Homilies on Jeremiah, Homily 4
Origen
- Homily 1
- Homily 2
- Homily 3
- Homily 4
- Homily 5
- Homily 6
- Homily 7
- Homily 8
- Homily 9
- Homily 10
- Homily 11
- Homily 12
- Homily 13
- Homily 14
- Homily 15
- Homily 16
- Homily 17
- Homily 18
- Homily 19
- Homily 20
4.1αὐτὸ τὸ ῥητὸν τῆς ἀναγνωσθείσης λέξεως ἔχει τι ἀσαφές, ὅπερ πρότερον νοηθήτω · καὶ μετὰ τοῦτο, ἐὰν ὁ θεὸς διδῷ, εἰσόμεθα τὸ βούλημα αὐτοῦ τὸ μυστικόν. οὐκοῦν θέλει ἡμᾶς εἰδέναι ἐν τούτοις ὅτι, ὡς ἐν ταῖς Βασιλείαις γέγραπται, διῃρέθη ὁ λαὸς ἐν τοῖς χρόνοις Ῥοβοὰμ εἰς τὴν ὑπὸ Ἱεροβοὰμ βασιλείαν τῶν δέκα φυλῶν καὶ εἰς τὴν ὑπὸ Ῥοβοὰμ δύο φυλῶν · καὶ ἐκλήθησαν οἱ μὲν ὑπὸ τῷ Ἱεροβοὰμ Ἰσραήλ, Ἰούδα δὲ οἱ ὑπὸ τῷ Ῥοβοάμ. καὶ ἔμεινεν αὕτη ἡ διαίρεσις τοῦ λαοῦ, ὅσον κατὰ τὴν ἱστορίαν, μέχρι τοῦ δεῦρο · οὐκ οἴδαμεν γὰρ ἱστορίαν συναγαγοῦσαν τὸν Ἰσραὴλ καὶ Ἰούδαν “ἐπὶ τὸ αὐτό”. ἥμαρτεν οὖν πρῶτον Ἰσραὴλ πλείονα, ὁ ὑπὸ τῷ Ἱεροβοὰμ καὶ τοῖς διαδόχοις αὐτοῦ, καὶ τοσαῦτα ἥμαρτε παρὰ τὸν Ἰούδαν ὥστε αὐτοὺς καταδικασθῆναι ὑπὸ τῆς προνοίας γενέσθαι αἰχμαλώτους “εἰς Ἀσσυρίους”, ὡς λέγει ἡ γραφή, “μέχρι τῆς σήμερον”. μετὰ τοῦτο ἥμαρτον καὶ οἱ υἱοὶ Ἰούδα καὶ κατεδικάσθησαν αἰχμάλωτοι εἰς Βαβυλῶνα, οὐχὶ μέχρι τῆς σήμερον ὡς ὁ Ἰσραήλ, ἀλλὰ ἐπὶ “ἑβδομήκοντα ἔτη”, περὶ ὧν ὁ Ἱερεμίας προεφήτευσεν, ὧν ἐμνήσθη καὶ ὁ Δανιήλ. εἰ νοοῦμεν ταῦτα ὡς πρὸς τὸν λαὸν ἐκεῖνον τὸν τότε, ἴδε τὰς λέξεις τοῦ προφήτου, εἰ μὴ τοιοῦτό τι δηλοῦσι · κατηγορεῖ γὰρ τῶν ἁμαρτιῶν τοῦ Ἰσραὴλ ὡς λόγος, καί φησιν ὅτι τοσούτων ἁμαρτημάτων γεγενημένων τῷ Ἰσραήλ, ἀκούσασα ἡ Ἰούδα συναγωγὴ τὰ ἐκείνων πταίσματα καὶ τίνα τρόπον πεποίηκα αὐτοὺς γενέσθαι ἐν αἰχμαλωσίᾳ, οὐκ ἐπαιδεύθη, ἀλλὰ προσέθηκε ταῖς ἁμαρτίαις, ὥστε διὰ τὴν προσθήκην τῶν ἁμαρτημάτων συγκρινομένων τοῖς ἁμαρτήμασι τοῦ Ἰσραὴλ δικαιοσύνην εὑρῆσθαι ἐν τῷ Ἰσραὴλ παρὰ τὸν Ἰούδαν. εἶτα ἐπὶ τούτοις κελεύεται ὁ προφήτης προφητεῦσαι, ὡς χείρονος γενομένου τοῦ Ἰούδα παρὰ τὸν Ἰσραήλ, ἵνα μετὰ τὰ ἁμαρτήματα ἐπιστρέψῃ. μετὰ τὴν προφητείαν οὖν τὴν πρὸς Ἰσραὴλ κελεύουσαν ἐπιστρέψαι αὐτὸν προφητεύει ὁ προφήτης, ὅτι μέλλουσιν ἅμα γίνεσθαι Ἰσραὴλ καὶ Ἰούδας καὶ γίνεσθαί ποτε μίαν ἀμφοτέρων βασιλείαν. ὧι δὴ μέλει τῶν ἀναγνωσμάτων, λαβέτω τὰ ῥήματα τῆς ὅλης σήμερον ἀναγνώσεως καὶ τότε ὄψεται τὰ νοήματα δεδηλῶσθαι. “καὶ εἶπε κύριος πρός με ἐν ταῖς ἡμέραις Ἰωσίου τοῦ βασιλέως · εἶδες ἃ ἐποίησάν μοι ἡ κατοικία τοῦ Ἰσραήλ”, οὐκ Ἰούδα, ἀλλὰ “τοῦ Ἰσραὴλ” πρῶτον, “ἐπορεύθη ἐπὶ πᾶν ὄρος ὑψηλὸν καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους καὶ ἐπόρνευσεν ἐκεῖ. καὶ εἶπα μετὰ τὸ πορνεῦσαι αὐτὴν πάντα ταῦτα · ἀνάστρεψον πρός με · καὶ οὐκ ἀνέστρεψε. καὶ εἶδεν τὴν ἀσυνθεσίαν αὐτῆς” τῆς Ἰσραὴλ συναγωγῆς “ἡ ἀσύνθετος Ἰούδα. καὶ εἶδον” οἱ ἀπὸ Ἰούδα, “διότι περὶ πάντων ὧν κατελείφθη ἐν οἷς ἐμοιχᾶτο ἡ κατοικία τοῦ Ἰσραήλ, καὶ ἐξαπέστειλα αὐτὴν καὶ ἔδωκα αὐτῇ βιβλίον ἀποστασίου” · δέον παιδευθῆναι τὸν Ἰούδαν ἐξαπέστειλα γὰρ τὸν Ἰσραήλ, τὴν συναγωγὴν Ἰσραήλ, ἐξέβαλον αὐτοὺς εἰς Ἀσσυρίους “καὶ ἔδωκα αὐτῇ βιβλίον ἀποστασίου εἰς τὰς χεῖρας αὐτῆς” “καὶ οὐκ ἐφοβήθη ἡ ἀσύνθετος Ἰούδα” · μετὰ τοσαῦτα δὲ ἃ ἐποίησε τῷ Ἰσραήλ, ἐξαποστείλας αὐτόν, δοὺς βιβλίον ἀποστασίου, δέον παιδευθῆναι τὴν Ἰούδα συναγωγὴν ἐξ ὧν πεπόνθασιν ἐκεῖνοι, οἳ δὲ οὐ μόνον οὐκ ἐπαιδεύθησαν, ἀλλὰ προσέθηκαν τοῖς ἁμαρτήμασιν, ὥστε τὰ ἁμαρτήματα τῆς Ἰσραὴλ συναγωγῆς συγκρίσει τῶν ἁμαρτημάτων τῆς συναγωγῆς τοῦ Ἰούδα δικαιοσύνην εἶναι δοκεῖν, “καὶ ἔδωκα αὐτῇ βιβλίον ἀποστασίου εἰς τὰς χεῖρας αὐτῆς · καὶ οὐκ ἐφοβήθη ἡ ἀσύνθετος Ἰούδα” ἡ ἀδελφὴ αὐτῆς “καὶ ἐπορεύθη καὶ ἐπόρνευσε καὶ αὐτή, καὶ ἐγένετο αὐτῆς εἰς οὐδὲν ἡ πορνεία, καὶ ἐμοίχευσε τὸ ξύλον καὶ τὸν λίθον. καὶ ἐν πᾶσι τούτοις οὐκ ἐπεστράφη πρός με ἡ ἀσύνθετος Ἰούδα ἐξ ὅλης τῆς καρδίας αὐτῆς, ἀλλ’ἐπὶ ψεύδει” ἐπέστρεψε πρός με · οὐκ ᾐδέσθη με ἐξ ὧν πεποίηκα τῷ Ἰσραήλ, ἵνα τελείως ἐπιστρέψῃ, ἀλλὰ δέον αὐτὴν ἐπιστρέφειν ἐν ἀληθείᾳ, ἣ δὲ ἐπὶ ψεύδει ἐπέστρεψε · “καὶ ἐν πᾶσι τούτοις οὐκ ἐπέστρεψε πρός με ἡ ἀσύνθετος Ἰούδα ἐξ ὅλης τῆς καρδίας αὐτῆς ἀλλ’ἐπὶ ψεύδει. καὶ εἶπεν κύριος πρός με · ἐδικαίωσε τὴν ψυχὴν αὐτῆς Ἰσραὴλ ἀπὸ τῆς ἀσυνθέτου Ἰούδα”, τὰ ἁμαρτήματα τοῦ Ἰσραὴλ συγκρινόμενα τοῖς πταίσμασιν Ἰούδα γέγονε δικαίωσις τῆς ψυχῆς τῆς Ἰσραὴλ συναγωγῆς · 4.2“πορεύου” οὖν “καὶ ἀνάγνωθι τοὺς λόγους τούτους πρὸς βορρᾶν”. εἰ νενόηται τὸ ῥητόν, ἴδωμεν τί βούλεται ἐν τούτοις δηλοῦσθαι. ἡ κλῆσις τῶν ἐθνῶν ἀρχὴν ἔσχεν ἐκ τοῦ παραπτώματος τοῦ Ἰσραήλ, καὶ λέγουσιν οἱ ἀπόστολοι κηρύξαντες ταῖς τῶν Ἰουδαίων συναγωγαῖς ὅτι “ὑμῖν ἦν ἐξαπεσταλμένος ὁ λόγος τῆς σωτηρίας · ἐπειδὴ δὲ ἀναξίους κρίνετε ἑαυτούς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη”, καὶ ὁ ἀπόστολος περὶ τούτων εἰδὼς ἃ οἶδε λέγει · “τῷ αὐτῶν παραπτώματι ἡ σωτηρία τοῖς ἔθνεσιν, εἰς τὸ παραζηλῶσαι αὐτούς”. οὐκοῦν αἱ πολλαὶ ἁμαρτίαι ἐκείνου τοῦ λαοῦ πεποιήκασιν αὐτὸν ἐγκαταλειφθῆναι καὶ ἡμᾶς ἥκειν ἐπὶ τὴν “ἐλπίδα τῆς σωτηρίας”, “τοὺς ξένους τῶν διαθηκῶν, τοὺς ἀλλοτρίους τῶν ἐπαγγελιῶν” · πόθεν γὰρ ἐμοὶ τῷ ὁπουποτοῦν γενομένῳ ξένῳ τῆς λεγομένης ἁγίας γῆς, νῦν περὶ τῶν ἐπαγγελιῶν διαλέγεσθαι τοῦ θεοῦ, καὶ πιστεύειν εἰς τὸν θεὸν τῶν πατριαρχῶν Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, καὶ Ἰησοῦν Χριστὸν τὸν προκεκηρυγμένον ὑπὸ τῶν προφητῶν χάριτι θεοῦ παραδέχεσθαι; εἰ νοεῖς τοὺς δύο τούτους λαούς, τὸν ἀπὸ τοῦ Ἰσραὴλ καὶ τὸν ἀπὸ τῶν ἐθνῶν, ἴδε μοι τὴν μετοικίαν τοῦ Ἰσραὴλ καὶ ἐπὶ τοῦ λαοῦ ἐκείνου τοῦ Ἰσραήλ, καὶ περὶ ἐκείνου νόει μοι γεγράφθαι · “ἐξαπέσταλκα αὐτὴν καὶ ἔδωκα αὐτῇ βιβλίον ἀποστασίου” · ἐξαπέστειλε γὰρ τὸν λαὸν ἐκεῖνον ὁ θεὸς καὶ ἔδωκεν αὐτῷ βιβλίον ἀποστασίου, ὅπερ τοιοῦτόν ἐστιν ἐπὶ τῶν γεγαμηκότων · ἐὰν δυσάρεστος ᾖ ἡ γυνὴ τῷ ἀνδρί, λέγει ὁ Μωσέως νόμος, “βιβλίον ἀποστασίου” ἀπὸ τοῦ ἀνδρὸς ἐγίνετο καὶ ἐξαπεστέλλετο ἡ γυνή, καὶ ἐξῆν τῷ ἀποστείλαντι τὴν προτέραν γυναῖκα διὰ τὸ δοκεῖν ἠσχημονηκέναι γαμεῖν ἑτέραν γυναῖκα · οὕτως τῷ λόγῳ ἴδε ἐκείνους λαμβάνοντας βιβλίον ἀποστασίου, καὶ ἐπεὶ ἔλαβον τὸ βιβλίον τοῦ ἀποστασίου, διὰ τοῦτο ἐγκατελείφθησαν πάντῃ. ποῦ γὰρ προφῆται ἔτι παρ’αὐτοῖς; ποῦ σημεῖα ἔτι παρ’αὐτοῖς; ποῦ ἐπιφάνεια θεοῦ; ποῦ ἡ λατρεία, ὁ ναός, αἱ θυσίαι; ἐξεβλήθησαν ἀπὸ τοῦ τόπου ἑαυτῶν. ἔδωκεν οὖν τῷ Ἰσραὴλ “βιβλίον ἀποστασίου”, εἶτα ἡμεῖς Ἰούδα Ἰούδας δὲ διὰ τὸν σωτῆρα ἐξ Ἰούδα φυλῆς ἀνατείλαντα · “πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ κύριος ἡμῶν” ἐπεστρέψαμεν πρὸς κύριον, καὶ τὰ τελευταῖα ἡμῶν, ἅπερ εἴθε μὴ ἤδη εἴη, παραπλήσια ἔοικε γίνεσθαι τοῖς ἐκείνων τελευταίοις, εἰ μὴ ἄρα καὶ χείρονα. 4.3ὅτι γὰρ τοιαῦτα καὶ τὰ καθ’ἡμᾶς “ἐπὶ συντελείᾳ τοῦ αἰῶνος” τούτου ἔσται, δῆλον ἀπὸ τῶν ἐν τῷ εὐαγγελίῳ ὑπὸ τοῦ σωτῆρος εἰρημένων, ἐν οἷς φησιν · “διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν, ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται”, καί · “ποιήσει σημεῖα καὶ τέρατα ὁ ἐλευσόμενος, ὥστε ἀποπλανᾶσθαι, εἰ δυνατόν, καὶ τοὺς ἐκλεκτούς” · καὶ τοιαῦτά ἐστι τὰ καθ’ἡμᾶς ὥστε τὸν σωτῆρα λέγειν περὶ τῆς ἑαυτοῦ ἐπιδημίας, ὡς ἐκ τῶν τοσούτων ἐκκλησιῶν πιστοῦ ταχέως μὴ εὑρισκομένου · “πλὴν ἐλθὼν ὁ υἱὸς τοῦ ἀνθρώπου ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς”; καὶ ἀληθῶς ἐὰν κρίνωμεν τὰ πράγματα ἀληθείᾳ καὶ μὴ ὄχλοις, καὶ κρίνωμεν τὰ πράγματα προαιρέσει καὶ μὴ τῷ βλέπειν πολλοὺς συναγομένους, ὀψόμεθα νῦν ὡς οὐκ ἐσμὲν πιστοί · ἀλλὰ τότε ἦσαν πιστοί, ὅτε τὰ μαρτύρια τὰ γενναῖα ἐγίνοντο, ὅτε ἀπὸ τῶν κοιμητηρίων προπέμψαντες τοὺς μάρτυρας ἠρχόμεθα ἐπὶ τὰς συναγωγάς, καὶ ὅλη ἡ ἐκκλησία μὴ θλιβομένη παρεγίνετο, καὶ οἱ κατηχούμενοι ἐπὶ τοῖς μαρτυρίοις κατηχοῦντο καὶ ἐπὶ τοῖς θανάτοις τῶν ὁμολογούντων τὴν ἀλήθειαν “μέχρι θανάτου”, “μὴ πτυρόμενοι” μη δὲ ταρασσόμενοι “ἐπὶ τὸν ζῶντα θεόν”. τότε οἴδαμεν καὶ σημεῖα ἑωρακότας παράδοξα καὶ τεράστια, τότε ἦσαν πιστοὶ ὀλίγοι μὲν πιστοὶ δὲ ἀληθῶς, “τὴν στενὴν καὶ τεθλιμμένην” ὁδεύοντες “ὁδὸν τὴν ἀπάγουσαν εἰς τὴν ζωήν”, νῦν δὲ ὅτε γεγόναμεν πολλοί, ἐπεὶ οὐ δυνατὸν εἶναι πολλοὺς ἐκλεκτούς, οὐ γὰρ ψεύδεται ὁ εἰπὼν Ἰησοῦς · “πολλοὶ οἱ κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί”, ἐκ τοῦ πλήθους τῶν ἐπαγγελλομένων θεοσέβειαν σφόδρα εἰσὶν ὀλίγοι οἱ καταντῶντες ἐπὶ τὴν ἐκλογὴν τοῦ θεοῦ καὶ τὴν μακαριότητα. 4.4ἐὰν οὖν λέγῃ ὡς πρῶτον ἐξαπέστειλα διὰ τὰ ἁμαρτήματα τὸν Ἰσραὴλ καὶ ἐξαπέστειλα εἰς μετοικίαν αὐτόν, ὁ δὲ Ἰούδας ἀκούων τὰ γενόμενα τῷ Ἰσραὴλ οὐκ ἐπέστρεψε, λέγει περὶ τῶν ἡμετέρων ἁμαρτημάτων. ὅτε ἀναγινώσκονται τὰ τῷ Ἰσραὴλ συμβεβηκότα καὶ τὰ πταίσματα τὰ περὶ ἐκεῖνον τὸν λαόν, δέον ἡμᾶς φοβεῖσθαι καὶ λέγειν · “εἰ τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο, πόσῳ πλέον οὐ δὲ ἡμῶν φείσεται” · εἰ ἐκείνους τοὺς αὐχοῦντας εἶναι “καλλιέλαιον”, τοὺς ἐρριζωμένους εἰς “τὴν ῥίζαν” τῶν πατριαρχῶν Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ μὴ φεισάμενος ὁ χρηστὸς ἅμα καὶ φιλάνθρωπος θεὸς ἐξέκοψε, “πόσῳ πλέον ἡμῶν οὐ φείσεται”. “ἴδε” γὰρ “χρηστότητα καὶ ἀποτομίαν θεοῦ”. οὐ γὰρ χρηστὸς μὲν οὐκ ἀπότομος δέ, οὐ δὲ ἀπότομος μὲν χρηστὸς δὲ οὔ · εἰ δὲ χρηστὸς μόνον ἦν, ἀπότομος δὲ μὴ ἦν, ἐπὶ πλεῖον ἂν κατεφρονήσαμεν τῆς χρηστότητος αὐτοῦ · εἰ ἀπότομος μὲν ἦν, χρηστὸς δὲ μὴ ἦν, τάχα ἂν καὶ ἀπέγνωμεν ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν · νῦν δὲ ὡς θεός χρῄζομεν γὰρ οἱ ἄνθρωποι μετανοοῦντες τῆς χρηστότητος αὐτοῦ, ἐμμένοντες δὲ ταῖς ἁμαρτίαις τῆς ἀποτομίας καὶ χρηστός ἐστι καὶ ἀπότομος ὁ θεός, καὶ λαλεῖ ἡμῖν διὰ τῶν προφητῶν καὶ λέγει · “εἶδες ἃ ἐποίησάν μοι ἡ κατοικία τοῦ Ἰσραήλ”, τὸν Ἰσραὴλ τὸν λαόν μοι νόει ἐκεῖνον, “ἐπορεύθη ἐπὶ πᾶν ὄρος ὑψηλὸν καὶ ὑποκάτω παντὸς ξύλου κατασκίου”. ἐὰν ἴδῃς τὸν Φαρισαῖον εἰς τὸ ἱερὸν ἀναβαίνοντα ἀλαζονικῶς καὶ μὴ τύπτοντα ἑαυτοῦ τὸ στῆθος μη δὲ κηδόμενον τῶν ἰδίων κακῶν, ἀλλὰ λέγοντα · “εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ τελώνης · νηστεύω δὶς τοῦ σαββάτου, ἀποδεκατῶ τὰ ὑπάρχοντά μου”, ὄψει ὅτι ἀναβέβηκεν “ἐπὶ πᾶν ὄρος ὑψηλὸν” ψεκτῶς καὶ ἀγαπήσας μεγαλοφροσύνην καὶ “κατὰ τὴν ἀλαζονείαν καὶ κατὰ τὴν ὑπερηφανίαν”. ὃς δὲ ἀναβέβηκε καὶ “ἐπὶ πάντα βουνὸν ὑψηλὸν” καὶ γέγονεν “ὑποκάτω παντὸς ξύλου” οὐ καρπίμου, ἀλλ’“ἀλσώδους” · ἄλλο γὰρ τὸ ἀλσῶδες ξύλον, ἄλλο τὸ καρποφόρον · εἰς ἄλση ὅταν φυτεύωσι ξύλα, φυτεύουσιν οὐ τὰ καρποφόρα, οὐ συκῆν οὐ δὲ ἄμπελον, ἀλλὰ μόνον τέρψεως χάριν ἄκαρπα ξύλα. τοιούτους εὑρήσεις τοὺς λόγους τῶν ἑτεροδόξων καὶ τὰ κάλλη τῶν πιθανοτήτων αὐτῶν οὐκ ἐπιστρεφόντων τοὺς ἀκούοντας. ὅταν οὖν τοῖς τοιούτοις λόγοις τις ἑαυτὸν ἐπιδῷ, πεπόρευται “ὑποκάτω παντὸς ξύλου ἀλσώδους” · οὐκ εἴρηκε “παντὸς ξύλου” καὶ σεσιώπηκεν, οὐ δὲ πάλιν προσέθηκε · παντὸς ξύλου τοῦ καρπίμου, ἀλλ’εἴρηκεν “ὑποκάτω παντὸς ξύλου ἀλσώδους”. διὰ τοῦτο νοήσεις τί δήποτε ὁ νομοθέτης λέγει · “οὐ φυτεύσεις πᾶν ξύλον παρὰ τὸ θυσιαστήριον κυρίου τοῦ θεοῦ σου, καὶ οὐ ποιήσεις ἄλσος” · ἔχεις γὰρ καὶ τὸ ὄνομα τοῦ ἄλσους ἀπηγορευμένον. 4.5“καὶ ἐπόρνευσεν ἐκεῖ. καὶ εἶπα μετὰ τὸ πορνεῦσαι αὐτὴν ταῦτα πάντα · πρός με ἀνάστρεψον · καὶ οὐκ ἀνέστρεψεν, καὶ εἶδεν τὴν ἀσυνθεσίαν αὐτῆς ἡ ἀσύνθετος Ἰούδα”. λελοιδορήμεθα καὶ ἡμεῖς, λέγω οἱ ἁμαρτάνοντες καὶ μὴ τηροῦντες τὰς συνθήκας τοῦ θεοῦ μη δὲ βλέποντες ὅτι ἀπολωλέκασιν ἐκεῖνοι τὴν διαθήκην εὐγενεῖς ὄντες, ἐξ Ἀβραὰμ ὄντες, ἐπαγγελίαν λαβόντες. δέον οὖν ἡμᾶς λογίζεσθαι ὅτι, εἰ ἐκπεπτώκασιν ἐκεῖνοι τῶν εὐλογιῶν καὶ τῶν ἐπαγγελιῶν καὶ οὐδὲν ὤνησεν αὐτοὺς τὸ εἶναι ἀπὸ τῶν πατέρων, πόσῳ πλέον ἡμεῖς ἁμαρτάνοντες ἐγκαταλειφθησόμεθα. “εἰ ἦτε τέκνα τοῦ Ἀβραάμ, τὰ ἔργα τοῦ Ἀβραὰμ ἂν ἐποιεῖτε” λέγει αὐτοῖς ὁ σωτήρ, καὶ πάλιν ὁ Ἰωάννης · “μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς, ὅτι πατέρα ἔχομεν τὸν Ἀβραάμ · λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ” · λίθους αἰνισσόμενος ἡμᾶς τοὺς “λιθίνην” ἔχοντας “τὴν καρδίαν” καὶ ἐσκληρυμμένους πρὸς τὴν ἀλήθειαν, καὶ ἀληθῶς ὁ δυνατὸς θεὸς ἤγειρε τέκνα τῷ Ἀβραὰμ ἀπὸ τῶν λίθων, ἐὰν “μείνωμεν ἐν τῇ τεκνογονίᾳ” καὶ τηρήσωμεν “τὸ πνεῦμα τῆς υἱοθεσίας”. “εἶδεν” οὖν “τὴν ἀσυνθεσίαν αὐτῆς” τῆς κατοικίας τοῦ Ἰσραὴλ “ἡ ἀσύνθετος Ἰούδα”, ἡ μὴ τηρήσασα τὰς συνθήκας τὰς πρὸς τὸν θεόν, “καὶ εἶδεν διότι περὶ πάντων, ὧν κατελείφθη” ἐκείνη ταῦτα γὰρ πάντα ἡμεῖς βλέπομεν ὁ Ἰούδας, ἐὰν ἀναγινώσκωμεν τὴν γραφήν “ὅτι περὶ πάντων ὧν κατελείφθη ἡ κατοικία τοῦ Ἰσραήλ, ἐν οἷς ἐμοιχᾶτο ἐξαπέστειλεν αὐτὴν ὁ θεὸς καὶ ἔδωκεν αὐτῇ βιβλίον ἀποστασίου”. καὶ δέον ἡμᾶς παιδευθῆναι ἐξ ὧν ἐκείνοις ἐποίησε κρίνας αὐτοὺς κατὰ τὰ ἁμαρτήματα, ἐγκαταλιπὼν καὶ παραδοὺς εἰς αἰχμαλωσίαν καὶ παραδοὺς εἰς φόνον καὶ παραδοὺς τοῖς πολεμίοις · δέον ἐκ τούτων ἡμᾶς ἐπιστρέψαι καὶ ἕκαστον ἡμῶν λογίσασθαι ὅτι “εἰ ὁ θεὸς τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο, πόσῳ πλέον ἡμῶν οὐ φείσεται”, εἰ τοὺς ἀπὸ τῶν πατέρων οὕτως ἐξέωσε γενομένους ἁμαρτωλούς, τί ἡμεῖς οἱ ἀπὸ τῶν ἐθνῶν κληθέντες πεισόμεθα, ἡμεῖς οὐδὲν τούτων ἐλογισάμεθα, κληθέντες ἵνα παραζηλώσῃ ἐκεῖνος ὁ λαὸς ὁρῶν τὸν δοῦλον τετιμημένον, βλέπων τὸν ἀγενῆ προσεληλυθότα. εἰ ἤδη τοσαῦτα ἐκεῖνοι πεπόνθασι, πόσῳ πλέον, ἐὰν ἁμαρτάνωμεν, ἡμεῖς ἐγκαταλειφθησόμεθα; “ἐν οἷς ἐμοιχᾶτο ἡ κατοικία τοῦ Ἰσραήλ, ἐξαπέστειλα αὐτὴν καὶ ἔδωκα αὐτῇ βιβλίον ἀποστασίου εἰς τὰς χεῖρας αὐτῆς · καὶ οὐκ ἐφοβήθη ἡ ἀσύνθετος Ἰούδα” ἃ πεποίηκα τῇ κατοικίᾳ τοῦ Ἰσραὴλ ὅτι “ἐξαπέστειλα αὐτὴν καὶ ἔδωκα αὐτῇ βιβλίον ἀποστασίου”, “οὐκ ἐφοβήθη” ἐκ τῶν ἐκείνοις γεγενημένων. εἰσῆλθέ τις εἰς οἰκίαν οἰκοδεσπότου, νεώνητός ἐστι, πυνθάνεται τίνα τῶν προτέρων οἰκετῶν ἐτίμησε καὶ διὰ τί, τίνα ἠτίμασε τῶν οἰκετῶν καὶ διὰ τί · κατανοήσας, εἰ βούλεται εἶναι ἐν τῇ οἰκίᾳ τοῦ οἰκοδεσπότου, φυλάσσεται τούτοις περιπεσεῖν, ἃ πεποιήκασιν οἱ πρότεροι δοῦλοι καὶ ἡμαρτηκότες καὶ ἐκβεβλημένοι καὶ κολάσει παραδεδομένοι, εἶτα μαθὼν τίνα πεποιήκασιν οἱ πρότεροι δοῦλοι καὶ εὐδοκιμηκότες, καὶ ἐπὶ ποταποῖς ἐλευθερίας τετυχήκασι, ζηλοῖ ἐκείνους. καὶ ἡμεῖς δὲ οὐκ ἦμεν δοῦλοι τοῦ θεοῦ, ἀλλὰ εἰδώλων καὶ δαιμόνων, ἐθνικοί, ἐχθὲς καὶ πρώην προσεληλύθαμεν τῷ θεῷ, ἀναγινώσκωμεν τὴν γραφήν, ἴδωμεν τις ἐδικαιώθη, τίς κατεδικάσθη, μιμησώμεθα τοὺς δικαιωθέντας, φυλασσώμεθα περιπεσεῖν τούτοις, οἷς περιπεπτώκασιν οἱ αἰχμαλωτευθέντες, οἱ ἐκβληθέντες ἀπὸ τοῦ θεοῦ. 4.6“καὶ οὐκ ἐφοβήθη ἡ ἀσύνθετος Ἰούδα, καὶ ἐπορεύθη καὶ ἐπόρνευσεν καὶ αὐτή” πρότερον πορνεύσαντος τοῦ Ἰσραὴλ πεπόρνευκεν ὕστερον καὶ Ἰούδας “καὶ ἐγένετο εἰς οὐδὲν ἡ πορνεία αὐτῆς, καὶ ἐμοίχευσε τὸ ξύλον καὶ τὸν λίθον”. ὅταν ἁμαρτάνωμεν, οὐδὲν ἄλλο ποιοῦμεν ἢ λιθοκάρδιοι γινόμενοι μοιχεύομεν “τὸν λίθον” · ὅταν ἁμαρτάνωμεν καὶ πορνεύωμεν “ὑποκάτω παντὸς ξύλου ἀλσώδους”, καὶ ἡμεῖς μοιχεύομεν “τὸ ξύλον”. “καὶ οὐκ ἐπεστράφη πρός με ἡ ἀσύνθετος Ἰούδα ἐξ ὅλης τῆς καρδίας αὐτῆς ἀλλ’ἐπὶ ψεύδει”. εἰ ἐπεστρέψαμεν πρὸς τὸν θεόν, ἐλλιπῶς δέ, ἐγκαλούμεθα ὡς οὐκ “ἐξ ὅλης τῆς καρδίας” ἐπιστρέψαντες. διὸ “οὐκ ἐπεστράφη πρός με ἡ ἀσύνθετος Ἰούδα ἐξ ὅλης τῆς καρδίας αὐτῆς” · οὐκ εἶπεν · καὶ οὐκ ἐπέστρεψεν ἡ ἀσύνθετος Ἰούδα, καὶ ἔστη, ἀλλά · “καὶ οὐκ ἐπεστράφη πρός με ἡ ἀσύνθετος Ἰούδα ἐξ ὅλης τῆς καρδίας αὐτῆς, ἀλλ’ἐπὶ ψεύδει” ἐπέστρεψεν. ἡ οὖν ἀληθῶς ἐπιστροφή ἐστιν ἀναγνῶναι τὰ “παλαιά”, εἰδέναι τοὺς δικαιωθέντας, μιμήσασθαι αὐτούς, ἀναγνῶναι ἐκεῖνα, ἰδεῖν τοὺς μεμφθέντας, φυλάξασθαι περιπεσεῖν ταῖς μέμψεσιν ἐκείναις, ἀναγνῶναι τὰ βιβλία τῆς καινῆς διαθήκης, τῶν ἀποστόλων τοὺς λόγους, μετὰ τὸ ἀναγνῶναι γράψαι ταῦτα πάντα εἰς τὴν καρδίαν, βιῶσαι κατ’αὐτά, ἵνα μὴ καὶ ἡμῖν δοθῇ “βιβλίον ἀποστασίου”, ἀλλὰ δυνηθῶμεν ἥκειν ἐπὶ τὴν κληρονομίαν τὴν ἁγίαν, καὶ μετὰ τοῦ πληρώματος τῶν ἐθνῶν σωθέντος δυνηθῇ τότε ὁ Ἰσραὴλ εἰσελθεῖν · “ἐὰν γὰρ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται”, “καὶ γενήσονται μία ποίμνη, εἷς ποιμὴν” διδάσκων δοξάζειν τὸν παντοκράτορα θεὸν ἐν αὐτῷ τῷ Χριστῷ Ἰησοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.