνθάδ’ὀλέσθαι,
517ὄφρα με σὺν σοὶ γαῖα φερέσβιος ἀμφικαλύπτῃ ·
518οὐ γάρ μοι τοκέων τόσσον μέλει, εἴ που ἔτ’εἰσίν,
519εἴ που ἔτ’ἀμφινέμονται ἔτι ζωοὶ Σαλαμῖνα,
520ὅσσον σεῖο θανόντος, ἐπεὶ σύ μοι ἔπλεο κῦδος”.
521ἦ ῥα μέγα στενάχων · ἐπὶ δ’ἔστενε δῖα Τέκμησσα
522Αἴαντος παράκοιτις ἀμύμονος, ἥνπερ ἐοῦσαν
523ληιδίην σφετέρην ἄλοχον θέτο, καί μιν ἄνασσαν
524πάντων ἔμμεν ἔτευξεν, ὅσων ἀνὰ δῶμα γυναῖκες
525ἑδνωταὶ μεδέουσι παρ’ἀνδράσι κουριδίοισιν ·
526ἡ δέ οἱ ἀκαμάτῃσιν ὑπ’ἀγκοίνῃσι δαμεῖσα
527Εὐρυσάκην τέκεθ’υἱὸν ἐοικότα πάντα τοκῆι ·
528ἀλλ’ὁ μὲν οὖν ἔτι τυτθὸς ἐνὶ λεχέεσσι λέλειπτο ·
529ἡ δὲ μέγα στενάχουσα φίλῳ περικάππεσε νεκρῷ
530ἐντυπὰς ἐν κονίῃσι καλὸν δέμας αἰσχύνουσα ·
531καί ῥ’ὀλοφυδνὸν ἄϋσε μέγ’ἀχνυμένη κέαρ ἔνδον ·
532“ὤ μοι ἐγὼ δύστηνος, ἐπεὶ θάνες, οὔτι δαϊχθεὶς
533δυσμενέων παλάμῃσιν ἀνὰ μόθον, ἀλλὰ σοὶ αὐτῷ ·
534τῷ μοι πένθος ἄλαστον ἐποίχεται · οὐ γὰρ ἐώλπειν
535σεῖο καταφθιμένοιο πολύστονον ἦμαρ ἰδέσθαι
536ἐν Τροίῃ · τὰ δὲ πάντα κακαὶ διὰ Κῆρες ἔχευαν ·
537ὥς μ’ὄφελον τὸ πάροιθε περὶ τραφερὴ χάνε γαῖα,
538πρὶν σέο πότμον ἰδέσθαι ἀμείλιχον · οὐ γὰρ ἔμοιγε
539ἄλλο χερειότερόν ποτ’ἐσήλυθεν ἐς φρένα πῆμα,
540οὐ δ’ὅτε με πρώτιστον ἐμῆς ἀποτηλόθι πάτρης
541καὶ τοκέων εἴρυσσας ἅμ’ἄλλῃς ληιάδεσσι
542πόλλ’ὀλοφυρομένην, ἐπεὶ ἦ νύ με τὸ πρὶν ἄνασσαν
543αἰδοίην περ ἐοῦσαν ἐπήιε δούλιον ἦμαρ ·
544ἀλλά μοι οὔτε πάτρης θυμηδέος οὔτε τοκήων
545μέμβλεται οἰχομένων, ὁπόσον σέο δῃωθέντος,
546οὕνεκά μοι δειλῇ θυμήρεα πάντα μενοίνας,
547καί ῥά μ’ἔθηκας ἄκοιτιν ὁμόφρονα, καί ῥά μ’ἔφησθα
548τεύξειν αὐτίκ’ἄνασσαν ἐϋκτιμένης Σαλαμῖνος
549νοστήσας Τροίηθε · τὰ δ’οὐ θεὸς ἄμμι τέλεσσεν ·
550ἀλλὰ σὺ μέν μοι ἄϊστος ἀποίχεαι, οὐ δέ νύ σοί περ
551μέμβλετ’ἐμεῦ καὶ παιδός, ὅς οὐ πατρὶ τέρψεται ἦτορ,
552οὐ σέο κοιρανίης ἐπιβήσεται, ἀλλά μιν ἄλλοι
553δμῶα λυγρόν τεύξουσιν, ἐπεὶ πατρὸς οὐκέτ’ἐόντος
554νηπίαχοι κομέονται ὑπ’ἄνδρεσσιν μάλα πολλὸν
555χειροτέροις · ὀλοῇ γὰρ ὑπ’ὀρφανίῃ βαρὺς αἰὼν
556παισὶ πέλει, καὶ πήματ’ἐπ’ἄλλοθεν ἄλλα χέονται ·
557καὶ δέ με δειλαίην τάχα δούλιον ἵξεται ἦμαρ
558οἰχομένου σέο πρόσθεν, ὅ μοι θεὸς ὥς ἐτέτυξο”.
559ὥς φαμένην προσέειπε φίλα φρονέων Ἀγαμέμνων ·
560“ὦ γύναι, οὔ νύ σέ τις δμωήν ποτε θήσεται ἄλλος
561Τεύκρου ἔτι ζώοντος ἀμύμονος ἠδ’ἐμεῦ αὐτοῦ ·
562ἀλλά σε τίσομεν αἰέν ἀπειρεσίοις γεράεσσι,
563τίσομεν ὥστε θεήν, καὶ σὸν τέκος, ὡς ἔτ’ἐόντος
564ἀντιθέου Αἴαντος, ὅς ἔπλετο κάρτος Ἀχαιῶν.
565αἴθ’ὄφελον μη δ’ἄλγος Ἀχαιίδα θήκατο πάσῃ
566αὐτὸς ἐῇ ὑπὸ χειρὶ δαμείς · οὐ γάρ μιν ἀπείρων
567δυσμενέων σθένε λαός ὑπ’Ἄρεϊ δῃώσασθαι”.
568ὣς ἔφατ’ἀχνύμενος κέαρ ἔνδοθεν · ἀμφὶ δὲ λαοὶ
569οἰκτρὸν ἀνεστονάχησαν, ἐπίαχε δ’Ἑλλήσποντος
570μυρομένων, ὀλοὴ δὲ περὶ σφίσι πέπτατ’ἀνίη.
571καὶ δ’αὐτόν λάβε πένθος Ὀδυσσέα μητιόεντα
572κείνου ἀποκταμένοιο, καὶ ἀχνύμενος κατὰ θυμὸν
573τοῖον ἔπος μετέειπεν ἀκηχεμένοισιν Ἀχαιοῖς ·
574“ὦ φίλοι, ὡς οὔπω τι κακώτερον ἄλλο χόλοιο
575γίνεται, ὅςτε βροτοῖσι κακὴν ἐπὶ δῆριν ἀέξει ·
576ὃς καὶ νῦν Αἴαντα πελώριον ἐξορόθυνεν
577ἀμφ’ἐμοὶ ἐν φρεσὶν ᾖσι χολούμενον · ὡς ὄφελόν μοι
578μή ποτε Τρώιοι υἷες Ἀχιλλέος εἵνεκα τευχέων
579νίκην ἀμφεβάλοντ’ἐρικυδέα, τῆς πέρι θυμὸν
580ἀχνύμενος πάϊς ἐσθλὸς ἐϋσθενέος Τελαμῶνος
581ὤλετο χερσὶν ἑῇσι · χόλου δέ οἱ οὔτι ἔγωγε
582αἴτιος, ἀλλά τις Αἶσα πολύστονος, ἥ μιν ἐδάμνα ·
583εἰ γάρ μοι κέαρ ἔνδον ἐνὶ στέρνοισιν ἐώλπει
584κεῖνον ἀλαστήσειν καθ’ἑὸν νόον, οὔτ’ἄν ἔγωγε
585ἦλθον ἐριδμαίνων νίκης ὕπερ, οὔτε τιν’ἄλλον
586ἐν Δαναοῖσιν ἔασα μεμαότα δηριάασθαι,
587ἀλλὰ καὶ αὐτὸς ἔγωγε θεουδέα τεύχε’ἀείρας
588προφρονέως ἄν ὄπασσα, καὶ εἴ τί περ ἄλλο μενοίνα.
589νῦν δέ μιν οὔτι ἔγωγε μέγ’ἀχνύμενον χαλεπῆναι
590ὠισάμην μετόπισθεν, ἐπεί ῥά οἱ οὔτε γυναικὸς
591οὔτε περὶ πτόλιος μαχόμην οὔτ’εὐρέος ὄλβου,
592ἀλλά μοι ἀμφ’ἀρετῆς νεῖκος πέλεν, ἦς πέρι δῆρις
593τερπνὴ γίνεται αἰὲν ἐΰφροσιν ἀνθρώποισι ·
594κεῖνος δ’ἐσθλὸς ἐὼν στυγερῇ ὑπὸ δαίμονος Αἴσῃ
595ἤλιτεν · οὐ γὰρ ἔοικε μέγ’ἀσχαλάαν ἐνὶ θυμῷ ·
596ἀνδρὸς γὰρ πινυτοῖο καὶ ἄλγεα πόλλ’ἐπιόντα
597τλῆναι ὑπὸ κραδίῃ στερεῇ φρενί, μη δ’ἀκάχησθαι”.
598ὣς φάτο Λαέρταο κλυτὸς πάϊς ἀντιθέοιο.
599ἀλλ’ὅτε δὴ κορέσαντο γόου καὶ πένθεος αἰνοῦ ·
600δὴ τότε Νηλέος υἱὸς ἔτ’ἀχνυμένοισιν ἔειπεν ·
601“ὦ φίλοι, ὡς ἄρα Κῆρες ἀνηλέα θυμὸν ἔχουσαι
602ἡμῖν αἶψ’ἐβάλοντο λυγρῷ ἐπὶ πένθεϊ πένθος
603Αἴαντος φθιμένοιο πολυσθενέοςτ’Ἀχιλῆος
604ἄλλωντ’Ἀργείων ἠδ’υἱέος ἡμετέροιο
605Ἀντιλόχου. ἀλλ’οὔτι θέμις κταμένους ἐνὶ χάρμῃ
606κλαίειν ἤματα πάντα καὶ ἀσχαλάαν ἐνὶ θυμῷ,
607ἀλλὰ γόου λήσασθαι ἀεικέος, οὕνεκ’ἄμεινον
608ἕρδειν, ὅσσα βροτοῖσιν ἐπὶ φθιμένοισιν ἔοικε,
609πυρκαϊήν καὶ σῆμα, καὶ ὀστέα ταρχύσασθαι ·
610νεκρὸς δ’οὔτι γόοισιν ἀνέγρεται, οὐ δέ τι οἶδε
611φράσσασθ’, εὖτέ ἑ Κῆρες ἀμείλιχοι ἀμφιχάνωσιν”.
612ἦ ῥα παρηγορέων · περὶ δ’ἀντίθεοι βασιλῆες
613ἀθρόοι αἶψ’ἀγέροντο μέγ’ἀχνύμενοι κέαρ ἔνδον,
614καί ἑ μέγαν περ’ἐόντα θοῶς ποτὶ νῆας ἔνεικαν
615πολλοὶ ἀείραντες · κατὰ δὲ σπείροισι κάλυψαν
616αἷμ’ἀποφαιδρύναντες, ὅ οἱ βριαροῖς μελέεσσι
617τερσόμενον περίκειτο καὶ ἔντεσι σὺν κονίῃσι ·
618καὶ τότ’ἀπ’Ἰδαίων ὀρέων φέρον ἄσπετον ὕλην
619αἰζηοί, πάντη δὲ νέκυν πέρι νηήσαντο ·
620πολλὰ δ’ἄρ’ἀμφ’αὐτῷ θῆκαν ξύλα, πολλὰ δὲ μῆλα
621φάρεάτ’εὐποίητα βοῶντ’ἐρικυδέα φῦλα
622ἠδὲ καὶ ὠκυτάτοισιν ἀγαλλομένους ποσὶν ἵππους
623χρυσόντ’αἰγλήεντα καὶ ἄσπετα τεύχεα φωτῶν,
624ὅσσα πάρος κταμένων ἀποαίνυτο φαίδιμος ἀνήρ,
625ἤλεκτρόντ’ἐπὶ τοῖσι διειδέα, τόν ῥάτέ φασιν
626ἔμμεναι Ἠελίοιο πανομφαίοιο θυγατρῶν
627δάκρυ, τὸ δὴ Φαέθοντος ὑπὲρ κταμένοιο χέαντο
628μυρόμεναι μεγάλοιο παρὰ ῥόον Ἠριδανοῖο,
629καὶ τὸ μὲν Ἠέλιος γέρας ἄφθιτον υἱέϊ τεύχων
630ἤλεκτρον ποίησε μέγα κτέαρ ἀνθρώποισι,
631τόν ῥα τότ’εὐρυπέδοιο πυρῆς καθύπερθε βάλοντο
632Ἀργεῖοι κλυτὸν ἄνδρα δεδουπότα κυδαίνοντες
633Αἴαντ’· ἀμφὶ δέ οἱ μέγαλα στενάχοντες ἔθεντο
634τιμήεντ’ἐλέφαντα καὶ ἄργυρον ἱμερόεντα
635ἠδὲ καὶ ἀμφιφορῆας ἀλείφατος ἄλλατε πάντα,
636ὁππόσα κυδήεντα καὶ ἀγλαὸν ὄλβον ὀφέλλει.
637ἐν δ’ἔβαλον κρατεροῖο πυρὸς μένος · ἦλθε δὲ πνοιὴ
638ἐξ ἁλός, ἣν προέηκε θεὰ Θέτις, ὄφρα θέρηται
639Αἴαντος μεγάλοιο βίη · ὁ δὲ νύκτα καὶ ἠῶ
640καίετο πὰρ νήεσσιν ἐπειγομένου ἀνέμοιο ·
641οἷός που τὸ πάροιθε Διὸς στονόεντι κεραυνῷ
642Ἐγκέλαδος δέδμητο κατ’ἀκαμάτοιο θαλάσσης
643Θρινακίης ὑπένερθεν, ὅλη δ’ὑπετύφετο νῆσος ·
644ἢ οἷος ζώοντα μέλη πυρὶ δῶκε θέρεσθαι
645Ἡρακλέης Νέσσοιο δολοφροσύνῃσι χαλεφθείς,
646ὁππότ’ἔτλη μέγα ἔργον, ὅλη δ’ἀμφέστενεν Οἴτη
647ζωοῦ καιομένοιο, μίγη δέ οἱ ἠέρι θυμὸς
648ἄνδρα λιπὼν ἀρίδηλον, ἐνεκρίνθη δὲ θεοῖσιν
649αὐτός, ἐπεί οἱ σῶμα πολύκμητον χάδε γαῖα ·
650τοῖος ἄρ’ἐν πυρὶ κεῖτο λελασμένος ἰωχμοῖο
651Αἴας σὺν τεύχεσσι · πολὺς δ’ἐστείνετο λαὸς
652αἰγιαλοῖς · Τρῶες δ’ἐγάνυντ’, ἀκάχοντο δ’Ἀχαιοί.
653ἀλλ’ὅτε δὴ δέμας ἠῢ κατήνυσε πῦρ ἀΐδηλον,
654δὴ τότε πυρκαϊὴν οἴνῳ σβέσαν · ὀστέα δ’αὐτοῦ
655χηλῷ ἐνὶ χρυσέῃ θῆκαν · περὶ δέ σφισι γαῖαν
656χεῦαν ἀπειρεσίην Ῥοιτηίδος οὐχ ἑκὰς ἀκτῆς.
657αὐτίκα δ’ἐσκίδναντο πολυσκάρθμους ἐπὶ νῆας
658θυμὸν ἀκηχέμενοι · τὸν γὰρ τίον ἶσον Ἀχιλλεῖ.
659νὺξ δ’ἐπόρουσε μέλαινα μετ’ἀνέρας ὕπνον ἄγουσα ·
660οἱ δ’ἄρα δαῖτ’ἐπάσαντο καὶ Ἠριγένειαν ἔμιμνον,
661βαιὸν ἀποβρίξαντες ἀραιοῖσι βλεφάροισιν ·
662αἰνῶς γὰρ φοβέοντο κατὰ φρένα, μή σφισι Τρῶες
663νυκτὸς ἐπέλθωσιν Τελαμωνιάδαο θανόντος.