Homilies on Jeremiah, Homily 20
Origen
- Homily 1
- Homily 2
- Homily 3
- Homily 4
- Homily 5
- Homily 6
- Homily 7
- Homily 8
- Homily 9
- Homily 10
- Homily 11
- Homily 12
- Homily 13
- Homily 14
- Homily 15
- Homily 16
- Homily 17
- Homily 18
- Homily 19
- Homily 20
20.1πάντα τὰ ἀναγεγραμμένα περὶ τοῦ θεοῦ κα- κἂν ἀπεμφαίνοντα αὐτόθεν ᾖ, χρὴ ἄξια νοῆσαι εἶναι θεοῦ ἀγαθοῦ. τίς γὰρ οὐκ ἐρεῖ ἀπεμφαίνοντα εἶναι ἀναφερόμενα ἐπὶ θεὸν τὸ ἔχειν αὐτὸν ὀργήν, τὸ χρῆσθαι αὐτὸν θυμῷ, τὸ μεταμελεῖσθαι αὐτόν, ἤδη δὲ καὶ τὸ ὑπνοῦν αὐτόν; ἀλλ’ἕκαστον τούτων παρὰ τῷ εἰδότι “ἀκούειν σκοτεινῶν λόγων” εὑρεθήσεται ἄξιον θεοῦ. ἡ γὰρ ὀργὴ μὲν αὐτοῦ οὐκ ἄκαρπός ἐστιν, ἀλλ’ὡς ὁ λόγος αὐτοῦ παιδεύει, οὕτως καὶ ἡ ὀργὴ αὐτοῦ παιδεύει · τοὺς γὰρ μὴ παιδευθέντας λόγῳ παιδεύει ὀργῇ. καὶ ἀναγκαῖόν ἐστι τὸν θεὸν χρῆσθαι τῇ καλουμένῃ ὀργῇ, ὡς χρῆται τῷ ὀνομαζομένῳ λόγῳ · οὐ δὲ γὰρ ὁ λόγος αὐτοῦ τοιοῦτός ἐστιν, ὁποῖος ὁ πάντων λόγος. οὐδενὸς γὰρ ὁ λόγος “ζῶον”, οὐδενὸς ὁ λόγος “θεός”, οὐδενὸς ὁ λόγος “ἐν ἀρχῇ” πρὸς ἐκεῖνον ἦν, οὗ ὁ λόγος ἦν, κα- κἂν εἰ μόνος, † ἀπό τινος ᾖ ἀρχῆς. οὕτω δὲ καὶ ἡ ὀργὴ τοῦ θεοῦ ὀργὴ λέγεται οὐχὶ ὡς ἡ οὑτινοσοῦν ὀργή. καὶ ὥσπερ ξένον τι ἔχει ὁ λόγος τοῦ θεοῦ παρὰ πάντα τὸν οὑτινοσοῦν λόγον, καὶ ἔχει ξένον τὸ εἶναι θεὸς καὶ τὸ εἶναι λόγος ζῶον, τὸ ὑφεστηκέναι καθ’ἑαυτό, τὸ ὑπηρετεῖν τῷ πατρί, οὕτως ἐπεὶ ἅπαξ ὠνομάσθη θεοῦ ἡ καλουμένη αὐτοῦ ὀργή, ξένον τι ἔχει καὶ ἀλλότριον πάσης τῆς τοῦ ὀργιζομένου ὀργῆς. οὕτως καὶ ὁ θυμὸς αὐτοῦ ἴδιόν τι ἔχει · ἔστι γὰρ ὁ θυμὸς τῆς προθέσεως τῆς τοῦ θυμῷ ἐλέγχοντος, βουλομένης τὸν ἐλεγχόμενον διὰ τοῦ ἐλέγχου ἐπιστρέφειν. ἐλέγχει καὶ λόγος, ὡς παιδεύει λόγος · ἀλλ’οὐχ οὕτως ἐλέγχει λόγος, ὡς ἐλέγχει θυμός. οἱ γὰρ τῷ ἀπὸ τοῦ λόγου ἐλέγχῳ μὴ ὠφεληθέντες δεήσονται ἐλέγχου τοῦ ἀπὸ τοῦ θυμοῦ. ἐλέγομέν τινα εἶναι καὶ μεταμέλειαν θεοῦ αὐτόθεν ἀπεμφαίνουσαν, ἐπεὶ γέγραπται · “μεταμεμέλημαι ὅτι ἔχρισα τὸν Σαοὺλ εἰς βασιλέα”. ἀξίως δὲ ζητήσεις καὶ τὴν μεταμέλειαν, καὶ μὴ νομίσῃς συγγένειάν τινα ἔχειν τὴν μεταμέλειαν αὐτοῦ τῇ μεταμελείᾳ τῶν μεταμελουμένων. ὡς γὰρ ἐξαίρετόν τι εἶχεν ὁ λόγος αὐτοῦ, ἐξαίρετόν τι ἡ ὀργὴ αὐτοῦ, ὑπερέχον τι ὁ θυμὸς αὐτοῦ, καὶ οὐδὲν τούτοις συγγενὲς ἦν τοῖς ὁμωνύμοις, τὸν αὐτὸν τρόπον καὶ ἡ μεταμέλεια αὐτοῦ ὁμώνυμόν ἐστι τῇ ἡμετέρᾳ μεταμελείᾳ · ὁμώνυμα δέ ἐστιν, ὧν ὄνομα μόνον κοινόν, ὁ δὲ κατὰ το- τοὔνομα τῆς οὐσίας λόγος ἕτερος. μόνον οὖν ὄνομα κοινὸν θυμοῦ θεοῦ καὶ θυμοῦ οὑτινοσοῦν, καὶ μόνον ὄνομα κοινὸν ὀργῆς οὑτινοσοῦν καὶ ὀργῆς θεοῦ. οὕτως καὶ ἐπὶ μεταμελείας νοητέον. καὶ ζητήσει ὁ δυνάμενος, τί μεταμέλεια ἐργάζεται θεοῦ, τί εἰργάσατο. τὸν Σαοὺλ καθεῖλε βασιλεύοντα παρανόμως, ἀνέστησε βασιλέα τῷ λαῷ τὸν κατὰ τὴν καρδίαν τοῦ θεοῦ · εἶπε γὰρ διὰ τὴν ἀγαθὴν ἐκείνην μεταμέλειαν · “εὗρον ἄνδρα κατὰ τὴν καρδίαν μου, Δαβὶδ υἱὸν Ἰεσσαί”. ἀλλὰ ταῦτά μοι προοίμια πάντα ἐστὶ διὰ τὸ τὴν ἀρχὴν τῆς ἀπὸ τοῦ Ἱερεμίου ἀναγνώσεως οὕτως ἔχειν · “ἠπάτησάς με, κύριε, καὶ ἠπατήθην”. 20.2ζητοῦμεν γάρ, μήποτε ὡς ὁ πάντων θυμὸς κακὸς ὁ δὲ τοῦ θεοῦ ἐλεγκτικός, καὶ πάντων μὲν ἡ ὀργὴ χαλεπὴ ἡ δὲ καλουμένη τοῦ θεοῦ παιδευτική, καὶ πάντων μὲν ἡμῶν ἡ μεταμέλεια κατηγορεῖ ἀσθενείας τοῦ λογισμοῦ. τοῦ πρὸ τῆς μεταμελείας, ἐπὶ δὲ τοῦ θεοῦ οὐ τοῦ θεοῦ κατηγορεῖ ἡ μεταμέλεια αὐτοῦ, ἀλλὰ τῶν ἔξω πραγμάτων ἐφ’οἷς ἡ μεταμέλεια λαμβάνεται, οὕτω δεῖ νοῆσαι καὶ τὴν ἀπάτην τοῦ θεοῦ ἑτερογενῆ τυγχάνουσαν παρὰ τὴν ἡμετέραν ἀπάτην, ἣν ἀπατῶμεν. τίς οὖν ἡ παρὰ ταύτην τοῦ θεοῦ ἀπάτη, ἥντινα νοήσας ὁ προφήτης, ὅτε ἐπαύσατο ἀπατώμενος, φησὶ γνοὺς τὴν ὠφέλειαν τὴν ἀπὸ τοῦ ἠπατῆσθαι τὸ “ἠπάτησάς με, κύριε, καὶ ἠπατήθην”; καὶ πρῶτον χρήσομαι παραδόσει Ἑβραϊκῇ, ἐληλυθυίᾳ εἰς ἡμᾶς διά τινος φυγόντος διὰ τὴν Χριστοῦ πίστιν καὶ διὰ τὸ ἐπαναβεβηκέναι ἀπὸ τοῦ νόμου καὶ ἐληλυθότος ἔνθα διατρίβομεν. ἔλεγε δή τινα εἴτε μῦθον φαινόμενον εἴτε λόγον δυνάμενον προσάγειν τοὺς ἀκούοντας τῷ “ἠπάτησάς με, κύριε, καὶ ἠπατήθην”. ἔλεγε δή τινα τοιαῦτα · ὁ θεὸς οὐ τυραννεῖ, ἀλλὰ βασιλεύει, καὶ βασιλεύων οὐ βιάζεται, ἀλλὰ πείθει, καὶ βούλεται ἑκουσίως παρέχειν ἑαυτοὺς τοὺς ὑπ’αὐτῷ τῇ οἰκονομίᾳ αὐτοῦ, ἵνα μὴ κατὰ ἀνάγκην τὸ ἀγαθόν τινος ᾖ, ἀλλὰ κατὰ τὸ ἑκούσιον αὐτοῦ. ὅπερ καὶ ὁ Παῦλος ἐπιστάμενος ἔλεγεν ἐν τῇ πρὸς Φιλήμονα ἐπιστολῇ τῷ Φιλήμονι περὶ τοῦ Ὀνησίμου · “ἵνα μὴ κατὰ ἀνάγκην τὸ ἀγαθόν σου ᾖ ἀλλὰ κατὰ ἑκούσιον”. ἠδύνατο τοίνυν ὁ τῶν ὅλων θεὸς ποιῆσαι νομιζόμενον ἀγαθὸν ἐν ἡμῖν, ἵνα ἐξ ἀνάγκης ἐλεημοσύνας διδῶμεν καὶ ἐξ ἀνάγκης σωφρονῶμεν, ἀλλ’οὐ βεβούληται. διὸ μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης προστάσσει ἡμῖν ποιεῖν ἃ ποιοῦμεν, ἵνα ἑκούσιον ᾖ τὸ γινόμενον. ὁδὸν οὖν, ἵν’οὕτως εἴπω, ζητεῖ πῶς ἂν ἑκουσίως τις ποιήσαι, ἃ ὁ θεὸς βούλεται. ἔλεγεν οὖν μοι ἡ παράδοσις καὶ τοιοῦτόν τι · ἐβούλετο τὸν Ἱερεμίαν πέμψαι προφητεύσοντα πᾶσι τοῖς ἔθνεσι καὶ πρὸ πάντων τῶν ἐθνῶν τῷ λαῷ. ἐπεὶ δὲ αἱ προφητεῖαι σκυθρωπότερόν τι εἶχον (ἀπήγγελλον γὰρ κολάσεις, ἃς ἕκαστος κατὰ τὴν ἀξίαν κολασθήσεται), καὶ ᾔδει τὴν προαίρεσιν τοῦ προφήτου μὴ βουλομένου τὰ χείρονα προφητεῦσαι τῷ λαῷ Ἰσραήλ, διὰ τοῦτο ᾠκονόμησεν εἰπεῖν · “λάβε τὸ ποτήριον τοῦτο, καὶ ποτιεῖς πάντα τὰ ἔθνη πρὸς ἃ ἐγὼ ἐξαποστελῶ σε πρὸς αὐτούς”. προσέταξεν οὖν ὁ θεὸς τῷ Ἱερεμίᾳ λαβεῖν ποτήριον, προτρεπόμενος δὲ αὐτὸν ἐπὶ τὸ “λαβεῖν τὸ ποτήριον τοῦ οἴνου τοῦ ἀκράτου”, φησί · “καὶ ἐξαποστελῶ σε πρὸς πάντα τὰ ἔθνη ἔχοντα τοῦτο τὸ ποτήριον τοῦ οἴνου τοῦ ἀκράτου”. ἀκούσας δὲ ὁ Ἱερεμίας ὅτι ἀποστέλλεται πρὸς πάντα τὰ ἔθνη, ὅτι διακονήσων αὐτοῖς ποτήριον ὀργῆς, ποτήριον κολάσεων, μὴ ὑπονοήσας ὅτι καὶ Ἰσραὴλ μέλλει πίνειν ἀπὸ τοῦ τῆς κολάσεως ποτηρίου, ἀπατηθεὶς ἔλαβε τὸ ποτήριον τοῦ ποτίσαι πάντα τὰ ἔθνη. λαβὼν τὸ ποτήριον ἤκουσε · “καὶ ποτιεῖς πρῶτον τὴν Ἱερουσαλήμ”. ἐπεὶ οὖν ἄλλο μὲν προσεδόκησεν, ἄλλο δὲ αὐτῷ ἀπήντησεν, ἐπὶ τούτῳ δή φησιν · “ἠπάτησάς με, κύριε, καὶ ἠπατήθην”. παραπλήσιον ταύτῃ τῇ διηγήσει ἀπεδίδου καὶ ἐν τῷ Ἡσαΐᾳ · κα- κἀκεῖνος γὰρ οὐκ εἰδὼς τί μέλλει προστάσσεσθαι λέγειν τῷ λαῷ, ἀκούει τοῦ θεοῦ κατὰ τὰ γεγραμμένα λέγοντος · “τίνα ἀποστείλω, καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον”; ὁ δέ, φησίν, ἀπεκρίνατο · “ἰδοὺ ἐγώ εἰμι · ἀπόστειλόν με”. ἀκούει · “πορεύθητι καὶ εἶπον τῷ λαῷ τούτῳ · ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε. ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου” καὶ τὰ ἑξῆς. ἐπεὶ οὖν μὴ εἰδὼς ὃ μέλλει προφητεύειν καὶ ὅτι μέλλει ἀπειλεῖν τῷ λαῷ τοιάδε εἶπεν · “ἰδοὺ ἐγώ εἰμι · ἀπόστειλόν με”, διὰ τοῦτο, φησίν, ἐν τοῖς ἑξῆς “φωνὴ λέγοντος · βόησον”, ὁ δὲ οὐκ ἀπεκρίνατο ὡς πρόθυμος ποιῆσαι τὸ προστασσόμενον, ἀλλ’εἶπε · “τί βοήσω”; εὐλαβεῖτο γὰρ μήποτε πάλιν ἀκούσῃ ὡς ἐπὶ τῆς προτέρας προφητείας · “πορεύθητι καὶ εἶπον τῷ λαῷ τούτῳ · ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε”. “τί” οὖν “βοήσω”; “πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα αὐτῆς ὡς ἄνθος χόρτου” καὶ τὰ ἑξῆς. οὐδὲν ἤκουσεν ἐν τούτοις κατὰ τοῦ Ἰσραήλ. ταῦτ’ἔλεγεν ἡμῖν ἐκεῖνος παραδιδοὺς τὸ “ἠπάτησάς με, κύριε, καὶ ἠπατήθην”. 20.3ἐγὼ δὲ εὔχομαι, ἃ λαμβάνω ἀπὸ τῶν διδόντων μὴ τηρῆσαι μόνον μη δὲ “κατορύξαι τὸ τάλαντον τῶν λεγόντων μοι εἰς τὴν γῆν” μη δὲ “τὴν μνᾶν τῶν διδασκόντων τι χρήσιμον ἀποδῆσαι ἐν σουδαρίῳ”, ἀλλὰ πλεονασμὸν ποιῆσαι τῶν μαθημάτων ὧν λαμβάνω ἀπὸ τοῦ παραδιδόντος καὶ δυναμένου παραδοῦναι χρήσιμα. εὔχομαι τὴν μνᾶν εἴτε εὐαγγελίου εἴτε ἀποστόλου εἴτε προφήτου εἴτε νόμου ποιῆσαι πολλαπλασίονα. ταῦτ’οὖν ἀκούσας ἐσκόπουν κατ’ἐμαυτὸν περὶ τοῦ “ἠπάτησάς με, κύριε, καὶ ἠπατήθην”. καὶ σκοπῶν εὔχομαι εὑρίσκειν τι εἰς τὸν τόπον ἀληθές. μήποτε οὖν, ὡς πατὴρ υἱὸν ἔτι νήπιον ὄντα ἀπατᾶν ἐπὶ συμφέροντι βούλεται, οὐκ ἄλλως δυνάμενον ὠφεληθῆναι ἐὰν μὴ ὁ παῖς ἀπατηθῇ, ὡς ἰατρὸς ἀπατᾶν τὸν κάμνοντα πραγματεύεται, μὴ δυνάμενον θεραπευθῆναι ἐὰν μὴ ἀπάτης παραδέξηται λόγους, οὕτω καὶ ὁ τῶν ὅλων θεός, ἐπεὶ προκείμενον ἔχει ὠφελῆσαι τὸ τῶν ἀνθρώπων γένος. λεγέτω ὁ ἰατρὸς τῷ κάμνοντι · τμηθῆναί σε δεῖ, καυτηριασθῆναί σε δεῖ, ἄλλα χαλεπώτερα παθεῖν σε δεῖ · οὐκ ἂν παράσχοι ἑαυτὸν ἐκεῖνος. ἀλλ’ἐνίοτε ἄλλο λέγει, καὶ ἔκρυψεν ὑπὸ τὸν σπόγγον ἐκεῖνο τὸ τέμνον, τὸ διαιροῦν σιδήριον, καὶ πάλιν κρύπτει, ἵν’οὕτως ὀνομάσω, ὑπὸ τὸ μέλι τὴν τοῦ πικροῦ φύσιν καὶ τὸ ἀηδὲς φάρμακον, βουλόμενος οὐ βλάψαι ἀλλ’ἰάσασθαι τὸν θεραπευόμενον. τοιούτων φαρμάκων πεπλήρωται ὅλη ἡ θεία γραφή. καὶ τινὰ μέν ἐστι χρηστὰ κρυπτόμενα, τινὰ δέ ἐστι πικρὰ κρυπτόμενα. ἐὰν ἴδῃς πατέρα ἀπειλοῦντα ὡς μισοῦντα τὸν υἱὸν καὶ λέγοντα τῷ υἱῷ φοβερὰ καὶ μὴ ἐπιδεικνύμενον τὴν φιλοστοργίαν, ἀλλὰ κρύπτοντα τὴν ἀγάπην τὴν πρὸς τὸν υἱόν, ὄψει ὅτι ἀπατᾶν βούλεται τὸ νήπιον · οὐ γὰρ συμφέρει τῷ υἱῷ τὸ ἐπίστασθαι τὴν ἀγάπην τοῦ πατρός, τὴν προαίρεσιν τὴν φιλικήν · ἐκλυθήσεται γὰρ καὶ οὐ παιδευθήσεται. διὰ τοῦτο κρύπτει μὲν τὸ γλυκὺ τῆς φιλοστοργίας, δείκνυσι δὲ τὸ πικρὸν τῆς ἀπειλῆς. τοιοῦτόν τι ποιεῖ ἐκ τοῦ ἀνὰ λόγον πατρὶ καὶ ἰατρῷ ὁ θεός. ἔστι πικρά τινα, ἃ καὶ τὸν δικαιότατον μὲν ἰᾶται καὶ τὸν σοφώτατον […] πάντα γὰρ τὸν ἁμαρτήσαντα ἐπὶ ταῖς ἁμαρτίαις κολασθῆναι δεῖ. “μὴ πλανᾶσθε, θεὸς οὐ μυκτηρίζεται”. “εἴτε πόρνος εἴτε μοιχὸς εἴτε μαλακὸς εἴτε ἀρσενοκοίτης εἴτε κλέπτης εἴτε μέθυσος εἴτε λοίδορος εἴτε ἅρπαξ, βασιλείαν θεοῦ οὐ κληρονομήσουσι”. τοῦτο ἐὰν νοηθῇ καὶ ἀκριβωθῇ ὑπὸ τῶν μὴ δυναμένων ἰδεῖν τὸ ἰατρικὸν σιδήριον ὑπὸ τὸν σπόγγον, ὑπὸ τῶν μὴ δυναμένων νοῆσαι τὸ πικρὸν φάρμακον ὑπὸ τὸ μέλι, ἐκκακήσει τις. τίς γὰρ ἡμῶν οὐ σύνοιδεν ἑαυτῷ πιόντι οὐ μετὰ βουλῆς καὶ μεθυσθέντι; τίς ἡμῶν καθαρεύει ἀπὸ κλοπῆς καὶ ἀπὸ τοῦ μὴ πεπορικέναι τὰ ἐπιτήδεια δεόντως; ἀλλ’ὅρα τί λέγει ὁ λόγος · “μὴ πλανᾶσθε, ὅτι οὗτοι βασιλείαν θεοῦ οὐ κληρονομήσουσι”. τὸ κατὰ τὸν τόπον μυστήριον κεκρύφθαι δεῖ, ἵνα μὴ ἐκκακήσῃ ὁ πολύς, ἵνα μὴ μαθὼν τὰ πράγματα προσδοκήσῃ τὴν ἔξοδον οὐχ ὡς ἀνάπαυσιν, ἀλλ’ὡς κόλασιν. ἢ τίς εὑρεθήσεται Παῦλος ὁ δυνάμενος λέγειν · “κάλλιον γὰρ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι”; ἐγὼ δὲ οὐ δύναμαι τοῦτο λέγειν. οἶδα γὰρ ὅτι ἐὰν ἐξέλθω, τὰ ἐμὰ ξύλα καυθῆναι ἐν ἐμοὶ δεῖ. ξύλα δὲ ἔχω τὰς λοιδορίας, ξύλα ἔχω τὰς μέθας, ξύλα τὰς κλοπάς, καὶ ἄλλα μυρία ξύλα ἐπῳκοδόμησά μου τῇ οἰκοδομῇ. ὁρᾷς ὅτι ταῦτα πάντα λανθάνει τοὺς πολλοὺς τῶν πεπιστευκότων, καὶ καλῶς λανθάνει · καὶ ἕκαστος ἡμῶν οἴεται, ἐπεὶ μὴ εἰδωλολάτρησεν, ἐπεὶ μὴ πεπόρνευκεν (εἴθε κα- κἂν ἐπὶ τῶν τοιούτων καθαρεύοιμεν), ὅτι ἀπαλλαγεὶς τοῦ βίου σωθήσεται. οὐ βλέπομεν ὅτι “τοὺς πάντας ἡμᾶς παρασταθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε φαῦλον”. οὐ βλέπομεν τὸν εἰρηκότα · “πλὴν ὑμᾶς ἔγνων ἐκ πάντων, τῶν φυλῶν τῆς γῆς · διὰ τοῦτο ἐκδικήσω ἐφ’ὑμᾶς ἐπὶ πάντα τὰ ἐπιτηδεύματα ὑμῶν”, οὐχὶ τινὰ μὲν τινὰ δὲ οὔ. ἐπεὶ τοίνυν ὁ ἰατρὸς ἐνίοτε ἀποκρύπτει τὸν ἰατρικὸν σίδηρον ὑπὸ τὸν ἁπαλὸν καὶ τρυφερὸν σπόγγον, κρύπτει δὲ καὶ ὁ πατὴρ τὴν φιλοστοργίαν διὰ τῆς ἐμφάσεως τῆς ἀπειλῆς, καὶ αἱ ἀπάται αἱ μὲν ἀφαιροῦσι τὰ στεατώματα καὶ τοὺς κιρσοὺς καὶ εἴ τι ἄλλο βλάπτει τὴν τοῦ σώματος κατασκευήν, ἡ δὲ περιαιρεῖ τὴν ἀπαιδευσίαν καὶ τὴν χαύνωσιν · τοιοῦτον δή τι νενόηκε ποιεῖν τὸν θεὸν ὁ προφήτης μυστικῶς καὶ λέγει ἰδὼν ἃ ἠπάτηται ὑπὸ τοῦ θεοῦ ἐπὶ καλῷ · “ἠπάτησάς με, κύριε, καὶ ἠπατήθην”. ἤγαγεν αὐτὸν ἐπὶ τὴν τηλικαύτην χάριν, ἐπὶ τὸ εὔξασθαι καὶ εἰπεῖν τῷ θεῷ · ἀπάτησόν με, εἰ τοῦτο συμφέρει. ἄλλη γὰρ ἡ ἀπάτη ἡ ἀπὸ τοῦ θεοῦ, ἄλλη ἡ ἀπάτη ἡ ἀπὸ τοῦ ὄφεως. ὅρα τί λέγει ἡ γυνὴ τῷ θεῷ · “ὁ ὄφις ἠπάτησέ με, καὶ ἔφαγον”. καὶ ἡ μὲν ἀπάτη ἡ ἀπὸ τοῦ ὄφεως ἐξεῖλε τὸν Ἀδὰμ καὶ τὴν γυναῖκα αὐτοῦ ἀπὸ τοῦ παραδείσου τοῦ θεοῦ · ἡ δὲ ἀπάτη ἡ γενομένη τῷ προφήτῃ τῷ εἰπόντι · “ἠπάτησάς με, κύριε, καὶ ἠπατήθην” ἤγαγεν αὐτὸν ἐπὶ τὴν τηλικαύτην τῆς προ-φητείας χάριν, ἐπὶ τὸ αὐξῆσαι ἐν αὐτῷ τὴν δύναμιν, ἐπὶ τὸ τελειωθῆναι αὐτὸν καὶ δυνηθῆναι ὑπηρετήσασθαι μετὰ τοῦ μὴ φοβεῖσθαι ἄνθρωπον τῷ βουλήματι τοῦ λόγου τοῦ θεοῦ. ταῦτα μὲν οὖν καὶ ἡμεῖς νοοῦντες καὶ ἐπὶ τοῦ παρόντος καὶ εἰς τὸ μέλλον εὐξώμεθα ἀπατᾶσθαι ὑπὸ τοῦ θεοῦ. μόνον μὴ ὁ ὄφις ἀπατησάτω ἡμᾶς. καὶ ἀλλαχοῦ τούτῳ συγγενὲς γέγραπται, ὅτι εἴρηται ἐν τῷ Ἡσαΐᾳ · “κύριος γὰρ ἐκέρασεν αὐτοῖς πνεῦμα πλανήσεως”. ἐπιστήσεις κα- κἀκεῖ τί ποιεῖ τὸ πνεῦμα τῆς πλανήσεως κιρνάμενον ἀπὸ τοῦ θεοῦ. καλῶς δέ, ὅτι οὐκ ἄκρατον δέδωκεν ὁ θεὸς τὸ πνεῦμα τῆς πλανήσεως, ἀλλ’, ὡς ὠνόμασεν ὁ προφήτης, ἐκέρασεν αὐτό. 20.4παρακινδυνεῦσαι θέλω καὶ παράδειγμα δοῦναι ὠφελημένων ἠπατημένων. εἰσί τινες οἳ διὰ τοῦτο ἀσκοῦσι τὴν ἁγνείαν καὶ τὴν καθαρότητα, καὶ ἄλλοι οἳ διὰ τοῦτο ἀσκοῦσι τὴν μονογαμίαν, ἐπεὶ προσεδόκησαν ἀπόλλυσθαι τὸν συνουσιάσαντα γαμικῶς, ἀπόλλυσθαι τὸν διγαμήσαντα. συγκρίνωμεν καθ’ἑαυτούς, τί λυσιτελεῖ τῇ μονογάμῳ, ἠπατῆσθαι καὶ οἴεσθαι κολάζεσθαι καὶ αἰωνίῳ κολάσει παραδίδοσθαι τὴν δίγαμον, ἵνα μείνῃ μονόγαμος καὶ καθαρά, ἢ γνῶναι τὸ ἀληθὲς καὶ διγαμῆσαι; νομίζω, παντὸς οὑτινοσοῦν βλέποντος τὸ ἀκόλουθον ἔστιν εἰπεῖν, ὅτι μακαριώτερον μὲν ἦν τὸ καθαρεύειν καὶ μὴ διγαμεῖν μὴ ἠπατημένην καὶ ὁρᾶν ὅτι μετέχει μὲν σωτηρίας τινὸς καὶ ἡ δίγαμος, οὐ μὴν τοσαύτης μακαριότητος, ὅσης παρὸν διγαμεῖν καθαρεύσασα · εἰ δὲ μὴ δύναται τοῦτο, βέλτιον τὸ ἠπατῆσθαι ὡς ἀπολλυμένων διγάμων καὶ διὰ τὴν ἀπάτην καθαρεύειν, ἢ τὸ ἀληθὲς ἐγνωκέναι καὶ ἐν ἐλάττονι γεγονέναι τῷ τῶν διγάμων τάγματι. τοιοῦτόν τι εὑρήσεις καὶ ἐπί τινων ἀσκούντων τὴν ἁγνείαν καὶ τὴν καθαρότητα τὴν παντελῆ. πολλὰ δ’ἂν καὶ ἄλλα εὑρεθείη κατὰ ἀπάτην ὑφ’ἡμῶν γινόμενα καὶ ὠφελοῦντα ἡμᾶς. πόσοι δὲ νομιζόμενοι σοφοί, εὑρόντες τὸ περὶ κολάσεως ἀληθὲς καὶ διελθόντες δῆθεν τὰ τῆς ἀπάτης, ἐν χείρονι γεγόνασι βίῳ; ἐλυσιτέλει αὐτοὺς φρονεῖν, ὡς ἐφρόνουν πρότερον περὶ τοῦ “ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει” καὶ ὅτι “τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται” καὶ ὅτι “ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί” καὶ ὅτι “τὸ ἄχυρον κατακαυθήσεται πυρὶ ἀσβέστῳ”. ἐὰν δὲ ἄλλο τι φαντασθέντες παρὰ τὴν πρώτην αὐτῶν ἔννοιαν “μέλλωσι τοῦ πλούτου τῆς χρηστότητος τοῦ θεοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖν”, ὅρα εἰ μὴ ἀληθῶς διὰ τοῦτο, ἐπεὶ μὴ ἔδοξαν ἠπατῆσθαι, ἐθησαύρισαν αὑτοῖς “ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ θεοῦ”, οὐκ ἂν θησαυρίσαντες εἰ ἠπατήθησαν. ταῦτα διὰ τὴν ἀπὸ θεοῦ ἀπάτην, ἐπεὶ εἶπεν ὁ προφήτης · “ἠπάτησάς με, κύριε, καὶ ἠπατήθην”. παρέλθωμεν δὲ ἰδίᾳ καὶ εἰς τὸ “ἠπατήθην”. διὰ τί οὐκ εἶπε μόνον τὸ “ἠπάτησάς με, κύριε”, ἀλλὰ προσέθηκε καὶ τὸ “ἠπατήθην”; ἔστιν ἐνίοτε ἐπινοῆσαι ἐνεργοῦντά τινα τὴν ἀπάτην, ἄλλον δὲ φυλασσόμενον ἀπατηθῆναι καὶ οὐκ ἀπατώμενον. ὅταν δὲ ὁ μὲν ἐνεργήσῃ τὸ ἀπατᾶν, ὁ δὲ μὴ φυλάξηται τὸ ἀπατηθῆναι ἀλλ’ἐμπέσῃ εἰς τὴν ἀπάτην, εἴποι ἄν · “ἠπάτησάς με, κύριε, καὶ ἠπατήθην”. ἐγὼ δὲ γενόμενος κατὰ τὸν τόπον καὶ τοιαῦτά τινα εἴποιμι ἄν · ὃ ἐὰν λέγῃ μοι ὁ ὄφις, κα- κἂν ἀληθῆ μοι λέγῃ κα- κἂν ἀπατᾶν με θέλῃ, ὑφορῶμαι αὐτοῦ τοὺς λόγους πειθόμενος ὅτι, εἴτε ἀπατᾷ με εἴτε ἀληθεύει, βλάπτει με. καὶ ἡ ἀλήθεια γὰρ αὐτοῦ βλάπτει · οὐδὲν ὠφέλιμον ἀπὸ τοῦ ὄφεως γίνεται, ἐπεὶ “μὴ δύναται δένδρον πονηρὸν καρποὺς ἀγαθοὺς ἐνεγκεῖν”. ὃ ἐὰν δὲ λέγῃ μοι ὁ θεὸς καὶ πείθωμαι ὅτι θεός ἐστιν ὁ λέγων, ἕτοιμός εἰμι παρέχειν ἐμαυτόν. ἀληθεύει, δέχομαι · ἀπατᾶν με βούλεται, ἑκὼν ἀπατῶμαι, θεός με μόνος ἀπατάτω. καὶ ἐπεὶ παρέχω ἐμαυτόν, πειθόμενος θεὸν εἶναι τὸν λέγοντα, καὶ ἀπατᾶσθαι, καὶ οὐ περιεργάζομαι, θέλων ἀπατώμενος μὴ ὑπ’ἄλλου, ἀλλ’ὑπὸ τοῦ θεοῦ ἀπατηθῆναι, διὰ τοῦτο λέγω ὅτι οὐ μόνον σὺ ἐνήργησας τὸ ἀπατᾶν, ἀλλ’ὅτι κα- κἀγὼ πέπονθα τὸ ὑπὸ σοῦ ἀπατᾶσθαι, καὶ κατὰ τοῦτο λέγω ὅτι “ἠπάτησάς με, κύριε, καὶ ἠπατήθην”. τί δὲ ἀκολουθεῖ τῷ τὸν θεὸν εἶναι ἀπατῶντα καὶ ἄνθρωπον εἶναι τὸν ἀπατώμενον; “ἐκράτησας καὶ ἠδυνάσθης”. τότε με κρατεῖ, ἐάν με κατ’ἀρχὰς ἔτι νήπιον ἐν Χριστῷ ἀπατήσῃ, καὶ κρατήσας δύναται. ἐὰν δὲ μὴ κρατήσῃ, τότε μοι χρεία πόνων. “ἐκράτησας καὶ ἠδυνάσθης”. 20.5ἑξῆς τούτοις λέγει · “ἐγενόμην εἰς γέλωτα, πᾶσαν ἡμέραν διετέλεσα μυκτηριζόμενος”. καὶ εἰς τοῦτον τὸν τόπον ταῦτα ἤκουον, ὅτι Ἱερεμίας γέγονε κατὰ χρόνους ἁμαρτωλοτάτων (ἐπ’αὐτοῦ γοῦν γέγονεν ἡ αἰχμαλωσία), καὶ οὕτως ἦσαν ἁμαρτωλοὶ ὥστε μυκτηρίζειν καὶ γελᾶν καὶ χλευάζειν, εἴ ποτε ὁ προφήτης τὸ προοίμιον ἔλεγε τὸ προφητικόν, τὸ “τάδε λέγει κύριος”. ἐγέλων οἱ ἀκούοντες καὶ ἐμυκτήριζον τὰ λεγόμενα. ἐφυλάξατο εἰπεῖν τὸ “τάδε λέγει κύριος” ὁ ἀπατηθεὶς καὶ ὠφεληθεὶς ἐκ τοῦ ἀπατᾶσθαι. διὸ καὶ αὐτὸς βουλόμενος ἀπατᾶν ἐπὶ τῷ ὠφελεῖσθαι ἐκ τοῦ ἀπατᾶν ἔλεγεν · ὅτι ἐμοὺς ὑμῖν λαλῶ, ἐπεὶ οὐκ ἀκούετε τοὺς τοῦ κυρίου λόγους. εἶτα ἐκεῖνοι παρεῖχον τὰς ἀκοὰς ὡς λόγοις Ἱερεμίου καὶ ἤκουον λόγων θεοῦ. ταῦτα δέ μοι ἔλεγεν ὁ παραδιδούς μοι τὸν τόπον, ἐξετάζων τὰ προοίμια καὶ τὰς ἀρχὰς τῶν προφητειῶν. ἔστι τοίνυν καὶ ἀρχὴ τῆς προφητείας Ἱερεμίου παρὰ μὲν ἡμῖν, ὡς οἱ Ἑβδομήκοντα παραδεδώκασιν οὐκ οἶδ’ὅ, τι σκοπήσαντες · “τὸ ῥῆμα τοῦ θεοῦ ὃ ἐγένετο ἐπὶ Ἱερεμίαν τὸν τοῦ Χελκίου ἐκ τῶν ἱερέων”, ἐν δὲ τῷ Ἑβραϊκῷ καὶ ταῖς λοιπαῖς ἐκδόσεσι · “λόγοι Ἱερεμίου υἱοῦ Χελκίου”, καὶ πάντες συνεφώνησαν τῷ εἰπεῖν · “λόγοι Ἱερεμίου υἱοῦ Χελκίου”. διὰ τί οὖν “λόγοι Ἱερεμίου”; ἐπειδήπερ τὸ προοίμιον αὐτῷ ἐν τῷ λέγειν πρὸς τοὺς μὴ βουλομένους ἀκοῦσαι ἦν · ἀκούσατέ μου τοὺς λόγους. καὶ ἡμεῖς ἔσθ’ὅτε τοιαῦτα, ὅταν λυσιτελὲς ἡμῖν φανῇ, ποιοῦμεν. ἐνίοτε λόγους τοῖς ἀπὸ τῶν ἐθνῶν προσάγομεν βουλόμενοι αὐτοὺς προσαγαγεῖν τῇ πίστει, καὶ ἐὰν ἴδωμεν ὅτι διαβεβλημένοι εἰσὶ πρὸς Χριστιανισμὸν καὶ βδελύσσονται τὸ ὄνομα καὶ μισοῦσι τὸ ἀκοῦσαι, ὅτι οὗτος ὁ λόγος Χριστιανῶν ἐστιν, οὐ προσποιούμεθα Χριστιανῶν λέγειν λόγον ὠφέλιμον. ἀλλ’ὅταν ὁ λόγος ἐκεῖνος κατασκευασθῇ κατὰ δύναμιν ὑφ’ἡμῶν, καὶ δοκῶμεν αἱρεῖν τὸν ἀκροατὴν οὐχ ὡς ἔτυχε τοῦ λεγομένου ἀκούσαντα, τότε ὁμολογοῦμεν ὅτι οὗτος ὁ ἐπαινετὸς λόγος Χριστιανῶν λόγος ἦν. καὶ ποιοῦμέν τι παραπλήσιον τῷ εἰπόντι οὐκέτι “τάδε λέγει κύριος” ἀλλά · ἀκούσατε λόγους ἐμοῦ τοῦ Ἱερεμίου. ταῦτα διὰ τὸ “ἐγενόμην εἰς γέλωτα”. καὶ ἡμεῖς ἀγανακτοῦμεν, ἐάν ποτε λαλοῦντες γελασθῶμεν, ὅπου Ἱερεμίας ὁ τοιοῦτός φησιν · “ἐγενόμην εἰς γέλωτα, πᾶσαν ἡμέραν διετέλεσα μυκτηριζόμενος”; τί λέγω, Ἱερεμίας; καὶ ὁ ἐμὸς Ἰησοῦς ἐμυκτηρίζετο · “ἤκουον” γάρ φησι “ταῦτα πάντα οἱ Φαρισαῖοι φιλάργυροι ὑπάρχοντες, καὶ ἐμυκτήριζον αὐτόν”. ἀλλ’“ὁ κύριος ἐκμυκτηρίζει” πάντας τοὺς ἐκμυκτηρίζοντας τοὺς λόγους τοῦ θεοῦ. “ἐγενόμην εἰς γέλωτα”. ὅρα ποταποὺς βίους ἐβίωσαν οἱ προφῆται, πῆ μὲν καταγελώμενοι, πῆ δὲ κινδυνεύοντες καὶ καταβαλλόμενοι καὶ λιθοβολούμενοι ὑπὸ τοῦ λαοῦ, ἀναιρούμενοι, μισούμενοι, ἐκδιωκόμενοι · καὶ πάντα ἔπασχον καὶ ὑπέμενον, ἵνα κατὰ τὸ βούλημα τοῦ θεοῦ “δόξαν τὴν παρὰ τοῦ μόνου ζητοῦντες”, κηρύσσοντες τὸν λόγον τύχωσι τοῦ τέλους τοῦ παρὰ τοῦ θεοῦ. “πᾶσαν τὴν ἡμέραν διετέλεσα μυκτηριζόμενος”. κατηγορία τῶν κατὰ τὴν γενεὰν ἐκείνην, ὅτι οὐ δὲ ἡμέρας ὀλίγας τινὰς ἐποίησεν ὁ προφήτης μυκτηριζόμενος, ἀλλὰ “πᾶσαν ἡμέραν διετέλεσε μυκτηριζόμενος”. 20.6“ὅτι πικρῷ λόγῳ μου γελάσομαι”. ἔστι τις ἐπαγγελία γέλως, ἧς ἐπαγγελίας ἐπώνυμός ἐστιν ὁ πατριάρχης Ἰσαάκ · ἑρμηνεύεται γὰρ Γέλως. ὅτι δὲ ἐπαγγελία γέλως, δῆλον ἐκ τοῦ “μακάριοι οἱ κλαίοντες νῦν” · ἡ δὲ ἐπαγγελία “ὅτι γελάσονται”. ὥσπερ ἐπαγγελία “υἱοὶ θεοῦ κληθήσονται”, καὶ “τὸν θεὸν ὄψονται”, καὶ “κληρονομήσουσι τὴν γῆν”, καὶ “αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν”, οὕτως ἐστὶν ἐπαγγελία γέλως · ᾗ ἐπαγγελίᾳ τὸ ἐναντίον ὁ μακαριζόμενός ἐστι κλαυθμός. ζητήσεις δέ, εἰ τούτῳ τῷ ἀγαθῷ γέλωτι καθ’ἑτέραν καὶ ἑτέραν ἐπίνοιαν συνᾴδει μὲν ὁ μακαριζόμενος κλαυθμός, ἐναντιοῦται δὲ ὁ τοῖς ἐναντίοις ταλανιζόμενος ἀποκείμενος κλαυθμὸς ἕτερος. “οὐαὶ” γὰρ “οἱ γελῶντες νῦν, ὅτι πενθήσουσι καὶ κλαύσονται” · ἄλλος γὰρ κλαυθμὸς ὁ μακαριζόμενος, ἄλλος ὁ ἀποκείμενος τοῖς κακῶς βεβιωκόσιν. εἰ δέ τι κα- κἀκεῖνος τέλος ἔχει ὠφέλιμον, οὐκ οἶδα. τί λέγω; ἄκουε Παύλου. ὅτε ἐδίδασκεν, ἐπραγματεύετο λέγων λυπῆσαι τοὺς ἀκούοντας. καὶ ὁμολογεῖ ὅτι τότε μάλιστα εὐφραίνετο, ὅτε ἐλυπεῖτό τις ἐξ αὐτοῦ · φησὶ γάρ · “καὶ τίς ἐστιν ὁ εὐφραίνων με εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ”; καὶ εἴ τίς γε ἱκανός ἐστι κινῆσαι ψυχὴν ἀκροατοῦ μάλιστα ἡμαρτηκότος, τοιούτους εὔχεται λόγους λέγειν, οἵτινες ἀπὸ δυνάμεως καὶ παρατάξεως καὶ θειότητος καὶ νοημάτων ἀπαγγελλόμενοι ἱερῶν σείσουσι τὴν ψυχὴν τοῦ ἀκούοντος καὶ κινήσουσιν ἐπὶ πένθος καὶ ἐπὶ κλαυθμὸν καὶ ἐπὶ δάκρυα, ὡς χαίρειν τὸν λέγοντα, † ὅτε ἴδῃ τὸ ἀκροατήριον τερπόμενον καὶ γέμον ἐπὶ τοῖς λεγομένοις. ὅπου μὲν γὰρ εἰς ἐπαγγελίας ἄγει, ὡς “διὰ στενῆς καὶ τεθλιμμένης τῆς ἐν τῷ λυπεῖσθαι ὁδοῦ ἐπὶ τὴν ζωήν”, καὶ διὰ τοῦ κλαυθμοῦ ἄγει ἐπὶ τὸν μακαριζόμενον γέλωτα. ὅτε δὲ οὐ τοῦτο ἀνύει, φοβοῦμαι μὴ τοιαῦτα λέγῃ · “οὐαὶ οἱ γελῶντες νῦν, ὅτι πενθήσετε καὶ κλαύσετε”. πρὸς τί δέ μοι τοῦτο εἴρηται, ἢ βουλομένῳ ὑπαινίξασθαι ὅτι λέγει, “πικρῷ λόγῳ μου γελάσομαι”, καὶ παραστῆσαι γέλωτα κλαυθμοῦ, καὶ κλαυθμὸν ἐκεῖνον ὃν κλαύσονται οἱ ἐνταῦθα γελῶντες, τάχα τοῦ θεοῦ πραγματευομένου ἐγγεννῆσαι αὐτοῖς κλαυθμόν; “ἐκεῖ” γὰρ “ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων”. καὶ τοῦτο πραγματεύεται ὁ θεὸς ὁρῶν ὅτι ὁ κλαίων · ἐπὶ τοῖς ἰδίοις ἁμαρτήμασιν, ὁ θρηνῶν ἐπὶ τοῖς ἰδίοις παρανομήμασιν ἤδη εἰς συναίσθησιν ἐλήλυθε τῶν ἰδίων κακῶν. ὡς εἴθε ἕκαστος ἡμῶν καθ’ἕκαστον ἁμάρτημα ἔλεγε · “λούσω καθ’ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω”. ὡς εἴθε ἕκαστος ἡμῶν ἔλεγεν ἐπὶ τοῖς ἰδίοις ἁμαρτήμασι κλαίων · “ἐγενήθη μοι τὰ δάκρυα ἄρτος ἡμέρας καὶ νυκτός”. ἐάν μου ὁ λόγος πικρότερος ἐνταῦθα ᾖ, πικρότερος δὲ διὰ τὸ θλίβεσθαί με δι’αὐτὸν, ἀηδίζονται οἱ ἀκούοντες. οἱ ἐλεγχόμενοι, ὅταν βαρῶνται τὸν λέγοντα, οἶδα ὅτι ἐπὶ τῷ πικρῷ λόγῳ μου τὸ τέλος ἐστὶ γελᾶν, γελᾶν δὲ τὸν τῶν μακαριζομένων γέλωτα. καὶ τοῦτο τάχα εἰδὼς ὁ προφήτης ἔλεγεν · “ὅτι πικρῷ λόγῳ μου γελάσομαι” · ἤδη “πικρῷ λόγῳ”, ἀλλ’οὐκ ἤδη γελῶ, ἀλλὰ “πικρῷ λόγῳ μου γελάσομαι”. 20.7“ἀθεσίαν καὶ ταλαιπωρίαν ἐπικαλέσομαι”. θεὸν ἐπικαλεῖται ὁ δίκαιος, τὴν σοφίαν ἐπικαλεῖται καὶ ὁ ἄδικος · “ἔσται γὰρ” φησὶν “ὅταν ἐπικαλέσησθέ με, ἐγὼ δὲ οὐκ εἰσακούσομαι ὑμῶν”. ἐκεῖ μὲν οἱ ἄδικοι · καὶ οἱ δίκαιοι δὲ δῆλον ὅτι ἐπικαλοῦνταί ποτε τὴν σοφίαν · “καὶ πᾶς ὃς ἐὰν ἐπικαλέσηται τὸ ὄνομα κυρίου σωθήσεται”. ἐνθάδε δὲ ὁ προφήτης φησίν · “ἀθεσίαν καὶ ταλαιπωρίαν ἐπικαλέσομαι”, ὡς τὸν θεὸν οὕτω τὴν ἀθεσίαν, ὡς τὸν κύριον οὕτω τὴν ταλαιπωρίαν. ἆρα καλὸν πρᾶγμα ἐπικαλῇ, Ἱερεμία, ὅτι ἐπαγγέλλῃ λέγων · “ἀθεσίαν καὶ ταλαιπωρίαν ἐπικαλέσομαι”; ἀλλὰ δεῖ κατανοῆσαι συνθήκας ἃς τιθέμεθα καὶ τὰς ἀθεσίας αὐτῶν, ὅτι ἔστι ποτὲ συνθήκας θέσθαι κακῶς · καὶ μετὰ τὸ θέσθαι συνθήκας κακῶς εἴθε ἐπικαλοῖμεν τὴν ἀθεσίαν. οὕτω δὲ καὶ ἐὰν κατανοήσω “τὴν πλατεῖαν καὶ εὐρύχωρον, τὴν ἀπάγουσαν εἰς τὴν ἀπώλειαν” καὶ ὅτι ὁδεύων ἐν αὐτῇ οὐ ταλαιπωρῶ, μεταβαίνω “ἀπὸ τῆς πλατείας καὶ εὐρυχώρου ὁδοῦ” καὶ ἔρχομαι “ἐπὶ τὴν στενὴν καὶ τεθλιμμένην” καὶ ταλαιπωρῶν λέγω · “ταλαιπωρίαν ἐπικαλέσομαι”. ἀθετεῖν μέλλω τὰς συνθήκας τὰς πρὸς τὸν κόσμον καὶ τὰ κοσμικὰ πράγματα, ἵνα ἀναλάβω οὐρανίους συνθήκας. “ἀθεσίαν ἐπικαλέσομαι”. οὕτω δὲ καταλιπὼν τὸν βίον τὸν “τῆς πλατείας καὶ εὐρυχώρου ὁδοῦ” καὶ ἐρχόμενος “ἐπὶ τὴν στενὴν καὶ τεθλιμμένην”, ἵνα γένωμαι ταλαίπωρος ὡς Παῦλος, λέγω · “ταλαιπωρίαν ἐπικαλέσομαι”. οὐ γὰρ πᾶς ἄνθρωπος ἐρεῖ τὸ “ταλαίπωρος ἐγὼ ἄνθρωπος · τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου”; ἀλλ’ὁ νοήσας τὸ σῶμα τοῦ θανάτου, ὁ ῥυσθῆναι βουλόμενος ἀπὸ τοῦ σώματος τοῦ θανάτου τούτου ἐρεῖ τὸ “ταλαίπωρος ἐγὼ ἄνθρωπος”. ὁ δὲ φιλοσωματῶν, ὁ πολύς, ὁ ἀπιστῶν τῷ μέλλοντι αἰῶνι οὐ λέγει · “ταλαίπωρος ἐγὼ ἄνθρωπος”, ἀλλὰ μακαρίζει ἑαυτόν, ὅτι ἐστὶν ἄνθρωπος, καὶ ἐπὶ τῷ εἶναι ἐν τῷ τοῦ θανάτου σώματι. ἐὰν οὖν δυνηθῶ νοήσας πῶς Παῦλος εἶπε · “ταλαίπωρος ἐγὼ ἄνθρωπος”, μηδέπω ἐπικαλεσάμενος τὴν ταλαιπωρίαν, ἐπικαλέσομαι αὐτὴν ἐκ τοῦ ἀθετῆσαι τὰς πρὸς τὴν κακίαν συνθήκας καὶ λέγω ὡς ὁ Ἱερεμίας · “ἀθεσίαν καὶ ταλαιπωρίαν ἐπικαλέσομαι”. οὐ γὰρ εἶπεν · ἀθεσίαν θεοῦ ἐπικαλέσομαι. θέλω παράδειγμα δοῦναι ἀπὸ τῆς γραφῆς δικαίου τοῦ συνθήκας ἀθετοῦντος, ἵνα παραστήσω πῶς ἐκεῖνος τῷ ἔργῳ ἀθεσίαν ἐπεκαλέσατο. Ἰουδὴθ συνθήκας ἔθετο πρὸς τὸν Ὁλοφέρνην ὥστε τοσῶνδε ἡμερῶν ἐξερχομένη εὔχεσθαι τῷ θεῷ καὶ μετὰ τοσάσδε ἡμέρας ἑαυτὴν παρέξειν τῇ κοίτῃ τοῦ Ὁλοφέρνου. ταύτας τὰς συνθήκας Ὁλοφέρνης προσεδέξατο. ἀπέλυσε τὴν Ἰουδὴθ ἐπὶ τὰς εὐχὰς ἔξω τῆς παρεμβολῆς. τί ἐχρῆν ποιῆσαι τὴν Ἰουδήθ; τηρῆσαι τὰς συνθήκας ἢ ἀθετῆσαι αὐτάς; ὡμολόγηται ὅτι ἀθετῆσαι · τὰς γὰρ πρὸς Ὁλοφέρνην ἀθετῆσαι μακάριον ἦν ἐπὶ θεοῦ. ἔμελλεν ἀθετεῖν τὰς πρὸς τὸν Ὁλοφέρνην συνθήκας ἡ Ἰουδήθ, ἔμελλεν εἰπεῖν · “ἀθεσίαν ἐπικαλέσομαι” · καὶ ἐπεκαλέσατό γε τὴν ἀθεσίαν. ὄφελον κα- κἀγὼ τοιοῦτος γένωμαι ἵν’εἴπω · “ἀθεσίαν ἐπικαλέσομαι”, καὶ ἐπικαλέσομαι τὴν ἀθεσίαν τὴν πρὸς τὸν ὄφιν, τὴν πρὸς τὸν διάβολον. συνθήκας ποτὲ ὁ ὄφις πρὸς τὴν Εὔαν ἐποιήσατο, καὶ ἦν αὐτῷ φίλη καὶ ὁ ὄφις τῇ γυναικί. ἀλλ’ὁ θεὸς ἐπραγματεύσατο ὡς ἀγαθὸς τὰς συνθήκας ταύτας λυθῆναι καὶ τὴν φιλίαν ταύτην τὴν κακὴν διασκεδάσαι καὶ ὡς ἀγαθὸς θεὸς λέγει · “ἔχθραν θήσω ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τῆς γυναικός, καὶ ἀνὰ μέσον τοῦ σπέρματος σοῦ καὶ ἀνὰ μέσον τοῦ σπέρματος αὐτῆς”. εὐγνωμόνως οὖν ἀκούοιμεν, πῶς ὁ θεὸς ἔχθραν ποιεῖ τὴν πρὸς τόνδε, ἵνα φιλίαν ποιήσῃ τὴν πρὸς τὸν Χριστόν · ἀδύνατον γὰρ ἅμα εἶναι φίλον τῶν ἐναντίων. καὶ ὥσπερ “οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν”, οὕτως οὐδεὶς δύναται εἶναι φίλος καὶ “θεῷ καὶ μαμωνᾷ”, φίλος καὶ Χριστῷ καὶ ὄφει. ἀλλὰ ἀνάγκη καὶ τὴν φιλίαν τὴν πρὸς τὸν Χριστὸν ἔχθραν ποιῆσαι πρὸς τὸν ὄφιν, καὶ τὴν φιλίαν τὴν πρὸς τὸν ὄφιν ἔχθραν γεννῆσαι τὴν πρὸς τὸν Χριστόν. “ἀθεσίαν καὶ ταλαιπωρίαν ἐπικαλέσομαι”. ἵνα δὲ μᾶλλον νοήσῃς τὸ “ταλαιπωρίαν ἐπικαλέσομαι”, διαγράψω τι γινόμενον τοῖς ἀσκηταῖς. πολλάκις γὰρ παρακειμένου τοῦ γῆμαι καὶ μὴ ἔχειν πρᾶγμα ἐπανισταμένης τῆς σαρκὸς τῷ πνεύματι, αἱρεῖταί τις οὐ καταχρήσασθαι τῇ τοῦ γαμεῖν ἐξουσίᾳ, ἀλλὰ ταλαιπωρεῖν καὶ κάμνειν, “ὑπωπιάζειν τὸ σῶμα νηστείαις καὶ δουλαγωγεῖν αὐτὸ” “ἀποχαῖς τοιῶνδε βρωμάτων”, καὶ παντὶ τρόπῳ “τῷ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦν”. ἆρ’οὖν ὁ τοιοῦτος οὐ τὴν ταλαιπωρίαν ἐπεκαλέσατο, παρὸν ἐπιδοῦναι ἑαυτὸν τρυφῇ καὶ ἡδονῇ καὶ μὴ ἐπικαλεῖσθαι τὴν ταλαιπωρίαν; εἴ τις οὖν δύναται μιμεῖσθαι τὸν προφήτην, καὶ ἀθεσίαν, ὡς διηγησάμεθα, ἐπικαλείσθω, καὶ ταλαιπωρίαν δὲ ἐν ταῖς ἀσκήσεσιν ἐπικαλείσθω. ἔτυχε δὲ ἡ ἱστορία εἶναι ἀληθὴς καὶ περὶ τοῦ Ἱερεμίου, ὅτι καὶ ἐν ἁγνείᾳ ἔζησεν · εἶπε γὰρ αὐτῷ ὁ κύριος · “οὐ μὴ λάβῃς γυναῖκα, οὐ δ’οὐ μὴ ποιήσῃς τέκνα”. καὶ ἐν ἁγνείᾳ ἔζησεν · ἀθεσίαν γὰρ καὶ ταλαιπωρίαν ἐπεκαλέσατο. 20.8“ὅτι ἐγενήθη λόγος κυρίου ἐμοὶ εἰς ὀνειδισμόν”. μακάριος Ἱερεμίας μὴ ἔχων ἄλλον ὀνειδισμὸν ἢ τὸν λόγον τοῦ κυρίου. ἡμεῖς δὲ οἱ τάλανες ἔχομεν ὀνειδισμοὺς οὐ διὰ τὸν λόγον τοῦ κυρίου, ἀλλὰ διὰ τὰ ἡμέτερα ἁμαρτήματα, καὶ ὀνειδιζόμεθα ἐφ’οἷς πταίομεν καὶ ἐπταίσαμεν, καὶ λοιδορούμεθα ἐπὶ ταῖς κακίαις ἡμῶν. ὁ δὲ σωτὴρ οὐ τοιούτους ἡμᾶς ὀνειδισμοὺς θέλει ὀνειδίζεσθαι λέγων · “μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ’ὑμῶν ἕνεκεν ἐμοῦ”. “χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε”. “ὁ λόγος” οὖν φησι “τοῦ κυρίου ἐγενήθη ἐμοὶ εἰς ὀνειδισμὸν καὶ εἰς χλευασμὸν πᾶσαν ἡμέραν”. εἶτα κατανόησον ὥς εἰσιν οἱ προφῆται εὐγνώμονες ἄνθρωποι, καὶ οὐκ ἀποκρυπτόμενοι τὰ ἴδια ἁμαρτήματα ὡς καὶ ἡμεῖς, καὶ λέγοντες οὐκ ἐπὶ τῶν τότε μόνον, ἀλλ’ἐπὶ πασῶν τῶν γενεῶν εἰ ἡμαρτήκασι. κα- κἀγὼ μὲν ὀκνῶ ἐξομολογήσασθαί μου τὰ ἁμαρτήματα ἐπὶ τῶν ὀλίγων ἐνταῦθα, ἐπεὶ μέλλουσί μου καταγινώσκειν οἱ ἀκούοντες. ὁ δὲ Ἱερεμίας τι παθὼν ἁμαρτητικὸν οὐκ ᾐδέσθη, ἀλλὰ ἀνέγραψεν αὑτοῦ τὴν ἁμαρτίαν · ἁμαρτία γὰρ ἦν τὸ ἐπιφερόμενον ἐν τῷ “καὶ εἶπα · οὐ μὴ ὀνομάσω τὸ ὄνομα κυρίου, καὶ οὐ μὴ λαλήσω ἔτι ἐπὶ τῷ ὀνόματι αὐτοῦ”. ἐδιδάχθης “πάντα ἐν ὀνόματι ποιεῖν κυρίου”, ἐν ὀνόματι θεοῦ πράττειν · σὺ δὲ λέγεις · “μὴ ὀνομάσω τὸ ὄνομα κυρίου”; ἀλλὰ ποῖον ὄνομα μέλλεις ὀνομάζειν; “ὄνομα θεῶν ἑτέρων οὐκ ἀναμνήσεσθε ἐν ταῖς καρδίαις ὑμῶν”, καὶ λέγεις · “οὐ μὴ ὀνομάσω τὸ ὄνομα κυρίου, καὶ οὐ μὴ λαλήσω ἔτι ἐπὶ τῷ ὀνόματι αὐτοῦ”; λέγει οὖν πεπονθώς τι ἀνθρώπινον, ὃ καὶ ἡμεῖς κινδυνεύομεν πολλάκις πεπονθέναι. καὶ μάλιστα εἴ τις σύνοιδεν ἑαυτῷ διὰ τὴν διδασκαλίαν ποτὲ καὶ τὸν λόγον ταλαιπωρήσαντι καὶ παθόντι καὶ μισηθέντι, πολλάκις λέγει · ἀναχωρῶ, τί μοι καὶ πράγμασιν; εἰ ἐκ τούτου καὶ ἐν πράγμασίν εἰμι, ἐκ τοῦ διδάσκειν, ἐκ τοῦ προΐεσθαι τὸν λόγον, διὰ τί οὐχὶ μᾶλλον ἀναχωρῶ ἐπὶ τὴν ἐρημίαν καὶ ἡσυχίαν; τοιοῦτόν τι πέπονθε καὶ ὁ προφήτης λέγων · “καὶ εἶπα · οὐ μὴ ὀνομάσω τὸ ὄνομα κυρίου, καὶ οὐ μὴ λαλήσω ἔτι ἐπὶ τῷ ὀνόματι αὐτοῦ”. ἀλλ’ἐπὶ τούτῳ ἀγαθὸς κύριος ὁ κωλύων τὰς τοιαύτας ἁμαρτίας τῶν τηλικούτων. οὐκ ἀφῆκε τὸν προφήτην ἀληθεῦσαι εἰπόντα τὰ προκείμενα, ἀλλὰ καὶ ἐν τούτῳ ἀθεσίαν ἐπικαλέσασθαι καὶ ἀθετῆσαι τὸ εἰρημένον πεποίηκεν Ἱερεμίαν. εἶπε μὲν γάρ · “οὐ μὴ ὀνομάσω τὸ ὄνομα κυρίου, καὶ οὐ μὴ λαλήσω ἔτι ἐπὶ τῷ ὀνόματι αὐτοῦ”. “ἐγένετο” δέ φησιν “ἐν τῇ καρδίᾳ μου ὡς πῦρ καιόμενον, φλεγόμενον ἐν τοῖς ὀστέοις μου, καὶ παρεῖμαι πάντοθεν καὶ οὐ δύναμαι φέρειν”. ὁ λόγος ὁ τοῦ κυρίου γέγονε καίων αὐτοῦ τὴν καρδίαν. “καὶ ἐγένετο ἐν τῇ καρδίᾳ μου ὡς πῦρ φλεγόμενον, καιόμενον ἐν τοῖς ὀστέοις μου”. ἀπέβαλε τὴν ἁμαρτίαν ἣν πεποίηκεν εἰπών · “οὐ μὴ ὀνομάσω τὸ ὄνομα κυρίου, καὶ οὐ μὴ λαλήσω ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔτι”, καὶ ἀπέβαλε τὴν ἁμαρτίαν Ἱερεμίας ἅμα τῷ εἰπεῖν. εἴθε κα- κἀγώ, ἅμα τῷ ἁμαρτῆσαι καὶ εἰπεῖν λόγον ἁμαρτητικόν, ᾐσθανόμην ὅτι “γέγονε πῦρ ἐν τῇ καρδίᾳ μου καιόμενον καὶ φλεγόμενον ὥστε με μὴ δύνασθαι φέρειν”. μέλλει τι ὁ λόγος τολμᾶν, οὐκ οἶδα δὲ εἰ συμφέρον τῷ τοιούτῳ ἀκροατηρίῳ καὶ τοιούτωι · εἴρηκέ τι εἶναι εἶδος πυρός, πυρὸς οὐκ αἰσθητοῦ, κολάζοντος τὸν κολαζόμενον τῷ πόνῳ εἰς τὸ μὴ φέρειν αὐτόν. εἶπε γάρ · “ἐγένετο ἐν τῇ καρδίᾳ μου ὡς πῦρ φλεγόμενον” καὶ “καιόμενον” οὐκ ἐν τῇ καρδίᾳ μου μόνον ἀλλὰ καὶ “ἐν τοῖς ὀστέοις μου, καὶ παρεῖμαι πάντοθεν καὶ οὐ δύναμαι φέρειν”. ἐγὼ φοβοῦμαι μὴ τοιοῦτόν ἐστι τὸ ἀποκείμενον ἡμῖν, πῦρ γινόμενον, ὡς ἐν τῇ καρδίᾳ γέγονεν Ἱερεμίου. οὐ πεπόνθαμεν δὲ αὐτό. εἰ ἐπεπόνθειμεν τοῦτο, καὶ προέκειτο τὰ δύο πυρά, τοῦτο τὸ πῦρ καὶ τὸ ἔξωθεν πῦρ ὃ βλέπομεν ἐπὶ τῶν καιομένων ὑπὸ τῶν ἡγουμένων τῶν ἐθνῶν, εἱλόμεθα ἂν ἐκεῖνο μᾶλλον τὸ πῦρ ἢ τοῦτο. ἐκεῖνο μὲν γὰρ καίει τὴν ἐπιφάνειαν, τοῦτο δὲ καίει τὴν καρδίαν, καὶ ἀρξάμενον ἀπὸ τῆς καρδίας διϊκνεῖται ἐπὶ πάντα τὰ ὀστᾶ, καὶ διϊκνούμενον ἐπὶ τὰ ὀστᾶ ἔρχεται ἐπὶ ὅλον τὸν καιόμενον, καὶ οὕτως ἔρχεται ὡς μὴ δύνασθαι τὸν καιόμενον φέρειν. τίς ἐπὶ τούτῳ τῷ πυρὶ δύναται λέγειν · “καὶ οὐ δύναμαι φέρειν”; οἶδα καὶ λῃστὰς τοῦτο τὸ πῦρ δυνηθέντας ὑπομεῖναι, τὸν πόνον τὸν ἀπὸ τούτου τοῦ πυρός. ἄλλος ἐστὶν ὁ πόνος ὁ ἀπὸ τοῦ πυρός, ὃν διέγραψεν Ἱερεμίας λέγων · “καὶ ἐγένετο ἐν τῇ καρδίᾳ μου ὡς πῦρ καιόμενον, φλεγόμενον ἐν τοῖς ὀστέοις μου, καὶ παρεῖμαι πάντοθεν καὶ οὐ δύναμαι φέρειν”. ἐκεῖνο τὸ πῦρ ἐκκαίει ὁ σωτὴρ ὁ εἰπών · “πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν”. καὶ ἐπεὶ ἐκεῖνο τὸ πῦρ ἐκκαίει ὁ σωτήρ, διὰ τοῦτο τοῖς ἀρχομένοις ἀκούειν αὐτοῦ ἄρχεται ἀπὸ τοῦ πυρὸς καὶ πρῶτον πῦρ βάλλει αὐτῶν ἐπὶ τὴν καρδίαν · ὅπερ ὁμολογοῦσι Σίμων καὶ Κλεόπας λέγοντες ἐπὶ τοῖς λόγοις αὐτοῦ τὸ “οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν τῇ ὁδῷ, ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς”; ἐνθάδε ἡ καρδία καίεται πυρὶ καὶ Σίμωνος καὶ Κλεόπα. ἄκουε λεγόντων · “οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν”; 20.9τίς ἄξιος ἤδη λαβεῖν ἐκεῖνο τὸ πῦρ ἐν τῇ καρδίᾳ, ἵνα μὴ ἐκεῖ αὐτὸ λάβῃ; θέλω διαγράψαι τίς ἐστιν ὁ ἔχων τοῦτο τὸ πῦρ ἐν τῇ καρδίᾳ. διάγραψόν μοι δύο ἡμαρτηκότας τὴν αὐτὴν τῷ γένει ἁμαρτίαν, τὴν μιαράν, τὴν ἀκάθαρτον πορνείαν, καὶ ἐν τούτοις τοῖς δύο τοῖς πεπορνευκόσι τὸν μὲν ἕτερον μὴ λυπούμενον μη δὲ ὀδυνώμενον μη δὲ δακνόμενον, ἀλλὰ τὸ εἰρημένον ἐν Παροιμίαις περὶ τῆς πόρνης γυναικὸς πάσχοντα, “ἥτις ἐὰν πράξῃ, ἀπονιψαμένη οὐδέν φησι πεπραχέναι ἄτοπον”. ἴδε μοι τὸν ἕτερον μετὰ τὸ πτῶμα μὴ δυνάμενον στέγειν, ἀλλὰ κολαζόμενον τὴν συνείδησιν, βασανιζόμενον τὴν καρδίαν, φαγεῖν καὶ πιεῖν οὐ δυνάμενον, οὐ κρίσει νηστεύοντα ἀλλὰ ἀλγηδόνι τῆς μετανοίας. διάγραψόν μοι τὸν τοιοῦτον “ὅλην τὴν ἡμέραν σκυθρωπάζοντα καὶ καταπονούμενον καὶ πορευόμενον, ὠρυόμενον ἀπὸ στεναγμοῦ τῆς καρδίας αὐτοῦ, βλέποντα αὐτοῦ τὴν ἁμαρτίαν ἐνώπιον αὐτοῦ” διὰ παντὸς ἔμπροσθεν ἐλέγχουσαν. καὶ ἴδε τὸν τοιοῦτον οὐκ ἐπὶ μίαν ἡμέραν οὐ δὲ ἐπὶ μίαν νύκτα, ἀλλ’ἐπὶ χρόνον πολὺν κολαζόμενον. τίνα τῶν δύο προκρίνεις; τίνα λέγεις ἐλπίδας ἔχειν παρὰ θεῷ; ἆρ’ἐκεῖνον τὸν πορνεύσαντα καὶ μὴ φροντίσαντα, ἀλλ’“ἀπαλγοῦντα ὡς καὶ παραδόντα αὑτὸν τῇ ἀσελγείᾳ”, ἢ τοῦτον τὸν μετὰ τὴν μίαν ἁμαρτίαν πενθοῦντα, θρηνοῦντα; οὗτος † ἐλπίδων ἐστίν. ὅσον πλείω καίεται ὑπὸ τοῦ τῆς λύπης πυρός, τοσοῦτον μᾶλλον ἐλεεῖται, καὶ ἔστιν αὐτῷ χρόνος αὐτάρκης τῆς κολάσεως τοσοῦτος, ὅσος ἐκείνῳ δίδοται χρόνος κολάσεως τῷ πορνεύσαντι καὶ λυπηθέντι. καὶ ἐπεὶ χρόνος ἐστὶ τούτῳ τῆς ἐνταῦθα κολάσεως λυσιτελής, διὰ τοῦτο ἐπραγματεύσατο κολάσαι τὸν πεπορνευκότα, καὶ ἡνίκα ἐκόλασεν αὐτὸν λύπῃ καὶ εἶδε τὴν λύπην αὐτάρκη, φησί · “μήποτε τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος, κυρώσατε εἰς αὐτὸν ἀγάπην”. ἕκαστος ἡμῶν ἐξετασάτω τὴν συνείδησιν ἑαυτοῦ, καὶ ἰδέτω τί ἥμαρτεν · ὅτι δεῖ αὐτὸν κολασθῆναι. εὐχέσθω τῷ θεῷ τοῦτο τὸ πῦρ τὸ ἐν τῷ Ἱερεμίᾳ ἥκειν ἐπ’αὐτόν, εἶτα τὸ ἐπὶ Σίμωνα καὶ Κλεόπαν ἐληλυθός, ἵνα μὴ τηρηθῇ τῷ ἄλλῳ πυρί · εἰ γὰρ μὴ ἔλαβεν ἐνθάδε τὸ πῦρ ἀλλὰ καὶ ἥμαρτε καὶ οὐ πεφρόντικε, τηρηθήσεται ἐκείνῳ τῷ πυρί. “καὶ ἐγένετο ἐν τῇ καρδίᾳ μου ὡς πῦρ καιόμενον, φλεγόμενον ἐν τοῖς ὀστέοις μου, καὶ παρεῖμαι πάντοθεν καὶ οὐ δύναμαι φέρειν, ὅτι ἤκουσα ψόγον πολλῶν συναθροιζομένων κυκλόθεν”. ὁ ἄμεμπτος, ὁ μακάριος Ἱερεμίας (καθ’ὑπεξαίρεσιν λέγω τούτου τοῦ μικροῦ ἁμαρτήματος καὶ εἴ τι ἄλλο βραχὺ πεποίηκεν) ἐψέγετο ὑπὸ πολλῶν. ἀλλ’ὁ ὑπὸ τῶν πολλῶν ψόγος αὐτῷ ἐγκώμιον παρὰ θεῷ ἦν. ἔλεγον γὰρ οἱ ψέγοντες · “ἐπισύστητε, καὶ ἐπισυστῶμεν αὐτῷ πάντες ἄνδρες φίλοι αὐτοῦ · τηρήσατε τὴν ἐπίνοιαν αὐτοῦ, καὶ ἀπατηθήσεται”. ἄλλην ἀπάτην ἐβούλοντο αὐτὸν ἀπατῆσαι ὀλέθριον, ἐναντίαν τῇ ἀπάτῃ περὶ ἧς εἶπεν · “ἠπάτησάς με, κύριε, καὶ ἠπατήθην”. λέγουσι δὲ οὗτοι οἱ ἐπισυνιστάμενοι αὐτῷ · “καὶ δυνησόμεθα αὐτῷ, καὶ ληψόμεθα τὴν ἐκδίκησιν ἡμῶν ἐξ αὐτοῦ”. οἴονται ἠδικῆσθαι οἱ ἐλεγχθέντες ἐπὶ ταῖς ἰδίαις ἁμαρτίαις καὶ διὰ τοῦτο οἰηθέντες ἠδικῆσθαι λέγουσι · “ληψόμεθα τὴν ἐκδίκησιν ἡμῶν ἐξ αὐτοῦ”. τοιοῦτόν τι πεποιήκασιν καὶ οἱ τὸν Ἡσαΐαν πρίσαντες · ὡς ἀδικηθέντες γάρ (ἐπειδήπερ αἱ προφητεῖαι ἐπέστρεφον αὐτοὺς καὶ ἐκόλαζον αὐτούς, ἤλεγχον, ἐπετίμων) ἔπρισαν αὐτὸν καὶ κατεδίκασαν αὐτοῦ ψῆφον θανατικήν. ἀλλά φησιν ὁ Ἱερεμίας ἐπὶ τούτοις τοῖς ἐπισυστᾶσι · “καὶ κύριος μετ’ἐμοῦ καθὼς μαχητὴς ἰσχύων”. ἐὰν γενώμεθα ὁποίους ἡμᾶς εἶναι χρή, καὶ τὸ πῦρ ἐκεῖνο παραδεξώμεθα ἐπὶ ταῖς ἡμετέραις ἁμαρτίαις ἐρχόμενον ὡς τῷ Ἱερεμίᾳ καὶ τοῖς ὁμοίοις, κύριος γίνεται μετὰ ταῦτα μεθ’ἡμῶν “καθὼς μαχητὴς ἰσχύων”. καὶ “διὰ τοῦτο ἐδίωξαν καὶ νοῆσαι οὐκ ἠδύναντο”, ὅτι ὁ κύριος ἦν μετὰ τοῦ διωκομένου, καὶ οὐ δύναται ὑποχείριος αὐτοῖς γενέσθαι διωκόμενος. μήποτε οὖν, ὡς πολλὰ τοῦ Ἱερεμίου ἀναφέρεται ἐπὶ τὸν σωτῆρα, καὶ τοῦτο δύναται τοιοῦτον εἶναι; “ἐπισύστητε” γὰρ “καὶ ἐπισυστῶμεν αὐτῷ” εἴρηται καὶ ἐπὶ τοῦ σωτῆρος. καὶ “κύριος” ἦν μετ’αὐτοῦ “καθὼς μαχητὴς ἰσχύων · διὰ τοῦτο ἐδίωξαν καὶ νοῆσαι οὐκ ἠδύναντο”, οἱ διώκοντες αὐτὸν Ἰουδαῖοι · “ᾐσχύνθησαν σφόδρα καὶ οὐκ ἐνόησαν ἀτιμίας αὐτῶν”, ἐν τοσούτῳ χρόνῳ ἀτιμαζόμενοι οὐ λέγουσιν ἑαυτῶν τὰς ἁμαρτίας, “αἳ δι’αἰῶνος οὐκ ἐπιλησθήσονται”, ἀλλ’οἴονται ὅτι ἐν τῷ αἰῶνι τούτῳ ἐπιλησθήσονται αὐτῶν αἱ ἀνομίαι. ἡμεῖς δὲ ὁρῶμεν ὅτι δι’αἰῶνος αὐτῶν αἱ ἀνομίαι οὐκ ἐπιλησθήσονται, καὶ ὁρῶντες μεμνήμεθα τοῦ “μὴ ὑψηλοφρόνει, ἀλλὰ φοβοῦ · εἰ γὰρ ὁ θεὸς τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο, πόσῳ μᾶλλον” τῶν παρὰ φύσιν “οὐ φείσεται”; “κύριος” οὖν “τῶν δυνάμεων” μεθ’ἡμῶν, “δοκιμάζων δίκαια, συνίων νεφροὺς καὶ καρδίας”. ὁ κύριος δοκιμάζει μὲν δίκαια, ἀποδοκιμάζει δὲ ἄδικα, καὶ ἔστιν, ἵν’οὕτως ὀνομάσω, τραπεζίτης δικαίων καὶ ἀδίκων · οὗτος δὲ ὁ κύριος καὶ “συνίων” ἐστὶ “νεφροὺς καὶ καρδίας”. ἐνθάδε μὲν οὖν γέγραπται ὅτι “συνίων” ἐστὶ “νεφροὺς καὶ καρδίας”. ζητῶ τί διαφέρει τὸ “συνιέναι νεφροὺς καὶ καρδίας” · καὶ μήποτε ἄλλο ἐστὶ τὸ “συνιέναι νεφροὺς καὶ καρδίας”, ἄλλο τὸ “ἐτάζειν καρδίας καὶ νεφρούς”. οὐ πάντων ἐτάζει καρδίας καὶ νεφρούς, ἀλλὰ τῶν ἡμαρτηκότων · ἐφίστημι γὰρ τῷ σημαινομένῳ τοῦ ἐτάζειν, ὅπερ λέγεται ἐν τῷ βίῳ τούτῳ ἐπὶ τῶν βασανιζομένων. ἐπὶ τοῖς δικαστηρίοις οἱ μὲν ἐτάζουσιν, οἱ δὲ ἐτάζονται, οἱ δέ εἰσι καὶ ἐν πόνοις βαρυτάτοις. οἱ μὲν οὖν κολασταὶ ἐτάζουσι πλευράς, ἐτάζουσι σώματα · κύριος δὲ μόνος καινὸν ἔχει τρόπον ἐτασμῶν, ἐτάζων γάρ ἐστι καρδίας, καὶ μόνῳ τῷ κυρίῳ πρόσεστι τὸ ἐξετάζειν καρδίας καὶ νεφρούς. λῃσταὶ ἐνταῦθα ἐτάζονται κατὰ πρόσταξιν ἡγουμένου τὰ πλευρά, ἐκεῖ δὲ οὐκ ἐκ προστάξεως θεοῦ, ἀλλ’ὑπ’αὐτοῦ τοῦ κυρίου ἐτάζεταί τις νεφροὺς καὶ καρδίας, εἰ μὴ ἄρα ἐνταῦθα λέγω τὸν μὲν προστασσόμενον εἶναι τὸν υἱόν, τὸν δὲ προστάσσοντα εἶναι τὸν πατέρα, καὶ τὸν λόγον εἶναι τὸν ἐτάζοντα καρδίας καὶ νεφρούς. καὶ πασῶν γε νομίζω βασάνων, πάντων τῶν πόνων βαρύτερα τὰ ἀπὸ τοῦ λόγου, ὅταν ἐτάζῃ καὶ καρδίας καὶ νεφρούς. διὸ πάντα πράττωμεν, ἵνα μὴ παραδοθῶμεν ἐκείνῳ τῷ ἐτασμῷ. οὗ ἐτασμοῦ οἴομαι ἔλαττον πάσχειν τοὺς παραδιδομένους τοῖς λεγομένοις ἐν τῷ εὐαγγελίῳ βασανισταῖς · πολλοῖς γὰρ παραδίδονται, τάχα πλείοσι βασανισταῖς κατὰ τὴν ἀρχήν, οὐδέπω ἄξιοι γινόμενοι παραδίδοσθαι ἑνὶ λόγῳ τῷ ἐτάζοντι καρδίας καὶ νεφρούς. ὁ πλούσιος ἐκεῖνος οὐδέπω ἄξιος ἦν παραδοθῆναι τῷ ἐτάζοντι καρδίας καὶ νεφρούς · διὰ τοῦτο ὑπὸ πλειόνων ἐβασανίζετο. ὕστερον δὲ εἰ καὶ ἐκεῖνος τοῦτο πάσχει ἢ μή, ὁ δυνάμενος ἐξεταζέτω. πλὴν τὰ περιμένοντα ἡμᾶς ἐστι βασανισταὶ καὶ ἐτάζων τὰς καρδίας καὶ νεφροὺς ἐπὶ τοῖς ἁμαρτήμασιν ἡμῶν · ὧν ἁμαρτημάτων ἐὰν μὴ τάχιον ἀπαλλαγῶμεν, ἐν τούτοις ἐσόμεθα. διὸ ἀναστάντες τὴν ἀπὸ τοῦ θεοῦ βοήθειαν αἰτήσωμεν, ἵνα ἐν Χριστῷ Ἰησοῦ μακαρισθῶμεν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.