Homilies on Jeremiah, Homily 3

Origen

  1. Homily 1
  2. Homily 2
  3. Homily 3
  4. Homily 4
  5. Homily 5
  6. Homily 6
  7. Homily 7
  8. Homily 8
  9. Homily 9
  10. Homily 10
  11. Homily 11
  12. Homily 12
  13. Homily 13
  14. Homily 14
  15. Homily 15
  16. Homily 16
  17. Homily 17
  18. Homily 18
  19. Homily 19
  20. Homily 20
3.1φησὶν κύριος ἐν τῇ ἀρχῇ τῶν ἀναγνωσθέντων περὶ τοῦ Ἰσραήλ, ὅτι ἔρημος αὐτῷ οὐκ ἐγένετο οὐ δὲ γῆ κεχερσωμένη. τίς οὖν γενόμενος ἐν τῷ τόπῳ οὐκ ἂν ζητήσαι ἐξετάζων τὸ βούλημα τοῦ γεγραμμένου; ἔστω, θεὸς ἐν τῷ Ἰσραὴλ οὐ γέγονεν ἔρημος, οὐ γέγονεν ἐν τῷ Ἰσραὴλ γῆ κεχερσωμένη · ἆρα οὖν ἔρημος γέγονεν κύριος τῷ Ἰσραὴλ σήμερον γῆ κεχερσωμένη νῦν αὐτῷ ἐστιν; τί δέ; ὅτε τῷ Ἰσραὴλ ἦν οὐκ ἔρημος οὐ δὲ γῆ κεχερσωμένη, τοῖς ἔθνεσιν ἦν ἔρημος καὶ γῆ κεχερσωμένη; εἰ γὰρ πᾶσιν ἀεὶ οὐκ ἔρημός ἐστι καὶ πᾶσιν ἀεί ἐστιν οὐ γῆ κεχερσωμένη, τίς χρεία τοῦ ἰδίως πρὸς τὸν Ἰσραὴλ κατ’ἐξαίρετον λεχθῆναι · μὴ ἔρημος ἐγενόμην τῷ οἴκῳ Ἰσραὴλ γῆ κεχερσωμένη; ἀλλ’ἔστιν ἐλθεῖν ἐπὶ τὰς καθολικὰς εὐεργεσίας τοῦ θεοῦ, εἶτα μετὰ τὰς καθολικὰς εὐεργεσίας αὐτοῦ ἐπὶ τὰς ἰδικάς.
3.2οὐδενὶ ἔρημός ἐστιν θεός, ἀνατέλλων τὸν ἥλιον ἐπὶ πονηροὺς καὶ ἀγαθούς · οὐδενὶ κεχερσωμένη γῆ ἐστι, βρέχων ἐπὶ δικαίους καὶ ἀδίκους. πῶς ἔρημος, ἀνατέλλων ἡμέραν καὶ νύκτα εἰς ἀνάπαυσιν ποιῶν; πῶς ἔρημος τὴν γῆν ποιῶν καρποφορεῖν; πῶς ἔρημος ἕκαστον οἰκονομῶν κατὰ τὴν ψυχήν, ἵνα λογικὸς , ἵνα ἐπιστήμην ἀναλαμβάνῃ, ἵνα γυμνάζηται τὸ συνετὸν αὐτοῦ, κατὰ τὸ σῶμα, ἵνα ἔχῃ ἐρρωμένα τὰ αἰσθητήρια; ἔστιν οὖν οὐδενὶ ἔρημος ὡς πρὸς τὸν καθόλου λόγον θεός, ὡς δὲ πρὸς τὸν ἰδικὸν ἔρχομαι ἐπὶ τὰ τοῦ Ἰσραὴλ πράγματα καὶ λέγω · οὔτε ἔρημος οὔτε γῆ κεχερσωμένη ἦν, ὅτε ἐν Αἰγύπτῳ ἐποίει τὰ σημεῖα καὶ τὰ τέρατα τῷ λαῷ, εἰ δέ τις καιρὸς γέγονεν ὅτε ἐγκατελείφθησαν, οἱονεὶ ἔρημος αὐτοῖς, οὐκ ἔρημος ὢν αὐτός, ἐγένετο. ὅτε μέντοι ἦν τῷ Ἰσραὴλ οὐκ ἔρημος οὐ δὲ γῆ κεχερσωμένη, τοῖς ἔθνεσι κατὰ τὸν ἰδικὸν λόγον ἔρημος καὶ γῆ κεχερσωμένη ἦν · ὅτε δὲ ἀπεστράφη τὸν Ἰσραὴλ καὶ γέγονε τῷ Ἰσραὴλ ἐκείνῳ ἔρημος καὶ γῆ κεχερσωμένη, τότε ἐξεχύθη χάρις ἐπὶ τὰ ἔθνη, καὶ γέγονε νῦν ἡμῖν Χριστὸς Ἰησοῦς οὐκ ἔρημος ἀλλὰ πλήρης, καὶ οὐ γῆ κεχερσωμένη ἀλλὰ καρποφοροῦσα · πολλὰ γὰρ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον τῆς ἐχούσης τὸν ἄνδρα. καὶ ἀπειλεῖ αὐτοῖς, οἷς οὐ γέγονεν ἔρημος οὐ δὲ γῆ κεχερσωμένη, λέγων · ἐγὼ μὲν οὐ γέγονα ὑμῖν ἔρημος οὐ δὲ γῆ κεχερσωμένη, ὑμεῖς δὲ εἰρήκατε · οὐ κυριευθησόμεθα, οὐχ ἥξομεν πρός σε ἔτι. ἆρα εἰρήκασιν οἱ υἱοὶ Ἰσραὴλ ἀπονενοημένως κατὰ τὴν λέξιν · οὐ κυριευθησόμεθα […].