Posthomerica, 4
οὐ δὲ μὲν Ἱππολόχοιο δαΐφρονος ὄβριμον υἷα
2Τρῶες ἀδάκρυτον δειλοὶ λίπον, ἀλλὰ καὶ αὐτοὶ
3Δαρδανίης προπάροιθε πύλης ἐρικυδέα φῶτα
4πυρκαϊῆς καθύπερθε βάλον · τὸν δ’αὐτὸς Ἀπόλλων
5ἐκ πυρὸς αἰθομένοιο μάλ’ἐσσυμένως ἀναείρας
6δῶκε θοοῖς ἀνέμοισι φέρειν Λυκίης σχεδὸν αἴης ·
7οἱ δέ μιν αἶψ’ἀπένεικαν ὑπ’ἄγκεα Τηλάνδροιο
8χῶρον ἐς ἱμερόεντα, πέτρην δ’ἐφύπερθε βάλοντο
9ἄρρηκτον · νύμφαι δὲ περίβλυσαν ἱερὸν ὕδωρ
10ἀενάου ποταμοῖο, τὸν εἰσέτι φῦλ’ἀνθρώπων
11Γλαῦκον ἐπικλείουσιν ἐΰρροον · ἀλλὰ τὰ μέν που
12ἀθάνατοι τεύξαντο γέρας Λυκίων βασιλῆι.
13Ἀργεῖοι δ’ἐρίθυμον ἀνεστενάχοντ’Ἀχιλῆα
14νηυσὶ παρ’ὠκυπόροισιν · ἔτειρε δὲ πάντας ἀνίη
15λευγαλέη καὶ πένθος, ἐπεί ῥά μιν ὡς ἐὸν υἷα
16δίζοντ’, οὐ δέ τις ἦεν ἀνὰ στρατὸν εὐρὺν ἄδακρυς ·
17Τρῶες δ’αὖτ’ἀλίαστον ἐγήθεον εἰσορόωντες
18τοὺς μὲν ἀκηχεμένους, τὸν δ’ἐν πυρὶ δῃωθέντα ·
19καί τις ἐπευχόμενος μῦθον ποτὶ τοῖον ἔειπεν ·
20“νῦν πάντεσσιν ἄελπτον ἀπ’Οὐλύμποιο Κρονίων
21ἡμῖν ὤπασε χάρμα λιλαιομένοισιν ἰδέσθαι
22ἐν Τροίῃ Ἀχιλῆα δεδουπότα · τοῦ γὰρ ὀΐω
23βλημένου ἀμπνεύσειν Τρώων ἐρικυδέα φῦλα
24αἵματος ἐξ ὀλοοῖο καὶ ἀνδροφόνου ὑσμίνης ·
25αἰεὶ γὰρ φρεσὶν ᾗσιν ἐμήδετο Τρωσὶν ὄλεθρον
4.25aαἰνὰ δέ οἱ χείρεσσιν ἐμαίνετο λοίγιον ἔγχος
26λύθρῳ ὑπ’ἀργαλέῳ πεπαλαγμένον, οὐ δέ τις ἡμέων
27κείνῳ ἔναντα κιὼν ἔτ’ἐσέδρακεν Ἠριγένειαν ·
28νῦν δ’ὀΐω φεύξεσθαι Ἀχαιῶν ὄβριμα τέκνα
29νηυσὶν ἐϋπρώροισι δαϊκταμένου Ἀχιλῆος ·
30ὡς ὄφελον μένος ἦεν ἔθ’Ἕκτορος, ὄφρ’ἅμα πάντας
31Ἀργείους σφετέρῃσιν ἐνὶ κλισίῃσιν ὄλεσσεν”.
32ὣς ἄρ’ἔφη Τρώων τις ἐνὶ φρεσὶ πάγχυ γεγηθώς ·
33ἄλλος δ’αὖθ’ἑτέρωθι πύκα φρονέων φάτο μῦθον ·
34“φῆσθα σὺ μὲν Δαναῶν ὀλοὸν στρατὸν ἔνδοθι νηῶν
35πόντον ἐπ’ἠερόεντα πεφυζότας αἶψα νέεσθαι ·
36ἀλλ’οὐ μὰν δείσουσι λιλαιόμενοι μέγα χάρμης ·
37εἰσὶ γάρ ἦ κρατεροίτε καὶ ὄβριμοι ἀνέρες ἄλλοι,
38Τυδείδης Αἴαςτε καὶ Ἀτρέος ὄβριμοι υἷες ·
39τοὺς ἔτ’ἐγὼ δείδοικα κατακταμένου Ἀχιλῆος ·
40τοὺς εἴθ’ἀργυρότοξος ἀναιρήσειεν Ἀπόλλων,
41καί κεν ἀνάπνευσις πολέμου καὶ ἀεικέος οἴτου
42ἡμῖν εὐχομένοισιν ἐλεύσεται ἤματι κείνῳ”.
43ὣς ἔφατ’· ἀθάνατοι δὲ κατ’οὐρανὸν ἐστενάχοντο,
44ὅσσοι ἔσαν Δαναοῖσιν ἐϋσθενέεσσιν ἀρωγοί,
45ἀμφὶ δὲ κρᾶτ’ἐκάλυψαν ἀπειρεσίοις νεφέεσσι
46θυμὸν ἀκηχέμενοι · ἑτέρωθι δὲ γήθεον ἄλλοι
47εὐχόμενοι Τρώεσσι πέρας θυμηδὲς ὀρέξαι.
48καὶ τότε δὴ Κρονίωνα κλυτὴ προσεφώνεεν Ἥρη ·
49“Ζεῦ πάτερ ἀργικέραυνε, τί ἢ Τρώεσσιν ἀρήγεις
50κούρης ἠϋκόμοιο λελασμένος, ἥν ῥα πάροιθεν
51ἀντιθέῳ Πηλῆι πόρες θυμήρε’ἄκοιτιν
52Πηλίου ἐν βήσσῃσι; γάμον δέ οἱ αὐτὸς ἔτευξας
53ἄμβροτον, οἱ δέ νυ πάντες ἐδαινύμεθ’ἤματι κείνῳ
54ἀθάνατοι καὶ πολλὰ δόμεν περικαλλέα δῶρα ·
55ἀλλὰ τά γ’ἐξελάθου, μέγα δ’Ἑλλάδι μήσαο πένθος”.
56ὣς ἄρ’ἔφη · τὴν δ’οὔτι προσέννεπεν ἀκάματος Ζεύς ·
57ἧστο γὰρ ἀχνύμενος κραδίην καὶ πολλὰ μενοινῶν,
58οὕνεκεν ἤμελλον Πριάμου πόλιν ἐξαλαπάξειν
59Ἀργεῖοι, τοῖς αἰνὸν ἐμήδετο λοιγὸν ὀπάσσαι
60ἐν πολέμῳ στονόεντι καὶ ἐν βαρυηχέϊ πόντῳ ·
61καὶ τὰ μέν ὣς ὥρμαινε, τὰ δὴ μετόπισθε τέλεσσεν.
62Ἠὼς δ’ὠκεανοῖο βαθὺν ῥόον εἰσαφίκανε,
63κυανέην δ’ἄρα γαῖαν ἐπήιεν ἄσπετος ὄρφνη,
64ἦμος ἀναπνείουσι βροτοὶ βαιὸν καμάτοιο ·
65Ἀργεῖοι δ’ἐπὶ νηυσὶν ἐδόρπεον ἀχνύμενοί περ ·
66οὐ γάρ νηδύος ἐστὶν ἀπωσέμεναι μεμαυίης
67λιμὸν ἀταρτηρόν, ὁπόταν στέρνοισιν ἵκηται.
68ἀλλ’εἶθαρ θοὰ γυῖα βαρύνεται, οὐ δέ τι μῆχος
69γίνεται, ἢν μή τις κορέσῃ θυμαλγέα νηδύν ·
70το- τοὔνεκα δαῖτ’ἐπάσαντο καὶ ἀχνύμενοι Ἀχιλῆος ·
71αἰνὴ γὰρ μάλα πάντας ἐποτρύνεσκεν ἀνάγκη.
72τοῖσι δὲ πασσαμένοισιν ἐπήλυθε νήδυμος ὕπνος,
73λῦσε δ’ἀπὸ μελέων ὀδύνας, ἐπὶ δὲ σθένος ὦρσεν.
74ἀλλ’ὅτε δὴ κεφαλὰς μὲν ἐπ’ἀντολίην ἔχον ἄρκτοι,
75δέγμεναι ἠελίοιο θοὸν φάος, ἔγρετο δ’ἠώς,
76δὴ τότ’ἀνέγρετο λαὸς ἐϋσθενέων Ἀργείων
77πορφύρων Τρώεσσι φόνον καὶ κῆρ’ἀΐδηλον.
78κίνυτο δ’ἠΰτε πόντος ἀπείριτος Ἰκαρίοιο
79ἠὲ καὶ αὐαλέον βαθὺ λήιον, ὁππόθ’ἵκηται
80ῥιπὴ ἀπειρεσίη νεφεληγερέος Ζεφύροιο ·
81ὣς ἄρα κίνυτο λαὸς ἐπ’ᾐόσιν Ἑλλησπόντου.
82καὶ τότε Τυδέος υἱὸς ἐελδομένοισι ἔειπεν ·
83“ὦ φίλοι, εἰ ἐτεόν γε μενεπτόλεμοι πελόμεσθα,
84νῦν μᾶλλον στυγεροῖσι μαχώμεθα δυσμενέεσσι,
85μή πως θαρσήσωσιν Ἀχιλλέος οὐκέτ’ἐόντος ·
86ἀλλ’ἄγε, σὺν τεύχεσσι καὶ ἅρμασιν ἠδὲ καὶ ἵπποις
87ἴομεν ἀμφὶ πόληα · πόνος δ’ἄρα κῦδος ὀρέξει”.
88ὣς ἔφατ’ἐν Δαναοῖσιν · ἀμείβετο δ’ὄβριμος Αἴας ·
89“Τυδείδη, σὺ μὲν ἐσθλά καὶ οὐκ ἀνεμώλια βάζεις
90ὀτρύνων Τρώεσσιν ἐϋπτολέμοισι μάχεσθαι
91ἀγχεμάχους Δαναούς, οἵπερ μεμάασι καὶ αὐτοί ·
92ἀλλὰ χρὴ ἐν νήεσσι μένειν, ἄχρις ἐξ ἁλὸς ἔλθῃ
93δῖα Θέτις · μάλα γάρ οἱ ἐνὶ φρεσὶ μήδεται ἦτορ
94υἱέος ἀμφὶ τάφῳ περικαλλέα θεῖναι ἄεθλα ·
95ὣς χθιζή μοι ἔειπεν, ὅτ’εἰς ἁλὸς ἤιε βένθος,
96νόσφ’ἄλλων Δαναῶν · καί ἑ σχεδὸν ἔλπομαι εἶναι
97ἐσσυμένην · Τρῶες δέ, καὶ εἰ θάνε Πηλέος υἱός,
98οὐ μάλα θαρσήσουσιν ἔτι ζώοντος ἐμεῖο
99καὶ σέθεν ἠδὲ καὶ αὐτοῦ ἀμύμονος Ἀτρείδαο”.
100ὣς ἄρ’ἔφη Τελαμῶνος ἐῢς πάϊς, οὐ δέ τι ᾔδη,
101ὅττι ῥά οἱ μετ’ἄεθλα κακὸν μόρον ἔντυε δαίμων
102ἀργαλέον τὸν δ’αὖθις ἀμείβετο Τυδέος υἱός ·
103“ὦ φίλος, εἰ ἐτεὸν Θέτις ἔρχεται ἤματι τῷδε
104υἱέος ἀμφὶ τάφῳ περικαλλέα θεῖναι ἄεθλα,
105πὰρ νήεσσι μένωμεν ἐρυκανόωντε καὶ ἄλλους ·
106καὶ γὰρ δὴ μακάρεσσι θεοῖς πείθεσθαι ἔοικε ·
107καὶ δ’ἄλλως Ἀχιλῆι καὶ ἀθανάτων ἀέκητι
108αὐτοὶ φραζώμεσθα δόμεν θυμηδέα τιμήν”.
109ὣς φάτο Τυδείδαο δαΐφρονος ὄβριμον ἦτορ.
110καὶ τότ’ἄρ’ἐκ πόντοιο κίεν Πηλῆος ἄκοιτις
111αὔρῃ ὑπηώῃ ἐναλίγκιον · αἶψα δ’ἵκανεν
112Ἀργείων ἐς ὅμιλον, ὅπῃ μεμαῶτες ἔμιμνον,
113οἱ μὲν ἀεθλεύσοντες ἀπειρεσίῳ ἐν ἀγῶνι,
114οἱ δὲ φρένας καὶ θυμὸν ἀεθλητῆρσιν ἰῆναι.
115τοῖσι δ’ἅμ’ἀγρομένοισι Θέτις κυανοκρήδεμνος
116θῆκεν ἄεθλα φέρουσα καὶ ὀτρύνεσκεν Ἀχαιοὺς
117αὐτίκ’ἀεθλεύειν · τοὶ δ’ἀθανάτῃ πεπίθοντο.
118πρῶτος δ’ἐν μέσσοισιν ἀνίστατο Νηλέος υἱός,
119οὐ μὲν πυγμαχίῃσι λιλαιόμενος πονέεσθαι
120οὔτε παλαισμοσύνῃ πολυτειρέϊ · τοῦ γὰρ ὕπερθε
121γυῖα καὶ ἅψεα πάντα λυγρὸν κατεδάμνατο γῆρας ·
122ἀλλά οἱ ἐν στέρνοισιν ἔτ’ἔμπεδος ἔπλετο θυμὸς
123καὶ νόος, οὐ δέ τις ἄλλος ἐριδμαίνεσκεν Ἀχαιῶν
124κείνῳ, ὅτ’εἰν ἀγορῇ ἐπέων πέρι δῆρις ἐτέχθη ·
125τῷ καὶ Λαέρταο κλυτὸς πάϊς εἵνεκα μύθων
126εἰν ἀγορῇ ὑπόεικε, καὶ ὃς βασιλεύτατος ἦεν
127πάντων Ἀργείων μέγ’ἐϋμμελίης Ἀγαμέμνων.
128το- τοὔνεκ’ἐνὶ μέσσοισιν ἐΰφρονα Νηρηίνην
129ὕμνεεν, ὡς πάσῃσι μετέπρεπεν εἰναλίῃσιν
130εἵνεκ’ἐϋφροσύνηςτε καὶ εἴδεος · ἡ δ’ἀΐουσα
131τέρπεθ’· ὁ δ’ἱμερόεντα γάμον Πηλῆος ἔνισπε,
132τόν ῥά οἱ ἀθάνατοι μάκαρες συνετεκτήναντο
133Πηλίου ἀμφὶ κάρηνα, καὶ ἄμβροτον ὡς ἐπάσαντο
134δαῖτα παρ’εἰλαπίνῃσιν, ὅτ’εἴδατα θεῖα φέρουσαι
135χερσὶν ὑπ’ἀμβροσίῃσι θεαὶ παρενήνεον Ὧραι
136χρυσείοις κανέοισι, Θέμις δ’ἄρα καγχαλόωσα
137ἀργυρέας ἐτίταινεν ἐπισπέρχουσα τραπέζας,
138πῦρ δ’Ἥφαιστος ἔκαιεν ἀκήρατον, ἀμφὶ δὲ Νύμφαι
139ἀμβροσίην ἐκέραιον ἐνί χρυσέοισι κυπέλλοις,
140αἱ δ’ἄρ’ἐς ὀρχηθμὸν Χάριτες τράπεν ἱμερόεντα,
141Μοῦσαι δ’ἐς μολπήν, ἐπετέρπετο δ’οὔρεα πάντα
142καὶ ποταμοὶ καὶ θῆρες, ἰαίνετο δ’ἄφθιτος αἰθὴρ
143ἄντρατε Χείρωνος περικαλλέα καὶ θεοὶ αὐτοί.
144καὶ τὰ μὲν ἂρ Νηλῆος ἐῢς πάϊς Ἀργείοισι
145πάντα μάλ’ἱεμένοις κατελέξατο · τοὶ δ’ἀΐοντες
146τέρπονθ’· ὃς δ’Ἀχιλῆος ἀμύμονος ἄφθιτα ἔργα
147μέλπε μέσῳ ἐν ἀγῶνι · πολὺς δ’ἀμφίαχε λαὸς
148ἀσπασίως. ὁ δ’ἄρ’ἔνθεν ἑλὼν ἐρικυδέα φῶτα
149ἐκπάγλως κύδαινεν ἀρηραμένοις ἐπέεσσι,
150δώδεχ’ὅπως διέπερσε κατὰ πλόον ἄστεα φωτῶν,
151ἕνδεκα δ’αὖ κατὰ γαῖαν ἀπείριτον, ὡς δ’ἐδάϊξε
152Τήλεφον, ἠδὲ βίην ἐρικυδέος Ἠετίωνος
153Θήβης ἐν δαπέδοισι, καὶ ὡς Κύκνον ἔκτανε δουρὶ
154υἷα Ποσειδάωνος ἰδ’ἀντίθεον Πολύδωρον
155καὶ Τρώιλον θηητὸν ἀμύμονάτ’Ἀστεροπαῖον,
156αἵματι δ’ὡς ἐρύθηνεν ἄδην ποταμοῖο ῥέεθρα
157Ξάνθου καὶ νεκύεσσιν ἀπειρεσίοισι κάλυψε
158πάντα ῥόον κελάδοντα, Λυκάονος ὁππότε θυμὸν
159νοσφίσατ’ἐκ μελέων ποταμοῦ σχεδὸν ἠχήεντος,
160Ἕκτοράθ’ὡς ἐδάμασσε, καὶ ὡς ἕλε Πενθεσίλειαν,
161ἠδὲ καὶ υἱέα δῖον ἐϋθρόνου Ἠριγενείης.
162καὶ τὰ μὲν Ἀργείοισιν ἐπισταμένοισι καὶ αὐτοῖς
163μέλπε, καὶ ὡς ἐτέτυκτο πελώριος, ὥςτέ οἱ οὔτις
164ἔσθενε δηριάασθαι ἐναντίον, οὔτ’ἐν ἀέθλοις
165αἰζηῶν, ὅτε ποσσὶ νέοι περιδηριόωνται,
166οὐ δὲ μὲν ἱππασίῃ, οὐ δὲ σταδίῃ ἐνὶ χάρμῃ,
167κάλλεΐθ’ὡς Δαναούς μέγ’ὑπείρεχεν, ὥςτέ οἱ ἀλκὴ
168ἔπλετ’ἀπειρεσίη, ὁπότ’Ἄρεος ἔσσυτο δῆρις.
169εὔχετο δ’ἀθανάτοισι καὶ υἱέα τοῖον ἰδέσθαι
170κείνου ἀπὸ Σκύροιο πολυκλύστοιο μολόντα.
171Ἀργεῖοι δ’ἄρα πᾶσιν ἐπευφήμησαν ἔπεσσιν
172αὐτήτ’ἀργυρόπεζα Θέτις, καί οἱ πόρεν ἵππους
173ὠκύποδας, τούς πρόσθεν ἐϋμμελίῃ Ἀχιλῆι
174Τήλεφος ὤπασε δῶρον ἐπὶ προχοῇσι Καΐκου,
175εὖτέ ἑ μοχθίζοντα κακῷ περὶ ἕλκεϊ θυμὸν
176ἠκέσατ’ἐγχείῃ, τῇ μιν βάλε δηριόωντα
177αὐτὸς ἔσω μηροῖο, διήλασε δ’ὄβριμον αἰχμήν ·
178καὶ τοὺς μέν Νέστωρ Νηλήιος οἶς ἑτάροισιν
179ὤπασεν · οἱ δ’ἐς νῆας ἄγου μέγα κυδαίνοντες
180ἀντίθεον βασιλῆα. Θέτις δ’ἐς μέσσον ἀγῶνα
181θῆκεν ἄρ’ἀμφὶ δρόμοιο βόας δέκα · τῇσι δὲ πάσῃς
182καλαὶ πόρτιες ᾖσαν ὑπὸ μαζοῖσιν ἰοῦσαι ·
183τάς ποτε Πηλείδαο θρασὺ σθένος ἀκαμάτοιο
184ἤλασεν ἐξ Ἴδης μεγάλῳ ἐπὶ δουρὶ πεποιθώς.
185τῶν πέρι δοιοὶ ἀνέσταν ἐελδόμενοι μέγα νίκης ·
186Τεῦκρος μὲν πρῶτος Τελαμώνιος, ἄν δὲ καὶ Αἴας,
187Αἴας, ὅςτε Λοκροῖσι μετέπρεπεν ἰοβόλοισιν.
188ἀμφὶ δ’ἄρα ζώσαντο θοῶς περὶ μήδεα χερσὶ
189φάρεα, πάντα δ’ἔνερθεν, ἅπερ θέμις, ἐκρύψαντο
190αἰδόμενοι Πηλῆος ἐϋσθενέος παράκοιτιν
191ἄλλαςτ’εἰναλίας Νηρηίδας, ὅσσαι ἅμ’αὐτῇ
192ἤλυθον Ἀργείων κρατεροὺς ἐσιδέσθαι ἀέθλους.
193τοῖσι δὲ σημαίνεσκε δρόμου τέλος ὠκυτάτοιο
194Ἀτρείδης, ὅς πᾶσι μετ’Ἀργείοισιν ἄνασσε.
195τοὺς δ’Ἔρις ὀτρύνεσκεν ἐπήρατος · οἱ δ’ἀπὸ νύσσης
196καρπαλίμως οἴμησαν ἐοικότες ἰρήκεσσι ·
197τῶν δὲ καὶ ἀμφήριστος ἔην δρόμος · οἱ δ’ἑκάτερθεν
198Ἀργεῖοι λεύσσοντες ἐπίαχον ἄλλυδις ἄλλος.
199ἀλλ’ὅτε τέρματ’ἔμελλον ἱκανέμεναι μεμαῶτες,
200δὴ τότε που Τεύκροιο μένος καὶ γυῖα πέδησαν
201ἀθάνατοι · τὸν γάρ ῥα θεὸς βάλεν ἠέ τις ἄτη
202ὄζον ἐς ἀλγινόεντα βαθυρρίζοιο μυρίκης ·
203τῷ δ’ἄρ’ἐνιχριμφθεὶς χαμάδις πέσε · τοῦ δ’ἀλεγεινῶς
204ἄκρον ἀνεγνάμφθη λαιοῦ ποδός, αἱ δ’ὑπανέσταν
205οἰδαλέαι ἑκάτερθε περὶ φλέβες. οἱ δ’ἰάχησαν
206Ἀργεῖοι κατ’ἀγῶνα · παρήιξεν δέ μιν Αἴας
207γηθόσυνος · λαοὶ δὲ συνέδραμον, οἵ οἱ ἕποντο,
208Λοκροί · αἶψα δὲ χάρμα περὶ φρένας ἤλυθε πάντων ·
209ἐκ δ’ἔλασαν κατὰ νῆας ἀγοῦ βόας, ὄφρα νέμωνται.
210Τεῦκρον δ’ἐσσυμένως ἕταροι περιποιπνύοντες
211ἦγον ἐπισκάζοντα · θοῶς δέ οἱ ἰητῆρες
212ἐκ ποδὸς αἷμ’ἀφέλοντο, θέσαν δ’ἐφύπερθε τομάων
213εἴρι’ἄδην δεύσαντες ἀλείφασιν · ἀμφὶ δὲ μίτρην
214δήσαντ’ἐνδυκέως · ὀλοὰς δ’ἐκέδασσαν ἀνίας.
215ἄλλω δ’αὖθ’ἑτέρωθι παλαισμοσύνης ὑπερόπλου
216καρπαλίμως μνώοντο δύω κρατερόφρονε φῶτε,
217Τυδέος ἱπποδάμοιο πάϊς καὶ ὑπέρβιος Αἴας,
218οἵ ῥ’ἴσαν ἐς μέσσον · θάμβος δ’ἔχεν ἀθρήσαντας
219Ἀργείους · ἄμφω γὰρ ἔσαν μακάρεσσιν ὁμοῖοι.
220σὺν δ’ἔβαλον θήρεσσιν ἐοικότες, οἵτ’ἐν ὄρεσσιν
221ἀμφ’ἐλάφοιο μάχονται ἐδητύος ἰσχανόωντες,
222ἶσον δ’ἀμφοτέροισι πέλει σθένος, οὐ δέ τις αὐτῶν
223λείπεται οὐ δ’ἠβαιὸν ἀταρτηρῶν μάλ’ἐόντων ·
224ὥς οἵ γ’ἶσον ἔχον κρατερὸν μένος. ὀψὲ δ’ἄρ’Αἴας
225Τυδείδην συνέμαρψεν ὑπὸ στιβαρῇσι χέρεσσιν
226ἆξαι ἐπειγόμενος. ὁ δ’ἄρ’ἰδρείῃτε καὶ ἀλκῇ
227πλευρὸν ὑποκλίνας Τελαμώνιον ὄβριμον υἷα
228ἐσσυμένως ἀνάειρεν ὑπὸ μυῶνος ἐρείσας
229ὦμον, καὶ ποδὶ μηρὸν ὑποπλίξας ἑτέρωσε
230κάββαλεν ὄβριμον ἄνδρα κατὰ χθονός · ἀμφὶ δ’ἄρ’αὐτῷ
231ἕζετο · τοὶ δ’ὁμάδησαν. ὁ δ’ἀσχαλόων ἐνὶ θυμῷ
232Αἴας ὀβριμόθυμος ἀνίστατο δεύτερον αὖθις
233ὁρμαίνων ἐς δῆριν ἀμείλιχον · αἶψα δὲ χερσὶ
234σμερδαλέῃσι κόνιν κατεχεύατο, καὶ μέγα θύων
235Τυδείδην ἐς μέσσον ἀΰτεεν · ὅς δέ μιν οὔτι
236ταρβήσας οἴμησε καταντίον · ἀμφὶ δὲ πολλὴ
237ποσσὶν ὕπ’ἀμφοτέρων κόνις ὤρνυτο · τοὶ δ’ἑκάτερθε
238ταῦροι ὅπως συνόρουσαν ἀταρβέες, οἵτ’ἐν ὄρεσσι
239θαρσαλέου μένεος πειρώμενοι εἰς ἕν ἵκωνται
240ποσσὶ κονιόμενοι, περὶ δὲ βρομέουσι κολῶναι
241βρυχῇ ὕπ’ἀμφοτέρων, τοὶ δ’ἄσχετα μαιμώωντες
242κράατα συμφορέουσιν ἀτειρέα καὶ μέγα κάρτος
243δηρόν ἐπ’ἀλλήλοισι πονεύμενοι, ἐκ δὲ μόγοιο
244λάβρον ἀνασθμαίνοντες ἀμείλιχα δηριόωνται,
245πουλὺς δ’ἐκ στομάτων χαμάδις καταχεύεται ἀφρός ·
246ὥς οἵ γε στιβαρῇσιν ἄδην πονέοντο χέρεσσιν.
247ἀμφοτέρων δ’ἄρα νῶτα καὶ αὐχένες ἀλκήεντες
248χερσὶ περικτυπέοντο τετριγότες, εὖτ’ἐν ὄρεσσι
249δένδρε’ἐπ’ἀλλήλοισι βαλόντ’ἐριθηλέας ὄζους.
250πολλάκι δ’Αἴαντος μεγάλου στιβαροὺς ὑπὸ μηροὺς
251κάββαλε Τυδείδης κρατερὰς χέρας, ἀλλά μιν οὔτι
252ἄψ ὦσαι δύνατο στιβαροῖς ποσὶν ἐμβεβαῶτα ·
253τὸν δ’Αἴας καθύπερθεν ἐπεσσύμενος ποτὶ γαῖαν
254ἐξ ὤμων ἐτίνασσε κατὰ χθονὸς οὖδας ἐρείδων ·
255ἄλλοτε δ’ἀλλοίως ὑπὸ χείρεσι δηριόωντο.
256λαοὶ δ’ἔνθα καὶ ἔνθα μέγ’ἴαχον εἰσορόωντες,
257οἱ μὲν Τυδείδην ἐρικυδέα θαρσύνοντες,
258οἱ δὲ βίην Αἴαντος · ὁ δ’ἄλκιμον ἄνδρα τινάξας
259ἐξ ὤμων ἑκάτερθε, βαλὼν δ’ὑπὸ νηδύα χεῖρας
260ἐσσυμένως ἐφέηκε κατὰ χθονὸς ἠΰτε πέτρην
261ἀλκῇ ὑπὸ σθεναρῇ · μέγα δ’ἴαχε Τρώιον οὖδας
262Τυδείδαο πεσόντος · ἐπηΰτησε δὲ λαός.
263ἀλλὰ καὶ ὥς ἀνόρουσεν ἐελδόμενος πονέεσθαι
264τὸ τρίτον ἀμφ’Αἴαντα πελώριον · ἀλλ’ἄρα Νέστωρ
265ἔστη ἐνὶ μέσσοισι καὶ ἀμφοτέροισι μετηύδα ·
266“ἴσχεσθ’, ἀγλαὰ τέκνα, παλαισμοσύνης ὑπερόπλου ·
267ἴδμεν γὰρ δὴ πάντες, ὅσον προφερέστεροί ἐστε
268Ἀργείων μεγάλοιο καταφθιμένου Ἀχιλῆος”.
269ὥς φάτο · τοὶ δ’ἴσχοντο πονεύμενοι · ἐκ δὲ μετώπων
270χερσὶν ἄδην μόρξαντο κατεσσύμενόν περ ἱδρῶτα ·
271κύσσαν δ’ἀλλήλους, φιλότητι δὲ δῆριν ἔθεντο.
272τοῖς δ’ἄρα ληιάδας πίσυρας πόρε πότνα θεάων
273δῖα Θέτις · τὰς δ’αὐτοὶ ἐθηήσαντο ἰδόντες
274ἥρωες κρατεροὶ καὶ ἀταρβέες, οὕνεκα πασέων
275ληιάδων προφέρεσκον ἐϋφροσύνῃτε καὶ ἔργοις
276νόσφιν ἐϋπλοκάμου Βρισηίδος, ἅς ποτ’Ἀχιλλεὺς
277ληίσατ’ἐκ Λέσβοιο, νόον δ’ἐπετέρπετο τῇσι ·
278καί ῥ’ἡ μὲν δόρποιο πέλεν ταμίη καὶ ἐδωδῆς,
279ἡ δ’ἄρα δαινυμένοισι παροινοχόει μέθυ λαρόν,
280ἄλλη δ’αὖ μετὰ δόρπον ὕδωρ ἐπέχευε χέρεσσιν
281ἡ δ’ἑτέρη ἀπὸ δαιτὸς ἀεὶ φορέεσκε τραπέζας.
282τὰς δ’ἄρα Τυδείδαο μένος καὶ ὑπέρβιος Αἴας
283δασσάμενοι προέηκαν ἐϋπρώρους ἐπὶ νῆας.
284ἀμφὶ δὲ πυγμαχίης πρῶτον σθένος Ἰδομενῆος
285ὤρνυτ’, ἐπεί οἱ θυμὸς ἴδρις πέλε παντὸς ἀέθλου.
286τῷ δ’οὔτις κατέναντα κίεν · μάλα γάρ μιν ἅπαντες
287αἰδόμενοι ὑπόειξαν, ἐπεί ῥα γεραίτερος ἦεν.
288τῷ δ’ἄρ’ἐνὶ μέσσοισι Θέτις πόρεν ἅρμα καὶ ἵππους
289ὠκύποδας, τοὺς πρόσθε βίη μεγάλου Πατρόκλοιο
290ἤλασεν ἐκ Τρώων Σαρπηδόνα δῖον ὀλέσσας ·
291καὶ τοὺς μὲν θεράποντι πόρεν ποτὶ νῆας ἄγεσθαι
292Ἰδομενεύς · αὐτὸς δὲ κλυτῷ ἐν ἀγῶνι μένεσκε.
293Φοῖνιξ δ’Ἀργείοισιν ἐϋσθενέεσσι μετηύδα ·
294“νῦν μέν ἄρ’Ἰδομενῆι θεοὶ δόσαν ἐσθλὸν ἄεθλον
295αὕτως, οὔτι καμόντι βίῃ καὶ χερσὶ καὶ ὤμοις,
296ἀλλ’ἄρ’ἀναιμωτὶ προγενέστερον ἄνδρα τίοντες ·
297ἀλλ’ἄλλον, νέοι ἄνδρες, ἐπεντύνεσθαι ἄεθλον
298χεῖρας ἐπ’ἀλλήλοισι δαήμονας ἰθύνοντες
299πυγμαχίης, καὶ θυμὸν ἰήνατε Πηλείωνος”.
300ὣς φάτο · τοὶ δ’ἀΐοντες ἐπέδρακον ἀλλήλοισιν ·
301ἦκα δὲ πάντες ἔμιμνον ἀναινόμενοι τὸν ἄεθλον,
302εἰ μή σφεας ἐνένιπεν ἀγαυοῦ Νηλέος υἱός ·
303“ὦ φίλοι, οὔτι ἔοικε δαήμονος ἄνδρας ἀϋτῆς
304πυγμαχίην ἀλέασθαι ἐπήρατον, ἥτε νέοισι
305τερπωλὴ πέλεται, καμάτῳ δ’ἐπὶ κῦδος ἀγινεῖ.
306ὣς εἴθ’ἐν γυίοισιν ἐμοῖς ἔτι κάρτος ἔκειτο,
307οἶον ὅτ’ἀντίθεον Πελίην κατεθάπτομεν ἡμεῖς,
308αὐτὸς ἐγὼ καὶ Ἄκαστος, ἀνεψιοὶ εἰς ἕν ἰόντες,
309ὁππότ’ἄρ’ἀμφήριστος ἐγώ Πολυδεύκεϊ δίῳ
310πυγμαχίῃ γενόμην, ἔλαβον δέ οἱ ἶσον ἄεθλον ·
311ἐν δὲ παλαισμοσύνῃ με καὶ ὁ κρατερώτατος ἄλλων
312Ἀγκαῖος θάμβησε καὶ ἔτρεσεν, οὐ δέ μοι ἔτλη
313ἀντίον ἐλθέμεναι νίκης ὕπερ, οὕνεκ’ἄρ’αὐτὸν
314ἤδη που τὸ πάροιθε παρ’ἀγχεμάχοισιν Ἐπειοῖς
315νίκησ’ἠῢν ἐόντα, πεσὼν δ’ἐκονίσατο νῶτα
316σῆμα πάρα φθιμένου Ἀμαρυγκέος, ἀμφὶ δ’ἄρ’αὐτῷ
317πολλοὶ θηήσαντο βίην καὶ κάρτος ἐμεῖο ·
318τῷ νύ μοι οὐκέτι κεῖνος ἐναντίου ἤρατο χεῖρας
319καὶ κρατερός περ ἐών, ἔλαβον δ’ἀκόνιτος ἄεθλον ·
320νῦν δέ με γῆρας ἔπεισι καὶ ἄλγεα · το- τοὔνεκ’ἄνωγα
321ὑμέας, οἶσιν ἔοικεν, ἀέθλια χερσὶν ἀρέσθαι ·
322κῦδος γὰρ νέῳ ἀνδρὶ φέρειν ἀπ’ἀγῶνος ἄεθλον”.
323ὣς φαμένοιο γέροντος ἀνίστατο θαρσαλέος φώς,
324υἱὸς ὑπερθύμοιο καὶ ἀντιθέου Πανοπῆος,
325ὅςτε καὶ ἵππον ἔτευξε κακὸν Πριάμοιο πόληι
326ὕστερον · ἀλλ’οὔ οἵ τις ἐτόλμα ἐγγὺς ἱκέσθαι
327εἵνεκα πυγμαχίης · πολέμου δ’οὐ πάγχυ δαήμων
328ἔπλετο λευγαλέου, ὁπότ’Ἄρεος ἔσσυτο δῆρις.
329καί κεν ἀνιδρωτὶ περικαλλέα δῖος Ἐπειὸς
330ἤμελλεν τότ’ἄεθλα φέρειν ποτὶ νῆας Ἀχαιῶν,
331εἰ μή οἱ σχεδὸν ἦλθεν ἀγαυοῦ Θησέος υἱὸς
332αἰχμητὴς Ἀκάμας μέγ’ἐνὶ φρεσὶ κάρτος ἀέξων,
333ἀζαλέους ἱμάντας ἔχων περὶ χερσὶ θοῇσι,
334τούς οἱ ἐπισταμένως Εὐηνορίδης Ἀγέλαος
335ἀμφέβαλεν παλάμῃσιν ἐποτρύνων βασιλῆα.
336ὡς δ’αὕτως ἕταροι Πανοπηιάδαο ἄνακτος
337θαρσύνεσκον Ἐπειόν · ὁ δ’ἐν μέσσοισι λέων ὣς
338εἱστήκει περὶ χερσὶν ἔχων βοὸς ἶφι δαμέντος
339ῥινοὺς ἀζαλέας. μέγα δ’ἴαχον ἔνθα καὶ ἔνθα
340λαοὶ ἐποτρύνοντες ἐϋσθενέων μένος ἀνδρῶν
341μῖξαι ἐν αἵματι χεῖρας ἀτειρέας · οἱ δὲ καὶ αὐτοὶ
342ἔσταν μαιμώωντες ἐνὶ ξυνοχῇσιν ἀγῶνος,
343ἄμφω χεῖρας ἑὰς πειρώμενοι, εἴπερ ἔασιν
344ὡς πρὶν ἐϋτρόχαλοι, μη δ’ἐκ πολέμου βαρύθοιεν.
345αἶψα δ’ἄρ’ἀλλήλοισι καταντία χεῖρας ἄειραν
346ταρφέα παπταίνοντες, ἐπ’ἀκροτάτοις δὲ πόδεσσι
347βαίνοντες κατὰ βοιὸν ἀεὶ γόνυ γουνὸς ἄμειβον
348ἀλλήλων ἐπὶ δηρὸν ἀλευόμενοι μέγα κάρτος.
349σὺν δ’ἔβαλον νεφέλῃσιν ἐοικότες αἰψηρῇσιν,
350αἳτ’ἀνέμων ῥιπῇσιν ἐπ’ἀλλήλῃσι θοροῦσαι
351ἀστεροπὴν προϊᾶσι, μέγας δ’ὀροθύνεται αἰθὴρ
352θηγομένων νεφέων, βαρὺ δὲ κτυπέουσιν ἄελλαι ·
353ὣς τῶν ἀζαλέῃσι περικτυπέοντο γένεια
354ῥινοῖς · αἷμα δὲ πουλὺ κατέρρεεν, ἐκ δὲ μετώπων
355ἱδρὼς αἱματόεις θαλερὰς ἐρύθαινε παρειάς.
356οἱ δ’ἄμοτον πονέοντο μεμαότες · οὐ δ’ἄρ’Ἐπειὸς
357λῆγεν, ἐπέσσυτο δ’αἰὲν ἑῷ μέγα κάρτεϊ θύων.
358τὸν δ’ἄρα Θησέος υἱὸς ἐϋφρονέων ἐν ἀέθλῳ
359πολλάκις ἐς κενεὸν κρατερὰς χέρας ἰθύνεσθαι
360θῆκε, καὶ ἰδρείῃσι διατμήξας ἑκάτερθε
361χεῖρας ἐς ὀφρύα τύψεν ἐπάλμενος, ἄχρις ἱκέσθαι
362ὀστέον · ἐκ δέ οἱ αἷμα κατέρρεεν ὀφθαλμοῖο.
363ἀλλὰ καὶ ὣς Ἀκάμαντα βαρείῃ χειρὶ τυχήσας
364τύψε κατὰ κροτάφοιο, χαμαὶ δέ οἱ ἤλασε γυῖα ·
365αὐτὰρ ὅ γ’αἶψ’ἀνόρουσε καὶ ἔνθορε φωτὶ κραταιῷ,
366πλῆξε δέ οἱ κεφαλήν · ὁ δ’ἄρ’ἔμπαλιν ἀΐσσοντος
367βαιὸν ὑποκλίνας σκαιῇ χερὶ τύψε μέτωπον,
368ἄλλῃ δ’ἤλασε ῥῖνας ἐπάλμενος · ὃς δὲ καὶ αὐτὸς
369μήτι παντοίῃ χέρας ὤρεγε · τοὺς δ’ἄρ’Ἀχαιοὶ
370ἀλλήλων ἀπέρυξαν ἐελδομένους πονέεσθαι
371νίκης ἀμφ’ἐρατῆς. τῶν δ’ἐσσυμένως θεράποντες
372ῥινοὺς αἱματόεντας ἄφαρ σθεναρῶν ἀπὸ χειρῶν
373λῦσαν · τοὶ δ’ἄρα τυτθὸν ἀπέπνευσαν καμάτοιο
374μορξάμενοι σπόγγοισι πολυτρήτοισι μέτωπα.
375τοὺς δ’ἕταροίτε φίλοιτε παρηγορέοντες ἄγεσκον
376ἄντικρυς ἀλλήλων, ὥς κεν χόλου ἀλγινόεντος
377ἐσσυμένως λελάθωνται ἀρεσσάμενοι φιλότητι.
378ἀλλ’οἱ μὲν πεπίθοντο παραιφασίῃσιν ἑταίρων ·
379ἀνδράσι γὰρ πινυτοῖσι πέλει νόος ἤπιος αἰεί ·
380κύσσαν δ’ἀλλήλους, ἔριδος δ’ἐπελήθετο θυμὸς
381λευγαλέης. τοῖς δ’αἶψα Θέτις κυανοκρήδεμνος
382ἀργυρέους κρητῆρας ἐελδομένοισιν ὄπασσε
383δοιώ, τοὺς Εὔνηος Ἰήσονος ὄβριμος υἱὸς
384ὦνον ὑπὲρ κρατεροῖο Λυκάονος ἐγγυάλιξεν
385ἀντιθέῳ Ἀχιλῆι περικλύστῳ ἐνὶ Λήμνῳ ·
386τοὺς Ἥφαιστος ἔτευξεν ἀριπρεπέϊ Διονύσῳ
387δῶρον, ὅτ’εἰς Οὔλυμπον ἀνήγαγε δῖαν ἄκοιτιν
388Μίνωος κούρην ἐρικυδέα, τήν ποτε Θησεὺς
389κάλλιπεν οὐκ ἐθέλων γε περικλύστῳ ἐνὶ Δίῃ.
390τοὺς δ’ἠΰς Διόνυσος ἑῷ πόρεν υἱέϊ δῶρον
391νέκταρος ἐμπλήσας, ὁ δ’ἄρ’ὤπασεν Ὑψιπυλείῃ
392πολλοῖς σὺν κτεάτεσσι Θόας, ἡ δ’υἱέϊ δίῳ
393κάλλιπεν, ὃς δ’Ἀχιλῆι Λυκάονος εἵνεκα δῶκε.
394τῶν δ’ἕτερον μὲν ἕλεσκεν ἀγαυοῦ Θησέος υἱός,
395ἄλλον δ’ἠῢς Ἐπειὸς ἑὰς ἐπὶ νῆας ἴαλλε
396γηθόσυνος. τῶν δ’ἀμφιδεδρυμμένα τύμματα πάντα
397ἠκέσατ’ἐνδυκέως Ποδαλείριος, οὕνεκ’ἄρ’αὐτὸς
398πρῶτα μὲν ἐκμύζησεν, ἔπειτα δὲ χερσὶν ἑῇσι
399ῥάψεν ἐπισταμένως, καθύπερθε δὲ φάρμακ’ἔθηκε
400κεῖνα, τά οἱ τὸ πάροιθε πατὴρ ἑὸς ἐγγυάλιξε ·
401τοῖσι δ’ἄρ’ἐσσυμένως καὶ ἀναλθέα τύμματα φωτῶν
402αὐτῆμαρ μορόεντος ὑπὲκ κακοῦ ἰαίνονται ·
403τῶν δ’ἄφαρ ἀμφὶ πρόσωπα καὶ εὐκομόωντα κάρηνα
404τύμματ’ἀπαλθαίνοντο, κατηπιόωντο δ’ἀνῖαι.
405ἀμφὶ δὲ τοξοσύνης Τεῦκρος καὶ Ὀϊλέος υἱὸς
406ἕστασαν, οἳ καὶ πρόσθε δρόμου πέρι πειρήσαντο.
407τῶν δ’ἄρα τηλόσε θῆκεν ἐϋμμελίης Ἀγαμέμνων
408ἱππόκομον τρυφάλειαν, ἔφη δέτε · “πολλὸν ἀμείνων
409ἔσσεται, ὃς κέρσειεν ἄπο τρίχας ὀξέϊ χαλκῷ”.
410Αἴας δ’αὐτίκα πρῶτος ἑὸν προέηκε βέλεμνον,
411πλῆξε δ’ἄρα τρυφάλειαν, ἐπηΰτησε δὲ χαλκὸς
412ὀξύτατον. Τεῦκρος δὲ μέγ’ἐγκονέων ἐνὶ θυμῷ,
413δεύτερος ἧκεν ὀϊστόν, ἄφαρ δ’ἀπέκερσεν ἐθείρας
414ὀξὺ βέλος · λαοὶ δὲ μέγ’ἴαχον ἀθρήσαντες,
415καί μιν κυδαίνεσκον ἀπείριτον, οὕνεκ’ἄρ’αὐτὸν
416πληγὴ ἔτ’ἀλγύνεσκε θοοῦ ποδός, ἀλλά μιν οὔτι
417βλάψεν ὑπαὶ παλάμῃσι θοὸν βέλος ἰθύνοντα.
418καί οἱ τεύχεα καλὰ πόρεν Πηλῆος ἄκοιτις
419ἀντιθέου Τρωίλοιο, τὸν ἠιθέων μέγ’ἄριστον
420Τροίῃ ἐν ἠγαθέῃ Ἑκάβη τέκετ’, οὐ δ’ἀπόνητο
421ἀγλαΐης · δὴ γάρ μιν ἀταρτηροῦ Ἀχιλῆος
422ἔγχος ὁμοῦ καὶ κάτος ἀπήμερσαν βιότοιο ·
423ὡς δ’ὁπόθ’ἑρσήεντα καὶ εὐθαλέοντ’ἀνὰ κῆπον
424ὑδρηλῆς καπέτοιο μάλ’ἀγχόθι τηλεθάοντα
425ἢ στάχυν ἢ μήκωνα, πάρος καρποῖο τυχῆσαι,
426κέρσῃ τις δρεπάνῳ νεοθηγέϊ, μη δ’ἄρ’ἐάσῃ
427ἐς τέλος ἡδὺ μολεῖν μη δ’ἐς σπόρον ἄλλον ἱκέσθαι,
428ἀμήσας κενεόντε καὶ ἄσπορον ἐσσομένοισι
429μέλλονθ’ἑρσήεντος ὑπ’εἴαρος ἀλδαίνεσθαι ·
430ὣς υἱὸν Πριάμοιο θεοῖς ἐναλίγκιον εἶδος
431Πηλείδης κατέπεφνεν, ἔτ’ἄχνοον, εἰσέτι νύμφης
432νηίδα, νηπιάχοισιν ὁμῶς ἔτι κουρίζοντα ·
433ἀλλά μιν ἐς πόλεμον φθισίμβροτον ἤγαγε Μοῖρα
434ἥβης ἀρχόμενον πολυγηθέος, ὁππότε φῶτες
435θαρσαλέοι τελέθουσιν, ὅτ’οὐκέτι δεύεται ἦτορ.
436αὐτίκα δ’αὖτε σόλον περιμήκεάτε βριαρόντε
437πολλοὶ πειρήσαντο θοῆς ἀπὸ χειρὸς ἰῆλαι ·
438τὸν δ’οὔτις βαλέειν δύνατο στιβαρὸν μάλ’ἐόντα
439Ἀργείων · οἶος δ’ἔβαλεν μενεδήιος Αἴας
440χειρὸς ἀπὸ κρατερῆς, ὡς εἰ δρυὸς ἀγρονόμοιο
441ὄζον ἀπαυανθέντα θέρευς εὐθαλπέος ὥρῃ,
442ὁππότε λήια πάντα κατὰ χθονὸς αὐαίνηται.
443θάμβησαν δ’ἄρα πάντες, ὅσον χερὸς ἐξεποτήθη
444χαλκός, ὂν ἀνέρε χερσὶ δύω μογέοντες ἄειραν ·
445τόν ῥα μὲν Ἀνταίοιο βίη ῥίπτασκε πάροιθε
446ῥηιδίως ἀπὸ χειρὸς ἑῆς πειρώμενος ἀλκῆς,
447πρὶν κρατερῇσι χέρεσσι δαμήμεναι Ἡρακλῆος ·
448Ἡρακλέης δέ μιν ἠῢς ἑλὼν σὺν ληίδι πολλῇ
449ἀκαμάτης ἔχε χειρὸς ἀέθλιον, ἀλλά μιν ἐσθλῷ
450ὕστερον Αἰακίδῃ δῶρον πόρεν, ὁππότ’ἄρ’αὐτῷ
451Ἰλίου εὐπύργοιο συνέπραθε κύδιμον ἄστυ,
452κεῖνος δ’υἱέϊ δῶκεν, ὁ δ’ὠκυπόροις ἐνὶ νηυσὶν
453ἐς Τροίην μιν ἔνεικεν, ἵνα σφετέροιο τοκῆος
454μνωόμενος Τρώεσσιν ἐϋσθενέεσσι μάχηται
455προφρονέως, εἴη δὲ πόνος πειρωμένῳ ἀλκῆς ·
456τόν ῥ’Αἴας μάλα πολλὸν ἀπὸ στιβαρῆς βάλε χειρός.
457καὶ τότε οἱ Νηρηὶς ἀγακλυτὰ τεύχεα δῶκε
458Μέμνονος ἀντιθέοιο, τὰ καὶ μέγα θηήσαντο
459Ἀργεῖοι · λίην γὰρ ἔσαν περιμήκεα πάντα ·
460καὶ τά γε καγχαλόων ὑπεδέξατο κύδιμος ἀνήρ ·
461οἴῳ γὰρ κείνῳ γε περὶ βριαροῖσι μέλεσσιν
462ἥρμοσεν ἀπλήτοιο κατὰ χροὸς ἀμφιτεθέντα ·
463αὐτὸς δ’αὖτ’ἀνάειρε μέγαν σόλον, ὄφρα οἱ εἴη
464τερπωλὴ μένος ἠῢ λιλαιομένῳ πονέεσθαι.
465οἱ δ’ἄρα δηριόωντες ἐφ’ἅλματι πολλοὶ ἀνέσταν.
466τῶν δ’ἄρ’ὑπέρθορε πολλὸν ἐϋμμελίης Ἀγαπήνωρ
467σήματα · τοὶ δ’ὁμάδησαν ἐπ’ἀνέρι μακρὰ θορόντι ·
468καί οἱ τεύχεα καλὰ πόρεν μεγάλοιο Κύκνοιο
469δῖα Θέτις · τὸν γάρ ῥα φόνῳ ἔπι Πρωτεσιλάου
470πολλῶν θυμὸν ἑλόντα κατέκτανε Πηλέος υἱὸς
471πρῶτον ἀριστήων · Τρῶας δ’ἄχος ἀμφεκάλυψεν.
472αἰγανέῃ δ’ἄρα πολλὸν ὑπέρβαλε δηριόωντας
473Εὐρύαλος · λαοὶ δὲ μέγ’ἴαχον · οὐ γὰρ ἔφαντο
474κεῖνον ὑπερβαλέειν οὐ δὲ πτερόεντι βελέμνῳ.
475το- τοὔνεκά οἱ φιάλην πολυχανδέα δῶκε φέρεσθαι
476μήτηρ Αἰακίδαο δαΐφρονος, ἥν ποτ’Ἀχιλλεὺς
477ἀργυρέην κτεάτισσε βαλὼν ὑπὸ δουρὶ Μύνητα,
478ὁππότε Λυρνησσοῖο διέπραθεν ὄλβιον ἄστυ.
479Αἴας δ’ὀβριμόθυμος ἐελδόμενος πονέεσθαι
480χερσὶν ὁμῶς καὶ ποσσὶν ἀνιστάμενος καλέεσκεν
481ἐς μέσον ἡρώων τὸν ὑπέρτατον. οἱ δ’ὁρόωντες
482θάμβεον ὄβριμον ἄνδρα καὶ ἄλκιμον · οὐ δέ τις ἔτλη
483ἄντα μολεῖν · πάντων γὰρ ὑπέκλασε δεῖμ’ἀλεγεινὸν
484ἠνορέην, φοβέοντο δ’ἀνὰ φρένα, μή τινα χερσὶ
485τύψας ἀκαμάτῃσιν ὑπὸ πληγῇσι πρόσωπον
486συγχέῃ ἐσσυμένως, μέγα δ’ἀνέρι πῆμα γένηται.
487ὀψὲ δὲ πάντες ἔνευσαν ἐπ’Εὐρυάλῳ μενεχάρμῃ
488ἴδμονα πυγμαχίης εὖ εἰδότες · ὃς δ’ἐνὶ μέσσοις
489τοῖον ἔπος προέηκεν ὑποτρομέων θρασὺν ἄνδρα ·
490“ὦ φίλοι, ἄλλον μέν τιν’Ἀχαιῶν, ὅν κ’ἐθέλητε,
491τλήσομαι ἀντιόωντα, μέγαν δ’Αἴαντα τέθηπα ·
492πολλὸν γὰρ προβέβηκε · διαρραίσει δέ μοι ἦτορ,
493ἤν μιν ἐπιβρίσαντα λάβῃ χόλος · οὐ γὰρ ὀΐω
494ἀνδρὸς ἀπ’ἀκαμάτοιο σόος ποτὶ νῆας ἱκέσθαι”.
495ὣς φαμένοιο γέλασσαν · ὁ δ’ἐν φρεσὶ πάμπαν ἰάνθη
496Αἴας ὀβριμόθυμος · ἄειρε δὲ δοιὰ τάλαντα
497ἀργύρου αἰγλήεντος, ἅ οἱ Θέτις εἵνεκ’ἀέθλου
498δῶκεν ἄτερ καμάτοιο · φίλου δ’ἐμνήσατο παιδὸς
499Αἴαντ’εἰσορόωσα · γόος δέ οἱ ἔμπεσε θυμῷ.
500οἱ δ’αὖθ’ἱππασίῃ μεμελημένον ἦτορ ἔχοντες
501ἐσσυμένως ἀνόρουσαν ἐποτρύνοντος ἀέθλου ·
502πρῶτος μὲν Μενέλαος ἰδ’Εὐρύπυλος θρασυχάρμης
503Εὔμηλος δὲ Θόαςτε καὶ ἰσόθεος Πολυποίτης.
504ἵπποις δ’ἀμφὶ λέπαδνα βάλον καὶ ὑφ’ἅρματ’ἔρυσσαν
505πάντες ἐπειγόμενοι πολυγηθέος εἵνεκα νίκης ·
506αἶψα δ’ἄρ’εἰς ἓν ἅμα ξύνισαν δίφροις βεβαῶτες
507χῶρον ἀν’ἠμαθόεντ’· ἐπὶ νύσσης δ’ἔσταν ἕκαστοι ·
508καρπαλίμως δ’εὔληρα λάβον κρατερῇς παλάμῃσιν.
509ἵπποι δ’ἐγχριμφθέντες ἐν ἅρμασι ποιπνύεσκον
510ὅππως τις προάλοιτο, πόδας δ’ὑπεκίνυον αὕτως,
511οὔατα δ’ὠρθώσαντο καὶ ἄμπυκας ἀφρῷ ἔδευσαν.
512οἱ δ’ἄφαρ ἐγκονέοντες ἐλαφροπόδων μένος ἵππων
513μάστιον · οἱ δὲ θοῇσιν ἐοικότες Ἁρπυίῃσι
514καρπαλίμως ζεύγλῃσι μέγ’ἔκθορον ἀσχαλόωντες,
515ἅρματα δ’ὦκα φέρεσκον ἀπὸ χθονὸς ἀΐσσοντα ·
516οὐ δ’ἁρματροχιὰς ἰδέειν ἦν οὐ δὲ ποδοῖιν
517ἐν χθονὶ σήματα, τόσσον ὑπεξέφερον δρόμον ἵπποι.
518πουλὺς δ’αἰθέρ’ἵκανε κονίσαλος ἐκ πεδίοιο,
519καπνῷ ἢ ὀμίχλῃ ἐναλίγκιος, ἥντ’ἐν ὄρεσσιν
520ἀμφιχέῃ πρώνεσσι Νότου μένος ἤ Ζεφύροιο
521χείματος ἐγρομένου, ὁπότ’οὔρεα δεύεται ὄμβρῳ.
522ἵπποι δ’Εὐμήλοιο μέγ’ἔκθορον, οἱ δ’ἐφέποντο
523ἀντιθέοιο Θόαντος · ἐπ’ἄλλῳ δ’ἄλλος ἀΰτει
524ἅρματι · τοὶ δ’ἐφέροντο δι’εὐρυχόρου πεδίοιο
525[…]
526Ἤλιδος ἐκ δίης, ἐπεὶ ἦ μέγα ἔργον ἔρεξε
527παρφθάμενος θοὸν ἅρμα κακόφρονος Οἰνομάοιο,
528ὅς ῥα τότ’ἠιθέοισιν ἀνηλέα τεῦχεν ὄλεθρον
529κούρης ἀμφὶ γάμοιο περίφρονος Ἱπποδαμείης ·
530ἀλλ’οὐ μὰν κεῖνός γε καὶ ἱππασίῃσι μεμηλὼς
531ἵππους ὠκύποδας τοίους ἔχεν, ἀλλ’ἄρα πολλὸν
532ποσσὶν ἀφαυροτέρους · οἱ γάρ ῥ’εἴδοντ’ἀνέμοισιν “.
533ἦ μέγα κυδαίνων ἵππων μένος ἠδὲ καὶ αὐτὸν
534Ἀτρείδην · ὁ γὰρ ἧσι περὶ φρεσὶ γήθεε θυμῷ.
535τοὺς δὲ μέγ’ἀσθμαίνοντας ἄφαρ θεράποντες ἔλυσαν
536ζεύγλης · οἱ δὲ καὶ αὐτοὶ ἀελλόποδας λύον ἵππους
537πάντες, ὅσοις ἐν ἀγῶνι δρόμου πέρι δῆρις ἐτύχθη.
538ἀντίθεον δὲ Θόαντα καὶ Εὐρύπυλον μενεχάρμην
539ἠκέσατ’ἐσσυμένως Ποδαλείριος ἕλκεα πάντα,
540ὅσσα περιδρύφθησαν ἀπὲκ δίφροιο πεσόντες.
541Ἀτρείδης δ’ἀλίαστον ἐγήθεεν εἵνεκα νίκης ·
542καί οἱ ἐϋπλόκαμος Θέτις ὤπασε καλὸν ἄλεισον
543χρύσεον, ἀντιθέοιο μέγα κτέαρ Ἠετίωνος,
544πρὶν Θήβης κλυτὸν ἄστυ διαπραθέειν Ἀχιλῆα.
545ἄλλοι δ’αὖθ’ἑτέρωθι μονάμπυκας ἔντυον ἵππους
546ἐς δρόμον ἰθύνοντες, ἕλοντο δὲ χερσὶ βοείας
547μάστιγας, καὶ πάντες ἀναΐξαντες ἐφ’ἵππων
548ἕζονθ’· οἱ δὲ χαλινὰ γενειάσιν ἀφρίζοντες
549δάπτον, καὶ ποσὶ γαῖαν ἐπέκτυπον ἐγκονέοντες
550ἐκθορέειν. τοῖς δ’αἶψα τάθη δρόμος · οἱ δ’ἀπὸ νύσσης
551καρπαλίμως οἴμησαν ἐριδμαίνειν μεμαῶτες,
552εἴκελοι ἢ Βορέαο μέγα πνείοντος ἀέλλαις
553ἠὲ Νότου κελάδοντος, ὅτ’εὐρέα πόντον ὀρίνει
554λαίλαπι καὶ ῥιπῇσι, Θυτήριον εὖτ’ἀλεγεινὸν
555ἀντέλλῃ ναύτῃσι φέρον πολύδακρυν ὀϊζύν ·
556ὥς οἵ γ’ἐσσεύοντο κόνιν ποσὶ καρπαλίμοισιν
557ἐν πεδίῳ κλονέοντες ἀπείριτον · οἱ δ’ἐλατῆρες
558ἵπποις οἷσιν ἕκαστος ἐκέκλετο, τῇ μὲν ἱμάσθλην
559ταρφέα πεπληγώς, ἑτέρῃ δ’ἐνὶ χειρὶ τινάσσων
560νωλεμὲς ἀμφὶ γένυσσι μέγα κτυπέοντα χαλινόν.
561ἵπποι δ’ἐρρώοντο · βοὴ δ’ἀνὰ λαὸν ὀρώρει
562ἄσπετος · οἱ δ’ἐπέτοντο διὰ πλατέος πεδίοιο.
563καί νύ κεν ἐσσυμένως ἐξ Ἄργεος αἰόλος ἵππος
564νίκησεν μάλα πολλὸν ἐφεζομένου Σθενέλοιο,
565εἰ μὴ ἄρ’ἐξήρπαξε δρόμου, πεδίον δ’ἀφίκανε
566πολλάκις · οὐ δέ μιν ἐσθλὸς ἐὼν Καπανήιος υἱὸς
567κάμψαι ἐπέσθενε χερσίν, ἐπεί ῥ’ἔτι νῆις ἀέθλων
568ἵππος ἔην · γενεῇ γε μὲν οὐ κακός, ἀλλὰ θοοῖο
569θεσπέσιον γένος ἔσκεν Ἀρίονος, ὃν τέκεν ἵππων
570Ἅρπυια Ζεφύρῳ πολυηχέϊ φέρτατον ἄλλων
571πολλόν, ἐπεὶ ταχέεσσιν ἐριδμαίνεσκε πόδεσσι
572πατρὸς ἑοῖο θοῇσι καταιγίσι, καί μιν Ἄδρηστος
573ἐκ μακάρων ἔχε δῶρον, ὅθεν γένος ἔπλετο κείνου ·
574καί μιν Τυδέος υἱὸς ἑῷ πόρε δῶρον ἑταίρῳ
575Τροίῃ ἐνὶ ζαθέῃ · ὁ δέ οἱ μέγα ποσσὶ πεποιθὼς
576ὠκὺν ἐόντ’ἐς ἀγῶνα καὶ εἰς ἔριν ἤγαγεν ἵππων
577αὐτὸς ἐνὶ πρώτοισιν ὀϊόμενος μέγα κῦδος
578ἱππασίης ἀνελέσθαι · ὁ δ’οὔτι οἱ ἦτορ ἴηνεν
579ἀμφ’Ἀχιλῆος ἄεθλα πονεύμενος · ἦ γὰρ ἔμιμνε
580δεύτερος, Ἀτρείδης δὲ παρήλασεν ὠκὺν ἐόντα
581ἰδρείῃ. λαοὶ δ’Ἀγαμέμνονα κυδαίνεσκον,
582ἵπποντε Σθενέλοιο θρασύφρονος ἠδὲ καὶ αὐτόν,
583οὕνεκα δεύτερος ἦλθε, καὶ εἰ μάλα πολλάκι νύσσης
584ἐξέθορεν, μεγάλῳ περὶ κάρτεϊ οἷς ποσὶ θύων.
585καὶ τότ’ἄρ’Ἀτρείδῃ Θέτις ὤπασε καγχαλόωντι
586ἀργύρεον θώρηκα θεηγενέος Πολυδώρου ·
587δῶκε δ’ἄρα Σθενέλῳ βριαρὴν κόρυν Ἀστεροπαίου
588χαλκείην καὶ δοῦρε δύω καὶ ἀτειρέα μίτρην.
589ἄλλοις δ’ἱππήεσσι καὶ ὁππόσοι ἤματι κείνῳ
590ἦλθον ἀεθλεύσοντες Ἀχιλλῆος ποτὶ τύμβον,
591δῶρα πόρεν πάντεσσιν. ἐπὶ σφίσι δ’ἄχνυτο θυμὸν
592υἱὸς Λαέρταο δαΐφρονος, οὕνεκ’ἄρ’αὐτὸν
593ἀλκῆς ἱέμενον κρατερῶν ἀπέρυξεν ἀέθλων
594ἕλκος ἀνιηρόν, τό μιν οὔτασεν ὄβριμος Ἄλκων
595ἀμφὶ νέκυν κρατεροῖο πονεύμενον Αἰακίδαο.