Posthomerica, 13
οἱ δ’ἄρ’ἀνὰ πτολίεθρον ἐδόρπεον · ἐν δ’ἄρα τοῖσιν
2αὐλοὶ ὁμῶς σύριγξι μέγ’ἤπυον · ἀμφὶ δὲ πάντῃ
3μολπὴ ἐπ’ὀρχηθμοῖσι καὶ ἄκριτος ἔσκεν ἀϋτὴ
4δαινυμένων, οἵητε πέλει παρὰ δαιτὶ καὶ οἴνῳ.
5ὧδε δέ τις χείρεσσι λαβὼν ἔμπλειον ἄλεισον
6πῖνεν ἀκηδέστως · βαρύθοντο δέ οἱ φρένες ἔνδον
7ἀμφὶ δ’ἄρ’ὀφθαλμοὶ στρεφεδίνεον · ἄλλο δ’ἐπ’ἄλλῳ
8ἐκ στόματος προΐεσκεν ἔπος κεκολουμένα βάζων ·
9καί ῥά οἱ ἐν μεγάρῳ κειμήλια καὶ δόμος αὐτὸς
10φαίνετο κινυμένοισιν ἐοικότα · πάντα δ’ἐώλπει
11ἀμφιπεριστρωφᾶσθαι ἀνὰ πτόλιν · ὄσσε δ’ἄρ’ἀχλὺς
12ἄμφεχεν · ἀκρήτῳ γὰρ ἀμαλδύνονται ὀπωπαὶ
13καὶ νόος αἰζηῶν, ὁπότ’ἐς φρένα χανδὸν ἵκηται ·
14καί ῥα καρηβαρέων τοῖον ποτὶ μῦθον ἔειπεν ·
15“ἦ ῥ’ἅλιον Δαναοὶ πουλὺν στρατὸν ἐνθάδ’ἄγειραν,
16σχέτλιοι, οὐ δ’ἐτέλεσσαν ὅσα φρεσὶ μηχανόωντο,
17ἀλλ’αὕτως ἀπόρουσαν ἀπ’ἄστεος ἡμετέροιο
18νηπιάχοις παίδεσσιν ἐοικότες ἠὲ γυναιξίν”.
19ὣς ἄρ’ἔφη Τρώων τις ἐεργόμενος φρένας οἴνῳ,
20νήπιος · οὐ δ’ἄρ’ἐφράσσατ’ἐπὶ προθύροισιν ὄλεθρον.
21εὖτε γὰρ ὕπνος ἔρυκεν ἀνὰ πτόλιν ἄλλοθεν ἄλλον
22οἴνῳ ἀναπλήθοντας ἀπειρεσίῳ καὶ ἐδωδῇ,
23δὴ τότ’ἄρ’αἰθαλόεντα Σίνων ἀνὰ πυρσὸν ἄειρε
24δεικνὺς Ἀργείοισι πυρὸς σέλας. ἀμφὶ δέ οἱ κῆρ
25ἄσπετα πορφύρεσκε κατὰ φρένα, μή μιν ἴδωνται
26Τρῶες ἐϋσθενέες, τάχα δ’ἀμφαδὰ πάντα γένηται ·
27ἀλλ’οἱ μὲν λεχέεσι πανύστατον ὕπνον ἴαυον
28πολλῷ ὑπ’ἀκρήτῳ βεβαρηότες · οἱ δ’ἐσιδόντες
29ἐκ Τενέδου νήεσσιν ἐπὶ πλόον ἐντύνοντο.
30αὐτὸς δ’ἄγχ’ἵπποιο Σίνων κίεν · ἦκα δ’ἄϋσεν,
31ἦκα μάκ’, ὡς μήπου τις ἐνὶ Τρώεσσι πύθηται,
32ἀλλ’οἶοι Δαναῶν ἡγήτορες, ὧν ἀπὸ νόσφιν
33ὕπνος ἄδην πεπότητο λιλαιομένων πονέεσθαι.
34οἵ ῥά οἱ ἔνδον ἐόντες ἐπέκλυον, ἐς δ’Ὀδυσῆα
35πάντες ἐπ’οὔατ’ἔνευσαν · ὁ δέ σφεας ὀτρύνεσκεν
36ἦκα καὶ ἀτρεμέως ἐκβήμεναι · οἱ δ’ἐπίθοντο
37ἐς μόθον ὀτρύνοντι, καὶ ἐξ ἵπποιο χαμᾶζε
38ὥρμαινον προνέεσθαι · ὁ δ’ἰδρείῃσιν ἔρυκε
39πάντας ἅμ’ἐσσυμένους · αὐτὸς δ’ἄρα χερσὶ θοῇσιν
40ἵππου δουρατέοιο μάλ’ἀτρέμας ἔνθα καὶ ἔνθα
41πλευρὰ διεξώϊξεν ἐϋμμελίῃ, ὑπ’Ἐπειῷ.
42βαιὸν δ’ἐξανέδυ σανίδων ὕπερ, ἀμφὶ δὲ πάντῃ
43Τρῶας παπταίνεσκεν, ἐγρηγορότ’εἴπου ἴδοιτο ·
44ὡς δ’ὅταν ἀργαλέῳ λιμῷ βεβολημένος ἦτορ
45ἐξ ὀρέων ἔλθῃσι λύκος χατέων μάλ’ἐδωδῆς
46ποίμνης πρὸς σταθμὸν εὐρὺν, ἀλευόμενος δ’ἄρα φῶτας
47καὶ κύνας, οἵ ῥάτε μῆλα φυλασσέμεναι μεμάασι,
48βαίνῃ ποσσὶν ἕκηλος ὑπὲρ ποιμνήιον ἕρκος ·
49ὣς Ὀδυσεὺς ἵπποιο κατήιεν · ἀμφὶ δ’ἄρ’αὐτῷ
50ὄβριμοι ἄλλοι ἕποντο Πανελλήνων βασιλῆες
51νισσόμενοι κλίμαξι κατὰ στίχας, ἅς περ Ἐπειὸς
52τεῦξεν ἀριστήεσσιν ἐϋσθενέεσσι κέλευθα
53ἵππον ἐσερχομένοισι καὶ ἐξ ἵπποιο κιοῦσιν.
54οἵ ῥα τότ’ἀμφ’αὐτῇσι κατήιον ἄλλοθεν ἄλλοι,
55θαρσαλέοις σφήκεσσιν ἐοικότες, οὕςτε κλονήσῃ
56δρυτόμος, οἱ δ’ἅμα πάντες ὀρινόμενοι περὶ θυμῷ
57ὄζου ὑπεκπροχέονται, ὅτε κτύπον εἰσαΐουσιν ·
58ὣς οἵ ἐξ ἵπποιο μεμαότες ἐξεχέοντο
59ἐς Τρώων πτολίεθρον ἐΰκτιτον · ἐν δ’ἄρα τοῖσι
60πάλλετ’ἐνὶ στέρνοισι κέαρ τάχα δ’οἱ μὲν ἔναιρον δυσμενέας
61τοὶ δ’ἔτ’ἔρεσσον ἔσω ἁλός · αἱ δ’ἐφέροντο
62νῆες ὑπὲρ μέγα χεῦμα · Θέτις δ’ἴθυνε κέλευθα
63οὖρον ἐπιπροϊεῖσα · νόος δ’ἄρ’ἰαίνετ’Ἀχαιῶν ·
64καρπαλίμως δ’ἐλθόντες ἐπ’ᾐόνας Ἑλλησπόντου,
65ἔνθ’αὖθις στήσαντο νέας, σὺν δ’ἄρμενα πάντα
66εἷλον ἐπισταμένως, ὅσα νήεσιν αἰὲν ἕπονται.
67αὐτοὶ δ’αἶψ’ἐκβάντες ἐς Ἴλιον ἐσσεύοντο
68ἄβρομοι, ἠΰτε μῆλα ποτὶ σταθμὸν ἀΐσσοντα
69ἐκ νομοῦ ὑλήεντος ὀπωρινὴν ὑπὸ νύκτα ·
70ὣς οἵ γ’αὐίαχοι Τρώων ποτὶ ἄστυ νέοντο
71πάντες ἀριστήεσσιν ἀρηγέμεναι μεμαῶτες.
72οἱ δ’, ὡς σμερδνὰ λύκοι λιμῷ περιπαιφάσσοντες
73σταθμῷ ἐπιβρίσωσι κατ’οὔρεα μακρὰ καὶ ὕλην
74εὕδοντος μογεροῦ σημάντορος, ἄλλα δ’ἐπ’ἄλλοις
75δάμνανθ’ἕρκεος ἐντὸς ὑπὸ κνέφας, ἀμφὶ δὲ πάντῃ
76αἵματι καὶ νεκύεσσιν, ὀρώρει δ’αἰνὸς ὄλεθρος,
77καίπερ ἔτι πλεόνων Δαναῶν ἔκτοσθεν ἐόντων ·
78ἀλλ’ὅτε δὴ μάλα πάντες ἔβαν ποτὶ τείχεα Τροίης,
79δὴ τότε μαιμώωντες ἀνηλεγέως ἐσέχυντο
80ἐς Πριάμοιο πόληα μένος πνείοντες Ἄρηος.
81πᾶν δ’εὗρον πτολίεθρον ἐνίπλειον πολέμοιο
82καὶ νεκύων · πάντῃ δὲ πυρὶ στονόεντα μέλαθρα
83καιόμεν’ἀργαλέως · μέγα δὲ φρεσὶν ἰαίνοντο.
84ἐν δὲ καὶ αὐτοὶ Τρωσὶ κακὰ φρονέοντες ὄρουσαν ·
85μαίνετο δ’ἐν μέσσοισιν Ἄρης στονόεσσατ’Ἐνυώ ·
86πάντῃ δ’αἷμα κελαινὸν ὑπέρρεε, δεύετο δὲ χθὼν
87Τρώωντ’ὀλλυμένων ἠδ’ἀλλοδαπῶν ἐπικούρων.
88τῶν οἱ μὲν θανάτῳ δεδμημένοι ὀκρυόεντι
89κεῖντο κατὰ πτολίεθρον ἐν αἵματι · τοὶ δ’ἐφύπερθε
90πῖπτον ἀποπνείοντες ἑὸν μένος · οἱ δ’ἄρα χερσὶ
91δράγδην ἔγκατ’ἔχοντες ὀϊζυρῶς ἀλάληντο
92ἀμφὶ δόμους · ἄλλοι δὲ ποδῶν ἑκάτερθε κοπέντων
93ἀμφὶ νεκροὺς εἵρπυζον ἀάσπετα κωκύοντες ·
94πολλῶν δ’ἐν κονίῃσι μαχέσσασθαι μεμαώτων
95χεῖρες ἀπηράχθησαν ὁμῶς κεφαλῇσι καὶ αὐτῇς ·
96φευγόντων δ’ἑτέρων μελίαι διὰ νῶτα πέρησαν
97ἄντικρυς ἐς μαζούς, τῶν δ’ἰξύας ἄχρις ἱκέσθαι
98αἰδοίων ἐφύπερθε διαμπερές, ᾗχι μάλιστα
99Ἄρεος ἀκαμάτοιο πέλει πολυώδυνος αἰχμή.
100πάντῃ δ’ἀμφὶ πόληα κυνῶν ἀλεγεινὸς ὀρώρει
101ὠρυθμός · στοναχὴ δὲ δαϊκταμένων αἰζηῶν
102ἔπλετο λευγαλέη · περὶ δ’ἴαχε πάντα μέλαθρα
103ἄσπετον · οἰμωγὴ δὲ πέλε στονόεσσα γυναικῶν
104εἰδομένων γεράνοισιν, ὅτ’αἰετὸν ἀθρήσωσιν
105ὑψόθεν ἀΐσσοντα δι’αἰθέρος, οὐ δ’ἄρα τῇσι
106θαρσαλέον στέρνοισι πέλει μένος, ἀλλά ἑ μοῦνον
107μακρὸν ἀνατρύζουσι φοβεύμεναι ἱερὸν ὄρνιν ·
108ὣς ἄρα Τρωιάδες μέγα κώκυον ἄλλοθεν ἄλλαι,
109αἱ μὲν ἀνεγρόμεναι λεχέων ἄπο, ταὶ δ’ἐπὶ γαῖαν
110θρῴσκουσαι · τῇς δ’οὔτι μίτρης ἔτι μέμβλετο λυγρῇς,
111ἀλλ’αὕτως ἀλάληντο περὶ μελέεσσι χιτῶνα
112μοῦνον ἐφεσσάμεναι · ταὶ δ’οὐ φθάσαν οὔτε καλύπτρην
113οὔτε βαθὺν μελέεσσιν ἑλεῖν πέπλον, ἀλλ’ἐπιόντας
114δυσμενέας τρομέουσαι ἀμηχανίῃ πεπέδηντο
115παλλόμεναι κραδίην, μοῦνον δ’ἄρα χερσὶ θοῇσιν
116αἰδῶ ἀπεκρύψαντο δυσάμμοροι · αἱ δ’ἀλεγεινῶς
117ἐκ κεφαλῆς τίλλοντο κόμην καὶ στήθεα χερσὶ
118θεινόμεναι γοάασκον ἄδην · ἕτεραι δὲ κυδοιμὸν
119δυσμενέων ἔτλησαν ἐναντίον, ἐκ δ’ἐλάθοντο
120δείματος, ὀλλυμένοισιν ἀρηγέμεναι μεμαυῖαι
121ἀνδράσιν ἢ τεκέεσσιν, ἐπεὶ μέγα θάρσος ἀνάγκη
122ὤπασεν. οἰμωγὴ δ’ἀταλάφρονας ἔκβαλεν ὕπνου
123νηπιάχους, τῶν οὔπω ἐπίστατο κήδεα θυμός ·
124ἄλλοι δ’ἀμφ’ἄλλοισιν ἀπέπνεον · οἱ δ’ἐπέχυντο
125πότμον ὁμῶς ὁρόωντες ὀνείρασιν · ἀμφὶ δὲ λυγραὶ
126κῆρες ὀϊζυρῶς ἐπεγήθεον ἀλλυμένοισιν.
127οἱ δ’ὡς ἀφνειοῖο σύες κατὰ δώματ’ἄνακτος
128εἰλαπίνην λαοῖσιν ἀπείριτον ἐντύνοντος
129μυρίοι ἐκτείνοντο · λυγρῷ δ’ἀνεμίσγετο λύθρῳ
130οἶνος ἔτ’ἐν κρητῆρσι λελειμμένος · οὐ δέ τις ἦεν,
131ὅς κεν ἄνευθε φόνοιο φέρε στονόεντα σίδηρον,
132οὐ δ’εἴ τις μαλ’ἄναλκις ἔην · ὀλέκοντο δὲ Τρῶες.
133ὡς δ’ὑπὸ θώεσι μῆλα δαΐζεται ἠὲ λύκοισι
134καύματος ἐσσυμένοιο δυσαέος ἤματι μέσσῳ
135ποιμένος οὐ παρεόντος, ὅτε σκιερῷ ἐνὶ χώρῳ
136ἰλαδὸν ἀλλήλοισιν ὁμῶς συναρηρότα πάντα
137μίμνωσιν, κείνοιο γλάγος ποτὶ σῶμα φέροντος,
138νηδύα πλησάμενοι πολυχανδέα πάντ’ἐπιόντες
139αἷμα μέλαν πίνουσιν, ἅπαν δ’ὀλέκουσι μένοντες
140πῶϋ, κακὴν δ’ἄρα δαῖτα λυγρῷ τεύχουσι νομῆι ·
141ὣς Δαναοὶ Πριάμοιο κατὰ πτόλιν ἄλλον ἐπ’ἄλλῳ
142κτεῖνον ἐπεσσύμενοι πυμάτην ἀνὰ δηϊοτῆτα ·
143οὐ δ’ἄρ’ἔην Τρώων τις ἀνούτατος, ἀλλ’ἅμα πάντων
144γναμπτὰ μέλη πεπάλακτο μελαινόμεν’αἵματι πολλῷ.
145οὐ δὲ μὲν Ἀργείοισιν ἀνούτατος ἔπλετο δῆρις,
146ἀλλ’οἱ μὲν δεπάεσσι τετυμμένοι, οἱ δὲ τραπέζαις,
147οἱ δ’ἔτι καιομένοισιν ἐπ’ἐσχαρεῶνι τυπέντες
148δαλοῖς, οἱ δ’ὀβελοῖσι πεπαρμένοι ἐκπνείεσκον,
149οἷς ἔτι που καὶ σπλάγχνα συῶν περὶ θερμὰ λέλειπτο
150Ἡφαίστου μαλεροῖο περιζείοντος ἀϋτμῇ ·
151ἄλλοι δ’αὖ πελέκεσσι καὶ ἀξίνῃσι θοῇσιν
152ἤσπαιρον δμηθέντες ἐν αἵματι · τῶν δ’ἀπὸ χειρῶν
153δάκτυλοι ἐτμήθησαν, ἐπὶ ξίφος εὖτε βάλοντο
154χεῖρας ἐελδόμενοι στυγερὰς ἀπὸ Κῆρας ἀμύνειν ·
155καί πού τις βρεχμόντε καὶ ἐγκέφαλον συνέχευε
156λᾶα βαλὼν ἑτάροιο κατὰ μόθον · οἱ δ’ἅτε θῆρες
157οὐτάμενοι σταθμοῖς ἔνι ποιμένος ἀγραύλοιο
158ἀργαλέως μαίνοντο διεγρομένοιο χόλοιο
159νύχθ’ὑπὸ λευγαλέην · μέγα δ’ἰσχανόωντες Ἄρηος
160ἀμφὶ δόμους Πριάμοιο κυδοίμεον ἄλλοθεν ἄλλον
161σεύοντες, πολλοὶ δὲ καὶ ἐγχείῃσι δάμησαν
162Ἀργείων · Τρῶες γὰρ ὅσοι φθάσαν ἐν μεγάροισιν
163ἢ ξίφος ἢ δόρυ μακρὸν ἑῇς ἀνὰ χερσὶν ἀεῖραι,
164δυσμενέας δάμναντο καὶ ὡς βεβαρηότες οἴνῳ.
165αἴγλη δ’ἄσπετος ὦρτο δι’ἄστεος, οὕνεκ’Ἀχαιῶν
166πολλοὶ ἔχον χείρεσσι πυρὸς σέλας, ὄφρ’ἀνὰ δῆριν
167δυσμενέαςτε φίλουςτε μάλ’ἀτρεκέως ὁρόωσι.
168καὶ τότε Τυδέος υἱὸς ἀνὰ μόθον ἀντιόωντα
169αἰχμητῆρα Κόροιβον ἀγανοῦ Μύγδονος υἷα
170ἐγχείῃ κοίλοιο διὰ στομάχοιο πέρησεν,
171ᾗχι θοαὶ πόσιόςτε καὶ εἴδατός εἰσι κέλευθοι.
172καὶ τὸν μὲν περὶ δουρὶ μέλας ἐκιχήσατο πότμος ·
173κάππεσε δ’ἐς μέλαν αἷμα καὶ ἄλλων ἔθνεα νεκρῶν,
174νήπιος, οὐ δ’ἀπόνητο γάμων, ὧν οὕνεχ’ἵκανε
175χθιζὸς ὑπὸ Πριάμοιο πόλιν καὶ ὑπέσχετ’Ἀχαιοὺς
176Ἰλίου ἂψ ὦσαι · τῷ δ’οὐ θεὸς ἐξετέλεσσεν
177ἐλπωρήν · κῆρες γὰρ ἐπιπροέηκαν ὄλεθρον.
178σὺν δέ οἱ Εὐρυδάμαντα κατέκτανεν ἀντιόωντα
179γαμβρὸν ἐϋμμελίην Ἀντήνορος, ὅς ῥα μάλιστα
180θυμὸν ἐνὶ Τρώεσσι σαοφροσύνῃσι κέκαστο.
181ἔνθα καὶ Ἰλιονῆι συνήντετο δημογέροντι,
182καί οἱ ἔπι ξίφος αἰνὸν ἐρύσσατο · τοῦ δ’ἄρα πάγχυ
183γηραλέου κλάσθησαν ἄδην ἐπὶ σώματι γυῖα ·
184καί ῥα περιτρομέων ἅμα χείρεσιν ἀμφοτέρῃσι
185τῇ μὲν ἄορ συνέδραξε θοόν, τῇ δ’ἥψατο γούνων
186ἀνδροφόνου ἥρωος · ὁ δ’ἐς μόθον ἐσσύμενός περ
187ἢ χόλου ἀμβολίῃ, ἢ καὶ θεοῦ ὀτρύνοντος,
188βαιὸν ἀπέσχε γέροντος ἑὸν ξίφος, ὄφρα τι εἴπῃ
189λισσόμενος θοὸν ἄνδρα καὶ ὄβριμον · ὃς δ’ἀλεγεινὸν
190ἴαχεν ἐσσυμένως · στυγερὸν δέ μιν ἄμφεχε δεῖμα ·
191“γουνοῦμαί σ’, ὅτις ἐσσὶ πολυσθενέων Ἀργείων,
192αἴδεσαι ἀμφιπεσόντος ἐμὰς χέρας, ἀργαλέουτε
193λῆγε χόλου · καὶ γάρ ῥα πέλει μακρὸν ἀνέρι κῦδος
194ἄνδρα νέον κτείναντι καὶ ὄβριμον · ἢν δὲ γέροντα
195κτείνῃς, οὔ νύ τοι αἶνος ἐφέψεται εἵνεκεν ἀλκῆς ·
196το- τοὔνεκ’ἐμεῦ ἄπο νόσφιν ἐς αἰζηοὺς τρέπε χεῖρας
197ἐλπόμενός ποτε γῆρας ὁμοίιον εἰσαφικέσθαι”.
198ὣς φάμενον προσέειπε κραταιοῦ Τυδέος υἱός ·
199“ὦ γέρον, ἔλπομ’ἔγωγ’ἐσθλόν ποτὶ γῆρας ἱκέσθαι ·
200ἀλλά μοι ἕως ἔτι κάρτος ἀέξεται, οὔτιν’ἐάσω
201ἐχθρὸν ἐμῆς κεφαλῆς, ἀλλ’Ἄϊδι πάντας ἰάψω,
202οὕνεκ’ἄρ’ἐσθλὸς ἀνὴρ ὃς δήϊον ἄνδρ’ἀπαμύνει”.
203ὣς εἰπὼν λαιμοῖο διήλασε λοίγιον ἆορ
204δεινὸς ἀνήρ · ἴθυνε δ’ὅπῃ θνητοῖς ἐπὶ πότμον
205ψυχῆς εἰσι τάχιστα καὶ αἵματος αἰνὰ κέλευθα ·
206καὶ τὸν μὲν μόρος αἰνὸς ὑπέκλασε δῃωθέντα
207Τυδείδαο χέρεσσιν. ὁ δ’εἰσέτι Τρῶας ἐναίρων
208ἔσσυτ’ἀνὰ πτολίεθρον ἐῷ μέτα κάρτεϊ θύων ·
209δάμνατο δ’ἠῢν Ἄβαντα · βάλεν δ’ὑπὸ δούρατι μακρῷ
210υἷα Περιμνήστοιο περικλυτὸν Εὐρυκόωντα.
211Αἴας δ’Ἀμφιμέδοντα, Δαμαστορίδην δ’Ἀγαμέμνων,
212Ἰδομενεῦς δὲ Μίμαντα, Μέγης δ’ἕλε Δηιοπίτην.
213υἱὸς δ’αὖτ’Ἀχιλῆος ἀμαιμακέτῳ ὑπὸ δουρὶ
214Πάμμονα δῖον ὄλεσσε, βάλεν δ’ἐπιόντα Πολίτην,
215ἀντίφονόντ’ἐπὶ τοῖσι κατέκτανε, τοὺς ἅμα πάντας
216υἱῆας Πριάμοιο · καὶ ἀντιόωντ’ἀνὰ δῆριν
217δάμνατ’Ἀγήνορα δῖον · ἐπ’ἄλλῳ δ’ἄλλον ἔπεφνεν
218ἡρώων · πάντῃ δὲ μέλας ἀνεφαίνετ’ὄλεθρος
219ὀλλυμένων · ὁ δὲ πατρός ἑοῦ καταειμένος ἀλκὴν
220μαιμώων ἐδάϊζεν ὅσους κίχεν. ἐν δὲ καὶ αὐτῷ
221δυσμενέων βασιλῆι κακὰ φρονέων ἐνέκυρσεν
222ἑρκείου ποτὶ βωμόν · ὁ δ’ὡς ἴδεν υἷ’Ἀχιλῆος,
223ἔγνω ἄφαρ τὸν ἐόντα καὶ οὐ τρέσεν, οὕνεκ’ἄρ’αὐτὸς
224θυμὸν ἐέλδετο παισὶν ἐπὶ σφετέροισιν ὀλέσσαι ·
225το- τοὔνεκά μιν προσέειπε λιλαιόμενος θανέεσθαι ·
226“ὦ τέκος ὀβριμόθυμον ἐϋπτολέμου Ἀχιλῆος,
227κτεῖνον, μη δ’ἐλέαιρε δυσάμμορον · οὐ γὰρ ἔγωγε
228τοῖα παθὼν καὶ τόσσα λιλαίομαι εἰσοράασθαι
229ἠελίοιο φάος πανδερκέος, ἀλλά που ἤδη
230φθεῖσθαι ὁμῶς τεκέεσσι καὶ ἐκλελαθέσθαι ἀνίης
231λευγαλέης, ὁμάδουτε δυσηχέος. ὡς ὄφελόν με
232σεῖο πατὴρ κατέπεφνε, πρὶν αἰθομένην ἐσιδέσθαι
233Ἴλιον, ὁππότ’ἄποινα περὶ κταμένοιο φέρεσκον
234Ἕκτορος, ὅν μοι ἔπεφνε πατὴρ τεός · ἀλλὰ τὸ μέν που
235κῆρες ἐπεκλώσαντο · σὺ δ’ἡμετέροιο φόνοιο
236ἄασον ὄβριμον ἦτορ, ὅπως λελάθωμ’ὀδυνάων”.
237ὣς φάμενον προσέειπεν Ἀχιλλέος ὄβριμος υἱός ·
238“ὦ γέρον, ἐμμεμαῶτα καὶ ἐσσύμενόν περ ἀνώγεις ·
239οὐ γάρ σ’ἐχθρὸν ἐόντα μετὰ ζωοῖσιν ἐάσω ·
240οὐ γάρ τι ψυχῆς πέλει ἀνδράσι φίλτερον ἄλλο”.
241ὣς εἰπὼν · ἀπέκοψε κάρην πολιοῖο γέροντος
242ῥηιδίως, ὡς εἴ τις ἀπὸ στάχυν ἀμήσηται
243ληίου ἀζαλέοιο θέρευς εὐθαλπέος ὥρῃ.
244ἡ δὲ μέγα μύζουσα κυλίνδετο πολλὸν ἐπ’αἶαν
245νόσφ’ἄλλων μελέων, ὁπόσοις ἐγκίνυται ἀνήρ ·
246κεῖτο δ’ἄρ’ἐς μέλαν αἷμα καὶ εἰς ἑτέρων φόνον ἀνδρῶν
247ὄλβῳ καὶ γενεῇ καὶ ἀπειρεσίοις τεκέεσσιν ·
248οὐ γὰρ δὴν ἐπὶ κῦδος ἀέξεται ἀνθρώποισιν,
249ἀλλ’ἄρα που καὶ ὄνειδος ἐπέσσυται ἀπροτίοπτον ·
250καὶ τὸν μὲν πότμος εἷλε · κακῶν δ’ὅ γε λήσατο πάντων.
251οἱ δὲ καὶ Ἀστυάνακτα βάλον Δαναοὶ ταχύπωλοι
252πύργου ἀφ’ὑψηλοῖο, φίλον δέ οἱ ἦτορ ὄλεσσαν
253μητρὸς ἀφαρπάξαντες ἐν ἀγκοίνῃσιν ἐόντα
254Ἕκτορι χωόμενοι, ἐπεὶ ἦ σφισι πῆμα κόρυσσε
255ζωὸς ἐών · τῷ καί οἱ ἀπηχθήραντο γενέθλην,
256καί οἱ παῖδ’ἐβάλοντο καθ’ἕρκεος αἰπεινοῖο,
257νήπιον, οὔπω δῆριν ἐπιστάμενον πολέμοιο.
258ἠΰτε πόρτιν ὄρεσφι λύκοι χατέοντες ἐδωδῆς
259κρημνὸν ἐς ἠχήεντα κακοφραδίῃσι βάλωνται
260μητρὸς ἀποτμήξαντες ἐϋγλαγέων ἀπὸ μαζῶν,
261ἡ δὲ θέῃ γοόωσα φίλον τέκος ἔνθα καὶ ἔνθα
262μακρὰ κινυρομένη, τῇ δ’ἐξόπιθεν κακόν ἄλλο
263ἔλθῃ, ἐπεί ἑ λέοντες ἀναρπάξωσι καὶ αὐτήν ·
264ὣς τὴν ἀσχαλόωσαν ἄδην περὶ παιδὸς ἑοῖο
265ἦγον δήϊοι ἄνδρες ἅμ’ἄλλῃς ληιάδεσσι
266κούρην Ἠετίωνος ἀμύμονος αἰνὰ βοῶσαν.
267ἡ δ’ἄρα παιδὸς ἑοῖο καὶ ἀνέρος ἠδὲ τοκῆος
268μνησαμένη φόνον αἰνὸν ἐΰσφυρος Ἠετιώνη
269ὥρμηνεν θανέεσθαι, ἐπεὶ βασιλεῦσιν ἄμεινον
270τεθνάμεν ἐν πολέμῳ ἢ χείροσιν ἀμφιπολεύειν ·
271καί ῥ’ὀλοφυδνὸν ἄϋσε μέγ’ἀχνυμένη κέαρ ἔνδον ·
272“εἰ δ’ἄγε νῦν καὶ ἐμεῖο δέμας κατὰ τείχεος αἰνοῦ
273ἢ κατὰ πετράων ἢ ἔσω πυρὸς αἶψα βάλεσθε,
274Ἀργεῖοι · μάλα γάρ μοι ἀάσπετα πήματ’ἔασι ·
275καὶ γάρ μευ πατέρ’ἐσθλὸν ἐνήρατο Πηλέος υἱὸς
276Θήβῃ ἐνὶ ζαθέῃ, Τροίῃ δ’ἔνι φαίδιμον ἄνδρα,
277ὅς μοι ἔην μάλα πάντα, τάτ’ἔλδετο θυμὸς ἐμεῖο ·
278καί μοι κάλλιπε τυτθὸν ἐνὶ μεγάροις ἔτι παῖδα,
279ᾧ ἔτι κυδιάασκον ἀπείριτον, ᾧ ἔτι πολλὰ
280ἐλπομένην ἀπάφησε κακὴ καὶ ἀτάσθαλος Αἶσα.
281τῷ νύ μ’ἀκηχεμένην πολυτειρέος ἐκ βιότοιο
282νοσφίσατ’ἐσσυμένως, μη δ’εἰς ἑὰ δώματ’ἄγεσθε
283μίγδα δορυκτήτοισιν, ἐπεί νύ μοι οὐκέτι θυμῷ
284εὔαδεν ἀνθρώποισι μετέμμεναι, οὕνεκα δαίμων
285κηδεμονῆας ὄλεσσεν · ἄχος δέ με δέχνυται αἰνὸν
286ἐκ Τρώων στυγεροῖσιν ἐπ’ἄλγεσιν οἰωθεῖσαν”.
287ἦ ῥα λιλαιομένη χθόνα δύμεναι · οὐ γὰρ ἔοικε
288ζωέμεναι κείνοισιν, ὅσων μέγα κῦδος ὄνειδος
289ἀμφιχάνῃ · δεινὸν γὰρ ὑπόψιον ἔμμεναι ἄλλων.
290οἱ δὲ βίῃ ἀέκουσαν ἄγον ποτὶ δούλιον ἦμαρ.
291ἄλλοι δ’αὖτ’ἄλλοις ἐν δώμασι θυμὸν ἔλειπον
292ἀνέρες · ἐν δ’ἄρα τοῖσι βοὴ πολύδακρυς ὀρώρει ·
293ἀλλ’οὐκ ἐν μεγάροις Ἀντήνορος, οὕνεκ’ἄρ’αὐτοῦ
294Ἀργεῖοι μνήσαντο φιλοξενίης ἐρατεινῆς,
295ὡς ξείνισσε πάροιθε κατὰ πτόλιν ἠδ’ἐσάωσεν
296ἰσόθεον Μενέλαον ὁμῶς Ὀδυσῆι μολόντα ·
297τῷ δ’ἐπίηρα φέροντες Ἀχαιῶν φέρτατοι υἷες
298αὐτὸν μὲν ζώοντα λίπον καὶ κτῆσιν ἔασαν
299καὶ Θέμιν ἁζόμενοι πανδερκέα καὶ φίλον ἄνδρα.
300καὶ τότε δὴ πάϊς ἐσθλὸς ἀμύμονος Ἀγχίσαο
301πολλὰ καμὼν περὶ ἄστυ θεηγενέος Πριάμοιο
302δουρὶ καὶ ἠνορέῃ, πολλῶν δ’ἀπὸ θυμὸν ὀλέσσας,
303ὡς ἴδε δυσμενέων ὑπὸ χείρεσι λευγαλέῃσιν
304αἰθόμενον πτολίεθρον, ἀπολλυμένουςθ’ἅμα λαοὺς
305πανσυδίῃ, καὶ κτῆσιν ἀπείριτον. ἔκτε μελάθρων
306ἑλκομένας ἀλόχους ἅμα παίδεσιν, οὐκέτ’ἄρ’αὐτοῦ
307ἐλπωρὴν ἔχε θυμὸς ἰδεῖν εὐτειχέα πάτρην,
308ἀλλά οἱ ὁρμαίνεσκε νόος μέγα πῆμ’ὑπαλύξαι.
309ὡς δ’ὅθ’ἁλὸς κατὰ βένθος ἀνὴρ οἰήϊα νωμῶν
310νηὸς ἐπισταμένως ἄνεμον καὶ κῦμ’ἀλεείνων
311πάντοθεν ἐσσύμενον στυγερῇ ὑπὸ χείματος ὥρῃ
312χεῖρα κάμῃ καὶ θυμόν, ὑποβρυχίης δ’ἄρα νηὸς
313ὀλλυμένης ἀπάνευθε λιπὼν οἰήϊα μοῦνα
314τυτθόν ἐπὶ σκάφος εἶσι, μέλει δέ οἱ οὐκέτι νηὸς
315φορτίδος · ὣς πάϊς ἐσθλὸς ἐΰφρονος Ἀγχίσαο,
316ἄστυ λιπὼν δηΐοισι καταιθόμενον πυρὶ πολλῷ,
317υἱέα καὶ πατέρα σφὸν ἀναρπάξας φορέεσκε,
318τὸν μέν ἐπὶ πλατὺν ὦμον ἐφεσσάμενος κρατερῇσι
319χερσὶ πολυτλήτῳ ὑπὸ γήραϊ μοχθίζοντα,
320τὸν δ’ἁπαλῆς ἅμα χειρὸς ἐπιψαύοντα πόδεσσι
321γαίης · οὐλομένουτε φοβεύμενον ἔργα μόθοιο
322ἐξῆγεν πολέμοιο δυσηχέος · ὃς δ’ὑπ’ἀνάγκης
323ἐκρέματ’ἐμπεφυὼς ἀταλὸς πάϊς · ἀμφὶ δέ δάκρυ ·
324χεύατό οἱ ἁπαλῇσι παρηίσιν · αὐτὰρ ὁ νεκρῶν
325σώμαθ’ὑπέρθορε πολλὰ θοοῖς ποσί, πολλὰ δ’ἐν ὄρφνῃ
326οὐκ ἐθέλων στείβεσκε · Κύπρις δ’ὁδὸν ἡγεμόνευεν
327υἱωνὸν καὶ παῖδα καὶ ἀνέρα πήματος αἰνοῦ
328πρόφρων ῥυομένη · τοῦ δ’ἐσσυμένου ὑπὸ ποσσὶ
329πάντῃ πῦρ ὑπόεικε · περισχίζοντο δ’ἀϋτμαὶ
330Ἡφαίστου μαλεροῖο · καὶ ἔγχεα καὶ βέλε’ἀνδρῶν
331πῖπτον ἐτώσια πάντα κατὰ χθονὸς, ὁππόσ’Ἀχαιοὶ
332κείνῳ ἐπέρριψαν πολέμῳ ἐνὶ δακρυόεντι
333καὶ τότε δὴ Κάλχας μεγάλ’ἴαχε λαὸν ἐέργων ·
334“ἴσχεσθ’Αἰνείαο κατ’ἰφθίμοιο καρήνου
335βάλλοντες στονόεντα βέλη καὶ λοίγια δοῦρα ·
336τὸν γὰρ θέσφατόν ἐστι θεῶν ἐρικυδέϊ βουλῇ
337Θύμβριν ἐπ’εὐρυρέεθρον ἀπὸ Ξάνθοιο μολόντα
338τευξέμεν ἱερὸν ἄστυ καὶ ἐσσομένοισιν ἀγητὸν
339ἀνθρώποις, αὐτὸν δὲ πολυσπερέεσσι βροτοῖσι
340κοιρανέειν · ἐκ τοῦ δὲ γένος μετόπισθεν ἀνάξειν
341ἄχρις ἐπ’ἀντολίηντε καὶ ἀκαμάτου δύσιν ἠοῦς ·
342καὶ δ’αὐτῷ θέμις ἐστὶ μετέμμεναι ἀθανάτοισιν,
343οὕνεκα δὴ πάϊς ἐστὶν ἐϋπλοκάμου Ἀφροδίτης,
344καὶ δ’ἄλλως τοῦδ’ἀνδρὸς ἑὰς ἀπεχώμεθα χεῖρας,
345οὕνεκα καὶ χρυσοῖο καὶ ἄλλ’ὅσα οἱ κτέατ’ἐστίν,
346ἄνδρ’ἃ σαοῖ φεύγοντα καὶ ἀλλοδαπὴν ἐπὶ γαῖαν,
347τῶν πάντων προβέβουλεν ἑὸν πατέρ’ἠδὲ καὶ υἷα ·
348νὺξ δὲ μί’ἧμιν ἔφηνε καὶ υἱέα πατρὶ γέροντι
349ἤπιον ἐκπάγλως καὶ ἀμεμφέα παιδὶ τοκῆα”.
350ὣς φάτο · τοὶ δ’ἐπίθοντο καὶ ὡς θεὸν εἰσοράασκον
351πάντες · ὁ δ’ἐσσυμένως ἐξ ἄστεος οἷο βεβήκει,
352ᾗχί ἑ ποιπνύοντα πόδες φέρον · οἱ δ’ἔτι Τροίης
353Ἀργεῖοι πτολίεθρον ἐϋκτίμενον διέπερθον.
354καὶ τότε δὴ Μενέλαος ὑπὸ ξίφεϊ στονόεντι
355Δηίφοβον κατέπεφνε καρηβαρέοντα κιχήσας
356ἀμφ’Ἑλένης λεχέεσσι δυσάμμορον · ἡ δ’ὑπὸ φύζῃ
357κεύθετ’ἐνὶ μεγάροισιν · ὁ δ’αἵματος ἐκχυμένοιο
358γήθεεν ἀμφὶ φόνῳ · τοῖον δ’ἐπὶ μῦθον ἔειπεν ·
359“ὦ κύον, ὥς τοι ἔγωγε φόνον στονόεντ’ἐφέηκα
360σήμερον · οὐ δέ σε δῖα κιχήσεται Ἠριγένεια
361ζωὸν ἔτ’ἐν Τρώεσσι, καὶ εἰ Διὸς εὔχεαι εἶναι
362γαμβρὸς ἐρισμαράγοιο · μέλας δέ σε δέξατ’ὄλεθρος
363ἡμετέρης ἀλόχοιο παρὰ μεγάροισι δαρέντα
364ἀργαλέως · ὡς εἴθε καὶ οὐλομένοιο πάροιθε
365θυμὸν Ἀλεξάνδροιο κατὰ μόθον ἀντιόωντος
366νοσφισάμην · καί κέν μοι ἐλαφρότερον πέλεν ἄλγος ·
367ἀλλ’ὁ μὲν ἤδη ἵκανεν ὑπὸ ζόφον ὀκρυόεντα
368τίσας αἴσιμα πάντα · σὲ δ’οὐκ ἄρα μέλλεν ὀνήσειν
369ἡμετέρη παράκοιτις, ἐπεὶ Θέμιν οὔποτ’ἀλιτροὶ
370ἀνέρες ἐξαλέονται ἀκήρατον, οὕνεκ’ἄρ’αὐτοὺς
371εἰσοράᾳ νυκτόςτε καὶ ἤματος, ἀμφὶ δὲ πάντῃ
372ἀνθρώπων ἐπὶ φῦλα διηερίη πεπότηται
373τινυμένη σὺν Ζηνὶ κακῶν ἐπιίστορας ἔργων”.
374ὣς εἰπὼν δηΐοισιν ἀνηλέα τεῦχεν ὄλεθρον ·
375μαίνετο γάρ οἱ θυμὸς ὑπὸ κραδίῃ μέγ’ἀέξων
376ζηλήμων · καὶ πολλὰ περὶ φρεσὶ θαρσαλέῃσι
377Τρωσὶ κακὰ φρονέεσκε, τὰ δὴ θεὸς ἐξετέλεσσε
378πρέσβα Δίκη · κεῖνοι γὰρ ἀτάσθαλα πρῶτοι ἔρεξαν
379ἀμφ’Ἑλένης, πρῶτοι δὲ καὶ ὅρκια πημήναντο,
380σχέτλιοι, ὁππότε κεῖνο διὲκ μέλαν αἷμα καὶ ἱρὰ
381ἀθανάτων πατέοντο παραιβασίῃσι νόοιο ·
382τῷ καί σφιν μετόπισθεν Ἐριννύες ἄλγεα τεῦχον ·
383το- τοὔνεκ’ἄρ’οἱ μὲν ὄλοντο πρὸ τείχεος, οἱ δ’ἀνὰ ἄστυ
384τερπόμενοι παρὰ δαιτὶ καὶ ἠϋκόμοις ἀλόχοισιν.
385ὀψὲ δὲ δὴ Μενέλαος ἐνὶ μυχάτοισι δόμοιο
386εὗρεν ἑὴν παράκοιτιν ὑποτρομέουσαν ὁμοκλὴν
387ἀνδρὸς κουριδίοιο θρασύφρονος, ὅς μιν ἀθρήσας
388ὥρμηνε κτανέειν ζηλημοσύνῃσι νόοιο,
389εἰ μή οἱ κατέρυξε βίην ἐρόεσσ’Ἀφροδίτη,
390ἥ ῥά οἱ ἐκ χειρῶν ἔβαλε ξίφος, ἔσχε δ’ἐρωήν ·
391τοῦ γὰρ ζῆλον ἐρεμνὸν ἀπώσατο, καί οἱ ἔνερθεν
392ἡδὺν ὑφ’ἵμερον ὦρσε κατὰ φρενὸς ἠδὲ ὄσσων.
393τῷ δ’ἄρα θάμβος ἄελπτον ἐπήλυθεν · οὐ δ’ἄρ’ἔτ’ἔτλη
394κάλλος ἰδὼν ἀρίδηλον ἐπὶ ξίφος αὐχένι κῦρσαι,
395ἀλλ’ὥστε ξύλον αὖον ἐν οὔρεϊ ὑλήεντι
396εἱστήκει, τὸ μὲν οὔτε θοαὶ βορέαο θύελλαι
397ἐσσύμεναι κλονέουσι δι’ἠέρος οὔτε νότοιο ·
398ὣς ὁ ταφὼν μένε δηρόν · ὑπεκλάσθη δέ οἱ ἀλκὴ
399δερκομένου παράκοιτιν · ἄφαρ δ’ὅ γε λήσατο πάντων,
400ὅσσα οἱ ἐν λεχέεσσι παρήλιτε κουριδίοισι ·
401πάντα γὰρ ἠμάλδυνε θεὴ Κύπρις, ἥ περ ἁπάντων
402ἀθανάτων δάμνησι νόον θνητῶντ’ἀνθρώπων.
403ἀλλὰ καὶ ὣς θοὸν ἆορ ἀπὸ χθονὸς αὖθις ἀείρας
404κουριδίῃ ἐπόρουσε · νόος δέ οἱ ἄλλ’ἐνὶ θυμῷ
405ὡρμᾶτ’ἐσσυμένοιο · δόλῳ δ’ἄρα θέλγεν Ἀχαιούς.
406καὶ τότε μιν κατέρυξεν ἀδελφεὸς ἱέμενόν περ
407μειλιχίοις μάλα πολλὰ παραυδήσας ἐπέεσσι ·
408δείδιε γὰρ μή σφιν ἐτώσια πάντα γένηται ·
409“ἴσχεο νῦν, Μενέλαε, χολούμενος · οὐ γὰρ ἔοικε
410κουριδίην παράκοιτιν ἐναιρέμεν, ἧς πέρι πολλὰ
411ἄλγε’ἀνέτλημεν Πριάμῳ κακὰ μητιόωντες ·
412οὐ γάρ τοι Ἑλένη πέλει αἰτίη, ὡς σύ γ’ἔολπας,
413ἀλλὰ Πάρις ξενίοιο Διὸς καὶ σεῖο τραπέζης
414λησάμενος · τῷ καί μιν ἐν ἄλγεσι τίσατο δαίμων”.
415ὣς φάθ’· ὁ δ’αἶψ’ἐπίθησε. θεοὶ δ’ἐρικυδέα Τροίην
416κυανέοις νεφέεσσι καλυψάμενοι γοάασκον,
417νόσφιν ἐϋπλοκάμου Τριτωνίδος ἠδὲ καὶ Ἥρης.
418αἳ μέγα κυδιάασκον ἀνὰ φρένας, εὖτ’ἐσίδοντο
419περθόμενον κλυτὸν ἄστυ θεηγενέος Πριάμοιο.
420ἀλλ’οὐ μὰν οὐ δ’αὐτὴ ἐΰφρων Τριτογένεια
421πάμπαν ἄδακρυς ἔην, ἐπεὶ ἦ ῥά οἱ ἔνδοθι νηοῦ
422Κασσάνδρην ᾔσχυνεν Ὀϊλέος ὄβριμος υἱὸς
423θυμοῦτ’ἠδὲ νόοιο βεβλαμμένος · ἡ δέ οἱ αἰνὸν
424εἰσοπίσω βάλε πῆμα καὶ ἀνέρα τίσατο λώβης ·
425οὐ δὲ μὲν ἔργον ἀεικὲς ἐσέδρακεν, ἀλλά οἱ αἰδὼς
426καὶ χόλος ἀμφεχύθη · βλοσυρὰς δ’ἔτρεψεν ὀπωπὰς
427νηὸν ἐς ὑψόροφον · περὶ δ’ἔβραχε θεῖον ἄγαλμα,
428καὶ δάπεδον νηοῖο μέγ’ἔτρεμεν · οὐ δ’ὅ γε λυγρῆς
429λῆγεν ἀτασθαλίης, ἐπεὶ ἦ φρένας ἄασε Κύπρις.
430πάντῃ δ’ἄλλοθεν ἄλλα κατηρείποντο μέλαθρα
431ὑψόθεν · ἀζαλέη δὲ κόνις συνεμίσγετο καπνῷ ·
432ὦρτο δ’ἄρα κτύπος αἰνός, ὑπετρομέοντο δ’ἀγυιαί ·
13.432bκαίετο δ’Αἰνείαο δόμος, καίοντο δὲ πάντα
433Ἀντιμάχοιο μέλαθρα · καταίθετο δ’ἄσπετος ἄκρη
434Πέργαμον ἀμφ’ἐρατὴν περίθ’ἱερὸν Ἀπόλλωνος
435νηόντε ζάθεον Τριτωνίδος ἀμφίτε βωμὸν
436ἑρκείου · θάλαμοι δὲ κατεπρήθοντ’ἐρατεινοὶ
437υἱωνῶν Πριάμοιο · πόλις δ’ἀμαθύνετο πᾶσα.
438Τρῶες δ’οἱ μὲν παισὶν ὑπ’Ἀργείων ὀλέκοντο,
439οἱ δ’ὑπὸ λευγαλέουτε πυρὸς σφετέρωντε μελάθρων,
440ἔνθα σφιν καὶ μοῖρα κακὴ καὶ τύμβος ἐτύχθη,
441ἄλλοι δὲ ξιφέεσσιν ἑὸν διὰ λαιμὸν ἔλασσαν
442πῦρ ἅμα δυσμενέεσσιν ἐπὶ προθύροισιν ἰδόντες,
443οἱ δ’ἄρ’ὁμῶς τεκέεσσι κατακτείναντες ἄκοιτιν
444κάππεσον ἄσχετον ἔργον ἀναπλήσαντες ἀνάγκῃ.
445καί ῥά τις οἰόμενος δηΐων ἑκὰς ἔμμεν’ἀϋτὴν
446ἔκποθεν Ἡφαίστοιο θοῶς ἀνὰ κάλπιν ἀείρας
447ὥρμηνεν πονέεσθαι ἐφ’ὕδατι · τὸν δὲ παραφθὰς
448Ἀργείων τις ἔτυψεν ὑπ’ἔγχεϊ καί οἱ ὄλεσσε
449θυμὸν ὑπ’ἀκρὴτῳ βεβαρημένον · ἤριπε δ’εἴσω
450δώματος · ἀμφὶ δέ οἱ κενεὴ περικάππεσε κάλπις.
451ἄλλῳ δ’αὖ φεύγοντι διὰ μεγάροιο μεσόδμη
452ἔμπεσε καιομένη, ἐπὶ δ’ἤριπεν αἰπὺς ὄλεθρος.
453πολλαὶ δ’αὖτε γυναῖκες ἀνιηρὴν ἐπὶ φύζαν
454ἐσσύμεναι μνήσαντο φίλων ὑπὸ δώματι παίδων,
455οὓς λίπον ἐν λεχέεσσιν · ἄφαρ δ’ἀνὰ ποσσὶν ἰοῦσαι
456παισὶν ὁμῶς ἀπόλοντο δόμων ἐφύπερθε πεσόντων.
457ἵπποι δ’αὖτε κύνεςτε δι’ἄστεος ἐπτοίηντο
458φεύγοντες στυγεροῖο πυρὸς μένος · ἀμφὶ δὲ ποσσὶ
459στεῖβον ἀποκταμένους, ζωοῖσι δὲ πῆμα φέροντες
460αἰὲν ἐνερρήγνυντο. βοὴ δ’ἀμφίαχεν ἄστυ.
461καί τινος αἰζηοῖο διὰ φλογὸς ἐσσυμένοιο
462φθεγγομένου · τοὺς δ’ἔνδον ἀμείλιχος Αἶσα δάμασσεν ·
463ἄλλον δ’ἄλλα κέλευθα φέρον στονόεντος ὀλέθρου.
464φλὸξ δ’ἄρ’ἐς ἠέρα δῖαν ἀνέγρετο · πέπτατο δ’αἴγλη
465ἄσπετος · ἀμφὶ δὲ φῦλα περικτιόνων ὁρόωντο
466μέχρις ἐπ’Ἰδαίων ὀρέων ὑψηλὰ κάρηνα
467Θρηικίηςτε Σάμοιο καὶ ἀγχιάλου Τενέδοιο ·
468καί τις ἁλὸς κατὰ βένθος ἔσω νεὸς ἔκφατο μῦθον ·
469“ἤνυσαν Ἀργεῖοι κρατερόφρονες ἄσπετον ἔργον
470πολλὰ μάλ’ἀμφ’Ἑλένης ἑλικοβλεφάροιο καμόντες,
471πᾶσα δ’ἄρ’ἡ τὸ πάροιθε πανόλβιος ἐν πυρὶ Τροίη
472καίεται · οὐ δὲ θεῶν τις ἐελδομένοισιν ἄμυνε ·
473πάντα γὰρ ἄσχετος Αἶσα βροτῶν ἐπιδέρκεται ἔργα ·
474καὶ τὰ μὲν ἀκλέα πολλὰ καὶ οὐκ ἀρίδηλα γεγῶτα
475κυδήεντα τίθησι, τὰ δ’ὑψόθι μείον’ἔθηκε ·
476πολλάκι δ’ἐξ ἀγαθοῖο πέλει κακόν, ἐκ δὲ κακοῖο
477ἐσθλὸν ἀμειβομένοιο πολυτλήτου βιότοιο”.
478ὣς ἂρ’ἔφη μερόπων τις ἀπόπροθεν ἄσπετον αἴγλην
479εἰσορόων. στονόεσσα δ’ἔτ’ἄμφεχε Τρῶας ὀϊζύς ·
480Ἀργεῖοι δ’ἀνὰ ἄστυ κυδοίμεον, ἠΰτ’ἀῆται
481λάβροι ἀπείρονα πόντον ὀρινόμενοι κλονέουσιν,
482ὁππότ’ἄρ’ἀντιπέρηθε δυσαέος Ἀρκτούροιο
483βηλὸν ἐς ἀστερόεντα Θυτήριον ἀντέλλῃσιν
484ἐς νότον ἠερόεντα τετραμμένον, ἀμφὶ δ’ἄρ’αὐτῷ
485πολλαὶ ὑπόβρυχα νῆες ἀμαλδύνοντ’ἐνὶ πόντῳ
486ὀρνυμένων ἀνέμων · τοῖς εἴκελοι υἷες Ἀχαιῶν
487πόρθεον Ἴλιον αἰπύ · τὸ δ’ἐν πυρὶ καίετο πολλῷ.
488ἠΰτ’ὄρος λασίῃσιν ἄδην καταειμένον ὕλῃς
489ἐσσυμένως καίηται ὑπαὶ πυρὸς ὀρνυμένοιο
490ἐξ ἀνέμων, δολιχαὶ δὲ περιβρομέουσι κολῶναι,
491τῷ δ’ἄρα λευγαλέως ἐνιτείρεται ἄγρια πάντα
492Ἡφαίστοιο βίῃφι περιστρεφθέντα καθ’ὕλην ·
493ὣς Τρῶες κτείνοντο κατὰ πτόλιν · οὐ δέ τις αὐτοὺς
494ῥύετ’ἐπουρανίων · περὶ γὰρ λίνα πάντοθε Μοῖραι
495μακρὰ περιστήσαντο, τά περ βροτὸς οὔποτ’ἄλυξε.
496καὶ τότε Δημοφόωντι μενεπτολέμῳτ’Ἀκάμαντι
497Θησῆος μεγάλοιο δι’ἄστεος ἤντετο μήτηρ
498αἴθρη ἐελδομένη · μακάρων δέ τις ἡγεμόνευεν,
499ὅς μιν ἄγεν κείνοισι καταντίον · ἡ δ’ἀλάλυκτο
500φεύγουσ’ἐκ πολέμοιο καὶ ἐκ πυρός · οἱ δ’ἐσιδόντες
501αἴγλῃ ἐν Ἡφαίστοιο δέμας μέγεθόςτε γυναικὸς
502αὐτὴν ἔμμεν ἔφαντο θεηγενέος Πριάμοιο
503ἀντιθέην παράκοιτιν · ἄφαρ δέ οἱ ἐμμεμαῶτες
504χεῖρας ἐπερρίψαντο λιλαιόμενοί μιν ἄγεσθαι
505ἐς Δαναούς · ἡ δ’αἰνὸν ἀναστενάχουσα μετηύδα ·
506“μή νύ με, κύδιμα τέκνα φιλοπτολέμων Ἀργείων,
507δήϊον ὣς ἐρύοντες ἑὰς ἐπὶ νῆας ἄγεσθε ·
508οὐ γὰρ Τρωιάδων γένος εὔχομαι, ἀλλά μοι ἐσθλὸν
509αἷμα πέλει Δαναῶν μάλ’ἐϋκλεές, οὕνεκα Πιτθεὺς
510γείνατό μ’ἐν Τροιζῆνι · γάμῳ δ’ἑδνώσατο δῖος
511Αἰγεύς · ἐκ δ’ἄρ’ἐμεῖο κλυτὸς πάϊς ἔπλετο Θησεύς.
512ἀλλά με, πρὸς μεγάλοιο Διός, τερπνῶντε τοκήων,
513εἰ ἐτεὸν Θησῆος ἀμύμονος ἐνθάδ’ἵκοντο
514υἷες ἅμ’Ἀτρείδῃσι, φίλοις παίδεσσιν ἐκείνου
515δείξατ’ἐελδομένοισι κατὰ στρατόν, οὕς περ ὀΐω
516ὔμμιν ὁμήλικας ἔμμεν · ἀναπνεύσει δέ μευ ἦτορ,
517ἢν κείνους ζώοντας ἴδω καὶ ἀριστέας ἄμφω”.
518ὣς φάτο · τοὶ δ’ἀΐοντες ἑοῦ μνήσαντο τοκῆος,
519ἀμφ’Ἑλένης ὅσ’ἔρεξε, καὶ ὡς διέπερσαν Ἀφίδνας
520κοῦροι ἐριγδούποιο Διὸς πάρος, ὁππότ’ἄρ’αὐτοὺς
521ὑσμίνης ἀπάνευθεν ἀπεκρύψαντο τιθῆναι
522νηπιάχους ἔτ’ἐόντας · ἀνεμνήσαντο δ’ἀγαυῆς
523Αἴθρης, ὅσσ’ἐμόγησε δορυκτήτῳ ὑπ’ἀνάγκῃ,
524ἄμφω ὁμῶς ἑκυρήτε καὶ ἀμφίπολος γεγαυῖα
525ἀντιθέης Ἑλένης · σὺν δ’ἀμφασίῃ κεχάροντο.
526Δημοφόων δέ μιν ἠῢς ἐελδομένην προσέειπεν ·
527“σοὶ μὲν δὴ τελέουσι θεοὶ θυμηδὲς ἐέλδωρ
528αὐτίκ’, ἐπεί ῥα δέδορκας ἀμύμονος υἱέος υἷας
529ἡμέας, οἵ σε φίλῃς συναειράμενοι παλάμῃσιν
530οἴσομεν ἐς νῆας, καὶ ἐς Ἑλλάδος ἱερὸν οὖδας
531ἄξομεν ἀσπασίως, ὅθι περ πάρος ἐμβασίλευες”.
532ὣς φάμενον μεγάλοιο πατρὸς προσπτύξατο μήτηρ
533χείρεσιν ἀμφιβαλοῦσα, κύσεν δέ οἱ εὐρέας ὤμους
534καὶ κεφαλὴν καὶ στέρνα γένειάτε λαχνήεντα ·
535ὣς δ’αὕτως Ἀκάμαντα κύσεν, περὶ δέ σφισι δάκρυ
536ἡδὺ κατὰ βλεφάροιϊν ἐχεύατο μυρομένοισιν ·
537ὡς δ’ὁπότ’αἰζηοῖο μετ’ἀλλοδαποῖσιν ἐόντος
538λαοὶ φημίξωσι μόρον, τὸν δ’ἔκποθεν υἷες
539ὕστερον ἀθρήσαντες ἐς οἰκία νοστήσαντα
540κλαίουσιν μάλα τερπνόν · ὁ δ’ἔμπαλι παισὶ καὶ αὐτὸς
541μύρεται ἐν μεγάροισιν ἐπωμαδόν, ἀμφὶ δὲ δῶμα
542ἡδὺ κινυρομένων γοερὴ περιπέπτατ’ἰωή ·
543ὣς τῶν μυρομένων λαρὸς γόος ἀμφιδεδήει.
544καὶ τότε που Πριάμοιο πολυκτήτοιο θύγατρα
545Λαοδίκην ἐνέπουσιν ἐς αἰθέρα χεῖρας ὀρέξαι
546εὐχομένην μακάρεσσιν ἀτειρέσιν, ὄφρα ἑ γαῖα
547ἀμφιχάνῃ, πρὶν χεῖρα βαλεῖν ἐπὶ δούλια ἔργα.
548τῆς δὲ θεῶν τις ἄκουσε καὶ αὐτίκα γαῖαν ἔνερθεν
549ῥῆξεν ἀπειρεσίην · ἡ δ’ἐννεσίῃσι θεοῖο
550κούρην δέξατο δῖαν ἔσω κοίλοιο βερέθρου,
551Ἰλίου ὀλλυμένης, ἧς εἵνεκά φασι καὶ αὐτὴν
552Ἠλέκτρην βαθύπεπλον ἑὸν δέμας ἀμφικαλύψαι
553ἀχλύϊ καὶ νεφέεσσιν ἀποιχομένην χοροῦ ἄλλων
554πληιάδων, αἳ δή οἱ ἀδελφειαὶ γεγάασιν ·
555ἀλλ’αἱ μὲν μογεροῖσιν ἐπόψιαι ἀνθρώποισιν
556ἰλαδὸν ἀντέλλουσιν ἐς οὐρανόν · ἡ δ’ἄρα μούνη
557κεύθεται αἰὲν ἄϊστος, ἐπεί ῥά οἱ υἱέος ἐσθλοῦ
558Δαρδάνου ἱερὸν ἄστυ κατήριπεν · οὐ δέ οἱ αὐτὸς
559Ζεὺς ὕπατος χραίσμησεν ἀπ’αἰθέρος, οὕνεκα Μοίραις
560εἴκει καὶ μεγάλοιο Διὸς μένος · ἀλλὰ τὸ μέν που
561ἀθανάτων τάχ’ἔρεξεν ἐῢς νόος, ἠὲ καὶ αὐταί ·
562Ἀργεῖοι δ’ἔτι θυμὸν ἐπὶ Τρώεσσιν ὄρινον
563πάντῃ ἀνὰ πτολίεθρον · ἔρις δ’ἔχε πείρατα χάρμης.