Posthomerica, 14
καὶ τότ’ἀπ’Ὠκεανοῖο θεὰ χρυσόθρονος Ἠὼς
2οὐρανὸν εἰσανόρουσε · χάος δ’ὑπεδέξατο νύκτα.
3οἱ δὲ βίη Τροίην εὐερκέα δῃώσαντο
4Ἀργεῖοι καὶ κτῆσιν ἀπείρονα ληίσσαντο,
5χειμάρροις ποταμοῖσιν ἐοικότες, οἵτε φέρονται
6ἐξ ἐρέων καναχηδὸν ὀρινομένου ὑετοῖο,
7πολλὰ δὲ δένδρεα μακρὰ καὶ ὁππόσα φύετ’ὄρεσφιν
8αὐτοῖς σὺν πρώνεσσιν ἔσω φορέουσι θαλάσσης ·
9ὣς Δαναοὶ πέρσαντες ὑπαὶ πυρὶ Τρώιον ἄστυ
10κτήματα πάντα φέρεσκον ἐϋσκάρθμους ἐπὶ νῆας.
11σὺν δ’ἄρα Τρωιάδας καταγίνεον ἄλλοθεν ἄλλας,
12τὰς μὲν ἔτ’ἀδμῆτας καὶ νηίδας οἷο γάμοιο,
13τίς δ’ἄρ’ὑπ’αἰζηοῖσι νέον φιλότητι δαμείσας,
14ἄλλας δ’αὖ πολιοπλοκάμους, ἑτέρας δ’ἄρ’ἐκείνων
15ὁπλοτέρας, ὧν παῖδας ἀπειρύσσαντ’ἀπὸ μαζῶν
16ὑστάτιον χείλεσσι γλάγος περιμαιμώωντας.
17τοῖσιν δὴ Μενέλαος ἐνὶ μέσσοισι καὶ αὐτὸς
18ἦγεν ἑὴν παράκοιτιν ἀπ’ἄστεος αἰθομένοιο
19ἐξανύσας μέγα ἔργον · ἔχεν δέ ἑ χάρμα καὶ αἰδώς.
20Κασσάνδρην δ’ἄγε δῖαν ἐϋμμελίης Ἀγαμέμνων ·
21Ἀνδρομάχην δ’Ἀχιλῆος ἐῢς πάϊς · αὐτὰρ Ὀδυσεὺς
22εἷλκε βίῃ Ἑκάβην · τῆς δ’ἁθρόα δάκρυ’ἀπ’ὄσσων
23πίδακος ὣς ἐχέοντο · περιτρομέεσκε δὲ γυῖα,
24καὶ κραδίη ἀλάλυκτο φόβῳ, δεδάϊκτο δὲ χαίτας
25κράατος ἐκ πολιοῖο · τέφρη δ’ἐπεπέπτατο πολλή,
26τήν που ἀπ’ἐσχαρεῶνος ἄδην κατεχεύατο χερσὶν
27ὀλλυμένου Πριάμοιο καὶ ἄστεος αἰθομένοιο ·
28καί ῥα μέγα στονάχιζεν, ὅτ’ἄμφεχε δούλιον ἦμαρ
29μὰψ ἀεκαζομένην · ἕτερος δ’ἑτέρην γοόωσαν
30ἦγεν Τρωιάδων σφετέρας ἐπὶ νῆας ἀνάγκῃ ·
31αἱ δ’ἀδινὸν γοόωσαι ἀνίαχον ἄλλοθεν ἄλλαι
32νηπιάχοις ἅμα παισὶ κινυρόμεναι μάλα λυγρῶς ·
33ὡς δ’ὁπότ’ἀργιόδουσιν ὁμῶς συσὶ νήπια τέκνα
34σταθμοῦ ἀπὸ προτέροιο ποτὶ σταθμὸν ἄλλον ἄγωσιν
35ἀνέρες ἐγρομένῳ ὑπὸ χείματι, τοὶ δ’ἀλεγεινὸν
36μίγδα περιτρύζουσι διηνεκὲς ἀλλήλοισιν ·
37ὣς Τρῳαὶ Δαναοῖσιν ὑπ’ἐστενάχοντο δαμεῖσαι ·
38ἴσην δ’αὖ καὶ ἄνασσα φέρεν καὶ δμωὶς ἀνάγκην.
39ἀλλ’οὐ μὰν Ἑλένην γόος ἄμφεχεν · ἀλλά οἱ αἰδὼς
40ὄμμασι κυανέοισιν ἐφίζανε, καί οἱ ὕπερθεν
41καλὰς ἀμφερύθηνε παρηίδας · ἐν δέ οἱ ἦτορ
42ἄσπετα πορφύρεσκε κατὰ φρένα, μή ἑ κιοῦσαν
43κυανέας ἐπὶ νῆας ἀεικίσσωνται Ἀχαιοί ·
44το- τοὔνεχ’ὑποτρομέουσα φίλῳ περιπάλλετο θυμῷ.
45καί ῥα καλυψαμένη κεφαλὴν ἐφύπερθε καλύπτρῃ
46ἕσπετο νισσομένοιο κατ’ἴχνιον ἀνδρὸς ἑοῖο
47αἰδοῖ πορφύρουσα παρήιον, ἠΰτε Κύπρις,
48εὖτέ μιν Οὐρανίωνες ἐν ἀγκοίνησιν Ἄρηος
49ἀμφαδὸν εἰσενόησαν ἑὸν λέχος αἰσχύνουσαν
50δεσμοῖς ἐν θαμινοῖσι δαήμονος Ἡφαίστοιο,
51τοῖς ἔνι κεῖτ’ἀχέουσα περὶ φρεσὶν αἰδομένητε
52ἰλαδὸν ἀγρομένων μακάρων γένος ἠδὲ καὶ αὐτὸν
53Ἥφαιστον · δεινὸν γὰρ ἐν ὀφθαλμοῖσιν ἀκοίτεω
54ἀμφαδὸν εἰσοράασθαι ἐπ’αἴσχεϊ θηλυτέρῃσι.
55τῇ Ἑλένη εἰκυῖα δέμας καὶ ἀκήρατον αἰδῶ
56ἤιε σὺν Τρῳῇσι δορυκτήτοισι καὶ αὐτὴ
57νῆας ἔπ’Ἀργείων εὐήρεας · ἀμφὶ δὲ λαοὶ
58θάμβεον ἀθρήσαντες ἀμωμήτοιο γυναικὸς
59ἀγλαΐην καὶ κάλλος ἐπήρατον · οὐ δέ τις ἔτλη
60κείνην οὔτε κρυφηδὸν ἐπεσβολίῃσι χαλέψαι,
61οὔτ’οὖν ἀμφαδίην, ἀλλ’ὡς θεὸν εἰσορόωντο
62ἀσπασίως · πᾶσιν γὰρ ἐελδομένοισι φαάνθη.
63ὡς δ’ὅτ’ἀλωομένοισι δι’ἀκαμάτοιο θαλάσσης
64πατρὶς ἑὴ μετὰ δηρὸν ἐελδομένοισι φανείη,
65οἱ δὲ καὶ ἐκ πόντοιο καὶ ἐκ θανάτοιο φυγόντες
66πάτρῃ χεῖρ’ὀρέγουσι γεγηθότες ἄσπετα θυμῷ ·
67ὣς Δαναοὶ περὶ πάντες ἐγήθεον · οὐ γὰρ ἔτ’αὐτοῖς
68μνῆστις ἔην καμάτοιο δυσαλγέος οὐ δὲ κυδοιμοῦ ·
69τοῖον γὰρ Κυθέρεια νόον ποιήσατο πάντων
70ἦρα φέρουσ’Ἑλένῃ ἑλικώπιδι καὶ Διὶ πατρί.
71καὶ τότ’ἄρ’, ὡς ἐνόησε φίλον δεδαϊγμένον ἄστυ
72Ξάνθος ἔθ’αἱματόεντος ἀναπνείων ὀρυμαγδοῦ
73μύρετο σὺν Νύμφῃσιν, ἐπεὶ κακὸν ἔμπεσε Τροίῃ
74ἔκποθε καὶ Πριάμοιο κατημάλδυνε πόληα ·
75ὡς δ’ὅτε λήιον αὖον ἐπιβρίσασα χάλαζα
76τυτθὰ διατμήξῃ, στάχυας δ’ἀπὸ πάντας ἀμέρσῃ
77ῥιπῇ ὑπ’ἀργαλέῃ, καλάμη δ’ἄρα χεύατ’ἔραζε
78μαψιδίη καρποῖο κατ’οὔδεος ὀλλυμένοιο
79λευγαλέως, λυγρῷ δὲ πέλει μέγα πένθος ἄνακτι ·
80ὣς ἄρα καὶ Ξάνθοιο περὶ φρένας ἤλυθεν ἄλγος
81Ἰλίου οἰωθέντος · ἔχεν δέ μιν αἰὲν ὀϊζὺς
82ἀθάνατόν περ ἐόντα · μακρὴ δ’ἀμφέστενεν Ἴδη
83καὶ Σιμόεις · μύροντο δ’ἀπόπροθι πάντες ἔναυλοι
84Ἰδαῖοι Πριάμοιο πόλιν περικωκύοντες.
85Ἀργεῖοι δ’ἐπὶ νῆας ἔβαν μέγα καγχαλόωντες
86μέλποντες νίκης ἐρικυδέος ὄβριμον ἀλκήν,
87ἄλλοτε δὲ ζάθεον μακάρων γένος ἠδὲ καὶ αὐτῶν
88θυμὸν τολμήεντα καὶ ἄφθιτον ἔργον Ἐπειοῦ.
89μολπὴ δ’οὐρανὸν ἷκε δι’αἰθέρος, εὖτε κολοιῶν
90κλαγγὴ ἀπειρεσίη, ὁπότ’εὔδιον ἦμαρ ἵκηται
91χείματος ἐξ ὀλοοῖο, πέλει δ’ἄρα νήνεμος αἰθήρ ·
92ὣς τῶν πὰρ νήεσσι μέγ’ἔνδοθι γηθομένων κῆρ
93ἀθάνατοι τέρποντο κατ’οὐρανόν, ὅσσοι ἀρωγοὶ
94ἐκ θυμοῖο πέλοντο φιλοπτολέμων Ἀργείων ·
95ἄλλοι δ’αὖ χαλέπαινον, ὅσοι Τρώεσσιν ἄμυνον,
96δερκόμενοι Πριάμοιο καταιθόμενον πτολίεθρον ·
97ἀλλ’οὐ μὰν ὑπὲρ Αἶσαν ἐελδόμενοί περ ἀμύνειν
98ἔσθενον · οὐ δὲ γὰρ αὐτὸς ὑπὲρ μόρον οὐ δὲ Κρονίων
99ῥηιδίως δύνατ’Αἶσαν ἀπωσέμεν, ὃς περὶ πάντων
100ἀθανάτων σθένος ἐστί, Διὸς δ’ἐκ πάντα πέλονται.
101Ἀργεῖοι δ’ἄρα πολλὰ βοῶν ἐπὶ μηρία θέντες
102καῖον ὁμῶς σχίζῃσι, καὶ ἐσσύμενοι περὶ βωμοὺς
103λείβεσκον μέθυ λαρὸν ἐπ’αἰθομένῃσι θυηλῇς
104ἦρα θεοῖσι φέροντες, ἐπεὶ μέγα ἤνυσαν ἔργον.
105πολλὰ δ’ἐν εἰλαπίνῃ θυμηδέϊ κυδαίνεσκον
106πάντας, ὅσους ὑπέδεκτο σὺν ἔντεσι δούριος ἵππος ·
107θαύμαζον δὲ Σίνωνα περικλυτόν, οὕνεχ’ὑπέτλη
108λώβην δυσμενέων πολυκηδέα · καί ῥά ἑ πάντες
109μολπῇ καὶ γεράεσσιν ἀπειρεσίοισι τίεσκον ·
110ὃς δ’ἄρ’ἐνὶ φρεσὶν ᾗσιν ἐγήθεε τλήμονι θυμῷ
111νίκῃ ἔπ’Ἀργείων, σφετέρῃ δ’οὐκ ἄχνυτο λώβῃ ·
112ἀνέρι γὰρ πινυτῷ καὶ ἐπίφρονι πολλὸν ἄμεινον
113κῦδος καὶ χρυσοῖο καὶ εἴδεος ἠδὲ καὶ ἄλλων
114ἐσθλῶν, ὁππόσατ’ἐστὶ καὶ ἔσσεται ἀνθρώποισιν.
115οἱ δ’ἄρα πὰρ νήεσσιν ἀταρβέα θυμὸν ἔχοντες
116δόρπεον ἀλλήλοισι διηνεκέως ἐνέποντες ·
117“ἠνύσαμεν πολέμοιο μακροῦ τέλος · ἠράμεθ’εὐρὺ
118κῦδος ὁμῶς δηΐοισι μέγα πτολίεθρον ἑλόντες ·
119ἀλλά, Ζεῦ, καὶ νόστον ἐελδομένοις κατάνευσον”.
120ὣς ἔφαν · ἀλλ’οὐ πᾶσι πατὴρ ἐπὶ νόστον ἔνευσε.
121τοῖς δέ τις ἐν μέσσοισιν ἐπιστάμενος […]
122[…] οὐ γὰρ ἔτ’αὐτοῖς
123δεῖμα πέλεν πολέμοιο δυσηχέος, ἀλλ’ἐπὶ ἔργα
124εὐνομίης ἐτράποντο καὶ εὐφροσύνης ἐρατεινῆς.
125ὃς δ’ἤτοι πρῶτον μὲν ἐελδομένοισιν ἄειδεν,
126λαοὶ ὅπως συνάγερθεν ἐς Αὐλίδος ἱερὸν οὖδας,
127ἠδ’ὡς Πηλείδαο μέγα σθένος ἀκαμάτοιο
128δώδεκα μὲν κατὰ πόντον ἰὼν διέπερσε πόληας,
129ἕνδεκα δ’αὖ κατὰ γαῖαν ἀπείριτον, ὅσσατ’ἔρεξε
130Τήλεφον ἀμφὶς ἄνακτα καὶ ὄβριμον Ἠετίωνα,
131ὡς δὲ Κύκνον κατέπεφνεν ὑπέρβιον, ἠδ’ὅσ’Ἀχαιοὶ
132μαρνάμενοι κατὰ μῆνιν Ἀχιλλέος ἔργα κάμοντο,
133Ἕκτορα δ’ὡς εἴρυσσεν ἑῆς περὶ τείχεα πάτρης,
134ὥςτ’ἕλε Πενθεσίλειαν ἀνὰ μόθον, ὥςτ’ἐδάμασσεν
135υἱέα Τιθωνοῖο, καὶ ὡς κτάνε καρτερὸς Αἴας
136Γλαῦκον ἐϋμμελίην, ἠδ’ὡς ἐρικυδέα φῶτα
137Εὐρύπυλον κατέπεφνε θοοῦ πάϊς Αἰακίδαο,
138ὡς δὲ Πάριν δαμάσαντο Φιλοκτήταο βέλεμνα,
139ἠδ’ὁπόσοι δολόεντος ἐσήλυθον ἔνδοθεν ἵππου
140ἀνέρες, ὥςτε πόληα θεηγενέος Πριάμοιο
141πέρσαντες δαίνυντο κακῶν ἀπὸ νόσφι κυδοιμῶν.
142ἄλλα δ’ἄρ’ἄλλος ἄειδεν, ὅ τι φρεσὶν ᾗσι μενοίνα.
143ἀλλ’ὅτε δαινυμένοισι μέσον περιτέλλετο νυκτός,
144δὴ τότε που δόρποιο καὶ ἀκρήτοιο πότοιο
145παυσάμενοι πάντες λαθικηδέα κοῖτον ἕλοντο ·
146χθιζὸν γὰρ καμάτοιο μένος κατεδάμνατο πάντας ·
147τῷ καὶ παννύχιοι λελιημένοι εἰλαπινάζειν
148παύσανθ’, οὕνεκεν ὕπνος ἄδην ἀέκοντας ἔρυκεν ·
149ἄλλῃ δ’ἄλλος ἴαυεν · ὁ δ’ἐν κλισίῃσιν ἑῇσιν
150Ἀτρείδης ὀάριζε μετ’ἠϋκόμοιο γυναικός ·
151οὐ γάρ πω κείνοισιν ἐπ’ὄμμασιν ὕπνος ἔπιπτεν,
152ἀλλὰ Κύπρις πεπόνητο περὶ φρένας, ὄφρα παλαιοῦ
153λέκτρου ἐπιμνήσωνται, ἄχος δ’ἀπὸ νόσφι βάλωνται.
154πρώτη δ’αὖθ’Ἑλένη τοῖον ποτὶ μῦθον ἔειπε ·
155“μή νύ μοι, ὦ Μενέλαε, χόλον ποτιβάλλεο θυμῷ ·
156οὐ γὰρ ἐγὼν ἐθέλουσα λίπον σέο δῶμα καὶ εὐνήν,
157ἀλλά μ’Ἀλεξάνδροιο βίη καὶ Τρώιοι υἷες
158σεῦ ἀπὸ νόσφιν ἐόντος ἀνηρείψαντο κιόντες,
159καί μ’ἄμοτον μεμαυῖαν ὀϊζυρῶς ἀπολέσθαι
160ἢ βρόχῳ ἀργαλέῳ ἢ καὶ ξίφεϊ στονόεντι
161εἶργον ἐνὶ μεγάροισι παρηγορέοντες ἔπεσσι
162σεῦ ἕνεκ’ἀχνυμένην καὶ τηλυγέτοιο θυγατρός ·
163τῆς νύ σε πρόςτε γάμου πολυγηθέος ἠδὲ σεῦ αὐτοῦ
164λίσσομαι, ἀμφ’ἐμέθεν στυγερῆς λελαθέσθαι ἀνίης”.
165ὣς φαμένην προσέειπε πύκα φρονέων Μενέλαος ·
166“μηκέτι νῦν μέμνησ’, ἀλλ’ἰσχέμεν ἄλγεα θυμῷ ·
167ἀλλὰ τὰ μέν που πάντα μέλας δόμος ἐντὸς ἐέργοι
168λήθης · οὐ γὰρ ἔοικε κακῶν μεμνῆσθαι ἔτ’ἔργων”.
169ὣς φάτο · τὴν δ’ἕλε χάρμα, δέος δ’ἐξέσσυτο θυμοῦ ·
170ἔλπετο γὰρ παύσασθαι ἀνιηροῖο χόλοιο
171ὃν πόσιν · ἀμφὶ δέ μιν βάλε πήχεε · καί σφιν ἅμ’ἄμφω
172δάκρυ κατὰ βλεφάροιιν ἐλείβετο ἡδὺ γοώντων.
173ἀσπασίως δ’ἄρα τώ γε παρ’ἀλλήλοισι κλιθέντε
174σφωιτέρου κατὰ θυμὸν ἀνεμνήσαντο γάμοιο ·
175ὡς δ’ὅτε που κισσόςτε καὶ ἡμερὶς ἀμφιβάλωνται
176ἀλλήλους περὶ πρέμνα, τὰ δ’οὔποτε ἲς ἀνέμοιο
177σφῶν ἄπο νόσφι βαλέσθαι ἐπισθένει · ὣς ἄρα τώ γε
178ἀλλήλοις συνέχοντο λιλαιόμενοι φιλότητος.
179ἀλλ’ὅτε δὴ καὶ τοῖσιν ἐπήλυθεν ὕπνος ἀπήμων,
180δὴ τότ’Ἀχιλλῆος κρατερὸν κῆρ ἰσοθέοιο
181ἔστη ὑπὲρ κεφαλῆς οὗ υἱέος, οἷος ἔην περ
182ζωὸς ἐών, ὅτε Τρωσὶν ἄχος πέλε, χάρμα δ’Ἀχαιοῖς.
183κύσσε δέ οἱ δειρὴν καὶ φάεα μαρμαίροντα
184ἀσπασίως · καὶ τοῖα παρηγορέων προσέειπε ·
185“χαῖρε, τέκος, καὶ μήτι δαΐζεο πένθεϊ θυμὸν
186εἵνεκ’ἐμεῖο θανόντος, ἐπεὶ μακάρεσσι θεοῖσιν
187ἤδη ὁμέστιός εἰμι · σὺ δ’ἴσχεο τειρόμενος κῆρ
188ἀμφ’ἐμέθεν, καὶ κάρτος ἄδην ἐμὸν ἔνθεο θυμῷ.
189αἰεὶ δ’Ἀργείων πρόμος ἵστασο μηδενὶ εἴκων
190ἠνορέῃ · ἀγορῇ δὲ παλαιοτέροισι βροτοῖσι
191πείθεο · καὶ νύ σε πάντες ἐΰφρονα μυθήσονται.
192τῖε δ’ἀμύμονας ἄνδρας, ὅσοις νόος ἔμπεδός ἐστιν ·
193ἐσθλῷ γὰρ φίλος ἐσθλὸς ἀνήρ, χαλεπῷ δ’ἀλεγεινός.
194ἢν δ’ἀγαθὸν φρονέῃς, ἀγαθῶν καὶ τεύξεαι ἔργων ·
195κεῖνος δ’οὔποτ’ἀνὴρ Ἀρετῆς ἐπὶ τέρμαθ’ἵκανεν,
196ᾧτινι μὴ νόος ἐστὶν ἐναίσιμος · οὕνεκ’ἄρ’αὐτῆς
197πρέμνον δύσβατόν ἐστι, μακρὸν δέ οἱ ἄχρις ἐπ’αἴθρην
198ὄζοι ἀνηέξηνθ’· ὁπόσοισι δὲ κάρτος ὀπηδεῖ
199καὶ πόνος, ἐκ καμάτου πολυγηθέα καρπὸν ἀμῶνται
200εἰς Ἀρετῆς ἀναβάντες ἐϋστεφάνου κλυτὸν ἔρνος.
201ἀλλ’ἄγε, κύδιμος ἔσσο, καὶ ἐν φρεσὶ πευκαλίμῃσι
202μήτ’ἐπὶ πήματι πάγχυ δαΐζεο θυμὸν ἀνίῃ,
203μήτ’ἐσθλῷ μέγα χαῖρε · νόος δέ τοι ἤπιος ἔστω
204ἔςτε φίλους ἑτάρους ἔςθ’υἱέας ἔςτε γυναῖκα
205μνωομένῳ κατὰ θυμόν, ὅτι σχεδὸν ἀνθρώποισιν
206οὐλομένοιο μόροιο πύλαι καὶ δώματα νεκρῶν ·
207ἀνδρῶν γὰρ γένος ἐστὶν ὁμοίιον ἄνθεσι ποίης,
208ἄνθεσιν εἰαρινοῖσι · τὰ μὲν φθινύθει, τὰ δ’ἀέξει ·
209το- τοὔνεκα μείλιχος ἔσσο. καὶ Ἀργείοισιν ἔνισπε
210Ἀτρείδῃ δὲ μάλιστ’Ἀγαμέμνονι, εἴ γέ τι θυμῷ
211μέμνηνθ’, ὅσσ’ἐμόγησα περὶ Πριάμοιο πόληα,
212ἠδ’ὅσα ληισάμην πρὶν Τρώιον οὖδας ἱκέσθαι,
213τῷ μοι νῦν ποτὶ τύμβον ἐελδομένῳ περ ἀγόντων
214ληίδος ἐκ Πριάμοιο Πολυξείνην εὔπεπλον
215ὄφρα θοῶς ῥέξωσιν, ἐπεί σφισι χώομαι ἔμπης
216μᾶλλον ἔτ’ἢ τὸ πάρος Βρισηίδος · ἀμφὶ δ’ἄρ’οἶδμα
217κινήσω πόντοιο, βαλῶ δ’ἐπὶ χείματι χεῖμα,
218ὄφρα καταφθινύθοντες ἀτασθαλίῃσιν ἑῇσι
219μίμνωσ’ἐνθάδε πολλὸν ἐπὶ χρόνον, εἰσόκ’ἔμοιγε
220λοιβὰς ἀμφιχέωνται ἐελδόμενοι μέγα νόστου ·
221αὐτὴν δ’, εἴ κ’ἐθέλωσιν, ἐπὴν ἀπὸ θυμὸν ἕλωνται,
222κούρην ταρχύσασθαι ἀπόπροθεν οὔτι μεγαίρω”.
223ὣς εἰπὼν ἀπόρουσε θοῇ ἐναλίγκιος αὔρῃ ·
224αἶψα δ’ἐς Ἠλύσιον πεδίον κίεν, ᾗχι τέτυκται
225οὐρανοῦ ἐξ ὑπάτοιο καταιβασίητ’ἄνοδόςτε
226ἀθανάτοις μακάρεσσιν · ὁ δ’, ὁππότε μιν λίπεν ὕπνος,
227μνήσατο πατρὸς ἑοῖο · νόος δέ οἱ ἠῢς ἰάνθη.
228ἀλλ’ὅτ’ἐς οὐρανὸν εὐρὺν ἀνήιεν Ἠριγένεια
229νύκτα διασκεδάσασα, φάνη δ’ἄρα γαῖα καὶ αἰθήρ,
230δὴ τότ’Ἀχαιῶν υἷες ἀπὲκ λεχέων ἀνόρουσαν
231ἱέμενοι νόστοιο, νέας δ’ἐς βένθεα πόντου
232εἷλκον καγχαλόωντες ἀνὰ φρένας, εἰ μὴ ἄρ’αὐτοὺς
233ἐσσυμένους κατέρυκεν Ἀχιλλέος ὄβριμος υἱός,
234εἰς ἀγορήντ’ἐκάλεσσε καὶ ἔκφατο πατρὸς ἐφετμήν ·
235“κέκλυτέ μευ, φίλα τέκνα μενεπτολέμων Ἀργείων,
236πατρὸς ἐφημοσύνην ἐρικυδέος, ἥν μοι ἔνισπε
237χθιζὸς ἐνὶ λεχέεσσι διὰ κνέφας ὑπνώοντι ·
238φῆ γὰρ ἀειγενέεσσι μετέμμεναι ἀθανάτοισιν ·
239ἠνώγει δ’ὑμέαςτε καὶ Ἀτρείδην βασιλῆα,
240ὄφρα οἱ ἐκ πολέμοιο γέρας περικαλλὲς ἄγοιτε
241τύμβον ἐπ’εὐρώεντα Πολυξείνην εὔπεπλον ·
242καί μιν ἔφη ῥέξαντας ἀπόπροθι ταρχύσασθαι ·
243εἰ δέ οἱ οὐκ ἀλέγοντες ἐπιπλώοιτε θάλασσαν,
244ἠπείλει κατὰ πόντον ἐναντία κύματ’ἀείρας
245λαὸν ὁμῶς νήεσσι πολὺν χρόνον ἐνθάδ’ἐρύξειν”.
246ὣς φαμένου πείθοντο, καὶ ὡς θεῷ εὐχετόωντο ·
247καὶ γὰρ δὴ κατὰ βένθος ἀέξετο κῦμα θυέλλῃ
248εὐρύτερον καὶ μᾶλλον ἐπήτριμον, ἢ πάρος ἦεν,
249μαινομένου ἀνέμοιο · μέγας δ’ὀροθύνετο πόντος
250χερσὶ Ποσειδάωνος · ὁ γὰρ κρατερῷ Ἀχιλῆι
251ἦρα φέρεν · πᾶσαι δὲ θοῶς ἐνόρουσαν ἄελλαι
252ἐς πέλαγος · Δαναοὶ δὲ μέγ’εὐχόμενοι Ἀχιλῆι
253πάντες ὁμῶς μάλα τοῖα πρὸς ἀλλήλους ὀάριζον ·
254“ἀτρεκέως γενεὴ μεγάλου Διὸς ἦεν Ἀχιλλεύς ·
255τῷ καὶ νῦν θεός ἐστι, καὶ εἰ πάρος ἔσκε μεθ’ἡμῖν ·
256οὐ γὰρ ἀμαλδύνει μακάρων γένος ἄμβροτος αἰών”.
257ὣς φάμενοι ποτὶ τύμβον Ἀχιλλέος ἀπονέοντο ·
258τὴν δ’ἄγον, ἠῢτε πόρτιν ἐς ἀθανάτοιο θυηλὰς
259μητρὸς ἀπειρύσσαντες ἐνὶ ξυλόχοισι βοτῆρες,
260ἡ δ’ἄρα μακρὰ βοῶσα κινύρεται ἀχνυμένη κῆρ ·
261ὣς τῆμος Πριάμοιο πάϊς περικωκύεσκε
262δυσμενέων ἐν χερσίν · ἄδην δέ οἱ ἔκχυτο δάκρυ ·
263ὡς δ’ὁπότε βριαρῷ ὑπὸ χέρματι καρπὸς ἐλαίης
264οὔπω χειμερίῃσι μελαινόμενος ψεκάδεσσι
265χεύῃ πολλὸν ἄλειφα, περιτρίζωσι δὲ μακρὰ
266ἄρμεν’ὑπὸ σπάρτοισι βιαζομένων αἰζηῶν ·
267ὣς ἄρα καὶ Πριάμοιο πολυτλήτοιο θυγατρὸς
268ἑλκομένης ποτὶ τύμβον ἀμειλίκτου Ἀχιλῆος
269αἰνὸν ὁμῶς στοναχῇσι κατὰ βλεφάρων ῥέε δάκρυ ·
270καί οἱ κόλπος ἔνερθεν ἐπλήθετο · δεύετο δὲ χρὼς
271ἀτρεκέως ἀτάλαντος ἐϋκτεάνῳ ἐλέφαντι.
272καὶ τότε λευγαλέοις ἐπὶ πένθεσι κύντερον ἄλγος
273τλήμονος ἐς κραδίην Ἑκάβης πέσεν · ἐν δέ οἱ ἦτορ
274μνήσατ’ὀϊζυροῖο καὶ ἀλγινόεντος ὀνείρου,
275τόν ῥ’ἴδεν ὑπνώουσα παροιχομένῃ ἐνὶ νυκτί ·
276ἦ γὰρ ὀΐετο τύμβον ἔπ’ἀντιθέου Ἀχιλῆος
277ἑστάμεναι γοόωσα, κόμαι δέ οἱ ἄχρις ἐπ’οὖδας
278ἐκ κεφαλῆς ἐκέχυντο, καὶ ἀμφοτέρων ἀπὸ μαζῶν
279ἔρρεε φοίνιον αἷμα ποτὶ χθόνα, δεῦε δὲ σῆμα ·
280τοῦ πέρι δειμαίνουσα καὶ ὀσσομένη μέγα πῆμα
281οἰκτρὸν ἀνοιμώζεσκε, γόῳ δ’ἐπὶ μακρὸν ἀΰτει ·
282εὖτε κύων προπάροιθε κινυρομένη μεγάροιο
283μακρὸν ὑλαγμὸν ἵησι, νέον σπαργεῦσα γάλακτι,
284τῆς ἄπο νήπια τέκνα πάρος φάος εἰσοράασθαι
285νόσφι βάλωσιν ἄνακτες ἕλωρ ἔμεν οἰωνοῖσιν,
286ἡ δ’ὁτὲ μένθ’ὑλακῇσι κινύρεται, ἄλλοτε δ’αὖτε
287ὠρυθμῷ, στυγερὴ δὲ δι’ἠέρος ἔσσυτ’ἀϋτή ·
288ὡς Ἑκάβη γοόωσα μέγ’ἴαχεν ἀμφὶ θυγατρί ·
289“ὤ μοι ἐγώ, τί νυ πρῶτα, τί δ’ὕστατον ἀχνυμένη κῆρ
290κωκύσω πολέεσσι περιπλήθουσα κακοῖσιν,
291υἱέας ἢ πόσιν αἰνὰ καὶ οὐκ ἐπίελπτα παθόντας,
292ἢ πόλιν ἠὲ θύγατρας ἀεικέας, ἢ ἐμὸν αὐτῆς
293ἦμαρ ἀναγκαῖον καὶ δούλιον; οὕνεκα Κῆρες
294σμερδαλέαι πολέεσσί μ’ἐνειλήσαντο κακοῖσι.
295τέκνον ἐμόν, σοὶ δ’αἰνὰ καὶ οὐκ ἐπίελπτα καὶ αὐτῇ
296ἄλγε’ἐπεκλώσαντο · γάμου δ’ἄπο νόσφι βάλοντο
297ἐγγὺς ἐόνθ’Ὑμεναῖον, ἐπεκρήναντο δ’ὄλεθρον
298ἄσχετον ἀργαλέοντε καὶ οὐ φατόν · ἦ γὰρ Ἀχιλλεὺς
299καὶ νέκυς ἡμετέρῳ ἔτ’ἰαίνεται αἵματι θυμόν ·
300ὥς μ’ὄφελον μετὰ σεῖο, φίλον τέκος, ἤματι τῷδε
301γαῖα χανοῦσα κάλυψε, πάρος σέο πότμον ἰδέσθαι”.
302ὣς φαμένης ἄλληκτα κατὰ βλεφάροιιν ἔχυντο
303δάκρυα · λευγαλέον γὰρ ἔχεν μετὰ πένθεσι πένθος.
304οἱ δ’ὅτ’ἔβαν ποτὶ τύμβον Ἀχιλλῆος ζαθέοιο,
305δὴ τότε οἱ φίλος υἱὸς ἐρυσσάμενος θοὸν ἆορ
306σκαιῇ μὲν κούρην κατερήτυε, δεξιτερῇ δὲ
307τύμβῳ ἐπιψαύων τοῖον ποτὶ μῦθον ἔειπε ·
308“κλῦθι, πάτερ, σέο παιδὸς ἐπευχομένοιο καὶ ἄλλων
309Ἀργείων, μη δ’ἧμιν ἔτ’ἀργαλέως χαλέπαινε ·
310ἤδη γάρ τοι πάντα τελέσσομεν, ὅσσα μενοινᾷς
311σῇσιν ἐνὶ πραπίδεσσι · σὺ δ’ἵλαος ἄμμι γένοιο
312τεύξας εὐχομένοισι θοῶς θυμηδέα νόστον”.
313ὣς εἰπὼν κούρης διὰ λοίγιον ἤλασεν ἆορ
314λαυκανίης · τὴν δ’αἶψα λίπεν πολυήρατος αἰὼν
315οἰκτρὸν ἀνοιμώξασαν ἐφ’ὑστατίῃ βιότοιο ·
316καί ῥ’ἡ μὲν πρηνὴς χαμάδις πέσε · τῆς δ’ὑπὸ δειρῇ
317φοινίχθη περὶ πάντα, χιὼν ὥς, ἥτ’ἐν ὄρεσσιν
318ἥ συὸς ἢ ἄρκτοιο κατουταμένης ὑπ’ἄκοντι
319αἵματι πορφυρόεντι θοῶς ἐρυθαίνεθ’ὕπερθεν.
320Ἀργεῖοι δέ μιν αἶψα δόσαν ποτὶ ἄστυ φέρεσθαι
321ἐς δόμον ἀντιθέου Ἀντήνορος, οὕνεκ’ἄρ’αὐτὴν
322κεῖνος ἐνὶ Τρώεσσιν ἑῷ πάρος υἱέϊ δίῳ
323Εὐρυμάχῳ ἀτίταλλεν ἐνὶ μεγάροισιν ἄκοιτιν.
324ὃς δ’ἐπεὶ οὖν τάρχυσε κλυτὴν Πριάμοιο θύγατρα
325ἐγγὺς ἑοῖο δόμοιο, παραὶ Γανυμήδεος ἱρῷ
326σήματι καὶ νηοῖο καταντίον Ἀτρυτώνης,
327δὴ τότε παύσατο κῦμα, κατευνήθη δὲ θύελλα
328σμερδαλέη, καὶ χεῦμα κατεπρήϋνε γαλήνη.
329οἱ δὲ θοῶς ἐπὶ νῆας ἔβαν μέγα καγχαλόωντες
330μέλποντες μακάρων ἱερὸν γένος ἠδ’Ἀχιλῆα.
331αἶψα δὲ δαῖτ’ἐπάσαντο βοῶν ἀπὸ μῆρα ταμόντες
332ἀθανάτοις · ἐρατὴ δὲ θυηπολίη πέλε πάντῃ ·
333οἱ δέ που ἀργυρέοισι καὶ ἐν χρυσέοισι κυπέλλοις
334πῖνον ἀφυσσάμενοι λαρὸν μέθυ · γήθεε δέ σφι
335θυμὸς ἐελδομένων σφετέρην ἐπὶ γαῖαν ἱκέσθαι.
336ἀλλ’ἄτε δὴ δόρποιο καὶ εἰλαπίνης κορέσαντο,
337δὴ τότε Νηλέος υἱὸς ἐελδομένοισιν ἔειπεν ·
338“κλῦτε, φίλοι, πολέμοιο μακρὴν προφυγόντες ὁμοκλήν,
339ὄφρα λιλαιομένοισιν ἔπος θυμῆρες ἐνίσπω ·
340ἤδη γὰρ νόστοιο πέλει θυμηδέος ὥρη ·
341ἀλλ’ἴομεν · δὴ γάρ που Ἀχιλλέος ὄβριμον ἦτορ
342παύσατ’ὀϊζυροῖο χόλου · κατέρυξε δὲ κῦμα
343ὄβριμον Ἐννοσίγαιος · ἐπιπνείουσι δ’ἀῆται
344μείλιχοι · οὐ δ’ἔτι κῦμα κορύσσεται ἀλλ’ἄγε νῆας
345εἰς ἁλὸς οἶδμ’ἐρύσαντες ἀναμνησώμεθα νόστου”.
346ὣς φάτ’ἐελδομένοις · οἱ δ’ἐς πλόον ἐντύνοντο.
347ἔνθα τέρας θηητὸν ἐπιχθονίοισι φαάνθη,
348οὕνεκα δὴ Πριάμοιο δάμαρ πολυδακρύτοιο
349ἐκ βροτοῦ ἀλγινόεσσα κύων γένετ’· ἀμφὶ δὲ λαοὶ
350θάμβεον ἀγρόμενοι · τῆς δ’ἅψεα λάϊνα πάντα
351θῆκε θεός, μέγα θαῦμα καὶ ἐσσομένοισι βροτοῖσι ·
352καὶ τὴν μὲν Κάλχαντος ὑπ’ἐννεσίῃσιν Ἀχαιοὶ
353νηὸς ἐπ’ὠκυπόροιο πέραν θέσαν Ἑλλησπόντου.
354καρπαλίμως δ’ἄρα νῆας ἔσω ἁλὸς εἰρύσσαντες
355κτήματα πάντ’ἐβάλονθ’, ὁπόσ’Ἴλιον εἰσανιόντες
356ληΐσσαντο πάροιθε περικτίονας δαμάσαντες,
357ἠδ’ὁπόσ’ἐξ αὐτῆς ἄγον Ἰλίου, οἷσι μάλιστα
358γήθεον, οὕνεκ’ἕσαν μάλα μυρία · τοῖς δ’ἅμα πολλαὶ
359ληιάδες συνέποντο μάλ’ἀχνύμεναι κατὰ θυμόν ·
360αὐτοὶ δ’ἐντὸς ἵκοντο νεῶν. ἀλλ’οὔ σφισι Κάλχας
361ἕσπετ’ἐπειγομένοισιν ἔσω ἁλός, ἀλλὰ καὶ ἄλλους
362Ἀργείους κατέρυκε · Καφηρίσι γὰρ περὶ πέτρῃς
363δείδιεν αἰνὸν ὄλεθρον ἐπεσσύμενον Δαναοῖσιν.
364οἱ δέ οἱ οὔτι πίθοντο · παρήπαφε γὰρ νόον ἀνδρῶν
365αἶσα κακή · μοῦνος δὲ θεοπροπίας εὖ εἰδὼς
366Ἀμφίλοχος, θοὸς υἱὸς ἀμύμονος Ἀμφιαράου,
367μίμνεν ὁμῶς Κάλχαντι περίφρονι · τοῖσι γὰρ ἦεν
368αἴσιμον ἀμφοτέροισιν ἑῆς ἀπὸ τηλόθι γαίης
369Παμφύλων Κιλίκωντε ποτὶ πτολίεθρα νέεσθαι.
370ἀλλὰ τὰ μὲν μετόπισθε θεοὶ θέσαν · αὐτὰρ Ἀχαιοὶ
371νηῶν πείσματ’ἔλυσαν ἀπὸ χθονὸς ἠδὲ καὶ εὐνὰς
372ἐσσυμένως ἀνάειραν · ἐπίαχε δ’Ἑλλήσποντος
373σπερχομένων · νῆες δὲ περικλύζοντο θαλάσσῃ ·
374ἀμφὶ δ’ἄρα σφίσι πολλὰ περὶ πρῴρῃσιν ἔκειντο
375ἔντε’ἀποκταμένων · καθύπερθε δὲ σήματα νίκης
376μυρί’ἀπῃώρηντο · κατεστέψαντο δὲ νῆας
377καὶ κεφαλὶς καὶ δοῦρα καὶ ἀσπίδας, οἷσι μάχοντο
378ἀντία δυσμενέων · ἀπὸ δὲ πρῴρηθεν ἄνακτες
379εἰς ἅλα κυανέην λεῖβον μέθυ πολλὰ θεοῖσιν
380εὐχόμενοι μακάρεσσιν ἀκηδέα νόστον ὀπάσσαι ·
381εὐχωλαὶ δ’ἀνέμοισι μίγεν καὶ ἀπόπροθι νηῶν
382μαψιδίως νεφέεσσι καὶ ἠέρι συμφορέοντο.
383αἱ δ’ἄρα παπταίνεσκον ἐς Ἴλιον ἀχνύμεναι κῆρ
384ληιάδες · καὶ πολλὰ κινυρόμεναι γοάασκον
385κρύβδην Ἀργείων μέγ’ἐνὶ φρεσὶ πένθος ἔχουσαι ·
386καί ῥ’αἱ μὲν περὶ γούνατ’ἔχον χέρας · αἱ δὲ μέτωπα
14.386aχερσὶν ἐπηρείδοντο δυσάμμοροι · αἱ δ’ἄρα τέκνα
387ἄμφεχον ἀγκοίνῃσι · τὰ δ’οὔπω δούλιον ἦμαρ
388ἔστενον οὐ δὲ πάτρης ἐπὶ πήμασιν, ἀλλ’ἐπὶ μαζῷ
389θυμὸν ἔχον · κηδέων γὰρ ἀπόπροθι νήπιον ἦτορ.
390πάσῃσιν δ’ἐλέλυντο κόμαι καὶ στήθεα λυγρὰ
391ἀμφ’ὀνύχεσσι δέδρυπτο · παρειῇσιν δ’ἔπι δάκρυ
392αὐαλέον περίκειτο, κατείβετο δ’ἄλλ’ἐφύπερθε
393πυκνὸν ἀπὸ βλεφάρων · δέρκοντο δὲ τλήμονα πάτρην
394αἰθομένην ἔτι πάγχυ, πολὺν δ’ἀνὰ καπνὸν ἰόντα ·
395ἀμφὶ δὲ Κασσάνδρην περικυδέα παπταίνουσαι
396πᾶσαί μιν θηεῦντο θεοπροπίης ἀλεγεινῆς
397μνωόμεναι · ἡ δέ σφιν ἐπεγγελάασκε γοώσαις,
398καίπερ ἀκηχεμένη στυγεροῖς ἐπὶ πήμασι πάτρης.
399Τρώων δ’ὅσσοι ἄλυξαν ἀνηλέος ἐκ πολέμοιο,
400ἀγρόμενοι κατὰ ἄστυ περὶ νέκυας πονέοντο
401θαπτέμεναι μεμαῶτες · ἄγεν δ’ἀλεγεινὸν ἐς ἔργον
402Ἀντήνωρ · αὐτὴν δὲ πυρὴν πολέεσσι τίθεντο.
403Ἀργεῖοι δ’ἄλληκτον ἐνὶ φρεσὶ καγχαλόωντες
404ἄλλοτε μὲν κώπῃσι διέπρησσον μέλαν ὕδωρ,
405ἄλλοτε δ’ἱστία νηυσὶ μεμαότες ἐντύνοντο
406ἐσσυμένως · ὀπίσω δὲ θοῶς ἀπελείπετο πᾶσα
407Δαρδανίη καὶ τύμβος Ἀχιλλέος · οἱ δ’ἀνὰ θυμὸν
408καίπερ ἰαινόμενοι κταμένων μνησθέντες ἑνὰ θυμὸν
409ἀργαλέως ἀκάχοντο καὶ ἀλλοδαπῶν ἐπὶ γαῖαν
410ὄσσε βάλον. ἡ δέ σφιν ἐφαίνετο τηλόθι νηῶν
411χαζομένη · τοὶ δ’αἶψα παρ’ἀγχιάλοιο φέροντο
412ῥηγμῖνας Τενέδοιο · παρημείβοντο δὲ Χρῦσαν
413καὶ Φοίβου Σμινθῆος ἕδος ζαθέοιότε Κίλλης ·
414Λέσβος δ’ἠνεμόεσσ’ἀνεφαίνετο · κάμπτετο δ’ἄκρη
415ἐσσυμένως Λεκτοῖο, τόθι ῥίον ὕστατον Ἴδης.
416λαίφεα δὲ πρησθέντα περίαχεν · ἀμφὶ δὲ πρῴραις
417ἔβραχεν οἶδμα κελαινόν · ἐπεσκιόωντο δὲ μακρὰ
418κύματα · λευκαίνοντο δ’ὑπὲρ πόντοιο κέλευθοι.
419καί νύ κεν Ἀργεῖοι κίον Ἑλλάδος ἱερὸν οὖδας
420πάντες ἁλὸς κατὰ βένθος ἀκηδέες, εἰ μὴ ἄρα σφι
421κούρη ἐριγδούποιο Διὸς νεμέσησεν Ἀθήνη ·
422καί ῥ’ὁπότ’Εὐβοίης σχεδὸν ἤλυθον ἠνεμοέσσης,
423δὴ τότε μητιόωσα βαρὺν καὶ ἀνηλέα πότμον
424ἀμφὶ Λοκρῶν βασιλῆι καὶ ἄσχετον ἀσχαλόωσα
425Ζηνὶ θεῶν μεδέοντι παρισταμένη φάτο μῦθον
426ἀθανάτων ἀπάνευθε · χόλον δέ οἱ οὐ χάδε θυμός ·
427“Ζεῦ πάτερ, οὐκέτ’ἀνεκτὰ θεοῖς ἐπιμηχανόωνται
428ἀνέρες, οὐκ ἀλέγοντες ἀνὰ φρένας οὔτε σεῦ αὐτοῦ
429οὔτ’ἄλλων μακάρων, ἐπεὶ ἦ τίσις οὐκέτ’ὀπηδεῖ
430ἀνδράσι λευγαλέοισι, κακοῦ δ’ἄρα πολλάκις ἐσθλὸς
431συμφέρετ’ἄλγεσι μᾶλλον, ἔχει δ’ἄλληκτον ὀϊζύν ·
432το- τοὔνεκ’ἄρ’οὔτε δίκην τις ἔθ’ἅζεται, οὐ δέ τις αἰδὼς
433ἔστι παρ’ἀνθρώποισιν · ἔγωγε μὲν οὔτ’ἐν Ὀλύμπῳ
434ἔσσομαι, οὔτ’ἔτι σεῖο κεκλήσομαι, εἰ μὴ Ἀχαιῶν
435τίσομ’ἀτασθαλίην, ἐπεὶ ἦ νύ μοι ἔνδοθι νηοῦ
436υἱὸς Ὀϊλῆος μέγ’ἐνήλιτεν, οὐ δ’ἐλέαιρε
437Κασσάνδρην ὀρέγουσαν ἀκηδέας εἰς ἐμὲ χεῖρας
438πολλάκις, οὐ δ’ὅ γ’ἔδεισεν ἐμὸν μένος, οὐ δέ τι θυμῷ
439ᾐδέσατ’ἀθανάτην, ἀλλ’ἄσχετον ἔργον ἔρεξε.
440τῷ νύ μοι ἀμβροσίῃσι περὶ φρεσὶ μή τι μεγήρῃς
441ῥέξαι, ὅπως μοι θυμὸς ἐέλδεται, ὄφρα καὶ ἄλλοι
442αἰζηοὶ τρομέωσι θεῶν ἀρίδηλον ὁμοκλήν”.
443ὣς φαμένην προσέειπε πατὴρ ἀγανοῖς ἐπέεσσιν ·
444“ὦ τέκος, οὔτι ἔγωγ’ἀνθίσταμαι εἵνεκ’Ἀχαιῶν,
445ἀλλὰ καὶ ἔντεα πάντα, τά μοι πάρος ἦρα φέροντες
446χερσὶν ὑπ’ἀκαμάτῃσιν ἐτεκτήναντο Κύκλωπες
447δώσω ἐελδομένῃ · σὺ δὲ σῷ κρατερόφρονι θυμῷ
448αὐτὴ χεῖμ’ἀλεγεινὸν ἐπ’Ἀργείοισιν ὄρινον”.
449ὣς εἰπὼν στεροπήντε θοὴν ὀλοόντε κεραυνὸν
450καὶ βροντὴν στονόεσσαν ἀταρβέος ἀγχόθι κούρης
451θήκατο · τῆς δ’ἄρα θυμὸς ὑπὸ κραδίῃ μέγ’ἰάνθη.
452αὐτίκα δ’αἰγίδα θοῦριν ἐδύσατο παμφανόωσαν,
453ἄρρηκτον βριαρήντε καὶ ἀθανάτοισιν ἀγητήν ·
454ἐν γάρ οἱ πεπόνητο κάρη βλοσυροῖο Μεδούσης
455σμερδαλέον · κρατεροὶ δὲ καὶ ἀκαμάτου πυρὸς ὁρμὴν
456λάβρον ἀποπνείοντες ἔσαν καθύπερθε δράκοντες ·
457ἔβραχε δ’αἰγὶς ἅπασα περὶ στήθεσσιν ἀνάσσης,
458οἷον ὅτε στεροπῇσιν ἐπιβρέμει ἄσπετος αἰθήρ.
459λάζετο δ’ἔντεα πατρός, ἅπερ θεὸς οὔτις ἀείρει
460νόσφι Διὸς μεγάλοιο · τίναξε δὲ μακρὸν Ὄλυμπον ·
461σὺν δ’ἔχεεν νεφέλαςτε καὶ ἠέρα πᾶσαν ὕπερθε ·
462νὺξ δ’ἐχύθη περὶ γαῖαν, ἐπήχλυσεν δὲ θάλασσα ·
463Ζεὺς δὲ μέγ’εἰσορόων ἐπετέρπετο · κίνυτο δ’εὐρὺς
464οὐρανὸς ἀμφὶ πόδεσσι θεῆς · περὶ δ’ἔβραχεν αἰθήρ,
465ὡς Διὸς ἀκαμάτοιο ποτὶ κλόνον ἐμμεμαῶτος.
466ἡ δ’ἄφαρ ἠερόεντος ὑπὲρ πόντοιο φέρεσθαι
467οὐρανόθεν προέηκεν ἐς Αἴολον ἄμβροτον Ἶριν,
468ὄφρ’ἀνέμους ἅμα πάντας ἐπιβρίσαντας ἰάλλῃ
469ἐλθέμεναι κραναοῖο Καφηρέος ἐγγύθεν ἄκρων
470νωλεμέως χριμφθέντας, ἀνοιδῆναίτε θάλασσαν,
471λευγαλέῃς ῥιπῇσι μεμηνότας. ἡ δ’ἀΐουσα
472ἐσσυμένως οἴμησε περιγναμφθεῖσα νέφεσσι ·
473φαίης κεν πῦρ ἔμμεν ἅμ’ἠέρι καὶ μέλαν ὕδωρ.
474ἵκετο δ’Αἰολίην, ἀνέμων ὅθι λάβρον ἀέντων
475ἄντρα πέλει στυφελῇσιν ἀρηράμεν’ἀμφὶ πέτρῃσι
476κοῖλα καὶ ἠχήεντα · δόμοι δ’ἄγχιστα πέλονται
477Αἰόλου Ἱπποτάδαο. κίχεν δέ μιν ἔνδον ἐόντα
478σύντ’ἀλόχῳ καὶ παισὶ δυώδεκα · καί οἱ ἔειπεν,
479ὁππόσ’Ἀθηναίη Δαναῶν ἐπεμήδετο νόστῳ.
480αὐτὰρ ὅ γ’οὐκ ἀπίθησε, μολὼν δ’ἔκτοσθε μελάθρων
481χερσὶν ὑπ’ἀκαμάτῃσιν ὅρος μέγα τύψε τριαίνῃ,
482ἔνθ’ἄνεμοι κελαδεινὰ δυσηχέες ηὐλίζοντο
483ἐν κενεῷ κευθμῶνι · περίαχε δ’αἰὲν ἰωὴ
484βρυχομένη ἀλεγεινά · βίῃ δ’ἔρρηξε κολώνην.
485οἱ δ’ἄφαρ ἐξεχέοντο · κέλευσε δὲ πάντας ἐρεμνὴν
486λαίλαπα συμφορέοντας ἀήμεναι, ὄφρ’ἀλεγεινὸν
487ὀρνυμένης ἁλὸς οἶδμα Καφηρέος ἄκρα καλύψῃ.
488οἱ δὲ θοῶς ὤρνυντο πάρος βασιλῆος ἀκοῦσαι
489πᾶν ἔπος · ἐσσυμένοισι δ’ἐπεστενάχιζε θάλασσα
490ἄσχετον · ἠλιβάτοισι δ’ἐοικότα κύματ’ὄρεσσιν
491ἄλλοθεν ἄλλα φέροντο. κατεκλάσθη δ’ἄρ’Ἀχαιῶν
492θυμὸς ἐνὶ στέρνοισιν, ἐπεὶ νέας ἄλλοτε μέν που
493ὑψηλὴν φέρε κῦμα δι’ἠέρος, ἄλλοτε δ’αὖτε
494οἷα κατὰ κρημνοῖο κυλινδομένας φορέεσκε
495βυσσόν ἐς ἠερόεντα · βίη δέ τις ἄσχετος αἰεὶ
496ψάμμον ἀναβλύζεσκε διοιγομένοιο κλύδωνος.
497οἱ δ’ἄρ’ἀμηχανίη βεβολημένοι οὔτ’ἐπ’ἐρετμῷ
498χεῖρα βαλεῖν ἐδύναντο τεθηπότες οὔτ’ἄρα λαίφη
499ἔσθενον ἀμφὶ κέρα λελιημένοι εἰρύσσασθαι
500ῥηγνύμεν’ἐξ ἀνέμων, οὐ δ’ἔμπαλιν ἰθύνασθαι
501ἐς πλόον · ἀργαλέαι γὰρ ἐπεκλονέοντο θύελλαι ·
502οὐ δὲ κυβερνήτῃσι πέλεν μένος εἰσέτι νηῶν
503χερσὶν ἐπισταμένῃσι θοῶς οἰήϊα νωμᾶν ·
504πάντα γὰρ ἄλλυδις ἄλλα κακαὶ διέχευον ἄελλαι.
505οὐ δέ τις ἐλπωρὴ βιότου πέλεν, οὕνεκ’ἐρεμνὴ
506νὺξ ἅμα καὶ μέγα χεῖμα καὶ ἀθανάτων χόλος αἰνὸς
507ὦρτο · Ποσειδάων γὰρ ἀνηλέα πόντον ὄρινεν
508ἦρα κασιγνήτοιο φέρων ἐρικυδέϊ κούρῃ,
509ἥ ῥα καὶ αὐτὴ ὕπερθεν ἀμείλιχα μαιμώωσα
510θῦνε μετ’ἀστεροπῇσιν · ἐπέκτυπε δ’οὐρανόθεν Ζεὺς
511κυδαίνων ἀνὰ θυμὸν ἑὸν τέκος, ἀμφὶ δὲ πᾶσαι
512νῆσοίτ’ἤπειροίτε κατεκλύζοντο θαλάσσῃ
513Εὐβοίης οὐ πολλὸν ἀπόπροθεν, ᾗχι μάλιστα
514τεῦχεν ἀμειλίκτοισιν ἐπ’ἄλγεσιν ἄλγεα δαίμων
515Ἀργείοις. στοναχὴ δὲ καὶ οἰμωγὴ κατὰ νῆας
516ἔπλετ’ἀπολλυμένων · κανάχιζε δὲ δούρατα νηῶν
517ἀγνυμένων · αἱ γάρ ῥα συνωχαδὸν ἀλλήλῃσιν
518αἰὲν ἐπερρήγνυντο · πόνος δ’ἄπρηκτος ὀρώρει ·
519καί ῥ’οἱ μὲν κώπῃσιν ἀπωσέμεναι μεμαῶτες
520νῆας ἐπεσσυμένας αὐτοῖς ἅμα δούρασι λυγροὶ
521κάππεσον ἐς μέγα βένθος, ἀμειλίκτῳ δ’ὑπὸ πότμῳ
522κάτθανον, οὕνεκ’ἄρα σφιν ἐπέχραον ἄλλοθεν ἄλλα
523νηῶν δούρατα μακρά · συνηλοίηντο δὲ πάντων
524σώματα λευγαλέως · οἱ δ’ἐν νήεσσι πεσόντες
525κεῖντο καταφθιμένοισιν ἐοικότες · οἱ δ’ὑπ’ἀνάγκης
526νήχοντ’ἀμφιπεσόντες ἐϋξέστοισιν ἐρετμοῖς ·
527ἄλλοι δ’αὖ σανίδεσσιν ἐπέπλεον · ἔβραχε δ’ἅλμη
528βυσσόθεν, ὥστε θάλασσαν ἰδ’οὐρανὸν ἠδὲ καὶ αἶαν
529φαίνεσθ’ἀλλήλοισιν ὁμῶς συναρηρότα πάντα.
530ἡ δ’ἄρ’Οὐλύμποιο βαρύκτυπος Ἀτρυτώνη
531οὔτι καταισχύνεσκε βίην πατρός · ἀμφὶ δ’ἄρ’αἰθὴρ
532ἴαχεν. ἡ δ’Αἴαντι χόλον καὶ πῆμα φέρουσα
533ἔμβαλε νηὶ κεραυνόν · ἄφαρ δέ μιν ἄλλυδις ἄλλῃ
534ἐσκέδασεν διὰ τυτθά · περίαχε δ’αἶα καὶ αἰθήρ ·
535ἐκλύσθη δ’ἄρα πᾶσα περίδρομος Ἀμφιτρίτη.
536οἱ δ’ἔκτοσθε νεὸς πέσον ἀθρόοι · ἀμφὶ δ’ἄρ’αὐτοὺς
537κύματα μακρὰ φέροντο · περὶ στεροπῇσι δ’ἀνάσσης
538αἴγλη μαρμαίρεσκε διὰ κνέφας ἀΐσσουσα ·
539οἱ δ’ἄποτον λάπτοντες ἁλὸς πολυηχέος ἅλμην
540θυμὸν ἀποπνείοντες ὑπὲρ πόντοιο φέροντο.
541ληιάσιν δ’ἄρα χάρμα καὶ ὀλλυμένῃσι τέτυκτο ·
542καί ῥ’αἱ μὲν κατέδυσαν ἔσω ἁλὸς ἀμφιβαλοῦσαι
543χεῖρας ἑοῖς τεκέεσσι δυσάμμοροι · αἱ δ’ἀλεγεινὰ
544δυσμενέων περὶ κρᾶτα βάλον χέρας, οἷς ἅμα λυγραὶ
545σπεῦδον ἀποφθίσασθαι ἑῆς ἀντάξια λώβης
546τινύμεναι Δαναούς · ἡ δ’ὑψόθεν εἰσορόωσα
547τέρπεθ’ἑὸν κατὰ θυμὸν ἀγαυὴ Τριτογένεια.
548Αἴας δ’ἄλλοτε μὲν περινήχετο δούρατι νηός,
549ἄλλοτε δ’αὖ χείρεσσι διήνυεν ἁλμυρὰ βένθη
550ἀκαμάτῳ Τιτῆνι βίην ὑπέροπλον ἐοικώς ·
551σχίζετο δ’ἁλμυρὸν οἶδμα περὶ κρατερῇσι χέρεσσιν
552ἀνδρὸς ὑπερθύμοιο · θεοὶ δέ μιν εἰσορόωντες
553ἠνορέην καὶ κάρτος ἐθάμβεον · ἀμφὶ δὲ κῦμα
554ἄλλοτε μὲν φορέεσκε πελώριον ἠΰτ’ἐπ’ἄκρην
555οὔρεος ὑψηλοῖο δι’ἠέρος, ἄλλοτε δ’αὖτε
556ὑψόθεν οἷα φάραγξιν ἐνέκρυφεν · οὐ δ’ὅ γε χεῖρας
557κάμνε πολυτλήτους · πολλοί γε μὲν ἔνθα καὶ ἔνθα
558σβεννύμενοι σμαράγιζον ἔσω πόντοιο κεραυνοί ·
559οὔπω γάρ οἱ θυμὸν ἐμήδετο κηρὶ δαμάσσαι
560κούρη ἐριγδούποιο Διὸς μάλα περ κοτέουσα,
561πρὶν τλῆναι κακὰ πολλὰ καὶ ἄλγεσι πάγχυ μογῆσαι ·
562το- τοὔνεκά μιν κατὰ βένθος ἐδάμνατο δηρὸν ὀϊζὺς
563πάντοθε τειρόμενον · περὶ γὰρ κακὰ μυρία Κῆρες
564ἀνδρὶ περιστήσαντο · μένος δ’ἐνέπνευσεν ἀνάγκη ·
565φῆ δέ, καὶ εἰ μάλα πάντες Ὀλύμπιοι εἰς ἓν ἵκωνται
566χωόμενοι καὶ πᾶσαν ἀναστήσωσι θάλασσαν
567ἐκφυγέειν · ἀλλ’οὔτι θεῶν ὑπάλυξεν ὁμοκλήν ·
568δὴ γάρ οἱ νεμέσησεν ὑπέρβιος Ἐννοσίγαιος,
569εὖτέ μιν εἰσενόησεν ἐφαπτόμενον χερὶ πέτρης
570Γυραίης, καί οἱ μέγ’ἐχώσατο · σὺν δ’ἐτίναξε
571πόντον ὁμῶς καὶ γαῖαν ἀπείριτον · ἀμφὶ δὲ πάντῃ
572κρημνοὶ ὑπεκλονέοντο Καφηρέος · αἱ δ’ἀλεγεινὸν
573θεινόμεναι ῥηγμῖνες ἐπέβραχον οἴδματι λάβρῳ
574χωομένοιο ἄνακτος · ἀπέσχισε δ’εἰς ἅλα πέτρον
575εὐρέα, τοῦ περ ἐκεῖνος ἑῇς ἐπεμαίετο χερσί.
576καί ῥά οἱ ἀμφὶ πάγοισιν ἑλισσομένου μάλα δηρὸν
577χεῖρες ἀπεδρύφθησαν, ὑπέδραμε δ’αἷμ’ὀνύχεσσι ·
578μορμῦρον δέ οἱ αἰὲν ὀρινομένου περὶ κῦμα
579ἀφρὸς ἄδην λεύκαινε κάρη λάσιόντε γένειον ·
580καὶ νύ κεν ἐξήλυξε κακὸν μόρον, εἰ μὴ ἄρ’αὐτῷ
581ῥήξας γαῖαν ἔνερθεν ἐπιπροέηκε κολώνην ·
582εὖτε πάρος μεγάλοιο κατ’Ἐγκελάδοιο δαΐφρων
583Παλλὰς ἀειραμένη Σικελὴν ἐπικάββαλε νῆσον,
584ἥ ῥ’ἔτι καίεται αἰὲν ὑπ’ἀκαμάτοιο Γίγαντος
585αἰθαλόεν πνείοντος ἔσω χθονός · ὣς ἄρα Λοκρῶν
586ἀμφεκάλυψεν ἄνακτα δυσάμμορον οὔρεος ἄκρη
587ὑψόθεν ἐξεριποῦσα, βάρυνε δὲ καρτερὸν ἄνδρα ·
588ἀμφὶ δέ μιν θανάτοιο μέλας ἐκιχήσατ’ὄλεθρος
589γαίῃ ὁμῶς δμηθέντα καὶ ἀτρυγέτῳ ἐνὶ πόντῳ.
590ὣς δὲ καὶ ἄλλοι Ἀχαιοὶ ὑπὲρ μέγα λαῖτμα φέροντο,
591οἱ μὲν ἄρ’ἐν νήεσσι τεθηπότες, οἱ δὲ πεσόντες
592ἔκτοσθεν νηῶν · ὀλοὴ δ’ἔχε πάντας ὀϊζύς ·
593αἱ μὲν γὰρ φορέοντ’ἐπικάρσιαι εἰν ἁλὶ νῆες,
594ἄλλαι δ’ἀνστρέψασαι ἄνω τρόπιν · ὧν δέ που ἱστοὶ
595ἐκ δοράτων ἐάγησαν ἐπισπέρχοντος ἀήτεω ·
596τῶν δὲ διὰ ξύλα πάντα θοαὶ σκεδάσαντο θύελλαι ·
597αἱ δὲ καὶ ἐς μέγα βένθος ὑποβρύχιαι κατέδυσαν
598ὄμβρου ἐπιβρίσαντος ἀπείρονος, οὐ δ’ὑπέμειναν
599λάβρον ὁμῶς ἀνέμοισι θαλάσσης καὶ Διὸς ὕδωρ
600μισγόμενον. ποταμῷ γὰρ ἀλίγκιος ἔρρεεν αἰθὴρ
601συνεχές · ἡ δ’ὑπένερθεν ἐμαίνετο δῖα θάλασσα ·
602καί τις ἔφη · “τάχα τοῖον ἐπέχραεν ἀνδράσι χεῖμα,
603ὁππότε Δευκαλίωνος ἀθέσφατος ὑετὸς ἦλθε,
604ποντώθη δ’ἄρα γαῖα, βυθὸς δ’ἐπεχεύατο πάντῃ”.
605ὣς ἄρ’ἔφη Δαναῶν τις ἐνὶ φρεσὶ χεῖμα τεθηπὼς
606λευγαλέον · πολλοὶ δὲ κατέφθιθεν · ἀμφὶ δὲ νεκρῶν
607πλήθεθ’ἁλὸς μέγα χεῦμα, περιστείνοντο δὲ πᾶσαι
608ἠιόνες · πολέας γὰρ ἀπέπτυσε κῦμ’ἐπὶ χέρσον ·
609ἀμφὶ δὲ νήια δοῦρα βαρύβρομον Ἀμφιτρίτην
610πᾶσαν ἄδην ἐκάλυψε · μέσον δ’ἀνεφαίνετο κῦμα.
611ἄλλοι δ’ἄλλην κῆρα κακὴν λάχον · οἱ μὲν ἀν’εὐρὺν
612πόντον ὀρινομένης ἁλὸς ἄσχετον, οἱ δ’ἐνὶ πέτρῃς ·
613ἄξαντες περὶ νῆας ὀϊζυρῶς ἀπόλοντο
614Ναυπλίου ἐννεσίῃσιν · ὁ γὰρ κοτέων μάλα παιδὸς
615χείματος ὀρνυμένοιο καὶ ὀλλυμένων Ἀργείων
616καίπερ ἀκηχέμενος μέγ’ἐγήθεεν, οὕνεκ’ἄρ’αὐτῷ
617δῶκε τίσιν θεὸς αἶψα καὶ ἔδρακεν ἐχθρὸν ὅμιλον
618τειρόμενον κατὰ βένθος, ἑῷ δ’ἄρα πολλὰ τοκῆι
619εὔχεθ’ὁμῶς νήεσσιν ὑπόβρυχα πάντας ὀλέσθαι.
620τοῦ δὲ Ποσειδάων μάλ’ἐπέκλυεν, ἄγχι δὲ πάντας
621ἄμ μέλαν οἶδμα φέρεσκεν · ὁ δ’οὐρεὺς ὣς χερὶ πεύκην
622αἰθομένην ἀνάειρε · δόλῳ δ’ἐπέλασσεν Ἀχαιοὺς
623ἐλπομένους εὔορμον ἕδος λιμένων ἀφικέσθαι ·
624αἰνῶς γὰρ πέτρῃσι περὶ στυφελῇσι δάμησαν
625αὐτῇς σὺν νήεσσι · κακῷ δ’ἔπι κύντερον ἄλγος
626τλῆσαν ἀνιηρῇσι προσαγνύμενοι περὶ πέτρῃς
627νυκτὶ θοῇ · παῦροι δὲ φύγον μόρον, οὕςτ’ἐσάωσεν
628ἢ θεὸς ἢ δαίμων τις ἐπίρροθος · αὐτὰρ Ἀθήνη
629ἄλλοτε μὲν θυμῷ μέγ’ἐγήθεεν, ἄλλοτε δ’αὖτε
630ἄχνυτ’Ὀδυσσῆος πινυτόφρονος, οὕνεκ’ἔμελλε
631πάσχειν ἄλγεα πολλὰ Ποσειδάωνος ὁμοκλῇ,
632ὅς ῥα τότ’ἀκαμάτῃσι περὶ φρεσὶ πάγχυ μεγαίρων
633τείχεσι καὶ πύργοισιν ἐϋσθενέων Ἀργείων,
634οὓς ἔκαμον Τρώων στυγερῆς ἔμεν ἄλκαρ ἀϋτῆς,
635ἐσσυμένως μάλα πᾶσαν ἀνεπλήμμυρε θάλασσαν,
636ὅσση ἀπ’Εὐξείνοιο κατέρχεται Ἑλλήσποντον,
637καί μιν ἐπ’ἠιόνας Τροίης βάλεν · ὗε δ’ὕπερθε
638Ζεὺς ἐπίηρα φέρων ἐρικυδέϊ Ἐννοσιγαίῳ ·
639οὐ μὴν οὐ δ’Ἑκάεργος ἄτερ καμάτοιο τέτυκτο,
640ἀλλ’ἄρ’ἀπ’Ἰδαίων ὀρέων μάλα πάντα ῥέεθρα
641εἰς ἕνα χῶρον ἄγεσκε, κατέκλυσε δ’ἔργου Ἀχαιῶν ·
642ἐκλύσθη δὲ θάλασσα καὶ εἰσέτ’ἴσαν κελάδοντες
643χείμαρροι ἀλεγεινὸν ἀεξόμενοι Διὸς ὄμβρῳ,
644τοὺς μέλαν οἶδμ’ἀνέεργε πολυστόνου Ἀμφιτρίτης
645πόντον ἐπελθέμεναι, πρὶν τείχεα πάντ’ἀμαθῦναι
646ἀργαλέως Δαναῶν · αὐτὸς δ’ἄρα γαῖαν ἔνερθε
647ῥῆξε Ποσειδάων, ἀνὰ δ’ἔβλυσεν ἄσπετον ὕδωρ
648ἰλύντε ψάμαθόντε · βίῃ δ’ἐλέλιξε κραταιῇ
649Σίγεον · ἠιόνες δὲ μέγ’ἔβραχον ἠδὲ θέμεθλα
650Δαρδανίης, καὶ ἄϊστον ὑποβρύχιόντ’ἐκαλύφθη
651ἕρκος ἀπειρέσιον, κατεδύσατο δ’ἔνδοθι γαίης
652μακρὰ διισταμένης · ψάμαθος δ’ἔτι φαίνετο μούνη
653χασσαμένου πόντου, καὶ ἀπ’ἀκτάων ἐριδούπων
654νόσφιν ἀπ’αἰγιαλοῖο κατεκτάθη. ἀλλὰ τὰ μέν που
655ἀθανάτων ἐτέλεσσε κακὸς νόος · οἱ δ’ἐνὶ νηυσὶν
656Ἀργεῖοι πλώεσκον, ὅσους διὰ χεῖμα κέδασσεν ·
657ἄλλῃ δ’ἄλλος ἵκανεν, ὅπῃ θεὸς ἦγεν ἕκαστον,
658ὅσσοι ὑπὲρ πόντοιο λυγρὰς ὑπάλυξαν ἀέλλας.