Homilies on Jeremiah, Homily 9
Origen
- Homily 1
- Homily 2
- Homily 3
- Homily 4
- Homily 5
- Homily 6
- Homily 7
- Homily 8
- Homily 9
- Homily 10
- Homily 11
- Homily 12
- Homily 13
- Homily 14
- Homily 15
- Homily 16
- Homily 17
- Homily 18
- Homily 19
- Homily 20
9.1κατὰ μὲν τὴν ἱστορουμένην παρουσίαν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ γέγονεν αὐτοῦ ἡ ἐπιδημία σωματικῶς καθολική τις καὶ ἐπιλάμψασα ὅλῳ τῷ κόσμῳ, ὅτε “ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν” · “ἦν” γὰρ “τὸ φῶς τὸ ἀληθινὸν ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον · ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι’αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω · εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον”. χρὴ μέντοιγε εἰδέναι ὅτι καὶ πρότερον ἐπεδήμει, εἰ καὶ μὴ σωματικῶς, ἐν ἑκάστῳ τῶν ἁγίων, καὶ μετὰ τὴν ἐπιδημίαν αὐτοῦ ταύτην τὴν βλεπομένην πάλιν ἡμῖν ἐπιδημεῖ. καὶ εἰ βούλει τούτων ἀπόδειξιν λαβεῖν, πρόσεχε τῷ “ὁ λόγος ὁ γενόμενος πρὸς Ἱερεμίαν παρὰ κυρίου λέγων · ἀκούσατε” καὶ τὰ ἑξῆς. τίς γάρ ἐστιν “ὁ λόγος ὁ γενόμενος παρὰ κυρίου” εἴτε πρὸς Ἱερεμίαν εἴτε πρὸς Ἡσαΐαν εἴτε πρὸς Ἰεζεκιὴλ εἴτε πρὸς ὁνδήποτε ἢ ὁ “ἐν ἀρχῇ” “πρὸς τὸν θεόν”; ἐγὼ οὐκ οἶδα ἄλλον λόγον κυρίου ἢ τοῦτον, περὶ οὗ εἴρηκεν ὁ εὐαγγελιστὴς τὸ “ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος”. καὶ ταῦτα δὲ ἡμᾶς εἰδέναι χρή, ὅτι οὓς μάλιστα ἔστιν ὄνασθαι, πρὸς ἕκαστον ἐπιδημία ἐστὶν τοῦ λόγου. τί γάρ μοι ὄφελος, εἰ ἐπιδεδήμηκεν ὁ λόγος τῷ κόσμῳ, ἐγὼ δὲ αὐτὸν οὐκ ἔχω; ἐκ δὲ τοῦ ἐναντίου, εἰ καὶ μηδέπω ὅλῳ τῷ κόσμῳ ἐπιδεδήμηκεν, δὸς δέ με γεγονέναι κατὰ τοὺς προφήτας, ἐγὼ ἔχω τὸν λόγον. καὶ εἴποιμι ἂν ὅτι ὁ Χριστὸς γέγονε πρὸς Μωσέα, πρὸς Ἱερεμίαν, πρὸς Ἡσαΐαν, πρὸς ἕκαστον τῶν δικαίων, καὶ τὸ εἰρημένον ὑπ’αὐτοῦ πρὸς τοὺς μαθητάς · “ἰδού, ἐγώ εἰμι μεθ’ὑμῶν πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος”, ἔργῳ ἐσῴζετο καὶ ἐγίνετο καὶ πρὸ τῆς ἐπιδημίας αὐτοῦ · ἦν γὰρ μετὰ Μωσέως καὶ ἦν μετὰ Ἡσαΐου καὶ μετὰ ἑκάστου τῶν ἁγίων · πῶς δύνανται ἐκεῖνοι λόγον θεοῦ λελαληκέναι τοῦ λόγου τοῦ θεοῦ μὴ ἐπιδημήσαντος αὐτοῖς; ταῦτα δὲ μάλιστα καθ’ἡμᾶς τοὺς ἐκκλησιαστικοὺς ἀναγκαῖόν ἐστιν γινώσκεσθαι, οἵτινες θέλομεν τὸν αὐτὸν εἶναι θεὸν νόμου καὶ εὐαγγελίου, τὸν αὐτὸν Χριστὸν καὶ τότε καὶ νῦν καὶ εἰς πάντας τοὺς αἰῶνας · ἔσονται δὲ οἱ διακόπτοντες τὴν θεότητα τὴν πρεσβυτέραν τῆς ἐπιδημίας τοῦ σωτῆρος, ὅσον ἐπὶ τῇ ἑαυτῶν ὑπολήψει, ἀπὸ τῆς θεότητος τῆς ἀπαγγελλομένης ὑπὸ Ἰησοῦ Χριστοῦ, ἡμεῖς δὲ ἕνα οἴδαμεν θεὸν καὶ τότε καὶ νῦν, ἕνα Χριστὸν καὶ τότε καὶ νῦν. ταῦτα διὰ τὸ “ὁ λόγος ὁ γενόμενος πρὸς Ἱερεμίαν παρὰ κυρίου λέγων” · τί οὖν καὶ ἡμεῖς ἀκούσωμεν; “ἀκούσατε τοὺς λόγους τῆς διαθήκης ταύτης, καὶ λαλήσατε πρὸς ἄνδρας Ἰούδα καὶ πρὸς τοὺς κατοικοῦντας Ἱερουσαλήμ”. ἄνδρες Ἰούδα ἡμεῖς ἐσμεν διὰ τὸν Χριστόν · “πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ κύριος ἡμῶν”, καὶ τὸ ὄνομα τοῦ Ἰούδα ἐὰν παραστήσω κατὰ τὴν γραφὴν ἐπὶ τὸν Χριστὸν ἀναφερόμενον, ἄνδρες Ἰούδα οἱ ἀπιστοῦντες τῷ Χριστῷ Ἰουδαῖοι οὐκ ἔσονται, ἀλλ’ἡμεῖς ὅσοι πιστεύομεν ἐπὶ τὸν Χριστόν. “Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου · αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου” · “σὲ αἰνέσαισαν” · οὐκ ἐκεῖνον τὸν Ἰούδαν τὸν υἱὸν τοῦ Ἰακὼβ οἱ ἀδελφοὶ αὐτοῦ ᾔνεσαν, τοῦτον δὲ τὸν Ἰούδαν αἰνέσουσιν οἱ ἀδελφοί, ἐπεί φησιν οὗτος ὁ Ἰούδας · “διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε”. οὐ λέγεται πρὸς ἐκεῖνον τὸν Ἰούδαν · “αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου”. ποῦ εὑρίσκεται ἐπὶ νώτου τῶν ἐχθρῶν τὰς χεῖρας ἐκεῖνος ὁ Ἰούδας ἐπιτιθείς; ἡ ἱστορία οὐδὲν τοιοῦτον ἀνέγραψεν περὶ αὐτοῦ · ἐὰν δὲ νοήσῃς τὴν ἐπιδημίαν τοῦ κυρίου Ἰησοῦ “καταργοῦντος” τὸν διάβολον, “ἀπεκδυομένου τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ δειγματίζοντος καὶ θριαμβεύοντος ἐν τῷ ξύλῳ”, ὁρᾷς πῶς ἐπὶ τοῦτον τὸν Ἰούδαν πεπλήρωται ἡ λέγουσα προφητεία · “αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου”. εἰ τοῦθ’οὕτως ἔχει, λέγει δὲ ὁ λόγος νῦν “πρὸς ἄνδρας Ἰούδα”, πρὸς τίνας ἂν λέγοι ἢ πρὸς ἡμᾶς τοὺς πιστεύοντας ἐπὶ τὸν Χριστόν, διὰ τὴν φυλὴν Ἰούδα λεγόμενόν πως καὶ Ἰούδαν; 9.2“πρὸς ἄνδρας Ἰούδα” λέγεται ὁ λόγος “καὶ πρὸς τοὺς κατοικοῦντας Ἱερουσαλήμ”. αὕτη ἐστὶν ἡ ἐκκλησία · ἔστιν γὰρ “ἡ πόλις τοῦ θεοῦ” ἡ ἐκκλησία, ἡ Ὅρασις τῆς εἰρήνης, ἐν αὐτῇ ἐστιν ἡ εἰρήνη ἣν ἤγαγεν ἡμῖν, εἴγε ἐσμὲν τέκνα εἰρήνης, πληθύνεται καὶ ὁρᾶται. “ἀκούσατε” οὖν “τοὺς λόγους τῆς διαθήκης ταύτης, καὶ λαλήσατε πρὸς ἄνδρας Ἰούδα καὶ τοὺς κατοικοῦντας Ἱερουσαλήμ. καὶ ἐρεῖς πρὸς αὐτούς · τάδε λέγει κύριος ὁ θεὸς Ἰσραὴλ · ἐπικατάρατος ἄνθρωπος ὃς οὐκ ἀκούσεται τῶν λόγων τῆς διαθήκης, ἧς ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν”. τίς μάλιστα ἀκούει “τῶν λόγων τῆς διαθήκης ἧς ἐνετείλατο ὁ θεὸς τοῖς πατράσιν”; ἆρά γε οἱ πιστεύοντες ἐπ’αὐτὸν ἢ οἱ μη δὲ Μωσεῖ πιστεύειν ἀποδεικνύμενοι ἐκ τοῦ μὴ πεπιστευκέναι ἐπὶ τὸν κύριον; φησὶ γὰρ ὁ σωτὴρ πρὸς ἐκείνους · “εἰ ἐπιστεύετε Μωσεῖ, ἐπιστεύετε ἂν ἐμοί · περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν · εἰ δὲ τοῖς ἐκείνου γράμμασιν οὐ πιστεύετε, πῶς τοῖς ἐμοῖς ῥήμασι πιστεύσετε”; οὐκοῦν ἐκεῖνοι εἰς Μωσῆν οὐ πεπιστεύκασιν, ἡμεῖς δὲ πιστεύοντες εἰς Χριστὸν πιστεύομεν τῇ διαθήκῃ τῇ διὰ Μωσέως, καὶ πρὸς ἡμᾶς λέγεται, ἵνα μὴ κατάρατοι γενώμεθα · “ἐπικατάρατος ὁ ἄνθρωπος ὃς οὐκ ἀκούσεται τῶν λόγων τῆς διαθήκης, ἧς ἐνετειλάμην τοῖς πατράσιν”. ἐκεῖνοι οὖν ἔχουσιν τὸ ἐπικατάρατοι εἶναι · οὐ γὰρ ἤκουσαν τῆς διαθήκης, ἧς ἐνετείλατο ὁ θεὸς τοῖς πατράσιν “ἐν ἡμέρᾳ” φησὶν “ᾗ ἀνήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ἐκ τῆς καμίνου τῆς σιδηρᾶς”. καὶ ἡμᾶς ἐξήγαγεν ὁ θεὸς “ἐκ γῆς Αἰγύπτου, ἐκ τῆς καμίνου τῆς σιδηρᾶς”, μάλιστα κατὰ τὸν νοήσαντα τὸ γεγραμμένον ἐν τῇ Ἀποκαλύψει Ἰωάννου, ὅτι ὁ τόπος “ὅπου ὁ κύριος αὐτῶν ἐσταυρώθη καλεῖται πνευματικῶς Σόδομα καὶ Αἴγυπτος”. εἰ γὰρ “πνευματικῶς καλεῖται Αἴγυπτος”, οὐκ ἔστιν δὲ αὕτη ἡ Αἴγυπτος ἡ πνευματικῶς καλουμένη Αἴγυπτος, αἰσθητὴ γάρ, δῆλον ὅτι ἐὰν νοήσῃς τὴν πνευματικῶς καλουμένην Αἴγυπτον καὶ ἐξέλθῃς ἀπ’αὐτῆς, σὺ εἶ ὁ ἐξελθὼν “ἐκ γῆς Αἰγύπτου καὶ ἐκ τῆς καμίνου τῆς σιδηρᾶς” καὶ λέγεται πρὸς σέ · “ἀκούσατε τῆς φωνῆς μου καὶ ποιήσατε κατὰ πάντα” ταῦτα. εἶτ’ἐπαγγελία τοῦ θεοῦ ἐστι πρὸς τοὺς ἀκούοντας, ἐὰν ποιήσωσιν ἃ ἐντέταλται, λέγουσα · “καὶ ἔσεσθέ μοι εἰς λαὸν κα- κἀγὼ ἔσομαι ὑμῖν εἰς θεόν”. οὐ πᾶς ὁ λέγων λαὸς εἶναι θεοῦ λαὸς ἔστιν θεοῦ. ἐκεῖνος οὖν ὁ ἐπαγγειλάμενος εἶναι λαὸς θεοῦ “οὐ λαός μου ὑμεῖς” ἤκουσαν ἐν τῷ “διότι οὐ λαός μου ὑμεῖς”, καὶ ἐρρήθη πρὸς τὸν λαὸν ἐκεῖνον “οὐ λαός μου”, καὶ πάλιν οὗτος ὁ λαὸς ἐκλήθη “λαός” · “αὐτοὶ” γὰρ “παρεζήλωσάν με ἐπ’οὐ θεῷ” περὶ ἐκείνων δὲ λέγει “παρώργισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν · κα- κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ’οὐκ ἔθνει, ἐπ’ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς”. 9.3γεγόναμεν οὖν ἡμεῖς τῷ θεῷ εἰς λαόν, καὶ “ἡ δικαιοσύνη τοῦ θεοῦ ἀναγγέλλεται τῷ λαῷ τῷ τεχθησομένῳ” τῷ ἀπὸ τῶν ἐθνῶν. οὗτος γὰρ ὁ λαὸς τίκτεται ἀθρόως, καὶ ἐν τῷ προφήτῃ δὲ εἴρηται · “εἰ ἐτέχθη ἔθνος εἰς ἅπαξ” · ἐτέχθη δὲ ἔθνος εἰς ἅπαξ, ὅτε ἐπιδεδήμηκεν ὁ σωτὴρ καὶ ἐπίστευσαν ἐν μιᾷ ἡμέρᾳ “χιλιάδες πέντε” καὶ προσετέθησαν ἄλλῃ ἡμέρᾳ χιλιάδες τρεῖς, καὶ ἔστιν ἰδεῖν ὅλον λαὸν τικτόμενον λόγῳ θεοῦ καὶ ἀθρόως τίκτουσαν τὴν στεῖραν, τὴν πρότερον οὐ τεκοῦσαν, πρὸς ἣν λέγεται · “εὐφράνθητι στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα” · ἔρημος αὕτη νόμου, ἔρημος αὕτη θεοῦ ἦν, ἔχουσα δὲ ἄνδρα τὸν νόμον ἐκείνη ἡ συναγωγὴ λέλεκται. τί οὖν μοι ἐπαγγέλλεται ὁ θεός; “ἔσεσθέ μοι εἰς λαὸν κα- κἀγὼ ἔσομαι ὑμῖν εἰς θεόν”. οὐκ ἔστιν πάντων θεὸς ἀλλ’ἢ ἐκείνων οἷς χαρίζεται ἑαυτόν, ὥσπερ ἐχαρίσατο ἑαυτὸν τῷ πατριάρχῃ ἐκείνῳ ᾧ εἶπεν · “ἐγὼ θεὸς σός”, καὶ πάλιν ἄλλῳ · “ἐγὼ ἔσομαί σου θεός”, καὶ περὶ ἑτέρων · “ἔσομαι αὐτῶν θεός”. πότε οὖν ἄρα ἡμεῖς ἐπιτυγχάνομεν, ὁ καθ’ἕκαστον λέγω, εἰς τὸ τὸν θεὸν εἶναι ἡμῶν θεόν; εἰ δὲ θέλεις μαθεῖν, τίνων ἐστὶν ὁ θεὸς καὶ τίνι χαρίζεται τὴν ἑαυτοῦ ἐπίκλησιν · “ἐγώ” φησιν “θεὸς Ἀβραάμ, θεὸς Ἰσαάκ, θεὸς Ἰακώβ”, καὶ διηγούμενος τὸ τοιοῦτον ὁ σωτήρ φησιν · “ὁ θεὸς οὐκ ἔστιν νεκρῶν ἀλλὰ ζώντων”. τίς ὁ νεκρός; ὁ ἁμαρτωλός, ὁ μὴ ἔχων τὸν εἰπόντα · “ἐγώ εἰμι ἡ ζωή”, ὁ ἔχων “νεκρὰ ἔργα”, ὁ μηδέπω μετανοήσας ἀπὸ “νεκρῶν ἔργων”, περὶ ὧν φησιν ὁ ἀπόστολος · “μὴ πάλιν θεμέλιον καταβαλλόμενοι μετανοίας ἀπὸ νεκρῶν ἔργων”. εἰ τοίνυν “ὁ θεὸς οὐκ ἔστιν νεκρῶν θεὸς ἀλλὰ ζώντων”, καὶ οἴδαμεν τίς ἐστιν ὁ ζῶν, ὅτι ὁ πολιτευόμενος κατὰ Χριστὸν καὶ μένων μετ’αὐτοῦ, εἰ βουλόμεθα ἵνα ἡμῶν ᾖ ὁ θεός, ἀποταξώμεθα τοῖς ἔργοις τῆς νεκρότητος, ἵνα τὴν ἐπαγγελίαν αὐτοῦ πληρώσῃ τὴν λέγουσαν · “καὶ ἐγὼ ἔσομαι ὑμῖν εἰς θεόν, ὅπως στήσω τὸν ὅρκον μου ὃν ὤμοσα τοῖς πατράσιν ὑμῶν, τοῦ δοῦναι αὐτοῖς γῆν ῥέουσαν γάλα καὶ μέλι”. τήρει γὰρ ὅτι λέγει · “στήσω τὸν ὅρκον μου ὃν ὤμοσα τοῖς πατράσιν ὑμῶν, τοῦ δοῦναι αὐτοῖς γῆν ῥέουσαν γάλα καὶ μέλι”, ὡς μηδέπω δεδωκὼς αὐτοῖς τὴν “γῆν ῥέουσαν γάλα καὶ μέλι” · αὕτη γὰρ οὐκ ἔστιν ἡ γῆ, ἣν ἐπηγγείλατο ὁ θεὸς “ῥέουσαν γάλα καὶ μέλι”, ἀλλ’ἔστιν ἐκείνη, περὶ ἧς ἐδίδασκεν ὁ σωτὴρ λέγων · “μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν”. 9.4εἶτα πρὸς τὰ προειρημένα ὑπὸ τοῦ κυρίου ἀποκρίνεται ὁ προφήτης, πρὸς τὸ “ἐπικατάρατος ὁ ἄνθρωπος ὃς οὐκ ἀκούσεται τῶν λόγων τῆς διαθήκης ταύτης”, καί φησι · “καὶ ἀπεκρίθην καὶ εἶπα · γένοιτο, κύριε”. τί “γένοιτο, κύριε”; ἐπικατάρατος ὃς οὐκ ἐμμενεῖ “τοῖς λόγοις τῆς διαθήκης ταύτης”. “καὶ εἶπεν κύριος πρός με · ἀνάγνωθι τοὺς λόγους τούτους ἐν πόλεσιν Ἰούδα καὶ ἔξωθεν Ἱερουσαλήμ” καὶ τοῖς ἔξω ἀναγινώσκομεν τοὺς λόγους τοῦ θεοῦ προσκαλούμενοι αὐτοὺς ἐπὶ σωτηρίαν “λέγων · ἀκούσατε τοὺς λόγους τῆς διαθήκης ταύτης καὶ ποιήσατε αὐτούς. καὶ οὐκ ἐποίησαν. καὶ εἶπεν κύριος πρός με · εὑρέθη σύνδεσμος ἐν ἀνδράσιν Ἰούδα καὶ ἐν τοῖς κατοικοῦσιν Ἱερουσαλήμ”. ἢ μέλλομεν μετανοεῖν ἐπὶ τοῖς εἰρημένοις ἁμαρτήμασι περὶ ἀνδρῶν Ἰούδα, εἰδότες ὅτι ἐσμὲν οἱ ἄνδρες Ἰούδα διὰ τὸν Χριστὸν Ἰούδα προφητευθέντα καὶ λεχθέντα; μήποτε γὰρ ἐπεὶ ἐν ἡμῖν εἰσιν ἁμαρτωλοί τινες καὶ παρὰ τὸν ὀρθὸν λόγον πράττοντες, διὰ τοῦτο λέγει ὁ προφήτης · “εὑρέθη σύνδεσμος ἐν ἀνδράσιν Ἰούδα καὶ ἐν τοῖς κατοικοῦσιν Ἱερουσαλήμ” · ὅταν γὰρ εὑρεθῇ ἔν τισι χρηματίζουσιν ἀπὸ τῆς ἐκκλησίας “σύνδεσμος ἀδικίας” καὶ σύνδεσμος τῶν ἁμαρτημάτων, ὥστ’ἂν ἐφαρμόσαι ἐπὶ τοῦ ἁμαρτωλοῦ τὸ “σειραῖς δὲ τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται”, λέγοι ἂν ὁ θεός · “εὑρέθη σύνδεσμος ἐν ἀνδράσιν Ἰούδα”. ἀλλὰ μὴ εὑρεθείη σύνδεσμος ἐν ἡμῖν. πῶς δὲ οὐχ εὑρίσκεται σύνδεσμος ἐν ἡμῖν, εἰ καὶ μέχρι τοῦ δεῦρό ἐστιν σύνδεσμος ἔν τισιν; “λῦε πάντα σύνδεσμον ἀδικίας, διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων, πᾶσαν συγγραφὴν ἄδικον διάσπα. διάθρυπτε πεινῶντι τὸν ἄρτον σου”. “εὑρέθη” οὖν “σύνδεσμος ἐν ἀνδράσιν Ἰούδα καὶ ἐν τοῖς κατοικοῦσιν Ἱερουσαλήμ · ἐπεστράφησαν ἐπὶ τὰς ἀδικίας τῶν πατέρων αὐτῶν τῶν πρότερον”. “ἐπεστράφησαν ἐπὶ τὰς ἀδικίας” τίνων; οὐ λέγει ἁπλῶς · τῶν πατέρων · τίς ἡ προσθήκη; “ἐπεστράφησαν ἐπὶ τὰς ἀδικίας τῶν πατέρων αὐτῶν τῶν πρότερον”. ἐλέγομεν ταῦτα λέγεσθαι πρὸς ἡμᾶς καὶ τοὺς ἐν ἡμῖν ἁμαρτάνοντας · πῶς οὖν οἱ ἐν ἡμῖν ἁμαρτάνοντες ἐπεστράφησαν οὐκ “ἐπὶ τὰς ἀδικίας τῶν πατέρων”, ἀλλὰ “τῶν πατέρων τῶν πρότερον”; μήποτε οὖν διττοί εἰσιν οἱ πατέρες ἡμῶν, καὶ ἔστιν μὲν ἐν ἡμῖν εἶδος πατέρων τὸ χεῖρον · πρὶν πιστεῦσαι γὰρ υἱοὶ ἦμεν φέρ’εἰπεῖν τοῦ διαβόλου, ὡς δείκνυσιν ὁ λόγος ὁ εὐαγγελικὸς λέγων · “ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστέ”, ὅτε δὲ πεπιστεύκαμεν, γεγόναμεν “υἱοὶ θεοῦ”. ἐπὰν οὖν ἁμαρτάνωμεν, ἐπιστρέφομεν ἐπὶ τὰς ἀδικίας οὐχ ἁπαξαπλῶς τῶν πατέρων, ἀλλὰ τῶν πρότερον πατέρων. εἰς δὲ τὸ παραστῆσαι ὅτι διττοὶ ἡμῶν εἰσιν οἱ πατέρες, χρήσομαι ῥητοῖς ἀπὸ τοῦ τεσσαρακοστοῦ τετάρτου Ψαλμοῦ οὕτως ἔχουσιν · “ἄκουσον, θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου”. πατὴρ λέγει · “ἐπιλάθου τοῦ οἴκου τοῦ πατρός σου” · ὡς γὰρ πατὴρ λέγει · “ἄκουσον, θύγατερ”. οὐκοῦν διττοὶ οἱ πατέρες ἡμῶν εἰσιν. ἀλλὰ “ἐπιλάθου τοῦ οἴκου τοῦ πατρός σου” τοῦ προτέρου. ἐὰν ἐπιλαθόμενός σου τοῦ οἴκου τοῦ προτέρου πάλιν ἐπιστρέψῃς ἐπὶ τὰ ἁμαρτήματα, σὺ πεποίηκας τὰ λεγόμενα ἐνθάδε ἁμαρτήματα. “ἐπεστράφησαν ἐπὶ τὰς ἀδικίας τῶν πατέρων αὐτῶν τῶν πρότερον”. ἔλεγον ὅτι καὶ ὁ διάβολος πρότερον ἦν ἡμῶν πατήρ, πρὶν γένηται ἡμῶν ὁ θεὸς πατήρ, εἴγε καὶ νῦν οὐκ ἔστιν ἡμῶν ὁ διάβολος πατήρ · ὅπερ παραστήσομεν καὶ ἀπὸ τῆς Ἰωάννου καθολικῆς ἐπιστολῆς, ἐν ᾗ γέγραπται · “πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου γεγέννηται”. εἰ “πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου γεγέννηται”, οἱονεὶ τοσαυτάκις ἐκ τοῦ διαβόλου γεγεννήμεθα ὁσάκις ἁμαρτάνομεν. ταλαίπωρος οὖν οὗτός ἐστιν, ὃς ἀεὶ γεννᾶται ἐκ τοῦ διαβόλου, ὥσπερ πάλιν μακάριος ὁ ἀεὶ γεννώμενος ὑπὸ τοῦ θεοῦ · οὐ γὰρ ἅπαξ ἐρῶ τὸν δίκαιον γεγεννῆσθαι ὑπὸ τοῦ θεοῦ, ἀλλ’ἀεὶ γεννᾶσθαι καθ’ἑκάστην πρᾶξιν ἀγαθήν, ἐν ᾗ γεννᾷ τὸν δίκαιον ὁ θεός. ἐὰν οὖν ἐπιστήσω σε ἐπὶ τοῦ σωτῆρος, ὅτι οὐχὶ ἐγέννησεν ὁ πατὴρ τὸν υἱὸν καὶ ἀπέλυσεν αὐτὸν ὁ πατὴρ ἀπὸ τῆς γενέσεως αὐτοῦ, ἀλλ’ἀεὶ γεννᾷ αὐτόν, παραστήσω καὶ ἐπὶ τοῦ δικαίου παραπλήσιον. ἴδωμεν δὲ τίς ἡμῶν ἐστιν ὁ σωτήρ · “ἀπαύγασμα δόξης”. τὸ ἀπαύγασμα τῆς δόξης οὐχὶ ἅπαξ γεγέννηται καὶ οὐχὶ γεννᾶται · ἀλλὰ ὅσον ἐστὶν τὸ “φῶς” ποιητικὸν τοῦ ἀπαυγάσματος, ἐπὶ τοσοῦτον γεννᾶται τὸ ἀπαύγασμα τῆς δόξης τοῦ θεοῦ. ὁ σωτὴρ ἡμῶν “σοφία” ἐστὶν “τοῦ θεοῦ” · ἔστιν δὲ ἡ σοφία “ἀπαύγασμα φωτὸς ἀιδίου”. εἰ οὖν ὁ σωτὴρ ἀεὶ γεννᾶται, καὶ διὰ τοῦτο λέγει · “πρὸ δὲ πάντων βουνῶν γεννᾷ με”, οὐχὶ δέ · πρὸ δὲ πάντων βουνῶν γεγέννηκέν με, ἀλλά · “πρὸ πάντων βουνῶν γεννᾷ με”, καὶ ἀεὶ γεννᾶται ὁ σωτὴρ ὑπὸ τοῦ πατρός, οὕτως καὶ σὺ ἐὰν ἔχῃς “τὸ τῆς υἱοθεσίας πνεῦμα”, ἀεὶ γεννᾷ σε ἐν αὐτῷ ὁ θεὸς καθ’ἕκαστον ἔργον, καθ’ἕκαστον διανόημα, καὶ γεννώμενος οὕτως γίνῃ ἀεὶ γεννώμενος υἱὸς θεοῦ ἐν Χριστῷ Ἰησοῦ · ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.