Posthomerica, 10
Τρῶες δ’αὖτ’ἔκτοσθεν ἔσαν Πριάμοιο πόληος
2πάντες σὺν τεύχεσσι καὶ ἅρμασιν ἠδέ ἵπποις
3ὠκυτάτοις · καῖον γὰρ ἀποκταμένους ἐνὶ χάρμῃ
4δειδιότες, μὴ λαὸς ἐπιβρίσειεν Ἀχαιῶν.
5τοὺς δ’ὡς οἶν ἐσίδοντο ποτὶ πτόλιν ἀΐσσοντας,
6ἐσσυμένως κταμένοισι χυτὸν περὶ σῆμα βάλοντο
7σπερχόμενοι · δεινὸν γὰρ ὑποτρομέεσκον ἰδόντες
8τοῖσι δ’ἄρ’ἀχνυμένοισιν ὑπὸ φρεσὶ μῦθον ἔειπε
9Πουλυδάμας, ὁ γὰρ ἔσκε λίην πινυτὸς καὶ ἐχέφρων ·
10“ὦ φίλοι, οὐκέτ’ἀνεκτὸς ἐφ’ἡμῖν μαίνεται Ἄρης ·
11ἀλλ’ἄγε δὴ φραζώμεθ’, ὅπως πολέμοιό τι μῆχος
12εὕρωμεν · Δαναοὶ γὰρ ἐπικρατέουσι μένοντες.
13νῦν δ’ἄγε δὴ πύργοισιν ἐϋδμήτοις ἐπιβάντες
14μίμνωμεν νύκταςτε καὶ ἤματα δηριόωντες,
15εἰσόκε δὴ Δαναοὶ Σπάρτην ἐρίβωλον ἵκωνται,
16ἢ αὐτοῦ παρὰ τεῖχος ἀκηδήσωσι μένοντες
17ἀκλεὲς ἑζόμενοι · ἐπεὶ οὐ σθένος ἔσσεται αὐτοῖς
18ῥῆξαι τείχεα μακρά, καὶ εἰ μάλα πολλὰ κάμωσιν ·
19οὐ γὰρ ἀβληχρὰ θεοῖσι τετεύχαται ἄφθιτα ἔργα.
20οὐ δέ τί που βρώμης ἐπιδευόμεθ’οὐ δὲ ποτῆτος ·
21πολλὰ γὰρ ἐν Πριάμοιο πολυχρύσοιο μελάθροις
22ἔμπεδον εἴδατα κεῖται, ἅπερ πολέεσσι καὶ ἄλλοις
23πολλὸν ἐπὶ χρόνον ἔσσετ’ἀγειρομένοισιν ἐδωδὴ
24ἐς κόρον, εἰ καὶ ἔτ’ἄλλος ἐελδομένοισιν ἵκηται
25τρὶς τόσος ἐνθάδε λαὸς ἀρηγέμεναι μενεαίνων”.
26ὣς φάτο · τὸν δ’ἐνένιπε θρασὺς πάϊς Ἀγχίσαο ·
27“Πουλυδάμα, πῶς γάρ σε σαόφρονά φασι τετύχθαι,
28ὃς κέλεαι ποτὶ δηρὸν ἀνὰ πτόλιν ἄλγεα πάσχειν;
29οὐ γὰρ ἀκηδήσουσι πολὺν χρόνον ἐνθάδ’Ἀχαιοί,
30ἀλλ’ἄρ’ἐπιβρίσουσιν ἀλευομένους ἐσιδόντες ·
31υῶιν δ’ἔσσεται ἄλγος ἀποφθιμένων ἐνὶ πάτρῃ,
32ἤν πως ἐνθάδε πουλὺν ἐπὶ χρόνον ἀμφιμάχωνται ·
33οὐ γάρ τις Θήβηθε μελίφρονα σῖτον ὀπάσσει
34ἧμιν, ἐπὴν εἰρχθῶμεν ἀνὰ πτόλιν, οὐ δέ τις οἴσει
35οἶνον Μαιονίηθεν · ἀνιηρῷ δ’ὑπὸ λιμῷ
36φθισόμεθ’ἀργαλέως, εἰ καὶ μάλα τεῖχος ἀμύνει.
37ἀλλ’εἰ μὲν θάνατόντε κακὸν καὶ Κῆρας ἀλύξαι,
38μη δ’ἄρ’ὀϊζυρῶς θανέειν πολυαχθέι λιμῷ
39μέλλομεν, εἰν ἔντεσσι σὺν ἡμετέροις τεκέεσσι
40καὶ γεραροῖς πατέρεσσι μαχώμεθα · καί ῥά ποθι Ζεὺς
41χραισμήσει · κείνου γὰρ ἀφ’αἵματός εἰμεν ἀγαυοῦ ·
42εἰ δέ κεν ἂρ καὶ κείνῳ ἀπεχθόμενοι τελέθωμεν,
43εὐκλειῶς, τάχ’ὀλέσθαι ἀμυνομένους περὶ πάτρης
44βέλτερον, ἠὲ μένοντας ὀϊζυρῶς ἀπολέσθαι”.
45ὣς φάτο · τῷ δ’ἄρα πάντες ἐπίαχον εἰσαΐοντες.
46αἶψα δὲ δὴ κορύθεσσι καὶ ἀσπίσι καὶ δοράτεσσι
47φράχθεν ἐπ’ἀλλήλους · ἐπὶ δ’ἀκαμάτου Διὸς ὄσσε
48δέρκετ’ἀπ’Οὐλύμποιο κορυσσομένους ἐς Ἄρηα
49Τρῶας ἐπ’Ἀργείοισιν · ἔγειρε δὲ θυμὸν ἑκάστου,
50ὄφρα μάχην ἀλίαστον ἐπ’ἀμφοτέροισι τανύσσῃ
51λαοῖς · ἦ γὰρ ἔμελλεν Ἀλέξανδρος θανέεσθαι
52χερσὶ Φιλοκτήταο πονεύμενος ἀμφ’ἀλόχοιο.
53τοὺς δ’ἄγεν εἰς ἔνα χῶρον Ἔρις μεδέουσα κυδοιμὸν
54οὔτινι φαινομένη · περὶ γὰρ νέφος ἄμφεχεν ὤμους
55αἱματόεν · φοίτα δὲ μέγαν κλονέουσα κυδοιμὸν
56ἄλλοτε μὲν Τρώων ἐς ὁμήγυριν, ἄλλοτ’Ἀχαιῶν ·
57τὴν δὲ Φόβος καὶ Δεῖμος ἀταρβέες ἀμφεπένοντο
58πατροκασιγνήτην κρατερόφρονα κυδαίνοντες ·
59ἡ δὲ μέγ’ἐξ ὀλίγοιο κορύσσετο μαιμώωσα ·
60τεύχεα δ’ἐξ ἀδάμαντος ἔχεν πεπαλαγμένα λύθρῳ ·
61πάλλε δὲ λοίγιον ἔγχος ἐς ἠέρα · τῆς δ’ὑπὸ ποσσὶ
62κίνυτο γαῖα μέλαινα · πυρὸς δ’ἄμπνειεν ἀϋτμὴν
63σμερδαλέον · μέγα δ’αἰὲν ἀΰτεεν ὀτρύνουσα
64αἰζηούς · οἱ δ’αἶψα συνήιον ἀρτύνοντες
65ὑσμίνην · δεινὴ γὰρ ἄγεν θεὸς ἐς μέγα ἔργον.
66τῶν δ’ὡς ἢ ἀνέμων ἰαχὴ πέλε λάβρον ἀέντων
67εἴαρος ἀρχομένου, ὅτε δένδρεα μακρὰ καὶ ὕλη
68φύλλα φύει, ἢ ὡς ὅτ’ἀν’ἀζαλέην ξύλοχον πῦρ
69αἰθόμενον βρομέει, ἢ ὡς μέγα πόντος ἀπείρων
70μαίνεται ἐξ ἀνέμοιο δυσηχέος, ἀμφὶ δὲ ῥοῖβδος
71γίνετ’ἀπειρέσιος, τρομέει δ’ὕπο γούνατα ναυτέων ·
72ὣς τῶν ἐσσυμένων μέγ’ὑπέβραχε γαῖα πελώρη ·
73ἐν δέ σφιν πέσε δῆρις · ἐπ’ἄλλῳ δ’ἄλλος ὄρουσε.
74πρῶτος δ’Αἰνείας Δαναῶν ἕλεν Ἁρπαλίωνα
75υἱὸν Ἀριζήλοιο, τὸν Ἀμφινόμη τέκε μήτηρ
76γῇ ἔνι Βοιωτῶν, ὁ δ’ἅμα Προθοήνορι δίῳ
77ἐς Τροίην ἵκανεν ἀμυνέμεν Ἀργείοισι ·
78τόν ῥα τότ’Αἰνείας ἁπαλὴν ὑπὸ νηδύα τύψας
79νοσφίσατ’ἐκ θυμοῖο καὶ ἡδέος ἐκ βιότοιο.
80τῷ δ’ἔπι Θερσάνδροιο δαΐφρονος υἷα δάμασσεν
81Ὕλλον ἐϋγλώχινι βαλὼν κατὰ λαιμὸν ἄκοντι,
82ὃν τέκε δῖ’Ἀρέθουσα παρ’ὕδασι Ληθαίοιο
83Κρήτῃ ἐν ἀμφιάλῳ · μέγα δ’ἤκαχεν Ἰδομενῆα.
84αὐτὰρ Πηλείδαο πάϊς δυοκαίδεκα φῶτας
85Τρώων αὐτίκ’ὄλεσσεν ὑπ’ἔγχεϊ πατρὸς ἑοῖο ·
86Κέβρον μὲν πρώτιστα καὶ Ἅρμονα Πασίθεόντε
87Ἰσμηνόντε καὶ Ἰμβράσιον Σχεδίοντε Φλέγηντε
88Μνήσαιόντ’ἐπὶ τοῖσι καὶ Ἔννομον Ἀμφίνομόντε
89καὶ Φάσιν ἠδὲ Γαληνόν, ὃς οἰκία ναιετάασκε
90Γαργάρῳ αἰπεινῇ, μετὰ δ’ἔπρεπε μαρναμένοισι
91Τρωσὶν ἐϋσθενέεσσι, κίεν δ’ἅμ’ἀπείρονι λαῷ
92ἐς Τροίην · μάλα γάρ οἱ ὑπέσχετο πολλὰ καὶ ἐσθλὰ
93Δαρδανίδης Πρίαμος δώσειν περικαλλέα δῶρα,
94νήπιος · οὐ δ’ἄρ’ἐφράσσαθ’ἑὸν μόρον · ἦ γὰρ ἔμελλεν
95ἐσσυμένως ὀλέεσθαι ὑπ’ἀργαλέου πολέμοιο,
96πρὶν δόμον ἐκ Πριάμοιο περικλυτὰ δῶρα φέρεσθαι.
97καὶ τότε Μοῖρ’ἀΐδηλος ἐπέτραπεν Ἀργείοισιν
98Εὐρυμένην, ἕταρον κρατερόφρονος Αἰνείαο.
99ὦρσε δέ οἱ μέγα θάρσος ὑπὸ φρένας, ὄφρα δαμάσσας
100πολλοὺς αἴσιμον ἦμαρ ἀναπλήσῃ ὑπ’ὀλέθρῳ.
101δάμνατο δ’ἄλλοθεν ἄλλον ἀνηλέϊ θηρὶ ἐοικώς ·
102οἱ δέ μιν οὐχ ὑπέμειναν ἐφ’ὑστατίῃ βιότοιο
103αἰνὸν μαιμώωντι καὶ οὐκ ἀλέγοντι μόροιο ·
104καί νύ κεν ἔργον ἔρεξεν ἀπείριτον ἐν δαῒ κείνῃ,
105εἰ μή οἱ χεῖρέςτε κάμον καὶ δούρατος αἰχμὴ
106πάμπαν ἀνεγνάμφθη · ξίφεος δέ οἱ οὐκέτι κώπη
107ἔσθενεν · ἀλλά μιν Αἶσα διέκλασε · τὸν δ’ὑπ’ἄκοντι
108τύψε κατὰ στομάχοιο Μέγης · ἀνὰ δ’ἔβλυσεν αἷμα
109ἐκ στόματος · τῷ δ’αἶψα σὺν ἄλγεϊ Μοῖρα παρέστη.
110τοῦ δ’ἄρ’ἀποκταμένοιο δύω θεράποντες Ἐπειοῦ
111Δηιλέωντε καὶ Ἀμφίων ἀπὸ τεύχε’ἑλέσθαι
112ὥρμαινον · τοὺς δ’αὖτε θρασὺ σθένος Αἰνείαο
113δάμνατο μαιμώωντας ὀϊζυρῶς περὶ νεκρῷ.
114ὡς δ’ὅτ’ἐν οἰνοπέδῳ τις ἐπαΐσσοντας ὀπώρῃ
115σφῆκας τερσομένῃσι περὶ σταφυλῇσι δαμάσσῃ,
116οἱ δ’ἄρ’ἀποπνείουσι πάρος γεύσασθαι ὀπώρης ·
117ὣς τοὺς αἶψ’ἐδάμασσε πρὶν ἔντεα ληίσσασθαι.
118Τυδείδης δὲ Μένωνα καὶ Ἀμφίνοον κατέπεφνεν
119ἄμφω ἀμύμονε φῶτε · Πάρις δ’ἕλε Δημολέοντα
120Ἱππασίδην, ὃς πρόσθε Λακωνίδα γαῖαν ἔναιε
121πὰρ προχοῇς ποταμοῖο βαθυρρόου Εὐρώταο,
122ἤλυθε δ’ἐς Τροίην ὑπ’ἀρηιθόῳ Μενελάῳ ·
123καί ἑ Πάρις κατέπεφνε τυχὼν ὑπὸ μαζὸν ὀϊστῷ
124δεξιόν, ἐκ δέ οἱ ἦτορ ἀπὸ μελέων ἐκέδασσε.
125Τεῦκρος δὲ Ζέχιν εἷλε περικλυτὸν υἷα Μέδοντος,
126ὅς ῥάτε ναιετάασκεν ἐνὶ Φρυγίῃ πολυμήλῳ
127ἄντρον ὑπὸ ζάθεον καλλιπλοκάμων Νυμφάων,
128ᾗχί ποτ’Ἐνδυμίωνα παρυπνώοντα βόεσσιν
129ὑψόθεν ἀθρήσασα κατήλυθε δῖα Σελήνη
130οὐρανόθεν · δριμὺς γὰρ ἄγεν πόθος ἠιθέοιο
131ἀθανάτην περ ἐοῦσαν ἀκήρατον, ἧς ἔτι νῦν περ
132εὐνῆς σῆμα τέτυκται ὑπὸ δρυσίν · ἀμφὶ γὰρ αὐτῇ
133ἐκκέχυτ’ἐν ξυλόχοισι βοῶν γλάγος · οἱ δέ νυ φῶτες
134θηεῦντ’εἰσέτι κεῖνο · τὸ γὰρ μάλα τηλόθι φαίης
135ἔμμεναι εἰσορόων πολιὸν γάλα, κεῖνο δ’ἵησι
136λευκὸν ὕδωρ, καὶ βαιὸν ἀπόπροθεν ὁππόθ’ἵκηται,
137πήγνυται, ἀμφὶ ῥέεθρα, πέλει δ’ἄρα λάϊνον οὖδας.
138Ἀλκαίῳ δ’ἐπόρουσε Μέγης Φυλήιος υἱός ·
139καί ῥά μιν ἀσπαίρουσαν ὑπὸ κραδίην ἐπέρησεν
140ἐγχείῃ · τοῦ δ’ὦκα λύθη πολυήρατος αἰών ·
141οὐ δέ μιν ἐκ πολέμοιο πολυκλαύτοιο μολόντα
142καίπερ ἐελδόμενοι μογεροὶ δέξαντο τοκῆες,
143Φύλλις ἐΰζωνος καὶ Μάργασος, οἵ ῥ’ἐνέμοντο
144Ἁρπάσου ἀμφὶ ῥέεθρα διειδέος, ὅςτ’ἀλεγεινῶς
145Μαιάνδρῳ κελάδοντα ῥόον καὶ ἀπείριτον οἶδμα
146συμφέρετ’ἤματα πάντα λάβρῳ περὶ χεύματι θύων.
147Γλαύκου δ’ἐσθλὸν ἑταῖρον ἐϋμμελίην Σκυλακῆα
148υἱὸς Ὀϊλῆος σχεδὸν οὔτασεν ἀντιόωντα
149βαιὸν ὑπὲρ σάκεος · διὰ δὲ πλατὺν ἤλασεν ὦμον
150αἰχμὴ ἀνιηρὴ · περὶ δ’ἔβλυσεν αἷμα βοείῃ.
151ἀλλά μιν οὔτι δάμασσεν · ἐπεί ῥά ἑ μόρσιμον ἦμαρ
152δέχνυτο νοστήσαντα φίλης παρὰ τείχεσι πάτρης ·
153εὖτε γὰρ Ἴλιον αἰπὺ θοοὶ διέπερσαν Ἀχαιοί,
154δὴ τότ’ἄρ’ἐκ πολέμοιο φυγὼν Λυκίην ἀφίκανεν
155οἶος ἄνευθ’ἑτάρων · τὸν δ’ἄστεος ἄγχι γυναῖκες
156ἀγρόμεναι τεκέων σφετέρων ὕπερ ἠδὲ καὶ ἀνδρῶν
157εἴρονθ’· ὃς δ’ἄρα τῇσι μόρον κατέλεξεν ἁπάντων ·
158αἱ δ’ἄρα χερμαδίοισι περισταδὸν ἀνέρα κεῖον
159δάμναντ’, οὐ δ’ἀπόνητο μολὼν ἐς πατρίδα νόστου,
160ἀλλά ἑ λᾶες ὕπερθε μέγα στενάχοντα κάλυψαν ·
161καί ῥά οἱ ἐκ βελέων ὀλοὸς περὶ τύμβος ἐτύχθη
162πὰρ τέμενος καὶ σῆμα κραταιοῦ Βελλεροφόντου,
163τῷ ἔνι κυδαλίμης Τιτηνίδος ἀγχόθι πέτρης ·
164ἀλλ’ὁ μὲν αἴσιμον ἦμαρ ἀναπλήσας ὑπ’ὀλέθρῳ
165ὕστερον ἐννεσίῃσιν ἀγαυοῦ Λητοΐδαο
166τίεται ὥςτε θεός, φθινύθει δέ οἱ οὔποτε τιμή.
167Ποίαντος δ’ἐπὶ τοῖσι πάϊς κτάνε Δηιονῆα
168ἠδ’Ἀντήνορος υἱὸν ἐϋμμελίην Ἀκάμαντα ·
169ἄλλων δ’αἰζηῶν ὑπεδάμνατο πουλὺν ὅμιλον ·
170θῦνε γὰρ ἐν δηίοισιν ἀτειρέϊ ἶσος Ἄρηι
171ἢ ποταμῷ κελάδοντι, ὃς ἕρκεα μακρὰ δαΐζει
172πλημμύρων, ὅτε λάβρον ὀρινόμενος περὶ πέτραις
173ἐξ ὀρέων ἀλεγεινὰ μεμιγμένος ἔρχεται ὄμβρῳ,
174ἀέναός περ ἐὼν καὶ ἀγάρροος, οὐ δέ νυ τόν γε
175εἴργουσιν προβλῆτες ἀάσπετα παφλάζοντα ·
176ὣς οὔτις Ποίαντος ἀγακλειτοῦ θρασὺν υἷα
177ἔσθενεν ὀφθαλμοῖσιν ἰδὼν καὶ ἄπωθε πελάσσαι ·
178ἐν γάρ οἱ στέρνοισι μένος περιώσιον ἦεν.
179τεύχεσι δ’ἀμφεκέκαστο δαΐφρονος Ἡρακλῆος
180δαιδαλέοις · περὶ γάρ οἱ ἐνὶ ζωστῆρι φαεινῷ
181ἄρκτοι ἔσαν βλοσυραὶ καὶ ἀναιδέες · ἀμφὶ δὲ θῶες
182σμερδαλέοι, καὶ λυγρὸν ὑπ’ὀφρύσι μειδιόωσαι
183πορδάλιες · τῶν δ’ἄγχι λύκοι ἔσαν ὀβριμόθυμοι
184καὶ σύες ἀργιόδοντες ἐϋσθενέεςτε λέοντες
185ἐκπάγλως ζωοῖσιν ἐοικότες · ἀμφὶ δὲ πάντῃ
186ὑσμῖναι ἐνέκειντο μετ’ἀργαλέοιο φόνοιο ·
187δαίδαλα μέν οἱ τόσσα περὶ ζωστῆρα τέτυκτο.
188ἄλλα δέ οἱ γωρυτὸς ἀπείριτος ἀμφεκέκαστο ·
189ἐν μὲν ἔην Διὸς υἱὸς ἀελλοπόδης Ἑρμείης
190Ἰνάχου ἀμφὶ ῥέεθρα κατακτείνων μέγαν Ἄργον,
191Ἄργον, ὅς ὀφθαλμοῖσιν ἀμοιβαδὸν ὑπνώεσκεν ·
192ἐν δὲ βίη Φαέθοντος ἀνὰ ῥόον Ἠριδανοῖο
193βλήμενος ἐκ δίφροιο · καταιθομένης δ’ἄρα γαίης
194ὡς ἐτεόν περ ἄητο μέλας ἐνὶ ἠέρι καπνός ·
195Περσεὺς δ’ἀντίθεος βλοσυρὴν ἐδάϊζε Μέδουσαν,
196ἄστρων ᾗχι λοετρὰ πέλει καὶ τέρματα γαίης
197πηγαίτ’ὠκεανοῖο βαθυρρόου, ἔνθ’ἀκάμαντι
198ἠελίῳ δύνοντι συνέρχεται ἑσπερίη νύξ ·
199ἐν δὲ καὶ ἀκαμάτοιο μέγας πάϊς Ἰαπετοῖο
200Καυκάσου ἠλιβάτοιο παρῃώρητο κολώνῃ
201δεσμῷ ἐν ἀρρήκτῳ · κεῖρεν δέ οἱ αἰετὸς ἧπαρ
202αἰὲν ἀεξόμενον · ὁ δ’ἄρα στενάχοντι ἐῴκει.
203καὶ τὰ μὲν ἄρ τεύξαντο κλυταὶ χέρες Ἡφαίστοιο
204ὀβρίμῳ Ἡρακλῆι · ὁ δ’ὤπασε παιδὶ φορῆναι
205Ποίαντος, μάλα γάρ οἱ ὁμωρόφιος φίλος ἦεν.
206αὐτὰρ ὁ κυδιόων ἐν τεύχεσι δάμνατο λαούς.
207ὀψὲ δέ οἱ ἐπόρουσε Πάρις, στονόεντας ὀϊστοὺς
208νωμῶν ἐν χείρεσσι μετὰ γναμπτοῖο βιοῖο
209θαρσαλέως · τῷ γάρ ῥα συνήιεν ὕστατον ἦμαρ.
210ἥκε δ’ἀπὸ νευρῆφι θοὸν βέλος · ἡ δ’ἰάχησεν
211ἰοῦ ἀπεσσυμένοιο · τὸ δ’οὐχ ἅλιον φύγε χειρῶν ·
212καί ῥ’αὐτοῦ μὲν ἅμαρτεν ἀλευαμένου μάλα τυτθόν,
213ἀλλ’ἔβαλεν Κλεόδωρον ἀγακλειτόν περ ἐόντα
214βαιὸν ὑπὲρ μαζοῖο, διήλασε δ’ἄχρις ἐς ὦμον ·
215οὐ γὰρ ἔχεν σάκος εὐρύ, τό οἱ λυγρὸν ἔσχεν ὄλεθρον ·
216ἀλλ’ὅ γε γυμνὸς ἐὼν ἀνεχάζετο · τοῦ γὰρ ἀπ’ὤμων
217Πουλυδάμας ἀπάραξε σάκος τελαμῶνα δαΐξας
218βουπλῆγι στιβαρῷ · ὁ δ’ἐχάσσατο μαρνάμενός περ
219αἰχμῇ ἀνιηρῇ · στονόεις δέ οἱ ἔμπεσεν ἰὸς
220ἄλλοθεν ἀΐξας · ὣς γάρ νύ που ἤθελε δαίμων
221θήσειν αἰνὸν ὄλεθρον ἐΰφρονος υἱέϊ Λέρνου,
222ὃν τέκετ’Ἀμφιάλη Ῥοδίων ἐν πίονι γαίῃ.
223τὸν δ’ὡς οὖν ἐδάμασσε Πάρις στονόεντι βελέμνῳ,
224δὴ τότε που Ποίαντος ἀμύμονος ὄβριμος υἱὸς
225ἐμμεμαὼς θοὰ τόξα τιταίνων οἱ μέγ’ἀΰτει ·
226“ὦ κύον, ὡς σοὶ ἔγωγε φόνον καὶ κῆρ’ἀΐδηλον
227δώσω, ἐπεί νύ μοι ἄντα λιλαίεαι ἰσοφαρίζειν ·
228καί κεν ἀναπνεύσουσιν, ὅσοι σέθεν εἵνεκα λυγροῦ
229τείροντ’ἐν πολέμῳ · τάχα γὰρ λύσις ἔσσετ’ὀλέθρου
230ἐνθάδε σεῖο θανόντος, ἐπεί σφισι πῆμα τέτυξαι”.
231ὣς εἰπὼν νευρὴν μὲν ἐΰστροφον ἀγχόθι μαζοῦ
232εἴρυσε, κυκλώθη δὲ κέρας, καὶ ἀμείλιχος ἰὸς
233ἰθύνθη, τόξον δ’αἰνὴ ὑπερέσχεν ἀκωκὴ
234τυτθὸν ὑπ’αἰζηοῖο βίῃ · μέγα δ’ἔβραχε νευρὴ
235ἰοῦ ἀπεσσυμένοιο δυσηχέος · οὐ δ’ἀφάμαρτε
236δῖος ἀνήρ · τοῦ δ’οὔτι λύθη κέαρ, ἀλλ’ἔτι θυμῷ
237ἔσθενεν · οὐ γάρ οἱ τότε καίριος ἔμπεσεν ἰός,
238ἀλλὰ παρέθρισε χειρὸς ἐπιγράβδην χρόα καλόν.
239ἐξαῦτις δ’ὅ γε τόξα τιτύσκετο · τὸν δὲ παραφθὰς
240ἰῷ ἐϋγλώχινι βάλεν βουβῶνος ὕπερθε
241Ποίαντος φίλος υἱός · ὁ δ’οὐκέτι μίμνε μάχεσθαι,
242ἀλλὰ θοῶς ἀπόρουσε, κύων ὥς, ὅςτε λέοντα
243ταρβήσας χάσσηται ἐπεσσύμενος τὸ πάροιθεν ·
244ὣς ὅ γε λευγαλέῃσι πεπαρμένος ἦτορ ἀνίῃς
245χάζετ’ἀπὸ πτολέμοιο. συνεκλονέοντο δὲ λαοὶ
246ἀλλήλους ὀλέκοντες · ἐν αἵματι δ’ἔπλετο δῆρις
247κτεινομένων ἑκάτερθε · νεκροὶ δ’ἐπέκειντο νέκυσσι
248πανσυδίῃ ψεκάδεσσιν ἐοικότες ἠὲ χαλάζῃ
249ἢ χιόνος νιφάδεσιν, ὅτ’οὔρεα μακρὰ καὶ ὕλην
250Ζηνὸς ὑπ’ἐννεσίῃς ζέφυρος καὶ χεῖμα παλύνει ·
251ὣς οἵ γ’ἀμφοτέρωθεν ἀνηλέϊ Κηρὶ δαμέντες
252ἀθρόοι ἀλλήλοισι δεδουπότες ἀμφεχέοντο.
253αἰνὰ δ’ἀνεστενάχιζε Πάρις · περὶ δ’ἕλκεϊ θυμὸν
254τείρετο · τὸν δ’ἀλύοντα τάχ’ἄμφεπον ἰητῆρες.
255Τρῶες δ’εἰς ἑὸν ἄστυ κίον · Δαναοὶ δ’ἐπὶ νῆας
256κυανέας ἀφίκοντο θοῶς · τοὺς γάρ ῥα κυδοιμοῦ
257νύξ ἀπέπαυσε μέλαινα, μόγον δ’ἐξείλετο γυίων
258ὕπνον ἐπὶ βλεφάροισι πόνου ἀλκτῆρα χέασα.
259ἀλλ’οὐχ ὕπνος ἔμαρπτε θοὸν Πάριν ἄχρις ἐς ἠῶ ·
260οὐ γάρ οἵ τις ἄλαλκε λιλαιομένων περ ἀμύνειν
261παντοίοις ἀκέεσσιν, ἐπεί ῥά οἱ αἴσιμον ἦεν
262Οἰνώνης ὑπὸ χερσὶ μόρον καὶ κῆρας ἀλύξαι,
263ἢν ἐθέλῃ · ὁ δ’ἄρ’αἶψα θεοπροπίῃσι πιθήσας
264ἤιεν οὐκ ἐθέλων · ὀλοὴ δέ μιν ἦγεν ἀνάγκη
265κουριδίης εἰς ὦπα · λυγροί γε μὲν ἀντιόωντες
266κὰκ κορυφῆς ὄρνιθες ἀΰτεον, οἱ δ’ἀνὰ χεῖρα
267σκαιὴν ἀΐσσοντες · ὁ δέ σφεας ἄλλοτε μέν που
268δείδιεν εἰσορόων, ὁτὲ δ’ἀκράαντα πέτεσθαι
269ἔλπετο · τοὶ δέ οἱ αἰνὸν ὑπ’ἄλγεσι φαῖνον ὄλεθρον.
270ἷξε δ’ἐς Οἰνώνην ἐρικυδέα · τὸν δ’ἐσιδοῦσαι
271ἀμφίπολοι θάμβησαν ἀολλέες ἠλὲ δαὶ αὐτὴ
272Οἰνώνη · ὁ δ’ἄρ’αἶψα πέσεν παρὰ ποσσὶ γυναικὸς,
10.272aλυγρῇ ὑπ’ὠτειλῇ δεδμημένος, ἥ οἱ ἄεξεν
273ἀμφὶ μέλαιν’ἐφύπερθε καὶ ἔνδοθι μέχρις ἱκέσθαι
274μυελὸν ἐς λιπόωντα δι’ὀστέου, οὕνεκα νηδὺν
275φάρμακον αἰνὸν ἔπυθε κατ’οὐτάμενον χρόα φωτός.
276τείρετο δὲ στυγερῇ βεβολημένος ἦτορ ἀνίῃ ·
277ὡς δ’ὅτε τις νούσῳτε καὶ ἀργαλέῃ μέγα δίψῃ
278αἰθόμενος κραδίην ἀδινὸν κέαρ αὐαίνηται,
279ὅντε περιζείουσα χολὴ φλέγει, ἀμφὶ δὲ νωθὴς
280ψυχή οἱ πεπότητ’ἐπὶ χείλεσιν αὐαλέοισιν
281ἀμφότερον βιότουτε καὶ ὕδατος ἱμείρουσα ·
282ὣς τοῦ ὑπὸ στέρνοισι καταίθετο θυμὸς ἀνίῃ ·
283καί ῥ’ὀλιγοδρανέων τοῖον ποτὶ μῦθον ἔειπεν ·
284“ὦ γύναι αἰδοίη, μὴ δή νύ με τειρόμενόν περ
285ἐχθήρῃς, ἐπεὶ ἄρ σε πάρος λίπον ἐν μεγάροισι
286χήρην, οὐκ ἐθέλων περ · ἄγον δέ με Κῆρες ἄφυκτοι
287εἰς Ἑλένην, ἧς εἴθε πάρος λεχέεσσι μιγῆναι
288σῇσιν ἐν ἀγκοίνῃσι θανὼν ἀπὸ θυμὸν ὄλεσσα.
289ἀλλ’ἄγε, πρόςτε θεῶν, οἵτ’οὐρανὸν ἀμφινέμονται,
290πρόςτε τεῶν λεχέων καὶ κουριδίης φιλότητος,
291ἤπιον ἔνθεο θυμόν, ἄχος δ’ἀλεγεινὸν ἄλαλκε
292φάρμακ’ἀλεξήσοντα καθ’ἕλκεος οὐλομένοιο
293θεῖσα, τά μοι μεμόρηται ἀπωσέμεν ἄλγεα θυμοῦ,
294ἢν ἐθέλῃς · σῇσιν γὰρ ἐπὶ φρεσίν, εἴτε σαῶσαι
295μήδεαι ἐκ θανάτοιο δυσηχέος, εἴτε καὶ οὐκί ·
296ἀλλ’ἐλέαιρε τάχιστα καὶ ὠκυμόρων σθένος ἰῶν
297ἐξάκεσ’, ἕως μοι ἔτ’ἀμφὶ μένος καὶ γυῖα τέθηλε ·
298μη δέ τί με ζήλοιο λυγροῦ μεμνημένη ἔμπης
299καλλείψῃς θανέεσθαι ἀμειλίκτῳ ὑπὸ πότμῳ
300πὰρ ποσὶ σοῖσι πεσόντα · λιταῖς δ’ἀποθύμια ῥέξεις,
301αἵ ῥα καὶ αὐταὶ Ζηνὸς ἐριγδούποιο θύγατρες
302εἰσί, καὶ ἀνθρώποισιν ὑπερφιάλοις κοτέουσαι
303ἐξόπιθε στονόεσσαν ἐπιθύνουσιν Ἐριννὺν
304καὶ χόλον, ἀλλὰ σύ, πότνα, κακὰς ἀπὸ Κῆρας ἔρυκε
305ἐσσυμένως, εἰ καί τι παρήλιτον ἀφραδίῃσιν”.
306ὣς ἄρ’ἔφη · τῆς δ’οὔτι φρένας παρέπεισε κελαινάς,
307ἀλλά ἑ κερτομέουσα μέγ’ἀχνύμενον προσέειπε ·
308“τίπτε μοι εἰλήλουθας, ἐναντίον, ἥν ῥα πάροιθεν
309κάλλιπες ἐν μεγάροισιν ἀάσπετα κωκύουσαν
310εἵνεκα Τυνδαρίδος πολυκηδέος, ᾗ παριαύων
311τέρπεο καγχαλόων, ἐπεὶ ἦ πολὺ φερτέρη ἐστὶν
312τῆς σέο κουριδίης · τὴν γὰρ φάτις ἔμμεν ἀγήρω ·
313κείνην ἐσσυμένως γουνάζεο, μη δέ νύ μοί περ
314δακρυόεις ἐλεεινὰ καὶ ἀλγινόεντα παραύδα ·
315αἴ γάρ μοι μέγα θηρὸς ὑπὸ κραδίῃ μένος εἴη
316δαρδάψαι σέο σάρκας, ἔπειτα δέθ’αἷμα λαφύξαι,
317οἷά με πήματ’ἔοργας ἀτασθαλίῃσι πιθήσας.
318σχέτλιε, ποῦ νύ τοί ἐστιν ἐϋστέφανος Κυθέρεια;
319πῇ δὲ πέλει γαμβροῖο λελασμένος ἀκάματος Ζεύς;
320τοὺς ἔχ’ἀοσσητῆρας · ἐμῶν δ’ἀπὸ τῆλε μελάθρων
321χάζεο, καὶ μακάρεσσι καὶ ἀνδράσι πῆμ’ἀλεγεινόν ·
322σεῖο γὰρ εἵνεκ’, ἀλιτρέ, καὶ ἀθανάτους ἕλε πένθος,
323τοὺς μὲν ἐφ’υἱωνοῖς, τοὺς δ’υἱάσιν ὀλλυμένοισιν.
324ἀλλά μοι ἔρρε δόμοιο καὶ εἰς Ἑλένην ἀφίκανε,
325ἧς σε χρεὼν νυκτόςτε καὶ ἤματος ἀσχαλόωντα
326τρύζειν πὰρ λεχέεσσι πεπαρμένον ἄλγεϊ λυγρῷ
327εἰσόκε σ’ἰήνειεν ἀνιηρῶν ὀδυνάων”.
328ὣς φαμένη γοόωντα φίλων ἀπέπεμπε μελάθρων,
329νηπίη · οὐ δ’ἄρ’ἐφράσσαθ’ἑὸν μόρον · ἦ γὰρ ἔμελλον
330κείνου ἀποφθιμένοιο καὶ αὐτῇ Κῆρες ἕπεσθαι
331ἐσσυμένως · ὣς γάρ οἱ ἐπέκλωσεν Διὸς Αἶσα.
332τὸν δ’ἄρ’ἀπεσσύμενον λασίης ὑπὲρ ἄκριας Ἴδης
10.332aοἶμον ἐς ἐσχατιήν, ὅθι μιν μόρος αἰνὸς ἄγεσκε
333λυγρὸν ἐπισκάζοντα καὶ ἀχνύμενον μέγα θυμῷ
334Ἥρητ’εἰσενόησε καὶ ἄμβροτον ἦτορ ἰάνθη,
335ἑζομένη κατ’Ὄλυμπον, ὅπῃ Διὸς ἔπλετ’ἀλωὴ.
336καί ῥά οἱ ἀμφίπολοι πίσυρες σχεδὸν ἑδριόωντο,
337τάς ποτ’ἄρ’Ἠελίῳ χαροπὴ δμηθεῖσα Σελήνη
338γείνατ’ἀν’οὐρανὸν εὐρὺν ἀτειρέας, οὐδὲν ὁμοίας
339ἀλλήλαις · μορφῇ δὲ διέκριθεν ἄλλη ἀπ’ἄλλης ·
10.339aπρώτη μὲν θέρεος καματώδεος ἔλλαχε μοῖραν,
340ἡ δ’ἑτέρη χειμῶνι καὶ Αἰγοκερῆι μέμηλε ·
10.340aεἴαρι δ’αὖ τριτάτη, τετράτη δ’ἐπιτέρπετ’ὀπώρῃ ·
341τέτρασι γὰρ μοίρῃσι βροτῶν διαμείβεται αἰών,
342ἃς κεῖναι ἐφέπουσιν ἀμοιβαδόν · ἀλλὰ τὰ μέν που
343αὐτῷ Ζηνὶ μέλοιτο κατ’οὐρανόν · αἱ ὀάριζον
344ὁππόσα λοίγιος Αἶσα περὶ φρεσὶν οὐλομένῃσι
345μήδετο, Τυνδαρίδος στυγερὸν γάμον ἐντύνουσα
346Δηιφόβῳ, καὶ μῆνιν ἀνιηρὴν Ἑλένοιο
347καὶ χόλον ἀμφὶ γυναικός, ὅπωςτέ μιν υἷες Ἀχαιῶν
348ἤμελλον μάρψαντες ἐν ὑψηλοῖσιν ὄρεσσι
349χωόμενον Τρώεσσι θοὰς ἐπὶ νῆας ἄγεσθαι,
350ὥςτέ οἱ ἐννεσίῃσι κραταιοῦ Τυδέος υἱὸς
351ἑσπομένου Ὀδυσῆος ὑπὲρ μέγα τεῖχος ὀρούσας
352Ἀλκαθόῳ στονόεντα φέρειν ἤμελλεν ὄλεθρον
353ἁρπάξας ἐθέλουσαν ἐΰφρονα Τριτογένειαν,
354ἥτ’ἔρυμα πτόλιόςτε καὶ αὐτῶν ἔπλετο Τρώων ·
355οὐ δὲ γὰρ οὐ δὲ θεῶν τις ἀπειρέσιον χαλεπήνας
356ἔσθενεν ὄλβιον ἄστυ διαπραθέειν Πριάμοιο
357ἀθανάτης ἔμπροσθεν ἀκηδέος ἐμβεβαυίης ·
358οὐ δέ οἱ ἄμβροτον εἶδος ἐτεκτήναντο σιδήρῳ
359ἀνέρες, ἀλλά μιν αὐτὸς ἀπ’Οὐλύμποιο Κρονίων
360κάββαλεν ἐς Πριάμοιο πολυχρύσοιο πόληα.
361καὶ τὰ μὲν ὣς ὀάριζε Διὸς δάμαρ ἀμφιπόλοισιν,
362ἄλλατε πόλλ’ἐπὶ τοῖσι. Πάριν δ’ἄρα θυμὸς ἐν Ἴδῃ
363κάλλιπεν, οὐ δ’Ἑλένη μιν ἐσέδρακε νοστήσαντα ·
364ἀμφὶ δέ μιν Νύμφαι μέγ’ἐκώκυον, οὕνεκ’ἄρ’αὐτοῦ
365εἰσέτι που μέμνηντο κατὰ φρένας, ὅσσα πάροιθεν
366ἐξέτι νηπιάχοιο συναγρομένῃς ὀάριζε ·
367σὺν δέ σφιν μύροντο βοῶν θοοὶ ἀγροιῶται
368ἀχνύμενοι κατὰ θυμόν · ἐπεστενάχοντο δὲ βῆσσαι.
369καὶ τότε δὴ Πριάμοιο πολυτλήτοιο γυναικὶ
370δεινὸν Ἀλεξάνδροιο μόρον φάτο βουκόλος ἀνήρ ·
371τῆς δ’ἄφαρ, ὡς ἐσάκουσε, τρόμῳ περιπάλλετο θυμός,
372γυῖα δ’ὑπεκλάσθησαν · ἔπος δ’ὀλοφύρατο τοῖον ·
373“ὤλεό μοι, φίλε τέκνον, ἐμοὶ δ’ἐπὶ πένθεϊ πένθος
374κάλλιπες αἰὲν ἄφυκτον, ἐπεὶ πολὺ φέρτατος ἄλλων
375παίδων ἔσκες ἐμεῖο μεθ’Ἕκτορα · τῷ νύ σε λυγρὴ
376κλαύσομαι, εἰσόκε μοι κραδίῃ ἔνι πάλλεται ἦτορ ·
377οὐ γὰρ ἄνευ μακάρων τάδε πάσχομεν, ἀλλά τις Αἶσα
378μήδετο λοίγια ἔργα, τὰ μὴ ὤφειλον ὀτλῆσαι,
379ἀλλ’ἔθανον τὸ πάροιθεν ἐν εἰρήνῃτε καὶ ὄλβῳ ·
10.379aνῦν δ’ἐπὶ πήματι πῆμα μετ’ὄμμασι δέρκομαι αἰεὶ
380ἐλπομένη καὶ ἔτ’ἄλλα κακώτερα θηήσασθαι,
381παῖδας μὲν κταμένους, κεραϊζομένην δὲ πόληα
382καὶ πυρὶ δαιομένην Δαναῶν ὑπὸ καρτεροθύμων,
383σύντε νυοὺς θύγατράςτε μετὰ Τρωῇσι καὶ ἄλλαις
384ἑλκομένας ἅμα παισὶ δορυκτήτῳ ὑπ’ἀνάγκῃ”.
385ὣς φάτο κωκύουσα · πόσις δέ οἱ οὔ τι πέπυστο ·
386ἀλλ’ὁ παρ’Ἕκτορος ἧστο τάφῳ ἐπὶ δάκρυα χεύων,
387οὕνεκ’ἄριστος ἔην καὶ ἐρύετο δούρατι πάτρην ·
388τοῦ πέρι πευκαλίμας ἀχέων φρένας οὔ τι πέπυστο.
389ἀλλ’Ἑλένη μάλα πολλὰ διηνεκέως γοόωσα
390ἄλλα μὲν ἐν Τρώεσσιν ἀΰτεεν, ἄλλα δέ οἱ κῆρ
391ἐν κραδίῃ μενέαινε · φίλον δ’ἀνὰ θυμὸν ἔειπεν ·
392“ἆνερ, ἐμοὶ καὶ Τρωσὶ καὶ αὐτῷ σοὶ μέγα πῆμα,
393ὤλεο λευγαλέως · ἐμὲ δ’ἐν στυγερῇ κακότητι
394κάλλιπες ἐλπομένην ὀλοώτερα πήματ’ἰδέσθαι.
395ὡς ὄφελόν μ’Ἅρπυιαι ἀνηρείψαντο πάροιθεν,
396ὁππότε σοίγ’ἑπόμην ὀλοῇ ὑπὸ δαίμονος Αἴσῃ ·
397νῦν δ’ἄρα καὶ σοὶ πῆμα θεοὶ δόσαν ἠδ’ἐμοὶ αὐτῇ
398αἰνομόρῳ · πάντες δέ μ’ἀάσπετον ἐρρίγασι,
399πάντες δ’ἐχθαίρουσιν ἐμόν κέαρ · οὐ δέ πῃ οἶδα
400ἐκφυγέειν · εἰ γάρ κε φύγω Δαναῶν ἐς ὅμιλον,
401αὐτίκ’ἀεικίσσουσιν ἐμὸν δέμας · εἰ δέ κε μίμνω,
402Τρῶες καὶ Τρωαί με περισταδὸν ἄλλοθεν ἄλλοι
403αἶψα διαρραίσουσι · νέκυν δ’οὐ γαῖα καλύψει,
404ἀλλὰ κύνες δάψουσι καὶ οἰωνῶν θοὰ φῦλα ·
405ὡς ὄφελόν μ’ἕλεν Αἶσα, πάρος τάδε πήματ’ἰδέσθαι”.
406ὣς ἔφατ’, οὔτι γοῶσα πόσιν τόσον, ὁππόσον αὐτῆς
407μύρετ’ἀλιτροσύνης μεμνημένη · ἀμφὶ δὲ Τρωαὶ
408ὡς κεῖνον στενάχοντο, μετὰ φρεσὶ δ’ἄλλα μενοίνων,
409αἱ μὲν ὑπὲρ τοκέων μεμνημέναι, αἱ δὲ καὶ ἀνδρῶν,
410αἱ δ’ἄρ’ὑπὲρ παίδων, αἱ δὲ γνωτῶν ἐριτίμων.
411οἴη δ’ἐκ θυμοῖο δαΐζετο κυδαλίμοιο
412Οἰνώνη · ἀλλ’οὔτι μετὰ Τρωῇσιν ἐοῦσα
413κώκυεν, ἀλλ’ἀπάνευθεν ἐνὶ σφετέροισι μελάθροις
414κεῖτο βαρυστενάχουσα παλαιοῦ λέκτρῳ ἀκοίτεω.
415οἵη δ’ἐν ξυλόχοισι περιτρέφεται κρύσταλλος
416αἰπυτάτων ὀρέων, ἥτ’ἄγκεα πολλὰ παλύνει
417χευαμένη ζεφύροιο καταιγίσιν · ἡ δ’ἄρ’ὑπ’Εὔρῳ
10.417aἠελίῳτε χιὼν κατατήκεται ἀμφὶ δὲ μακραὶ
418ἄκριες ὑδρηλῇσι κατειβόμεναι λιβάδεσσι
419δεύονθ’, ἡ δὲ νάπῃσιν ἀπειρεσίη περ ἐοῦσα
420πίδακος ἐσσυμένης κρυερὸν περιτήκεται ὕδωρ ·
421ὣς ἥ γ’ἀσχαλόωσα μέγα στυγερῇ ὑπ’ἀνίῃ
422τήκετ’ἀκηχεμένη πόσιος περὶ κουριδίοιο.
423αἰνὰ δ’ἀναστενάχουσα φίλον προσελέξατο θυμόν ·
424“ὤ μοι ἀτασθαλίης, ὤ μοι στυγεροῦ βιότοιο,
425ἣ πόσιν ἀμφαγάπησα δυσάμμορον, ᾧ σὺν ἐώλπειν
426γήραϊ τειρομένη βιότου κλυτὸν οὐδὸν ἱκέσθαι
427αἰὲν ὁμοφρονέουσα · θεοὶ δ’ἑτέρωσε βάλοντο ·
428ὥς μ’ὄφελόν ποτε Κῆρες ἀνηρείψαντο μέλαιναι,
429ὁππότε νόσφιν ἔμελλον Ἀλεξάνδροιο πέλεσθαι ·
430ἀλλὰ καὶ εἰ ζωός μ’ἔλιπεν, μέγα τλήσομαι ἔργον
431ἀμφ’αὐτῷ θανέειν, ἐπεὶ οὔτι μοι εὔαδεν ἠώς”.
432ὣς φαμένης ἐλεεινὰ κατὰ βλεφάροιιν ἔχυντο
433δάκρυα, κουριδίοιο δ’ἀναπλήσαντος ὄλεθρον
434μνωομένη, ἅτε κηρὸς ὑπαὶ πυρί, τήκετο λάθρῃ,
435ἅζετο γὰρ πατέρα σφὸν ἰδ’ἀμφιπόλους εὐπέπλους,
436μέχρις ἐπὶ χθόνα δῖαν ἀπ’εὐρέος ὠκεανοῖο
437νὺξ ἐχύθη, μερόπεσσι λύσιν καμάτοιο φέρουσα.
438καί ῥα τόθ’ὑπνώοντος ἐνὶ μεγάροισι τοκῆος
439καὶ δμώων, πυλεῶνας ἀναρρήξασα μελάθρων
440ἔκθορεν, ἠΰτ’ἄελλα · φέρον δέ μιν ὠκέα γυῖα ·
441ὡς δ’ὅτ’ἀν’οὔρεα πόρτιν ἐρασσαμένην μέγα ταύρου
442θυμὸς ἐποτρύνει ποσὶ καρπαλίμοισι φέρεσθαι
443ἐσσυμένως, ἡ δ’οὔτι λιλαιομένη φιλότητος
444ταρβεῖ βουκόλον ἄνδρα, φέρει δέ μιν ἄσχετος ὁρμή,
445εἴ που ἐνὶ ξυλόχοισιν ὁμήθεα ταῦρον ἴδοιτο ·
446ὣς ἡ ῥίμφα θέουσα διήνυε μακρὰ κέλευθα
447διζομένη τάχα ποσσὶ πυρῆς ἐπιβήμεναι αἰνῆς.
448οὐ δέ τί οἱ κάμε γούνατ’· ἐλαφρότεροι δ’ἐφέροντο
449ἐσσυμένης πόδες αἰέν · ἔπειγε γὰρ οὐλομένη Κὴρ
450καὶ Κύπρις · οὐ δέ τι θῆρας ἐδείδιε λαχνήεντας
451ἀντομένους ὑπὸ νύκτα, πάρος μέγα πεφρικυῖα ·
452πᾶσα δέ οἱ λασίων ὀρέων ἐστείβετο πέτρη
453καὶ κρημνοί, πᾶσαι δὲ διεπρήσσοντο χαράδραι.
454τὴν δέ που εἰσορόωσα τόθ’ὑψόθι δῖα Σελήνη
455μνησαμένη κατὰ θυμὸν ἀμύμονος Ἐνδυμίωνος
456πολλὰ μάλ’ἐσσυμένην ὀλοφύρατο · καί οἱ ὕπερθε
457λαμπρὸν παμφανόωσα μακρὰς ἀνέφαινε κελεύθους.
458ἵκετο δ’ἐμβεβαυῖα δι’οὔρεος, ᾗχι καὶ ἄλλαι
459νύμφαι Ἀλεξάνδροιο πυρὴν περικωκύεσκον.
460τὸν δ’ἔτι που κρατερὸν πῦρ ἄμφεχεν, οὕνεκ’ἄρ’αὐτῷ
461μηλονόμοι ξυνιόντες ἀπ’οὔρεος ἄλλοθεν ἄλλοι
462ὕλην θεσπεσίην παρενήνεον, ἦρα φέροντες
463ὑστατίην καὶ πένθος ὁμῶς ἑτάρῳ καὶ ἄνακτι,
464κλαίοντες μάλα πολλὰ περισταδόν · ἡ δέ μιν οὔτι,
465ἀμφαδὸν ὡς ἄθρησε, γοήσατο τειρομένη περ,
466ἀλλὰ καλυψαμένη περὶ φάρεϊ καλὰ πρόσωπα
467αἶψα πυρῇ ἐνέπαλτο · γόον δ’ἄρα πουλὺν ὄρινε ·
468καίετο δ’ἀμφὶ πόσει · νύμφαι δέ μιν ἄλλοθεν ἄλλαι
469θάμβεον, εὖτ’ἐσίδοντο μετ’ἀνέρι πεπτηυῖαν ·
470καί τις ἑὸν κατὰ θυμὸν ἔπος ποτὶ τοῖον ἔειπεν ·
471“ἀτρεκέως Πάρις ἦεν ἀτάσθαλος, ὃς μάλα κεδνὴν
472κάλλιπε κουριδίην καὶ ἀνήγαγε μάργον ἄκοιτιν
473οἷ αὐτῷ καὶ Τρωσὶ καὶ ἄστεϊ λοίγιον ἄλγος,
474νήπιος · οὐ δ’ἀλόχοιο περίφρονος ἅζετο θυμὸν
475τειρομένης, ἥπερ μιν ὑπὲρ φάος ἠελίοιο
476καίπερ ἀπεχθαίροντα καὶ οὐ φιλέοντα τίεσκεν”.
477ὣς ἄρ’ἔφη Νύμφη τις ἀνὰ φρένας · οἱ δ’ἐνὶ μέσσῃ
478πυρκαϊῇ καίοντο λελασμένοι ἠριγενείης ·
479ἀμφὶ δὲ βουκόλοι ἄνδρες ἐθάμβεον, εὖτε πάροιθεν
480Ἀργεῖοι θάμβησαν ἀολλέες ἀθρήσαντες
481Εὐάδνην Καπανῆος ἐπεκχυμένην μελέεσσιν
482ἀμφὶ πόσιν δμηθέντα Διὸς στονόεντι κεραυνῷ.
483ἀλλ’ὁπότ’ἀμφοτέρους ὀλοὴ πυρὸς ἤνυσε ῥιπὴ
484Οἰνώνηντε Πάριντε, μιῇ δ’ὑποκάββαλε τέφρῃ,
485δὴ τότε πυρκαϊὴν οἴνῳ σβέσαν · ὀστέα δ’αὐτῶν
486χρυσέῳ ἐν κρητῆρι θέσαν · περὶ δέ σφισι σῆμα
487ἐσσυμένως τεύξαντο · θέσαν δ’ἄρα δοιὼ ὕπερθε
488στήλας, αἵπερ ἔασι τετραμμέναι ἄλλυδις ἄλλη.
489ζῆλον ἐπ’ἀλλήλῃσιν ἔτι στονόεντα φέρουσαι.